Migne Reading Room

PG 52 · cols. 443–446 bis · Read from the page

Orationes duae post reditum a priore exsilio (cum duplici vetere versione Latina)

Orationes duae post reditum a priore exsilio (cum duplici vetere versione Latina)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:443Read from the page
ΤΟΥ ΑΥΤΟΥ ΕΠΑΝΕΛΘΟΝΤΟΣ
OF THE SAME AUTHOR AFTER RETURNING
Ἀπὸ τῆς προτέρας ἐξορίας ὁμιλία.
Homily from the first exile.
αʹ. Ὅτε τὴν Σάῤῥαν ἀπὸ τοῦ Ἀβραὰμ ἥρπασεν ὁ Φαραὼ, τὴν καλὴν καὶ εὐειδῆ γυναῖκα ὁ πονηρὸς καὶ βάρβαρος καὶ Αἰγύπτιος, ἀδίκοις ὀφθαλμοῖς ἰδὼν αὐτῆς τὸ κάλλος, καὶ μοιχείας ἐργάσασθαι δρᾶμα βουλόμενος· τότε δὴ, τότε παρὰ μὲν τὴν ἀρχὴν οὐκ ἐκόλασεν ὁ Θεὸς, ἵνα δειχθῇ καὶ τοῦ δικαίου ἡ ἀνδρεία, καὶ τῆς γυναικὸς ἡ σωφροσύνη, καὶ τοῦ βαρβάρου ἡ ἀκολασία, καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία· τοῦ δικαίου ἡ ἀνδρεία, ὅτι ἔφερεν εὐχαρίστως τὸ γενόμενον· τῆς γυναικὸς ἡ σωφροσύνη, ὅτι ἐνέπεσεν εἰς τὰς βαρβαρικὰς χεῖρας, καὶ τὴν σεμνότητα διετήρησε· τοῦ βαρβάρου ἡ ἀκολασία, ὅτι ἀλλοτρίᾳ ἐπῆλθεν εὐνῇ· τοῦ Θεοῦ ἡ φιλανθρωπία, ὅτι μετὰ ἀπόγνωσιν ἀνθρώπων, τότε τὸν στέφανον ἤνεγκε τῷ δικαίῳ. Ταῦτα ἐγίνετο τότε ἐπὶ τοῦ Ἀβραὰμ, ἐγένετο δὲ σήμερον ἐπὶ τῆς Ἐκκλησίας. Αἰγύπτιος οὗτος, ὡς ἐκεῖνος Αἰγύπτιος· οὗτος δορυφόρους εἶχεν, ἐκεῖνος ὑπασπιστάς· ἐκεῖνος τὴν Σάῤῥαν, οὗτος τὴν Ἐκκλησίαν· μίαν νύκτα ἐκεῖνος συνέσχε, μίαν ἡμέραν οὗτος εἰσῆλθεν· οὐδ' ἂν τὴν μίαν συνεχωρήθη, ἀλλ' ἵνα δειχθῇ τῆς νύμφης ἡ σωφροσύνη, ὅτι εἰσέρχεται, καὶ οὐ διεφθάρη αὐτῆς τὸ κάλλος τῆς σωφροσύνης, καίτοι μοιχὸν ἡτοίμασε, καὶ τὰ γραμματεῖα συνετελεῖτο, καὶ πολλοὶ τῶν τῆς οἰκίας ὑπέγραφον. Ἀπηρτίσθη ἡ μηχανὴ, καὶ τὸ τέλος οὐκ ἐγένετο. Ἐφάνη ἐκείνου ἡ πονηρία, καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία. Ἀλλ' ὁ μὲν βάρβαρος τότε ἐκεῖνος ἐπιγνοὺς τὸ ἁμάρτημα, ὡμολόγησε τὸ παρανόμημα· λέγει γὰρ τῷ Ἀβραάμ· Τί ἐποίησας τοῦτο; εἰς τί εἶπας, ὅτι ἀδελφή μού ἐστι; καὶ μικροῦ ἂν ἥμαρτον· οὗτος δὲ μετὰ τὴν παρανομίαν ἐπηγωνίσατο. Ἄθλιε καὶ ταλαίπωρε, Ἥμαρτες, ἡσύχασον, μὴ πρόσθες ἁμαρτίαν ἐφ' ἁμαρτίαν. Κἀκείνη μὲν ἐπανῆλθε, πλοῦτον ἔχουσα τὸν Αἰγυπτιακόν· ἡ δὲ Ἐκκλησία ἐπανῆλθε, πλοῦτον ἔχουσα τὸν ἀπὸ τῆς γνώμης, καὶ σωφρονεστέρα ἐφάνη. Ὅρα δὲ τὴν μανίαν τοῦ βαρβάρου. Ἐξέβαλες τὸν ποιμένα· τί τὴν ἀγέλην διέσπασας; Ἀπέστησας τὸν κυβερνήτην· τί τοὺς οἴακας κατέκλασας; Τὸν ἀμπελουργὸν ἐξέβαλες· τί τὰς ἀμπέλους ἀνέσπασας; τί τὰ μοναστήρια διέφθειρας; Βαρβάρων ἔφοδον ἐμιμήσω.
1. When Pharaoh snatched Sarah away from Abraham—that wicked and barbarous Egyptian snatching the fair and comely woman, having beheld her beauty with unrighteous eyes and wishing to enact a drama of adultery—then indeed at the beginning God did not punish him, so that there might be shown both the bravery of the righteous man, and the chastity of the woman, and the licentiousness of the barbarian, and the loving-kindness of God: the bravery of the righteous man, because he bore what had happened with thanksgiving; the chastity of the woman, because she fell into barbarian hands and preserved her modesty; the licentiousness of the barbarian, because he assailed another's bed; the loving-kindness of God, because after the despair of men, then He brought the crown to the righteous man. These things came to pass at that time in the case of Abraham, and they have come to pass today in the case of the Church. This man is an