PG 52:713Read from the pageαὐτῷ εἰς εὐνοίας καὶ συμμαχίας δικαίας λόγον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων. Οὕτω γὰρ ἀπολαύσεται μὲν τῆς εὐεργεσίας οὗτος, καρπώσομαι δὲ ἐγὼ τιμὴν δι' ὧν καὶ οὗτος τῆς εὐεργεσίας ἀπήλαυσε.
to him by way of goodwill and just assistance from our letter. For thus this man will enjoy the kindness, and I myself shall reap honour through the kindness that he too has enjoyed.
ΡΟΗʹ. Εὐθαλίᾳ.
178. To Euthalia.
Σφόδρα γνησίας καὶ θερμῆς ἀγάπης ἀνακέχρωσταί σου τὰ γράμματα, εἰλικρινοῦς καὶ ἀδόλου διαθέσεως. Διὰ ταῦτά σοι πολλὰς χάριτας ὁμολογοῦμεν, καὶ ὅτι γράφεις, καὶ ὅτι τῆς γνησίας σου φιλίας τῆς περὶ ἡμᾶς μέγιστον δεῖγμα ἐκφέρεις. Ὁ Θεός σοι τὸν μισθὸν δῴη τῆς τοιαύτης διαθέσεως καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειέ σε, καὶ φρουρήσειε, καὶ ἐν πάσῃ καταστήσειεν ἀσφαλείᾳ, καὶ εὐθυμίᾳ. Οἶσθα γὰρ αὐτὴ, κυρία μου τιμιωτάτη, ὡς οὐ μικρὰν ἡμῖν εὐφροσύνην φέρει, καὶ ταῦτα ἐν ἐρημίᾳ καθημένοις, τὸ συνεχῶς ἀκούειν κατὰ νοῦν σοι τὰ πράγματα φέρεσθαι. Ταῦτα δὴ δήλου συνεχῶς ἡμῖν, καὶ μὴ διαλείπῃς περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζομένη, ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.
Deeply dyed with genuine and fervent love is your letter, and with a sincere and guileless disposition. On this account we acknowledge many thanks to you, both because you write and because you bring forth the greatest proof of your genuine friendship towards us. May God grant you the reward of such a disposition both here and in the age to come, wall you about, guard you, and establish you in all safety and good cheer. For you yourself know, my most honourable lady, that it brings us no small gladness—even while sitting in a wilderness—to hear continually that your affairs are going according to your mind. Make these things known to us continually, then, and do not cease bringing the good news of your health, so that even while sitting in a wilderness we may reap abundant consolation from it.
ΡΟΘʹ. Ἀδολίᾳ.
179. To Adolia.
Τὸ μὲν παραγενέσθαι ἴσως ἐργῶδες διὰ τὴν τοῦ σώματος ἀσθένειαν· οὐδὲν γὰρ ἕτερον κώλυμα, τὰ γὰρ τῶν λῃστῶν πάντα πέπαυται· τὸ δὲ γράφειν ποῖον ἔχει πόνον; Οὐ γὰρ δὴ καὶ ἐνταῦθα εἰς ἐκεῖνο καταφυγεῖν ἔχεις. Ταῦτα δὲ λέγω, ὅτι ἕκτην, ὡς ἔγωγε οἶμαι, ταύτην διαπεμψάμενος τὴν ἐπιστολὴν, δύο μόνας ἐδεξάμην παρὰ τῆς εὐγενείας τῆς σῆς. Πλὴν ἀλλὰ ἄν τε γράφῃς, ἄν τε σιγᾷς, ἡμεῖς τὰ ἑαυτῶν ποιοῦντες οὐ διαλιμπάνομεν. Οὐ γὰρ δυνησόμεθα ἐπιλαθέσθαι σου τῆς ἀρχαίας ἐκείνης καὶ γνησίας φιλίας, ἀλλ' ἀνθοῦσαν αὐτὴν διηνεκῶς διατηροῦμεν, καὶ ἡνίκα ἂν ἐξῇ, γράφομεν. Ἐπειδὴ δὲ σφόδρα μεριμνῶμεν τὰ σὰ, σφόδρα ἐπιθυμοῦμεν καὶ γράμματα παρὰ σοῦ δέχεσθαι, περὶ τῆς ὑγιείας ἡμῖν εὐαγγελιζόμενα τῆς σῆς. Μὴ δὴ ταύτης ἡμᾶς ἀποστέρει τῆς παραμυθίας· ἀλλ' εἰδυῖα ὅσον χαρίζῃ, κἂν ἐπίπονόν σοι ᾖ τὸ γράφειν, δι' ἡμᾶς τοὺς σφόδρα σε ἀγαπῶντας καὶ τοῦτον καταδέχου τὸν πόνον· καὶ δήλου τὰ περὶ τῆς ῥώσεως ἡμῖν τῆς σῆς, σφόδρα ἐπιθυμοῦσι καθ' ἑκάστην ἡμέραν περὶ ταύτης μανθάνειν.
To come in person was perhaps laborious on account of bodily weakness—for there is no other hindrance, since all the troubles from the brigands have ceased—yet what toil is there in writing? Assuredly here at least you cannot take refuge in that excuse. Now I say these things because, although I have dispatched this sixth letter, as I for my part think, I have received two only from your Nobility. Nevertheless, whether you write or keep silence, we do not cease doing our part; for we shall not be able to forget that ancient and genuine friendship of yours, but preserve it continually blooming, and write whenever it is possible. And since we care deeply for your affairs, we also eagerly desire to receive letters from you bringing us the good news of your health. Do not, then, deprive us of this consolation; but knowing how great a favour you grant, even if writing be toilsome for you, accept this toil too for the sake of us who love you exceedingly, and make known to us how matters stand with your strength, since we eagerly long every day to learn of it.
