ἡμᾶς φιλούντων· Ἄπελθε, δέομαί σου· εἰς Ἰσαύρους ἔμπεσον, μόνον ἡμῶν ἀπαλλάγηθι. Ὅπου γὰρ ἂν ἐμπέσῃς, εἰς ἀσφάλειαν ἐμπίπτεις, ἂν ἡμετέρας διαφύγοις χεῖρας. Ταῦτα ἀκούσασα καὶ ὁρῶσα ἡ καλὴ Σελευκία, ἡ τοῦ κυρίου μου Ῥουφίνου ἐλευθέρα (καὶ γὰρ σφόδρα ἡμᾶς ἐθεράπευσε), παρεκάλεσε καὶ ἐδεήθη, ὥστε εἰς τὸ προάστειον αὐτῆς καταλῦσαι, πρὸ πέντε μιλίων τῆς πόλεως ὂν, καὶ συνέπεμψεν ἡμῖν ἀνθρώπους, καὶ ἀπήλθομεν ἐκεῖσε.
loved us said to us: Depart, I beg you; fall into the hands of the Isaurians, only get away from us. For wherever you may fall, you fall into safety, if only you escape our hands. Hearing and seeing these things, the noble Seleucia, the wife of my lord Rufinus (for she attended to us with great devotion), entreated and besought us to lodge at her suburban estate, which lay five miles before the city, and she sent men along with us, and we departed thither.
γʹ. Ἀλλ' οὐδὲ ἐκεῖ ἔμελλεν ἡμῶν ἀποστήσεσθαι ἡ ἐπιβουλὴ αὕτη. Ὡς γὰρ ἔγνω ὁ Φαρέτριος, ἐδήλωσεν αὐτῇ, καθὼς ἔλεγε, πολλὰς ἀπειλάς. Ἐπεὶ δέ με εἰς τὸ προάστειον αὐτῆς ὑπεδέξατο, κἀγὼ τούτων οὐκ ᾔδειν οὐδέν· ἀλλ' ἐξελθοῦσα πρὸς ἡμᾶς, ταῦτα μὲν ἡμᾶς ἀπέκρυβεν, ἐδήλου δὲ τῷ ἐπιτρόπῳ ἐκεῖσε ὄντι, πᾶσάν τε ἡμῖν ἀνάπαυσιν παρασχεῖν, καὶ εἴ τινες εἰς ἡμᾶς ἐπέλθοιεν μονάζοντες, βουλόμενοι ἡμᾶς ἐνυβρίσαι ἢ συντρίψαι, συναγαγεῖν γεωργοὺς ἀπὸ τῶν ἄλλων αὐτῆς χωρίων, καὶ οὕτω παρατάξασθαι πρὸς αὐτούς. Παρεκάλει δὲ καὶ εἰς τὴν οἰκίαν αὐτῆς κάστελλον ἔχουσαν, καὶ ἀχείρωτον οὖσαν καταφυγεῖν, ὥστε τοῦ ἐπισκόπου καὶ μοναζόντων ἐκφυγεῖν τὰς χεῖρας. Ἀλλὰ τοῦτο μὲν οὐκ ἠνεσχόμην, ἀλλ' ἤμην ἐν τῷ προαστείῳ, οὐδὲν εἰδὼς τῶν μετὰ ταῦτα κατασκευαζομένων. Οὐδὲ τοῦτο αὐτοῖς ἤρκεσεν εἰς τὸ ἀποστῆναι τῆς καθ' ἡμῶν μανίας. Εἶτα νυκτῶν μέσων, οὐδὲν τούτων εἰδὼς (πολὺς γὰρ ἐπέκειτο ὁ Φαρέτριος ἀπειλῇ ἀπειλῶν ἐκείνῃ, καθώς φησι, καταναγκάζων, ὠθῶν, ὥστε ἡμᾶς ἐκβαλεῖν καὶ τῶν προαστείων), οὐ φέρουσα ἡ γυνὴ τὴν ἐπάχθειαν αὐτοῦ, οὐκ εἰδότος ἐμοῦ, ἐδήλωσεν αὐτόθι, ὅτι οἱ βάρβαροι ἐπέστησαν, αἰσχυνομένη τὴν ἀνάγκην εἰπεῖν, ἣν ὑπέμεινεν. Καὶ μέσων νυκτῶν εἰσελθὼν πρός με Εὐήθιος ὁ πρεσβύτερος, καθεύδοντά με διεγείρας, μετὰ πολλῆς τῆς βοῆς ταῦτα ἔλεγεν· Ἀνάστηθι, παρακαλῶ, βάρβαροι ἐπέστησαν, ἐνταῦθα πλησίον εἰσίν. Ἐννόησον τίς ἤμην ταῦτα ἀκούων. Εἶτα ὡς πρὸς αὐτὸν εἶπον, Καὶ τί δέοι πρᾶξαι ; εἰς τὴν πόλιν οὐ δυνάμεθα καταφυγεῖν, μὴ χαλεπώτερα πάθωμεν ὧν οἱ Ἰσαῦροι μέλλουσιν ἡμῖν ποιεῖν, ἠνάγκαζεν ἐξιέναι. Νὺξ ἦν ἀσέληνος, ἡ νὺξ μέση, ζοφώδης, σκοτεινή · καὶ τοῦτο αὐτὸ πάλιν ἀπορίας ἀνάμεστον ἦν ἡμῖν· καὶ οὐδεὶς ὁ παρὼν, οὐδεὶς ὁ βοηθῶν, πάντες γὰρ ἡμᾶς ἐγκατέλιπον. Ὅμως ὑπὸ τοῦ φόβου συνωθισθεὶς, καὶ προσδοκῶν εὐθέως ἀποθανεῖσθαι, διανέστην τεταλαιπωρημένος, κελεύσας λαμπάδας ἀναφθῆναι. Ἀλλὰ καὶ ταύτας ὁ πρεσβύτερος ἐκέλευσε σβέννυσθαι, μήποτε, φησὶν, οἱ βάρβαροι τῷ φωτὶ καλούμενοι πρὸς ἡμᾶς, ἐπιτεθῶσιν ἡμῖν· ἐσβέσθησαν καὶ αἱ λαμπάδες. Εἶτα ὁ βόρδων ὁ φέρων ἡμῶν τὸ λεκτίκιον (τραχεῖα γὰρ ἦν σφόδρα ἡ ὁδὸς, καὶ ἀνάντης καὶ λιθώδης), κατενεχθεὶς ἐπὶ γόνυ, κατήνεγκέ με ἔνδον ὄντα, καὶ μικροῦ δεῖν, ἔμελλον ἀπόλλυσθαι, εἶτα ἐκπηδήσας, συρόμενος περιεπάτουν,