Egyptian, just as that man was an Egyptian; this man had spearmen, that man shield-bearers; that man seized Sarah, this man the Church; for a single night that man detained her, for a single day this man entered—nor would even that single day have been permitted him, save that the chastity of the bride might be shown: that he enters in, and the beauty of her chastity was not corrupted, even though he had prepared an adulterer, and the documents were being drawn up, and many of the household were subscribing. The engine was completed, and the end did not come to pass. That man's wickedness appeared, and the loving-kindness of God. Yet that barbarian at that time, having recognized his sin, confessed his transgression; for he says to Abraham: 'Why did you do this? For what end did you say, "She is my sister"? And I had almost sinned'; whereas this man after his lawlessness continued the struggle. Wretched and miserable man! 'You have sinned: be still'; do not add sin upon sin. And she indeed returned possessing Egyptian wealth; while the Church returned possessing the wealth that comes from resolve, and appeared more chaste. Yet behold the madness of the barbarian. You cast out the shepherd: why did you scatter the flock? You removed the helmsman: why did you shatter the tillers? You cast out the vine-dresser: why did you uproot the vines? Why did you destroy the monasteries? You imitated an inroad of barbarians.
βʹ. Ἐποίησεν ἅπαντα, ἵνα δειχθῇ ὑμῶν ἡ ἀνδρεία· ἐποίησεν ἅπαντα, ἵνα μάθῃ ὅτι ποίμνη ἐστὶν ἐνταῦθα ὑπὸ Χριστοῦ ποιμαινομένη. Ἔξω ὁ ποιμὴν, καὶ ἡ ἀγέλη συνεκροτεῖτο, καὶ τὸ ἀποστολικὸν ἐπληροῦτο ῥῆμα· Οὐκ ἐν τῆ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Καὶ τοιαῦτα ἠπείλουν δεδοικότες ὑμῶν τὴν ἀνδρείαν καὶ τῆς ἀγάπης τὸ φίλτρον, καὶ τὸν πόθον τὸν περὶ ἐμέ. Οὐδὲν τολμῶμεν, φησὶν, ἐν τῇ πόλει· δότε ἡμῖν αὐτὸν ἔξω. Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχὺν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν διαδημάτων τὴν περιφάνειαν, τοῦ πλούτου τὴν περιουσίαν, τῆς ἀγάπης τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονὴν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανὲς, τῆς ἥττης σου τὸν γέλωτα. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων· ὁ ποιμὴν ἔξω, καὶ ἡ ἀγέλη σκιρτᾷ· ὁ στρατηγὸς πόῤῥω, καὶ οἱ
2. He did all things so that your bravery might be shown; he did all things so that he might learn that there is here a flock shepherded by Christ. The shepherd was outside, and the herd was welded together, and the apostolic saying was fulfilled: 'Not in my presence only, but now much more in my absence, work out your own salvation with fear and trembling.' And such things they threatened, fearing your bravery and the spell of your love and your longing for me. 'We dare do nothing,' says he, 'in the city; give him to us outside.' Take me outside, so that you may learn the longing of the Church, that you may learn the nobility of my children, the strength of the soldiers, the might of the men-at-arms, the splendour of the diadems, the abundance of the wealth, the greatness of the love, the endurance of the steadfastness, the flower of the freedom, the lustre of the victory, the laughter at your defeat. O strange and marvellous things! The shepherd is outside, and the flock leaps for joy; the general is far off, and the
Notes, col. 443