ΡΠʹ. Ὑπατίῳ πρεσβυτέρῳ.
180. To Hypatius the presbyter.
Οὐ παύσομαι μακαρίζων σου τὴν τιμιότητα τῆς ὑπομονῆς, τῆς ἀνδρείας, τῆς καρτερίας τῆς πολλῆς, ἣν ἐπεδείξω, καὶ ἐπιδείκνυσαι ἐν τοῖς πειρασμοῖς. Καὶ τοῦτο καὶ διὰ τῆς προτέρας ἐπιστολῆς ἐδήλωσα, ὅτι διπλοῦς καὶ τριπλοῦς σοι ὁ μισθὸς ὑπὲρ τούτων ἀπόκειται, ὑπέρ τε ὧν αὐτὸς τοσαύτην στεῤῥότητα ἐπιδείκνυσαι, καὶ ἑτέρους εἰς τὸν αὐτὸν ἄγεις ζῆλον, ἐν γήρᾳ οὕτω βαθεῖ τοσαύτην προθυμίαν ἐπιδεικνύμενος ὑπὲρ τοῦ διωκομένου λαοῦ. Καὶ ἐβουλόμην μὲν συνεχῶς ἐπιστέλλειν σου τῇ τιμιότητι· ἐπειδὴ δὲ τοῦτο οὐκ εὔκολον, διά τε τὴν τοῦ χειμῶνος ὥραν καὶ
I shall never cease calling your Honour blessed for your endurance, your courage, and the great steadiness that you displayed and still display amid trials. And this I also made known in my former letter: that a twofold and threefold reward is laid up for you for these things, both because you yourself display such firmness and because you lead others on to the same zeal, showing in so advanced an old age such eagerness on behalf of the persecuted people. And I wished indeed to write continually to your Honour; yet since this is not easy, on account both of the winter season and
PG 52:714Read from the pageτὸν τῶν λῃστῶν φόβον, καὶ τὴν τοῦ χωρίου ἐρημίαν ἐν ᾧ καθήμεθα, ἡνίκα ἂν ἐξῇ, καὶ προσαγορεύομέν σου τὴν εὐλάβειαν, καὶ αἰτοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι· σφόδρα γὰρ ἐπιθυμοῦμεν τὰ περὶ ταύτης μανθάνειν. Μακαρίζομεν δὲ καὶ τοὺς τιμιωτάτους διακόνους Εὐσέβιον καὶ Λαμπρότατον, τοὺς κοινωνήσαντάς σοι τῶν διωγμῶν. Ἴστε γὰρ ἡλίκοι στέφανοι τούτων ὑμῖν ἀπόκεινται, καὶ ὅσος ὁ μισθὸς, καὶ ὅση ἡ ἀνταπόδοσις. Ταῦτ' οὖν εἰδότες, μένετε ἑδραῖοι, ἀμετακίνητοι· τῆς τε γὰρ ὑπομονῆς δαψιλῆ τὸν μισθὸν ὁ Θεὸς ὑμῖν ἀποδώσει, καὶ τὰ παρόντα ταχέως λύσει δεινά. Γράφετε δὲ ἡμῖν συνεχῶς, τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας ἡμῖν εὐαγγελιζόμενοι, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν.
the fear of brigands and the desolation of the place in which we sit, whenever it is possible we salute your Piety and ask you to write to us continually and bring the good news of your health; for we eagerly long to learn of it. And we also call blessed the most honourable deacons Eusebius and Lamprotatus, who shared with you in the persecutions. For you know how great are the crowns laid up for you for these things, how great the reward, and how great the recompense. Knowing these things, therefore, abide steadfast and immovable; for God will both render you an abundant reward for your endurance and speedily put an end to the present terrors. And write to us continually, bringing us the good news of your health, concerning which we are most eager to learn.
ΡΠΑʹ. Ἐπισκόποις.
181. To the Bishops.
Καὶ ἡ καταλαβοῦσα τὰς Ἐκκλησίας τὰς κατὰ τὴν Ἀνατολὴν ταραχὴ, σφοδροτάτη καὶ ποικίλη, καὶ ἡ παρὰ τῆς εὐλαβείας ὑμῶν εἰσενεχθεῖσα εἰς τὴν διόρθωσιν ταύτης σπουδὴ, πολλὴ καὶ δαψιλής. Εἰ δὲ μηδὲν μηδέπω γέγονε πλέον, τοὺς μὲν ἀνίατα νοσοῦντας καὶ μὴ διορθωθέντας ταλανίζομεν, ὑμᾶς δὲ θαυμάζοντες καὶ μακαρίζοντες οὐ διαλιμπάνομεν, ὅτι μετὰ τοσοῦτον χρόνον τῶν πραγμάτων ἀδιορθώτων μεινάντων, οὐκ ἀπεκάμετε, οὐδὲ ὕπτιοι γεγόνατε, ἀλλὰ καὶ ἐπίκεισθε, ἔτι ἀκμαζούσῃ τῇ προθυμίᾳ τὴν παρ' ἑαυτῶν εἰσφέροντες συμμαχίαν, εἰς κρῖμα μὲν τῶν οὐκ ἐθελόντων ὑμῶν ἀνασχέσθαι, εἰς στεφάνους δὲ τῆς ὑμετέρας σπουδῆς, καὶ βραβεῖα πολλά. Διὰ ταῦτα ὑμᾶς καὶ ἡμεῖς, καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην ἀνακηρύττουσι καὶ στεφανοῦσιν, ὅτι ἐκ τοσούτου καθημένους διαστήματος, οὐ τῆς ὁδοῦ τὸ μῆκος, οὐ τοῦ χρόνου τὸ πλῆθος ῥᾳθυμοτέρους ἐποίησεν, ἀλλ' ὡς πλησίον ὄντες τῶν γενομένων, καὶ αὐταῖς ὄψεσιν ὁρῶντες τὰς γενομένας παρανομίας, οὕτως ἐῤῥωμενεστάτῃ προθυμίᾳ τὰ παρ' ἑαυτῶν εἰσφέρειν ἐσπουδάκατε. Ει δὲ μήπω τὴν ἄκαιρον φιλονεικίαν καὶ τὸν ἄλογον πόλεμον καταλύειν βούλονται οἱ ταῦτα ἐξ ἀρχῆς τεκόντες τὰ κακὰ, μηδὲν ὑμᾶς τοῦτο θορυβείτω, μήτε ἀποκάμνειν ποιείτω· ὅσῳ γὰρ ἂν πλείων ὁ πόνος ὑμῖν ἐγγένηται, τοσούτῳ καὶ μείζων ἔσται ὁ στέφανος, τοῦ Θεοῦ τὰς ἀῤῥήτους ὑμῖν καὶ ἀφάτους ἐκείνας καὶ λόγον ὑπερβαινούσας ὁρίζοντος ἀμοιβάς.