3. Yet not even there was this plot about to desist from us. For when Pharetrius learned of it, he sent her word, as she said, with many threats. When she had received me into her suburban estate, I myself knew nothing of these things; but coming out to us, she concealed these matters from us, while giving instructions to her steward who was there both to afford us every comfort, and, if any monks should come against us wishing to insult or crush us, to gather husbandmen from her other estates and so draw up in array against them. She also entreated me to take refuge in her house, which possessed a fortress and was impregnable, so as to escape the hands of the bishop and the monks. But this I did not consent to do, but remained at the suburban estate, knowing nothing of what was afterwards being contrived. Not even this sufficed them to desist from their madness against us. Then at midnight, while I knew nothing of these matters (for Pharetrius pressed heavily upon her, threatening her with threat upon threat, as she says, compelling and driving her so as to cast us out even from the suburbs), the lady, unable to endure his importunity, sent word thither without my knowledge that the barbarians were upon us, being ashamed to speak of the compulsion which she was enduring. And at midnight Euethius the presbyter came in to me, roused me from sleep, and with a loud cry spoke these words: Rise up, I beg you! Barbarians are upon us; they are here close at hand! Consider in what state I was on hearing these things. Then when I said to him: And what must we do? We cannot flee for refuge into the city, lest we suffer things more grievous than what the Isaurians are about to do to us—he compelled us to go forth. It was a moonless night, midnight, murky and dark; and this very circumstance again was full of perplexity for us; and there was no one present, no one to help, for all had forsaken us. Nevertheless, driven on by fear and expecting to die forthwith, I rose up in miserable plight, ordering torches to be kindled. But the presbyter ordered these also to be quenched, lest, said he, the barbarians, summoned to us by the light, set upon us; and the torches too were quenched. Then the mule that carried our litter (for the road was exceedingly rough, and steep and stony), falling down upon its knee, brought me down while I was within, and I came within a little of perishing; then, leaping out, I walked along being dragged,