On the reading

Printed τῆ, for τῇ.

PG 52:444Read from the page
στρατιῶται ὡπλίζοντο. Οὐκέτι ἡ ἐκκλησία εἶχε τὸ στρατόπεδον μόνον, ἀλλὰ καὶ ἡ πόλις ἐκκλησία ἐγένετο. Αἱ ῥῦμαι, αἱ ἀγοραὶ, ὁ ἀὴρ ἡγιάζετο· αἱρετικοὶ ἐπεστρέφοντο, οἱ Ἰουδαῖοι βελτίους ἐγένοντο· οἱ ἱερεῖς κατεδικάζοντο, καὶ οἱ Ἰουδαῖοι τὸν Θεὸν εὐφήμουν, καὶ ἡμῖν προσέτρεχον. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἐγένετο. Καῖφας ἐσταύρωσε, καὶ ληστὴς ὡμολόγησεν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων· ἱερεῖς ἀπέκτειναν, καὶ μάγοι προσεκύνησαν. Μὴ ξενιζέτω ταῦτα τὴν Ἐκκλησίαν. Εἰ μὴ ταῦτα ἐγένετο, ὁ πλοῦτος ἡμῶν οὐκ ἂν ἐφάνη· ἦν μὲν, οὐκ ἂν δὲ ἐφάνη. Ὥσπερ γὰρ ὁ Ἰὼβ δίκαιος μὲν ἦν, οὐκ ἂν δὲ ἐφάνη, εἰ μὴ τὰ τραύματα, καὶ οἱ σκώληκες· οὕτω καὶ ὁ ὑμέτερος πλοῦτος, εἰ μὴ αἱ ἐπιβουλαὶ, οὐκ ἂν ἐφάνη. Ἀπολογούμενος δὲ τῷ Ἰὼβ ὁ Θεός φησιν, ὅτι Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς; Ἐπεβούλευσαν ἐκεῖνοι, ἐπολέμησαν, καὶ ἡττήθησαν. Πῶς ἐπολέμησαν; Ῥοπάλοις. Πῶς ἡττήθησαν; Εὐχαῖς. Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Σὺ ῥόπαλα εἰσφέρεις εἰς τὴν ἐκκλησίαν καὶ πολεμεῖς· ὅπου εἰρήνη πᾶσι, πολέμου ἄρχῃ· οὐδὲ τὸν τόπον ᾐδέσθης, ἄθλιε καὶ ταλαίπωρε, οὐδὲ τῆς ἱερωσύνης τὸ ἀξίωμα, οὐδὲ τῆς ἀρχῆς τὸ μέγεθος. Τὸ φωτιστήριον αἱμάτων ἐμπέπλησται· ὅπου ἁμαρτημάτων ἄφεσις, αἱμάτων ἔκχυσις. Ἐν ποίᾳ παρατάξει ταῦτα γίνεται; Βασιλεὺς εἰσέρχεται καὶ ῥίπτει ἀσπίδα καὶ διάδημα· σὺ εἰσῆλθες, καὶ ῥόπαλα ἥρπασας. Ἐκεῖνος καὶ τὰ συνθήματα τῆς βασιλείας ἔξω ἀφίησι· σὺ τὰ συνθήματα τοῦ πολέμου ἐνταῦθα εἰσήνεγκας. Ἀλλὰ τὴν νύμφην μου οὐδὲν ἔβλαψας, ἀλλὰ μένει τὸ κάλλος αὐτῆς ἐπιδεικνυμένη.
soldiers were arming themselves. No longer did the church alone hold the camp, but the city also became a church. The lanes, the market-places, the air was sanctified: heretics were converted, the Jews became better; the priests were condemned, and the Jews praised God and ran to us. So too did it come to pass in the time of Christ: Caiaphas crucified, and the robber confessed. O strange and marvellous things! Priests slew, and Magi worshipped. Let not these things astonish the Church. Had these things not come to pass, our wealth would not have appeared: it existed indeed, yet it would not have appeared. For just as Job was indeed righteous, yet would not have appeared so had it not been for the wounds and the worms, so also your wealth, had it not been for the plots, would not have appeared. And making defence to Job, God says: 'Do you suppose that I have dealt with you for any other purpose than that you might be shown righteous?' Those men plotted, they waged war, and they were defeated. How did they wage war? With clubs. How were they defeated? By prayers. 'If anyone strike you on the right cheek, turn to him the other also.' You bring clubs into the church and wage war; where there is peace for all, you begin war; you did not reverence even the place, wretched and miserable man, nor the dignity of the priesthood, nor the greatness of the sovereignty. The baptistery has been filled with blood; where there is remission of sins, there is shedding of blood. In what battle-array do these things take place? An emperor enters and casts off shield and diadem; you entered and snatched up clubs. He leaves even the ensigns of empire outside; you brought the ensigns of war in here. Yet you harmed my bride in nothing, and she abides displaying her beauty.
γʹ. Διὰ τοῦτο χαίρω, οὐχ ὅτι ἐνικήσατε. Εἰ παρήμην, ἐμεριζόμην μεθ' ὑμῶν τὴν νίκην· ἐπειδὴ δὲ ἀνεχώρησα, γυμνὸν ὑμῶν τὸ τρόπαιον ἐφάνη. Ἀλλὰ καὶ τοῦτο ἐμὸν ἐγκώμιον, καὶ πάλιν μερίζομαι ἐγὼ μεθ' ὑμῶν τὴν νίκην, ὅτι οὕτως ὑμᾶς ἀνέθρεψα, ὡς καὶ ἀπόντος τοῦ πατρὸς τὴν οἰκείαν εὐγένειαν ἐπιδείκνυσθαι. Ὥσπερ γὰρ οἱ γενναῖοι τῶν ἀθλητῶν καὶ ἀπόντος τοῦ παιδοτρίβου τὴν ἑαυτῶν ῥώμην ἐπιδείκνυνται· οὕτω καὶ ἡ εὐγένεια τῆς ὑμετέρας πίστεως καὶ ἀπόντος τοῦ διδασκάλου τὴν οἰκείαν εὐμορφίαν ἐπεδείξατο. Τίς χρεία λόγων; Οἱ λίθοι βοῶσιν· οἱ τοῖχοι φωνὴν ἀφιᾶσιν. Ἄπελθε εἰς βασιλικὰς αὐλὰς, καὶ ἀκούεις εὐθέως· Οἱ λαοὶ Κωνσταντινουπόλεως. Ἄπελθε εἰς τὴν θάλατταν, εἰς τὴν ἔρημον, εἰς τὰ ὄρη, εἰς τὰς οἰκίας, τὸ ἐγκώμιον ὑμῶν ἀναγέγραπται. Ἐν τίνι ἐνικήσατε; Οὐ χρήμασιν, ἀλλὰ πίστει. Ὢ λαὸς φιλοδιδάσκαλος, ὦ λαὸς φιλοπάτωρ, μακαρία ἡ πόλις, οὐ διὰ κίονας καὶ χρυσοῦν ὄροφον, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀρετήν. Τοσαῦται αἱ ἐπιβουλαὶ, καὶ αἱ εὐχαὶ ὑμῶν ἐνίκησαν· καὶ μάλα εἰκότως· καὶ γὰρ ἐκτενεῖς ἦσαν αἱ εὐχαὶ, καὶ αἱ πηγαὶ τῶν δακρύων ἐπέῤῥεον. Ἐκεῖνοι βέλη, ὑμεῖς δὲ δάκρυα· ἐκεῖνοι θυμὸν, ὑμεῖς δὲ πραῦτητα. Ὃ βούλει ποίησον· ὑμεῖς εὔχεσθε. Κἀκεῖνοι, οἳ ἀντέλεγον, πο⟨…⟩
3. On this account I rejoice, not merely because you conquered. Had I been present, I would have shared the victory with you; but since I withdrew, your trophy appeared unadorned and yours alone. Yet even this is my encomium, and once more I share the victory with you, because I so nurtured you that even in your father's absence you displayed your native nobility. For just as noble athletes display their strength even when the trainer is absent, so also the nobility of your faith displayed its native comeliness even when the teacher was absent. What need is there of words? The stones cry out; the walls send forth a voice. Depart to the imperial courts, and straightway you hear: 'The peoples of Constantinople!' Depart to the sea, to the desert, to the mountains, to the houses: your encomium stands inscribed. Wherein did you conquer? Not by wealth, but by faith. O people who love your teacher! O people who love your father! Blessed is the city—not on account of pillars and a golden roof, but on account of your virtue! So many were the plots, and your prayers conquered; and most reasonably so: for your prayers were fervent, and the fountains of tears streamed forth. Those men hurled missiles, you shed tears; those men breathed wrath, you meekness. Do what you will: you pray. And those who gainsaid, where
Notes, col. 444

On the reading

Printed πραῦτητα, for πραΰτητα.