Both the tumult that has overtaken the Churches in the East has been most fierce and manifold, and the zeal contributed by your Piety for its correction has been great and abundant. And if nothing further has yet been accomplished, we count those who are incurably sick and unreformed as wretched, whereas we do not cease admiring you and calling you blessed, because after affairs have remained uncorrected for so long a time you have neither grown weary nor become supine, but press on, bringing the succour that lies in your power with eagerness still in full vigour—for the judgment of those unwilling to bear with you, and for crowns and many prizes for your own zeal. On this account both we and all throughout the inhabited world proclaim and crown you, because though you sit at so great a distance, neither the length of the road nor the multitude of time has made you more lax; rather, as though you were close to what has occurred and beholding with your very eyes the outrages committed, you have striven with most vigorous eagerness to contribute your part. And if those who from the beginning gave birth to these evils are not yet willing to put an end to their unseasonable contentiousness and senseless warfare, let this in no way disturb you or make you lose heart; for the greater the toil that arises for you, so much the greater too will be your crown, since God appoints for you those ineffable and unutterable recompenses that surpass all speech.
ΡΠΒʹ. Βενερίῳ ἐπισκόπῳ Μεδιολάνων.
182. To Venerius, Bishop of Milan.
Τὴν ἀνδρείαν ὑμῶν, καὶ τὴν παῤῥησίαν, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας ἐλευθεροστομίαν καὶ πρότερον μὲν ἅπαντες ᾔδεσαν· ἔδειξε δὲ ἀκριβέστερον ὁ παρὼν καιρὸς τὴν φιλαδελφίαν, τὴν ἀγάπην, τὴν εὐλάβειαν, τὴν πολλὴν συμπάθειαν ὑμῶν, τὴν κηδεμονίαν τὴν ὑπὲρ τῶν Ἐκκλησιῶν. Ἐπεὶ καὶ κυβερνήτην ὁ χειμὼν μάλιστα δείκνυσι τῆς θαλάσσης, καὶ ἰατρὸν ἄριστον τὰ χαλεπὰ τῶν σωμάτων νοσήματα· οὕτω
Your courage, your boldness, and your freedom of speech on behalf of the truth all men knew beforehand as well; yet the present time has shown more exactly your brotherly love, your charity, your piety, your great sympathy, and your care on behalf of the Churches. For just as a tempest at sea shows the pilot most of all, and grievous bodily maladies show the best physician, so
Notes, col. 714
PG 52:715Read from the pageκαὶ τὸν ἐν εὐλαβείᾳ ζῆν ἐσπουδακότα, καὶ πολλὴν ἔχοντα ἀνδρείαν, ἡ τῶν καιρῶν δυσκολία. Ὃ δὴ καὶ ἐφ' ὑμῶν γέγονε, καὶ τό γε ὑμέτερον μέρος, ἅπαντα διώρθωται, καὶ οὐδὲν ἐλλέλειπται. Ἀλλ ἐπειδὴ οἱ τὰς ταραχὰς καὶ τεκόντες καὶ τίκτοντες εἰς τοῦτο ἦλθον παρανοίας, ὡς μὴ μόνον μὴ ἐγκαλύπτεσθαι τοῖς προτέροις, ἀλλὰ καὶ ἐπαγωνίζεσθαι ἐκείνοις, παρακαλῶ κοινῇ πάντας ὑμῶν ἐῤῥωμενεστάτῃ χρήσασθαι τῇ προθυμίᾳ, καὶ μὴ καταλῦσαι τὴν τοσαύτην σπουδὴν, ἀλλὰ καὶ προστιθέναι μειζόνως, κἂν μυρίαι δυσκολίαι παρεμπίπτωσιν. Οἱ γὰρ μετὰ πλειόνων ἱδρώτων καὶ πόνων μέγα τι καὶ γενναῖον κατορθοῦντες, τῶν ῥᾳδίως καὶ μετ' εὐκολίας τοῦτο ποιούντων πλείονα λήψονται τὸν μισθόν. Ἕκαστος γὰρ, φησὶν ὁ μακάριος Παῦλος, τὸν ἴδιον μισθὸν λήψεται, κατὰ τὸν ἴδιον κόπον. Μὴ τοίνυν τὸ πολλὰ κεκμηκέναι ποιείτω ὑμᾶς ἀπαγορεύειν· ἀλλ' αὐτὸ δὴ τοῦτο μᾶλλον διεγειρέτω. Ὅσῳ γὰρ ἂν προσθήκην λάβῃ τὰ τῶν πειρασμῶν, τοσούτῳ μᾶλλον αὔξεται τὰ τῶν στεφάνων, καὶ πλεονάζει τὰ ὑπὲρ τῶν καλῶν τούτων ὑμῖν ἀγώνων ἀποκείμενα βραβεῖα.