PG 52:445Read from the page
εἰσιν; Ὅπλα ἐκινήσαμεν; μὴ τόξα ἐτείναμεν; μὴ βέλη ἀφήκαμεν; Εὐχόμεθα, κἀκεῖνοι ἔφυγον· ὡς γὰρ ἀράχνη διεσπάσθησαν, καὶ ὑμεῖς ὡς πέτρα ἑστήκατε. Μακάριος ἐγὼ δι' ὑμᾶς. Ἤδειν μὲν καὶ πρὸ τούτου ἡλίκον ἔχω πλοῦτον, ἐθαύμασα δὲ καὶ νῦν. Πόῤῥω ἤμην, καὶ πόλις μετῳκίζετο. Δι' ἕνα ἄνθρωπον τὸ πέλαγος πόλις ἐγίνετο. Γυναῖκες, ἄνδρες, παιδία ἄωρα τὴν ἡλικίαν, γυναῖκες βαστάζουσαι παιδία, κατετόλμων πελάγους, κατεφρόνησαν κυμάτων. Οὐ δοῦλος ἐδεδοίκει δεσπότην, οὐ γυνὴ τῆς φυσικῆς ἀσθενείας ἐμέμνητο. Γέγονεν ἡ ἀγορὰ ἐκκλησία, τὰ πανταχοῦ δι' ἡμᾶς. Τίνα γὰρ οὐκ ἐπαιδεύσατε; Βασιλίδα συγχορεύουσαν ἐλάβετε· οὐ γὰρ ἀποκρύψομαι τὸν ζῆλον αὐτῆς. Οὐ βασιλίδα κολακεύων ταῦτα λέγω, ἀλλ' εὐσέβειαν θεραπεύων· οὐ γὰρ ἀποκρύψομαι αὐτῆς τὸν ζῆλον. Οὐ γὰρ ὅπλα ἔλαβεν, ἀλλὰ κατορθώματα ἀρετῆς. Ἀπηγόμην τότε, ἴστε πῶς. Δεῖ γὰρ καὶ λυπηρὰ εἰπεῖν, ἵνα μάθητε τὰ χρηστά· ἀλλὰ μάθητε πῶς ἀπηγόμην, καὶ πῶς ἐπανῆλθον. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. Ταῦτα τὰ ῥήματα ἐγένετο πράγματα. Μετ' εὐχαριστίας ὑπεδέξασθε ὃν ὀδυνώμενοι προεπέμψατε. Καὶ οὐδὲ ἐν μακρῷ χρόνῳ· μετὰ μίαν ἡμέραν πάντα ἐλύθη. Καὶ γὰρ ἡ ἀναβολὴ ἐγένετο δι' ὑμᾶς, ἐπεὶ ὁ Θεὸς ἐξ ἀρχῆς ἔλυσε.
are they? Did we brandish weapons? Did we bend bows? Did we let fly missiles? We prayed, and those men fled: for like a cobweb they were torn asunder, and you stood fast like a rock. Blessed am I on your account! I knew indeed even before this how great a wealth I possess, yet I marvelled at it now also. I was far off, and a city migrated. On account of a single man the sea became a city. Women, men, children unripe in age, women carrying infants, braved the sea and scorned the billows. No slave feared his master, no woman called to mind her natural weakness. The market-place has become a church, and every place was stirred on our account. For whom did you not instruct? You received the Empress joining in your choir; for I shall not conceal her zeal. Not to flatter the Empress do I say these things, but to honour piety; for I shall not conceal her zeal. For she did not take up weapons, but noble deeds of virtue. I was being led away at that time—you know how. For one must speak of grievous things also, so that you may learn the good things, and learn both how I was led away and how I returned. 'Those who sow in tears shall reap in exultation. Going forth they went on their way and wept, casting their seeds; but coming they shall come in exultation, bearing their sheaves.' These words became realities. With thanksgiving you welcomed back him whom in sorrow you had escorted forth. And not even after a long time: after a single day all things were resolved. For indeed the delay came to pass on your account, since God had resolved them from the beginning.
δʹ. Λέγω ὑμῖν τὸ ἀπόῤῥητον. Ἐπεραιώθην τὸ πέλαγος μόνος τὴν Ἐκκλησίαν βαστάζων· ἡ γὰρ ἀγάπη οὐ στενοῦται. Οὐκ ἐστενοχωρεῖτο τὸ πλοῖον· Οὐ στενοχωρεῖσθε γὰρ ἐν ἡμῖν. Ἀπῄειν τὰ ὑμέτερα μεριμνῶν, κεχωρισμένος μὲν τῷ σώματι, συνημμένος δὲ τῇ γνώμῃ· ἀπῄειν τὸν Θεὸν παρακαλῶν, καὶ παρακατατιθέμενος ὑμῶν τὴν ἀγάπην· ἀπῄειν, ἐκαθεζόμην μόνος τὰ ὑμέτερα μεριμνῶν, βουλευόμενος περὶ ἀποδημίας μόνος. Ἀθρόον ἀωρίας γενομένης γράμματα ἔπεμψεν ἡ θεοφιλεστάτη αὕτη ἐν τῇ πρώτῃ ἡμέρᾳ, ταῦτα λέγουσα τὰ ῥήματα (δεῖ γὰρ αὐτῆς καὶ τὰ ῥήματα εἰπεῖν)· Μὴ νομίσῃ σου ἡ ἁγιωσύνη ὅτι ἔγνων τὰ γεγενημένα. Ἀθῶος ἐγὼ ἀπὸ τοῦ αἵματός σου. Ἄνθρωποι πονηροὶ καὶ διεφθαρμένοι ταύτην τὴν μηχανὴν διεσκεύασαν· τῶν δὲ ἐμῶν δακρύων μάρτυς ὁ Θεὸς, ᾧ ἱερεύω. Οἵαν σπονδὴν ἐξέχεε; τὰ γὰρ δάκρυα αὐτῆς σπονδὴ ἐγένετο. ᾯ ἱερεύω. Ἡ ἱέρεια, αὐτοχειροτόνητος θύουσα τῷ Θεῷ καὶ σπένδουσα δάκρυα καὶ ἐξομολόγησιν καὶ μετάνοιαν, οὐχ ὑπὲρ ἱερέως, ἀλλ' ὑπὲρ Ἐκκλησίας, ὑπὲρ δήμου διεσπαρμένου. Ἐμέμνητο, ἐμέμνητο καὶ τῶν παιδίων καὶ τοῦ βαπτίσματος. Μέμνημαι ὅτι διὰ τῶν χειρῶν τῶν σῶν τὰ παιδία τὰ ἐμὰ ἐβαπτίσθη. Ταῦτα ἡ βασίλισσα· οἱ δὲ ἱερεῖς περὶ φθόνου πάντες ἠγνόουν τὸ χωρίον, ἔνθα κατέλυον. Καὶ τὸ δὴ θαυμαστὸν εἰπεῖν, ἐκείνη μὲν ὡς ὑπὲρ τέκνου τρέμουσα περιῄει πανταχοῦ, οὐ τῷ σώματι, ἀλλὰ τῇ ἰδίᾳ πομπῇ τῶν στρατιωτῶν. Οὐ γὰρ κατείληφε τὸ χωρίον, ἔνθα διῆγον. Πανταχοῦ ἔπεμπε μεριμνῶσα μὴ δολοφονηθῇ, μὴ ἀναιρεθῇ, καὶ ἀπολέσωμεν τὸ θήραμα. Τοῦτο μόνον, καὶ τὰ παρ' ἐμαυτῆς ἐπιδείκνυμι. Ζητῶ μόνον, καὶ οὐ περιγίνονται.