too does the hardship of the times show him who has striven to live in piety and possesses great courage. Which very thing has come to pass in your case also; and so far as lies in you, all things have been set right and nothing left undone. Yet since those who both gave birth to the tumults and still give birth to them have come to such a pitch of madness as not only not to be ashamed of their former deeds, but even to contend further for them, I exhort all of you in common to employ most vigorous eagerness and not abandon so great a zeal, nay rather to add to it in still greater measure, even if ten thousand difficulties break in. For those who accomplish something great and noble with more sweat and toil will receive a more abundant reward than those who do this lightly and with ease. For each man, says the blessed Paul, shall receive his own reward according to his own labour. Let not your having toiled much, therefore, cause you to give up; rather, let this very thing rouse you up all the more. For the more our trials receive increase, so much the more do our crowns grow and the prizes laid up for you for these noble contests abound.
ΡΠΓʹ. Ἡσυχίῳ ἐπισκόπῳ Σαλώνων.
183. To Hesychius, Bishop of Salona.
Ει καὶ πολλῷ διειργόμεθα τῷ τῆς ὁδοῦ μήκει τῆς τιμιότητός σου, καὶ πρὸς αὐτάς ἐσμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπῳκισμένοι, ἀλλ' ὅμως τῷ τῆς ἀγάπης πτερῷ χρώμενοι, κούφῳ τε ὄντι, καὶ ῥᾳδίας τὰς τοιαύτας ἀποδημίας ἐργαζομένῳ, πλησίον τέ σού ἐσμεν, καὶ σύνεσμέν σοι, καὶ τὴν ὀφειλομένην τῶν γραμμάτων ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν τὴν προσήκουσαν ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν Ἀνατολὴν ποιήσασθαι σπουδήν. Οἶσθα γὰρ ἡλίκος ἐστὶν ὁ μισθὸς Ἐκκλησίαις πονουμέναις χεῖρα ὀρέγειν, ταραχὴν τοσαύτην εἰς γαλήνην μεταθεῖναι, καὶ πόλεμον οὕτω σφοδρὸν καταλῦσαι. Καὶ ταῦτα οὐχ ὡς δεομένους ὑμᾶς τῆς παρ' ἡμῶν ὑπομνήσεως παρακαλοῦμεν· καὶ γὰρ καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων τὰ παρ' ὑμῶν αὐτοὶ πεποιήκατε· ἀλλ' ἐπειδὴ οὐδέπω τὰ δεινὰ λέλυται, ἀλλὰ καὶ ἀκμάζει, ἀξιοῦμεν ὑμᾶς μὴ ἀναπεσεῖν, μηδὲ περικακῆσαι, ἀλλ' ἕως μένει τὰ ἕλκη τὸ σῶμα τῆς Ἐκκλησίας συντρίβοντα, καὶ τὰ παρ' ὑμῶν φάρμακα ἐπιτιθέναι· καὶ γὰρ ὅσῳ μετὰ πλειόνων πόνων ἀνύεται τὰ προκείμενα, τοσούτῳ πλείων ὑμῖν κείσεται καὶ ὁ μισθός.
Even though we are separated by a vast length of road from your Honour and have been banished to the very uttermost bounds of the inhabited world, yet by using the wing of love—which is light and renders such journeys abroad easy—we are both near you and with you, and we render you the due salutation of letters, and exhort you to exercise fitting zeal on behalf of the Churches in the East. For you know how great is the reward for stretching out a hand to distressed Churches, turning so great a tumult into calm, and putting an end to so fierce a war. Nor do we exhort you to these things as though you stood in need of a reminder from us—for even before our letters you yourselves have done your part—but since the terrors have not yet been done away with, nay are still at their height, we beg you neither to lose heart nor to faint under ill, but so long as the ulcers afflicting the body of the Church remain, to apply your remedies as well; for the more labours with which the tasks before you are accomplished, so much the more abundant will the reward laid up for you also be.
ΡΠΔʹ. Γαυδεντίῳ ἐπισκόπῳ Βρίξης.
184. To Gaudentius, Bishop of Brescia.
Οὐδὲν ἡμᾶς ἔλαθε τῶν σῶν, ἀλλ' ἔγνωμεν σαφῶς ὡς παρόντες τὴν σπουδήν σου, τὴν ἀγρυπνίαν, τὴν φροντίδα, τοὺς καμάτους, τοὺς πόνους οὓς ὑπὲρ τῆς ἀληθείας ἐπεδείξω, καί σοι χάριτας πολλὰς ὁμολογοῦμεν· καὶ ἐν τοσαύτῃ καθήμενοι ἐρημίᾳ, μεγίστην ἔχομεν παράκλησιν, τῆς ἀγάπης σου τὸ θερμὸν καὶ γνήσιον, ἧς πεῖραν ἐνταῦθα λαβόντες, ἔγνωμεν αὐτὴν ἀκμάζουσαν καὶ ἐκεῖσε, καὶ οὐδὲν οὔτε τῷ πλήθει τοῦ χρόνου, οὔτε τῷ μήκει τῆς ὁδοῦ καταμαρανθεῖσαν. Διὰ τοῦτό σοι χάριτας ἴσμεν πολλὰς, καί σε παρακαλοῦμεν μένειν τὴν αὐτὴν ἐπιδεικνύμενον σπουδήν. Οἶδας γὰρ ὑπὲρ ὅσων Ἐκκλησιῶν ὑμῖν ὁ ἀγὼν
None of your affairs has escaped our notice; on the contrary, we know clearly, as though present, your zeal, your watchfulness, your care, the toils, and the labours that you have displayed on behalf of the truth, and we acknowledge many thanks to you; and while sitting in so great a wilderness, we hold as our greatest consolation the warmth and genuineness of your love, which, having experienced it here, we know to be in full vigour there also, in no way withered either by the multitude of time or by the length of the road. On this account we owe you many thanks, and exhort you to remain displaying the same zeal; for you know on behalf of how many Churches the contest
Notes, col. 715
PG 52:716Read from the pageπρόκειται νῦν, καὶ ἡλίκον ἔσται τοῦ κατορθώματος τὸ μέγεθος. Ταῦτ' οὖν ἐννοῶν, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπιμεῖναι τῇ αὐτῇ σπουδῇ παρακλήθητι. Οὕτω γὰρ ὀλίγα κάμνοντες, ἀθάνατα ἑαυτοῖς προαποθήσεσθε ἐν τοῖς οὐρανοῖς τῶν καλῶν τούτων ἀγώνων τὰ βραβεῖα.
now lies before you, and how great the magnitude of the achievement will be. Bearing these things in mind, therefore, my most honourable and most devout lord, pray abide in the same zeal; for thus, by toiling a little, you will lay up beforehand for yourselves in heaven the immortal prizes of these noble contests.
ΡΠΕʹ. Πενταδίᾳ διακόνῳ.
185. To Pentadia the deaconess.
Μακρὰν ἐσίγησας σιγὴν, καίτοι πολλῶν ὄντων τῶν ἐκεῖθεν ἀφικνουμένων πρὸς ἡμᾶς. Τί ποτ' οὖν ἂν εἴη τὸ αἴτιον; τῶν πραγμάτων ὁ θόρυβος; Ἄπαγε· τοῦτο οὐκ ἂν εἴποιμι· οἶδα γάρ σου τὴν μεγάλην καὶ ὑψηλὴν ψυχὴν, τὴν καὶ ἐν πολλοῖς κλυδωνίοις δυναμένην ἐξουρίας πλεῖν, καὶ ἐν μέσοις κύμασι γαλήνης ἀπολαύειν λευκῆς. Καὶ τοῦτο δι' αὐτῶν τῶν πραγμάτων ἔδειξας, καὶ πρὸς αὐτὰς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἦλθεν ἡ φήμη τὰ σὰ φέρουσα κατορθώματα, καὶ πάντες σε ἀνακηρύττουσιν, ὅτι καὶ ἐν ἑνὶ χωρίῳ ἱδρυμένη καὶ τοὺς πόῤῥωθεν ὄντας διὰ τῆς εὐλαβείας τῆς σῆς διεγείρεις, καὶ προθυμοτέρους ποιεῖς. Τίς οὖν ἡ αἰτία τῆς σιγῆς; Ἐγὼ μὲν εἰπεῖν οὐκ ἔχω. Παρακαλῶ δέ σου τὴν ἐμμέλειαν διὰ τοῦ τὰ γράμματα ἐγχειρίζοντός σου τῇ εὐλαβείᾳ, δι' αὐτοῦ δηλῶσαι ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τῆς εὐθυμίας, καὶ τῆς ἀσφαλείας, καὶ σοῦ καὶ τοῦ οἴκου σου παντός· ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐν οὕτω χαλεπωτάτῃ ἐρημίᾳ διατρίβοντες, πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν παράκλησιν.
You have kept a long silence, even though there are many who arrive here from thence. What ever, then, could the cause be? The tumult of affairs? Away with the thought! This I would never say; for I know your great and lofty soul, which even amid many billows is able to sail before a favouring breeze, and in the midst of waves to enjoy bright calm. And you showed this by your very deeds, and fame has come to the very uttermost bounds of the inhabited world bearing your achievements, and all men proclaim you, because even while settled in one place you rouse up by your piety even those who are far away, and render them more eager. What, then, is the cause of your silence? I, for my part, am unable to say. Yet I beg your Graciousness, through him who hands this letter to your Piety—through him—to make known to us how matters stand with your health, your good cheer, and the safety both of yourself and of all your household; so that even while sitting at so great a distance and tarrying in so grievous a wilderness, we may reap abundant consolation from such letters.
ΡΠϚʹ. Ἀλυπίῳ.