4. I tell you a secret. I crossed over the sea alone, carrying the Church; for love is not straitened. The vessel was not cramped, for 'you are not straitened in us.' I departed caring for your affairs, parted indeed in body, yet joined in mind; I departed beseeching God and entrusting your love to Him; I departed, I sat alone caring for your affairs, deliberating concerning my journey alone. Suddenly, at the dead of night, this most God-loving lady sent a letter on the first day, speaking these words (for one must recount her very words also): 'Let not your Holiness suppose that I knew what was done. I am innocent of your blood. Wicked and corrupt men contrived this engine; and God, to Whom I minister as priest, is witness of my tears.' What a libation did she pour out! For her tears became a libation. 'To Whom I minister as priest'—she, the priestess ordained by herself, sacrificing to God and pouring out as a libation tears and confession and repentance, not on behalf of a priest, but on behalf of the Church, on behalf of a dispersed people! She remembered, she remembered both her children and their baptism: 'I remember that by your hands my children were baptized.' Thus spoke the Empress; whereas the priests, out of envy, were all ignorant of the place where I was lodging. And—wondrous to say—she, trembling as if for a child, went about everywhere, not in body, but by her own dispatch of soldiers. For she had not ascertained the place where I was staying. Everywhere she sent, anxious lest he be murdered by treachery, lest he be made away with, 'and we lose our quarry. This alone I do, and I display what lies in my own power. I seek only that they do not prevail.'
PG 52:446Read from the page
Οἱ ἐχθροὶ πανταχοῦ περιῄεσαν δίκτυα ἁπλοῦντες, ἵνα λάβωσι καὶ ἐπαναγάγωσιν εἰς τὰς ἐκείνων χεῖρας. Εἶτα καὶ παρεκάλει, καὶ τῶν γονάτων ἥπτετο τῶν βασιλικῶν, κοινωνὸν τὸν ἄνδρα ποιοῦσα τοῦ θηράματος· καθάπερ ὁ Ἀβραὰμ τὴν Σάῤῥαν, οὕτως αὐτὴ τὸν ἄνδρα. Ἀπωλέσαμεν, φησὶ, τὸν ἱερέα, ἀλλ' ἐπαναγάγωμεν. Οὐκ ἔστιν ἡμῖν οὐδεμία ἐλπὶς τῆς βασιλείας, ἐὰν μὴ ἐκεῖνον ἐπαναγάγωμεν. Ἀμήχανον ἐμὲ κοινωνῆσαί τινι τῶν ταῦτα ἐργασαμένων· δάκρυα ἐξαφιεῖσα, τὸν Θεὸν ἱκετεύουσα, πᾶσαν μηχανὴν ἐπιδεικνυμένη. Ἴστε καὶ ὑμεῖς μεθ' ὅσης εὐνοίας ἡμᾶς ὑπεδέξατο, πῶς ἐνηγκαλίσατο ὡς οἰκεῖα μέλη, πῶς μεθ' ὑμῶν ἔλεγε καὶ αὐτὴ σπουδάζειν. Οὐδὲ γὰρ ταῦτα τὰ ῥήματα ἔλαθε τὴν εὐγνωμοσύνην ὑμῶν, ὅτι ἀπεδέξασθε τὴν μητέρα τῶν Ἐκκλησιῶν, τὴν τροφὸν τῶν μοναζόντων, καὶ προστάτιν τῶν ἁγίων, τῶν πτωχῶν τὴν βακτηρίαν. Ὁ ἔπαινος ἐκείνης δόξα εἰς Θεὸν γίνεται, στέφανος τῶν Ἐκκλησιῶν. Εἴπω θερμὸν αὐτῆς πόθον; εἴπω φιλοτιμίαν τὴν περὶ ἐμέ; Ἐν ἑσπέρᾳ βαθείᾳ χθὲς ἀπέστειλε ταῦτα λέγουσα τὰ ῥήματα· Εἰπὲ πρὸς αὐτόν· ἡ εὐχή μου πεπλήρωται· ἀπήτησα τὸ κατόρθωμα· ἐστεφανώθην μᾶλλον τοῦ διαδήματος· ἀπέλαβον τὸν ἱερέα, ἀπέδωκα τὴν κεφαλὴν τῷ σώματι, τὸν κυβερνήτην τῇ νηῒ, τὸν ποιμένα τῇ ποίμνῃ, τὸν νυμφίον τῇ παστάδι.
The enemies went about everywhere spreading nets, so that they might catch me and bring me back into their own hands. Then she also entreated and clasped the royal knees, making her husband a partner in the chase: just as Abraham sought Sarah, so she won over her husband. 'We have lost the priest,' says she, 'yet let us bring him back. We have no hope at all for the empire unless we bring that man back. It is impossible for me to have communion with any of those who wrought these things'—pouring forth tears, supplicating God, employing every resource. You yourselves also know with how great goodwill she received us, how she embraced us as her own members, how she too said that she shared your eagerness. For neither did these words escape your gratitude, that you welcomed the mother of the Churches, the nurse of the monks, the patroness of the saints, the staff of the poor. Her praise becomes glory unto God, a crown of the Churches. Shall I speak of her fervent longing? Shall I speak of her munificence towards me? Late yesterday evening she sent speaking these words: 'Say to him: My prayer has been fulfilled; I claimed the achievement; I have been crowned more than by the diadem; I have recovered the priest, I have restored the head to the body, the helmsman to the ship, the shepherd to the flock, the bridegroom to the bridal chamber.'