186. To Alypius.
Αὐτὸς μὲν ἔδεισας μὴ τῷ πρότερον ἐπιπηδῆσαι τοῖς πρὸς ἡμᾶς γράμμασι προπετείας μέμψει περιπέσῃς· αὐτοῖς γάρ σου χρήσομαι τοῖς ῥήμασιν· ἐγὼ δέ σε τοσοῦτον ἀπέχω τούτου γράψασθαι, ὅτι καὶ ῥᾳθυμίαν ἐγκαλῶ τῆς βραδυτῆτος ἕνεκεν, καὶ μειζόνως ἀνεκήρυξα πρότερον ἐπεσταλκότα. Καὶ τοῦτο λέγω, αὐτῇ πάλιν σου τῇ ψήφῳ εἰς ἀπόδειξιν τούτου κεχρημένος. Ἔφης γὰρ, τοῦτο μάλιστα φιλοστοργίας εἶναι, τὸ καὶ σιωπῶντας προσειπεῖν. Ἐπεὶ οὖν τό τε δέος σοι τῆς προπετείας ἀνῄρηται, ὅπερ οὐ δεόντως ἐδεδοίκεις, τοῦτό τε μείζονος ἀποδέδεικται σημεῖον ἀγάπης, πέμπε λοιπὸν ἡμῖν νιφάδας γραμμάτων. Οἶσθα γὰρ ὅπως καὶ διετέθημεν καὶ διακείμεθα περὶ τὴν σὴν ἐμμέλειαν. Κἂν γὰρ εἰς ἐρημότατον τοῦτο χωρίον ἀπενεχθῶμεν, κἂν εἰς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα, τῆς εἰλικρινοῦς ἀγάπης καὶ δόλον οὐκ ἐχούσης οὐδέποτε ἐπιλαθέσθαι δυνάμεθα, ἀλλὰ καθ' ἑκάστην σε τὴν ἡμέραν φανταζόμενοι διατελοῦμεν, τὰς ἀρετάς σου τῆς ψυχῆς διὰ τῆς μνήμης ἀναπλάττοντες. Καὶ ἐβουλόμεθα μὲν συνεχέστερον ἐπιστέλλειν· ἐπειδὴ δὲ τοῦτο ἐργῶδες ἡμῖν ἐστι, τοσοῦτον ὑμῶν ἀπῳκισμένοις, ὑμῖν δὲ ῥᾴδιον, παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς καὶ παντὸς ὑμῶν τοῦ οἴκου. Οὕτω γὰρ, καὶ
You yourself feared lest, by springing forward first with a letter to us, you might fall under blame for rashness—for I shall use your very own words—whereas I am so far from indicting you of this that I even charge you with laxity on account of your tardiness, and all the more proclaimed you for having written first. And I say this while using your own verdict again in proof of it; for you said that this above all is a mark of tender affection: to address even those who keep silence. Since, therefore, both your fear of rashness—which you feared unnecessarily—has been taken away and this has been shown to be a sign of greater love, send us henceforth snowstorms of letters. For you know how we both were and are disposed towards your Graciousness. Even if we be carried off to this most desolate place, even unto the very ends of the inhabited world, we can never forget your sincere and guileless love, but continue every day picturing you to ourselves, fashioning anew through memory the virtues of your soul. And we wished indeed to write more frequently; yet since this is laborious for us, banished so far from you, whereas for you it is easy, we exhort you to write to us continually how matters stand with your health and that of all your household. For thus, even
PG 52:717Read from the pageἐν ἀλλοτρίᾳ διατρίβοντες, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν.
dwelling in a foreign land, we shall reap great consolation.
ΡΠΖʹ. Προκοπίῳ.
CLXXXVII. To Procopius.
Ὀλίγα μέν σοι συνεγενόμεθα αὐτόθι, δέσποτά μου θαυμασιώτατε, πολλὴν δέ σου τὴν πεῖραν τῆς γνησίας εἰλήφαμεν ἀγάπης, καὶ τῆς ἀπράγμονος ψυχῆς, καὶ τῆς γνησίας καὶ θερμῆς διαθέσεως. Διὸ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπωκισθέντες τὰ τέρματα, καὶ πρὸς αὐτὴν τὴν ἐσχάτην ἐρημίαν ἀπενεχθέντες, διὰ τὸ πανταχοῦ σε περιφέρειν, ὅπουπερ ἂν ἀπίωμεν, καὶ ἔχειν ἐγκεκολαμμένον τῷ συνειδότι, καὶ γράφομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν· καί σου παρακαλοῦμεν τὴν ἐμμέλειαν, ει μὴ βαρὺ καὶ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ταύτην παρέχειν τὴν χάριν, καὶ τὰ περὶ τῆς ὑγείας εὐαγγελίζεσθαι ἡμᾶς τῆς σῆς. Μανθάνομεν γὰρ αὐτὰ καὶ μὴ γράφοντός, τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, διὰ τὸ σφόδρα περισπούδαστον εἶναι ἡμῖν εἰδέναι τὰ περὶ τῆς ῥώσεως τῆς σῆς καὶ τῆς εὐδοκιμήσεως· βουλόμεθα δὲ καὶ παρὰ τῆς γλώττης τῆς σῆς, καὶ παρὰ τῆς χειρὸς τῆς σῆς ταῦτα δηλοῦσθαι, ὥστε διπλῆν ἡμᾶς καρποῦσθαι τὴν ἡδονὴν, ἀπό τε τοῦ γράφειν, ἀπό τε τοῦ γράμματα δέχεσθαι παρὰ τῆς εὐγενείας τῆς σῆς. Δίδου δὲ ταύτην ἡμῖν τὴν χάριν, ἡδίστην τε οὖσαν καὶ εὔλογον, καὶ πολλὴν ἡμῖν παρέχουσαν τὴν εὐφροσύνην.
Little indeed did we converse with you there, my most admirable lord, yet we received great proof of your genuine love, and of your quiet soul, and of your genuine and warm disposition. Wherefore, even though banished to the very bounds of the inhabited world, and carried away to the utmost wilderness itself, because we carry you about everywhere, wheresoever we may go, and hold you engraved upon our conscience, we both write from so great a distance and render the due salutation; and we entreat your courtesy, if it be not burdensome and irksome, that you yourself also grant us this favour, and bring us the glad tidings concerning your health. For we learn these things even when you do not write, by inquiring of those who arrive from thence, because we are exceedingly eager to know the matters concerning your strength and your good repute; yet we wish these things to be made plain both from your own tongue and from your own hand, so that we may reap a double pleasure, both from writing and from receiving letters from your nobility. Grant us then this favour, since it is both most sweet and reasonable, and affords us great gladness.
ΡΠΗʹ. Μαρκελλίνῳ.
CLXXXVIII. To Marcellinus.
Εἰς μὲν αὐτὸ τὸ πάντων ἐρημότατον χωρίον ἀπήχθημεν, τὴν Κουκουσόν· πλὴν ὅταν τὴν ἀγάπην ὑμῶν τῶν φιλούντων ἡμᾶς ἐννοήσωμεν, μεγίστην καρπούμεθα παράκλησιν, ἐν ἐρημίᾳ πλουτοῦντες. Οὐδὲ γὰρ ὁ τυχὼν θησαυρὸς, ἀνδρῶν ἐπιτυγχάγειν γνησίως φιλεῖν εἰδότων. Διὰ δὴ τοῦτο κἂν μὴ τῷ σώματι παρῶμεν, ὑμῖν τῇ ψυχῇ συνδεδέμεθα, τῇ τῆς ἀγάπης ἁλύσει σφιγγόμενοι. Ὅθεν καὶ ἐπιστέλλομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν. Ὅτι γὰρ εἰς τοὺς πρώτους σε τῶν ἐραστῶν ἐγράψαμεν τῶν ἡμετέρων, οὐδὲ αὐτὸς ἀγνοεῖς, δέσποτά μου θαυμασιώτατε. Δίδου δὴ καὶ αὐτὸς ταύτην ἡμῖν τὴν χάριν, καὶ συνεχῶς ἡμῖν ἐπίστελλε, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, ἵνα καὶ τῷ γράφειν, καὶ τῷ δέχεσθαι τοιαύτας ἐπιστολάς, πολλὴν καρπωσώμεθα τὴν παραμυθίαν καὶ εὐφροσύνην, καὶ μεγίστης, καὶ ἐν ἐρημίᾳ διατρίβοντες, ἀπολαύσωμεν παρακλήσεως.
Into the very most desolate place of all have we been led away, Cucusus; yet whenever we call to mind the love of you who love us, we reap the greatest consolation, being rich in a wilderness. For it is no ordinary treasure to light upon men who know how to love genuinely. On this very account, even if we are not present in body, we are bound together with you in soul, held fast by the chain of love. Whence also we write from so great a distance, and render the due salutation. For that we have inscribed you among the foremost of those who love us, not even you yourself are ignorant, my most admirable lord. Grant us then yourself also this favour, and write to us continually, bringing the glad tidings concerning your health, so that both by writing and by receiving such letters we may reap great solace and gladness, and, even while dwelling in a wilderness, may enjoy the greatest consolation.
ΡΠΘʹ. Ἀντιόχῳ.
CLXXXIX. To Antiochus.
Πότε γάρ σου ἐπιλαθέσθαι δυνάμεθα τῆς γλυκείας καὶ θερμῆς διαθέσεως, τῆς γνησίας καὶ εἰλικρινοῦς ἀγάπης, καὶ ἐλευθέρας γνώμης καὶ ὑψηλῆς, τῆς πεπαῤῥησιασμένης ψυχῆς; Κἂν γὰρ πρὸς αὐτὰς ἀπέλθωμεν τὰς ἐσχατιὰς τῆς οἰκουμένης, πανταχοῦ σε περιφέροντες ἄπιμεν, τὸν θερμὸν ἡμῶν ἐραστὴν,
For when could we forget your sweet and warm disposition, your genuine and sincere love, and your free and lofty mind, your outspoken soul? For even if we depart to the very uttermost parts of the inhabited world, we go carrying you about everywhere, our ardent lover,
Notes, col. 717
On the reading
Printed ει μὴ, for εἰ μὴ.
Printed γράφοντός, for γράφοντος.
Printed ἐπιτυγχάγειν, for ἐπιτυγχάνειν.
PG 52:718Read from the pageκαὶ σφόδρα ἡμῖν τῷ τῆς ἀγάπης νόμῳ συνδεδεμένον. Διὸ καὶ πρὸς αὐτὴν τὴν ἐρημίαν τῆς καθ' ἡμᾶς οἰκουμένης ἀπῳκισμένοι, τὴν Κουκουσὸν λέγω, καὶ οὐ ῥᾳδίως ἐπιτυχεῖν τῶν τὰ γράμματα διακομιζόντων δυνάμενοι, πολλὴν ἐποιησάμεθα σπουδὴν ἐπιζητῆσαί τε καὶ εὑρεῖν τὸν ταύτην ἡμῶν τὴν ἐπιστυλὴν διακομίζοντα, ὥστε σου προσειπεῖν τὴν θαυμασιότητα, καὶ τὴν ὀφειλομένην πρόσρησιν ἀποδοῦναι τῇ μεγαλοπρεπείᾳ τῇ σῇ. Ὅτι δὲ καὶ αὐτὸς, ἐξ ὧν ἤδη πεποίηκας, οὐ δεήσῃ τῆς παρ' ἡμῶν ὑπομνήσεως εἰς τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Καὶ γὰρ οὐ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν, ὅταν παρ' ὑμῶν τῶν σφόδρα ἡμᾶς ἀγαπώντων δεχώμεθα γράμματα, περὶ τῆς ῥώσεως τῆς ὑμετέρας δηλοῦντα, καὶ τὴν ἀγάπην διὰ τῶν ἐπιστολῶν συνεχῶς ἀνανεοῦντα, καὶ τὴν παρουσίαν τῆς ὑμετέρας ἀγάπης ποιοῦντα φαντάζεσθαι. Ἀρκεῖ γὰρ πυκνότης ἐπιστολῶν, ὅταν παρὰ φίλων γνησίων φέρηται, καὶ τῆς παρουσίας σοφίσασθαι τὴν ἡδονήν.