εʹ. Κατῃσχύνθησαν οἱ μοιχοί. Ἐὰν ζήσω, ἐὰν ἀποθάνω, οὐκέτι μοι μέλει. Ἴδετε τοῦ πειρασμοῦ τὰ κατορθώματα. Τί ποιήσω, ἵνα ὑμῖν ἀξίαν ἀποδῶ τῆς ἀγάπης τὴν ἀμοιβήν; Ἀξίαν μὲν οὐ δύναμαι, ἣν δὲ ἔχω, δίδωμι. Ἀγαπῶ ἑτοίμως τὸ αἷμά μου ἐκχέειν ὑπὲρ τῆς ὑμετέρας σωτηρίας. Οὐδεὶς ἔχει τέκνα τοιαῦτα, οὐδεὶς ἀγέλην τοιαύτην, οὐδεὶς ἄρουραν οὕτως εὐθαλῆ. Οὐ χρεία μοι γεωργίας· ἐγὼ καθεύδω, καὶ οἱ στάχυες κομῶσιν. Οὐ χρεία μοι πόνου· ἐγὼ ἡσυχάζω, καὶ τὰ πρόβατα τῶν λύκων περιγίνονται. Τί ὑμᾶς καλέσω; πρόβατα ἢ ποιμένας, ἢ κυβερνήτας, ἢ στρατιώτας καὶ στρατηγούς; Πάντα ὑμῖν ἐπαληθεύω τὰ ῥήματα. Ὅταν ἴδω τὴν εὐταξίαν, πρόβατα καλῶ· ὅταν ἴδω τὴν πρόνοιαν, ποιμένας προσαγορεύω· ὅταν ἴδω τὴν σοφίαν, κυβερνήτας ὀνομάζω· ὅταν ἴδω τὴν ἀνδρείαν καὶ τὴν εὐτονίαν, στρατιώτας καὶ στρατηγοὺς ὑμᾶς ἅπαντας λέγω. Ὢ πόνος, ὢ πρόνοια λαοῦ· ἠλάσατε τοὺς λύκους, καὶ οὐκ ἀμεριμνήσετε. Οἱ ναῦται οἱ μεθ' ὑμῶν καθ' ὑμῶν γεγόνασιν, οἵτινες τὸν πόλεμον τῷ πλοίῳ κατεσκεύασαν. Βοᾶτε ἔξω τὸν κλῆρον, καὶ ἄλλον κλῆρον τῇ Ἐκκλησίᾳ. Τίς χρεία βοῆς; Ἀπῆλθον, καὶ ἀπηλάθησαν, μηδενὸς διώκοντος ἐφυγαδεύθησαν. Οὐ κατηγορεῖ αὐτῶν ἄνθρωπος, ἀλλὰ τὸ συνειδός. Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Οἱ μεθ' ἡμῶν καθ' ἡμῶν γεγόνασιν· οἱ μεθ' ἡμῶν τὸ πλοῖον κυβερνῶντες, τὸ πλοῖον καταποντίσαι ἠθέλησαν. Ἐθαύμασα ὑμῶν τὴν σύνεσιν. Ταῦτα λέγω, οὐκ εἰς στάσιν ὑμᾶς ἀλείφων. Στάσις γὰρ τὰ ἐκείνων, τὰ δὲ ὑμέτερα ζῆλος. Οὐ γὰρ ἠξιώσατε αὐτοὺς ἀναιρεθῆναι, ἀλλὰ κωλυθῆναι τοῦτο καὶ ὑπὲρ ὑμῶν, καὶ ὑπὲρ τῆς Ἐκκλησίας, ἵνα μὴ πάλιν ὑποβρύχιος γένηται. Ἡ γὰρ ἀνδρεία ὑμῶν οὐκ ἀφῆκε γενέσθαι τὸν χειμῶνα, ἀλλ' ἡ γνιώμη ἐκείνων τὸ κλυδώνιον εἰργάσατο. Ἐγὼ δὲ, οὐ τῷ τέλει, ἀλλὰ τῇ γνώμῃ ἐκείνων λογίζομαι. Ἄνθρωπος θυσιαστηρίῳ παρεστηκὼς, δήμου τοσούτου
5. The adulterers were put to shame. Whether I live or die, I care no longer. Behold the achievements of the trial! What shall I do so that I may render you a worthy recompense for your love? A worthy one I cannot, but what I have, I give. I gladly love to pour out my blood on behalf of your salvation. No one has such children, no one such a flock, no one a tilled field so flourishing. I have no need of husbandry: I sleep, and the ears of corn wave in full leaf. I have no need of toil: I take my rest, and the sheep prevail over the wolves. What shall I call you? Sheep or shepherds, or helmsmen, or soldiers and generals? I verify all these words in you. When I see your good order, I call you sheep; when I see your forethought, I address you as shepherds; when I see your wisdom, I name you helmsmen; when I see your bravery and vigour, I style you one and all soldiers and generals. O toil, O forethought of a people! You drove off the wolves, and you will not grow careless. The sailors who were with you turned against you, they who prepared war against the vessel. You cry aloud, 'Out with the clergy, and another clergy for the Church!' What need is there of shouting? They went away and were driven off; with no one pursuing, they were put to flight. No man accuses them, but their own conscience. 'Had an enemy reproached me, I would have borne it.' Those who were with us turned against us; those who were steering the vessel with us wished to sink the vessel. I marvelled at your understanding. I say these things not to rouse you up to sedition. For their deeds were sedition, whereas yours were zeal. For you did not demand that they be put to death, but that this be prevented on behalf both of yourselves and of the Church, lest she again be submerged. For your bravery did not suffer the tempest to take place, whereas their purpose wrought the billowy surge. Yet I reckon not by the outcome, but by their purpose. A man standing beside the altar, of so great a people
Notes, col. 446