and exceedingly bound to us by the law of love. Wherefore, even though banished to the very wilderness of our inhabited world, I mean Cucusus, and not easily able to light upon those who convey letters, we have made great haste both to seek out and to find one to convey this letter of ours, so as to address your admirableness and render the due salutation to your magnificence. And that you yourself also, from what you have already done, will have no need of a reminder from us to write to us continually and bring the glad tidings concerning your health, I think there is no need at all to doubt. For we shall reap no ordinary consolation whenever from you who love us exceedingly we receive letters declaring your strength, and continually renewing your love through your epistles, and making us imagine the presence of your charity. For frequency of epistles, when it comes from genuine friends, suffices to contrive even the pleasure of presence.
ΡϞʹ. Βρίσωνι.
CXC. To Brison.
Τί τοῦτο; Αὐτόθι μὲν ὄντων ἡμῶν μυρία καὶ ποιεῖν καὶ λέγειν ἐσπούδακας, καὶ τῇ πόλει πάσῃ, μᾶλλον δὲ τῇ οἰκουμένῃ κατάδηλος γέγονας ἐπὶ τῷ φίλτρῳ, ᾧ περὶ ἡμᾶς ἐπιδείκνυσαι, μὴ στέγων αὐτὸ σιγῇ κατέχειν, ἀλλὰ διὰ τῶν ἔργων, διὰ τῶν ῥημάτων πανταχοῦ ἐπιδεικνύμενος, ἐπιστεῖλαι δὲ ἡμῖν οὐδὲ ἅπαξ κατεδέξω, καὶ ταῦτα σφόδρα διψῶσι τῶν ἐπιστολῶν τῶν σῶν, καὶ τῶν γραμμάτων ἐπιθυμοῦσιν; Οὐκ οἶσθα ὅσην ἐμέλλομεν καρποῦσθαι παράκλησιν τῆς οὕτω γνησίας ψυχῆς, τῆς οὕτω θερμῆς φιλίας ἔγγονα δεχόμενοι γράμματα; Καὶ ταῦτα οὐκ ἐγκαλῶν λέγω (οἶδα γὰρ ὅτι καὶ γράφων, καὶ σιγῶν, ἀκμάζουσαν διατηρεῖς τὴν περὶ ἡμᾶς διάθεσιν), ἀλλὰ σφόδρα ἐπιθυμῶν σου τῶν ἐπιστολῶν. Καὶ μὴ γράφοντος μέν σου, οὐ παυόμεθα τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες περὶ τῆς ῥώσεώς σου καὶ τῆς εὐθυμίας, καὶ σφόδρα χαίρομεν ἀκούοντες ἅπερ ἐπιθυμοῦμεν· ἀλλὰ βουλόμεθα καὶ παρὰ τῆς γλώττης τῆς σῆς, καὶ παρὰ τῆς δεξιᾶς τῆς σῆς ταῦτα μανθάνειν. Εἰ τοίνυν μὴ βαρὺ μηδὲ ἐπαχθὲς ζητοῦμεν, νῦν γοῦν ταύτην ἡμῖν παράσχου τὴν χάριν, μεγίστην οὖσαν καὶ ἡδίστην, καὶ πολλὴν ἡμῖν φέρουσαν τὴν ἡδονήν.
What is this? While we were there, you were eager both to do and to say ten thousand things, and to the whole city, or rather to the whole inhabited world, you became manifest for the affection which you display towards us, not enduring to hold it down in silence, but displaying it everywhere through deeds and through words; yet you have not deigned even once to write to us, and that though we thirst exceedingly for your epistles and long for your letters? Do you not know how great a consolation we were sure to reap on receiving letters that are the offspring of so genuine a soul, of so warm a friendship? And I say these things not by way of accusation (for I know that whether writing or keeping silent, you preserve your disposition towards us flourishing), but because I long exceedingly for your epistles. And even when you do not write, we do not cease inquiring of those who arrive from thence concerning your strength and your cheerfulness, and we rejoice exceedingly on hearing what we long for; yet we wish to learn these things also from your own tongue and from your own right hand. If therefore we ask nothing burdensome nor irksome, now at least grant us this favour, since it is very great and most sweet, and brings us great pleasure.
ΡϞΑʹ. Ἀμπρούκλῃ διακόνῳ.
CXCI. To Amprucla the deaconess.
Ἐδεξάμην δευτέραν, ἣν ἔφης προτέραν ἐπιστολὴν ἐπεσταλκέναι, δέσποινά μου τιμιωτάτη καὶ κοσμιωτάτη. Καὶ τὰ αὐτὰ πάλιν λέγω, μὴ κάλει τόλμαν τὸ προτέραν τοῖς πρὸς ἡμᾶς ἐπιπηδῆσαι γράμμασι, μηδὲ ἁμάρτημα νόμιζε τὸ μέγιστον ἐγκώμιον. Ἀγάπης γὰρ ζεούσης καὶ θερμῆς τοῦτο δεῖγμα ποιούμεθα, καὶ τῆς γνησίας καὶ εἰλικρινοῦς σου διαθέσεως τῆς φλο-
I received second the epistle which you said you had sent first, my most honourable and most modest lady. And I say the same things again: do not call it audacity to have leapt first into letters to us, nor deem that a fault which is the greatest encomium. For we count this a proof of fervent and warm love, and of your genuine and sincere disposition, more ardent than
Notes, col. 718
On the reading
Printed ἐπιστυλὴν, for ἐπιστολὴν.