On the reading

Printed γνιώμη, for γνώμη.

PG 52:445 bisRead from the page
An arma movimus? an arcus intendimus? an tela emisimus? Precabamur, et illi fugiebant: nam quasi aranea dissipati sunt, et vos quasi petra stetistis. Beatus ego propter vos. Sciebam et antea quantis instructus essem divitiis, id tamen nunc miratus sum. Procul eram, et civitas alio transferebatur. Hominis unius causa pelagus in civitatem mutatum est. Mulieres, viri, immaturae aetatis parvuli, mulieres infantulos gestabant, pelagus adire non dubitabant, fluctus spernebant. Non metuebat herum servus, mulier infirmitatis suae non meminerat. Forum in ecclesiam versum est; omnia ubique propter nos movebantur. Quem non erudivistis? Imperatricem vobiscum choros ducentem accepistis, neque enim ejus studium tacebo. Non adulandi causa dico, sed ejus pietatem celebro, neque enim zelum ejus silentio praeteribo. Non arma tulit, sed virtutis praeclara gesta. Tunc abducebar: scitis quo pacto. Nam injucunda illa memorare convenit, ut jucunda et fausta ediscatis, et noscatis quomodo abductus sim, et quo pacto redierim. Qui seminant in lacrymis, in exsultatione metent. Euntes ibant et flebant, mittentes semina sua: venientes autem venient cum exsultatione, portantes manipulos suos (Psal. 125. 5. 6). Haec verba re gesta sunt. Cum gratiarum actione suscepistis eum, quem moesti deduxeratis. Ac non multo post tempore, sed post unum diem omnia soluta sunt. Etenim propter vos fuit haec mora: Deus quippe jam ab initio haec dissolverat.
Did we brandish weapons? Did we bend bows? Did we hurl missiles? We kept praying, and they fled; for they were scattered like a cobweb, while you stood fast like a rock. Blessed am I on your account! Even beforehand I knew with what great riches I was endowed, yet now I marvelled at it. I was far away, and the city migrated elsewhere. For the sake of a single man the sea was turned into a city. Women, men, young children of tender age, and mothers carrying babes in arms did not hesitate to venture onto the sea and scorned the waves. The servant did not fear his master; the woman took no thought for her own frailty. The market-place was turned into a church; everything everywhere was stirred on our behalf. Whom did you fail to instruct? You welcomed the Empress leading your choirs alongside you — for I shall not pass over her devotion in silence. I say this not by way of flattery, but to celebrate her piety, nor shall I leave her zeal unmentioned. She bore not weapons, but noble deeds of virtue. At that time I was being led away — you know how. For it is fitting to recall those painful events so that you may learn thoroughly what is joyful and auspicious, knowing both how I was led away and how I returned. Those who sow in tears shall reap in exultation. Going forth they went and wept, casting their seeds; but coming they shall come with exultation, carrying their sheaves (Psal. 125. 5. 6). Those words have become reality. With thanksgiving you welcomed back the man whom you had escorted out in sorrow. And not after a long interval, but after a single day, everything was resolved. Indeed, even that brief delay occurred for your sake, for God had already undone those plots from the very beginning.
4. Rem nunc vobis arcanam dico. Pelagus trajeci solus Ecclesiam gestans; dilectio enim non in angustum redigitur. Non angusta navis erat; vos quippe Non angustiamini in nobis (2. Cor. 6. 12). Discessi vestra curans, separatus corpore, mente conjunctus; discessi Deo supplicans, ac vestram dilectionem commendans; sedebam solus, de rebus vestris sollicitus, solus, de profectu deliberans. Protinus intempesta nocte haec religiosissima Domina (a) ipso primo die literas misit, quarum haec erant verba; etenim verba ipsa sunt referenda: Ne arbitretur Sanctitas tua me illa novisse quae gesta sunt. Innocens ego sum a sanguine tuo. Improbi et perditi homines hanc struxere machinam. Mearum vero lacrymarum testis Deus, cui sacra facio. Quam libationem effudit? etenim lacrymae ejus libatio erant. Cui sacra facio. Sacerdos illa nempe per seipsam ordinata, quae Deo offerebat lacrymas, confessionem et poenitentiam, non pro sacerdote, sed pro Ecclesia, pro populo disperso. Memor erat, memor certe erat, et filiorum et baptismatis. Recordor per manus tuas filios meos fuisse baptizatos. Haec Imperatrix; sacerdotes porro omnes invidia excaecati locum ignorabant, quo diverteram. Quodque mirabile dictu est, illa, ac si filio timeret, quoquoversum ibat, non corpore, sed militaris manus missione. Neque enim sciebat locum, ubi degerem. Quoquoversum mittebat, ne pastor dolo circumventus occideretur et venatum amitteret. Hoc tantum, quae mearum sunt partium praesto.
4. Now I tell you a secret matter. I crossed the sea alone, yet carrying the Church with me, for love is not confined within narrow bounds. The ship was not cramped, since you are not cramped in us (2. Cor. 6. 12). I departed caring for your affairs, parted in body yet united in mind; I departed beseeching God and commending your love to him; I sat alone, anxious over your welfare, alone, deliberating for your progress. Straightway in the dead of night on that very first day, this most pious Sovereign Lady (a) sent a letter whose words were as follows — for her very words ought to be recounted: Let not Your Holiness suppose that I knew of what was done. I am innocent of your blood. Wicked and depraved men contrived this plot. God, to whom I offer sacrifice, is witness of my tears. What a libation she poured out! For her tears were a libation. To whom I offer sacrifice: she was truly a priestess ordained of her own accord, offering to God tears, confession, and repentance — not for the priest, but for the Church and for the scattered people. She was mindful — surely mindful indeed — both of her children and of their baptism: I remember that through your hands my children were baptised. Thus wrote the Empress, whereas all the priests, blinded by envy, did not know the place to which I had turned aside. And marvellous to relate, as though fearing for a son, she went in every direction — not in body, but by dispatching military escorts. For she did not know the place where I was staying; she sent everywhere lest the shepherd be ambushed by treachery and slain, and she lose the prize of her search. Only this much, she wrote, I fulfil so far as lies in my power.
Notes, col. 445 bis

On the reading

Printed Proeul, for Procul.

PG 52:446 bisRead from the page
Quaero solum, ut illi non praevaleant. Hostes undique circuibant expandentes retia, ut caperent et in illorum manus adducerent. Hinc illa rogabat, Imperatorisque genua tangebat, ut virum faceret venationis consortem: quemadmodum Abraham Saram, sic illa virum. Perdidimus, inquit, sacerdotem: sed reducamus. Nulla nobis imperii spes superest, nisi illum reducamus. Non possum cum quopiam eorum communicare, qui haec perpetrarunt: lacrymas fundens, Deo supplicans, nullamque machinam non movens. Scitis cum quanta benevolentia nos susceperit, quomodo ulnis exceperit, ceu propria membra: quo pacto diceret se vobiscum sollicitam esse. Neque enim haec verba vestrum affectum latebant: quoniam suscepistis matrem Ecclesiarum, altricem monachorum, sanctorum patronam, pauperum baculum. Laus ejus in Dei gloriam vertit, in coronam Ecclesiarum. Dicamne ardentem ejus amorem? dicam ejus erga me sollicitudinem? Heri vesperi haec ad me verba misit: Dicito ei: Oratio mea impleta est, rem impetravi: melius coronata sum, quam per ipsum diadema. Recepi sacerdotem, caput corpori restitui, gubernatorem navi, pastorem gregi, thalamo sponsum.
I seek only that those men may not prevail. Enemies were prowling round on every side spreading out their nets, that they might seize me and deliver me into their hands. Hence she kept entreating, and clasping the Emperor's knees, that she might make her husband a partner in the chase: just as Abraham rescued Sarah, so did she rescue a man. We have lost the priest, she said, yet let us bring him back. No hope for our empire remains to us unless we bring him back. I cannot hold communion with any of those who perpetrated these things—pouring forth tears, supplicating God, and leaving no device untried. You know with what great benevolence she welcomed us, how she took us into her arms as though her own members, and how she declared that she shared your anxiety. Nor indeed did these words escape your devotion, since you welcomed the mother of the Churches, the nurse of monks, the patroness of the saints, the staff of the poor. Her praise has redounded to the glory of God and to the crown of the Churches. Shall I speak of her ardent love? shall I speak of her solicitude towards me? Yesterday evening she sent these words to me: Tell him: My prayer has been fulfilled, I have obtained my request; I am crowned more nobly than by the diadem itself. I have received back the priest; I have restored the head to the body, the helmsman to the ship, the shepherd to the flock, the bridegroom to the bridal chamber.
5. Pudore affecti sunt adulteri. Seu vivam, seu moriar, nihil mihi curae est. Videte tentationis praeclarum exitum. Quid faciam, ut pro dilectione dignum vobis munus rependam? Dignum nequeo, quale adest tribuo. Usque adeo diligo, ut paratus sim ad effundendum pro salute vestra sanguinem. Nemo tales habet filios, nemo talem gregem, nullus agrum ita florentem. Non opus mihi agricultura; me dormiente vernant spicae. Nullo mihi opus est labore: me quiescente oves lupum superant. Qui vos compellabo? oves, an pastores, an gubernatores, militesne an duces? Haec nomina vera esse dicere possum. Cum bonum ordinem video, oves voco; cum providentiam, pastores; cum sapientiam, gubernatores; cum virtutem et constantiam, et milites et duces vos omnes dico. O laborem! o providentiam populi! lupos expulistis, et sollicitudinem non deposuistis. Nautae qui vobiscum erant, contra vos conversi sunt, et navi bellum intulerunt. Clamate, Facessat clerus, aliumque clerum Ecclesiae postulate. Quid opus clamore? Abierunt, et depulsi sunt, nemine insequente in fugam versi. Non homo illos, sed conscientia accusat: Si inimicus exprobrasset mihi, sustinuissem utique (Psal. 54. 13). Qui nobiscum erant, contra nos conversi sunt: qui nobiscum navim gubernabant, navim demergere conati sunt. Miratus sum conscientiam vestram. Haec dico, non ut ad seditionem vos excitem. Nam quae illi paravere, seditio sunt, quae vos fecistis, zelus. Non enim rogastis illos occidi, sed impediri quominus illud eveniret vel vobis, vel Ecclesiae, ne rursus submergeretur. Virtus quippe vestra non sivit ingruere tempestatem, sed illorum sententia fluctus concitavit. Ego vero rem non secundum exitum, sed secundum illorum mentem aestimo. Tu homo qui altari adstas, cui tanti populi cura commissa, cum haec tristia comprimere deberes, tempestatem auxisti, contra teipsum gladium vibrasti, filios tuos consumpsisti, si non reipsa et experimento, certe animo.
5. The adulterers have been put to shame. Whether I live or die, it is no concern to me. Behold the glorious outcome of the trial. What shall I do to repay you with a gift worthy of your love? A worthy one I cannot give; such as I have, I bestow. So deeply do I love you that I am ready to shed my blood for your salvation. No one has such children, no one such a flock, no one a field so flourishing. I have no need of husbandry; while I sleep, the ears of corn spring forth. I have need of no labour; while I take my rest, the sheep overcome the wolf. By what name shall I address you? Sheep, or shepherds, or helmsmen, soldiers or commanders? All these names I can truly call you. When I behold your good order, I call you sheep; when I behold your foresight, shepherds; when wisdom, helmsmen; when courage and steadfastness, I call you all both soldiers and commanders. O the toil! O the foresight of the people! You drove out the wolves, and did not lay aside your vigilance. The sailors who were with you turned against you and waged war upon the ship. Cry aloud, Let the clergy depart, and demand another clergy for the Church! What need is there of shouting? They have departed and been driven away, put to flight with no one pursuing. No man accuses them, but their own conscience does so: For if an enemy had reproached me, I would surely have borne it (Ps. 54:13). Those who were with us turned against us; those who were steering the ship with us sought to sink the ship. I marvelled at your conscience. I say these things not to stir you up to sedition; for what they contrived is sedition, whereas what you did is zeal. For you did not ask that they be put to death, but that this should be prevented from befalling either you or the Church, lest she be plunged beneath the waves again. Indeed your virtue did not suffer the tempest to break upon us, whereas their purpose roused the billows. Yet I judge the matter not according to the outcome, but according to their intention. You, O man, who stand at the altar, to whom the care of so great a people was entrusted, when you ought to have quelled these sorrows, swelled the tempest, brandished the sword against yourself, and consumed your own children—if not in actual deed and outcome, certainly in intent.
Notes, col. 446 bis

On the reading

Printed Ecelesiarum, for Ecclesiarum.