μὴ περιιόντες ζητῶμεν τοὺς γνησίως φιλοῦντας (καὶ γὰρ σπάνιον τοῦτο), δράμωμεν ἐπὶ τὸν μακάριον Παῦλον, κἀκεῖνος ἡμῖν ἐρεῖ ἡλίκος οὗτος ὁ ἄθλος, καὶ ἡλίκης δεόμενος ψυχῆς. Οὗτος γὰρ ὁ Παῦλος, ὁ καὶ σάρκα ἀποδυσάμενος, καὶ τὸ σῶμα ἀποθέμενος, καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος, καὶ τὴν γῆν ὡς οὐρανὸν οἰκῶν, καὶ μετὰ τῶν χερουβὶμ ἑστὼς ἄνω, καὶ τῆς μυστικῆς ἐκείνης μελῳδίας αὐτοῖς κοινωνῶν, τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις, καὶ ἀπαγωγὰς καὶ μάστιγας, καὶ ἀπειλὰς καὶ θάνατον, καὶ τὸ καταλεύεσθαι, καὶ τὸ καταποντίζεσθαι, καὶ πᾶν κολάσεως εἶδος. Μιᾶς δὲ ψυχῆς ἀγαπωμένης παρ' αὐτοῦ χωρισθεὶς, οὕτω συνεχύθη καὶ διεταράχθη, ὡς εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι, ἐν ᾗ τὸν ἀγαπώμενον προσδοκῶν ἰδεῖν οὐχ εὗρεν. Καὶ ταῦτα αὐτῷ σύνοιδεν ἡ Τρωὰς, ἡ διὰ τοῦτο καταλειφθεῖσα παρ' αὐτοῦ, ἐπειδὴ οὐκ ἔσχεν ἐπιδεῖξαι αὐτῷ τότε ἐκεῖνον. Ἐλθὼν γὰρ, φησὶν, εἰς Τρωάδα, εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν. Τί τοῦτο, ὦ Παῦλε; Ξύλῳ μὲν δεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ἔχων ἐπικειμένας, καὶ τὰ νῶτα αἵμασι περιῤῥεόμενος, καὶ ἐμυσταγώγεις, καὶ ἐβάπτιζες, καὶ θυσίαν προσῆγες, καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι· εἰς δὲ τὴν Τρωάδα ἐλθὼν, καὶ τὴν ἄρουραν ὁρῶν ἐκκεκαθαρμένην, καὶ ἑτοίμην οὖσαν τὰ σπέρματα ὑποδέξασθαι, καὶ τὴν ἀλείαν πεπληρωμένην, καὶ πολλὴν παρέχουσάν σοι τὴν εὐκολίαν, τοσοῦτον ἔῤῥιψας ἀπὸ τῶν χειρῶν κέρδος, ὡς καὶ διὰ τοῦτο παραγενόμενος (Ἐλθὼν γὰρ, φησὶν, εἰς τὴν Τρωάδα εἰς τὸ Εὐαγγέλιον, τοῦτ' ἔστι, διὰ τὸ Εὐαγγέλιον), καὶ οὐδενὸς ἀντιπίπτοντος (Θύρας γάρ μοι, φησὶν, ἀνεῳγμένης), ἀπεπήδησας εὐθέως; Ναὶ, φησί· πολλῇ γὰρ κατεσχέθην ἀθυμίας τυραννίδι, καὶ σφόδρα μου συνέχεε τὴν διάνοιαν ἡ Τίτου ἀπουσία, καὶ οὕτω μου ἐκράτησε καὶ περιεγένετο, ὡς ἀναγκάσαι τοῦτο ποιῆσαι. Ὅτι γὰρ διὰ ἀθυμίαν τοῦτο ἔπαθεν, οὐδὲν ἡμᾶς δεῖ στοχάζεσθαι, ἀλλὰ παρ' αὐτοῦ καὶ τοῦτο στοχάζεσθαι καὶ μανθάνειν. Καὶ γὰρ τὴν αἰτίαν τῆς ἀναχωρήσεως τέθεικεν εἰπών· Οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον.
we may not go about seeking those who love genuinely (for this is indeed rare), let us run to the blessed Paul, and he will tell us how great this contest is, and how great a soul it requires. For this Paul, who had also stripped off the flesh, and laid aside the body, and went about the inhabited world with an almost naked soul, and banished every passion from his mind, and imitated the impassibility of the bodiless powers, and inhabited earth as heaven, and stood on high with the cherubim, and shared with them in that mystical melody, bore all other things easily, as though suffering in another's body — prisons and chains, and halings away and scourgings, and threats and death, and being stoned, and being drowned in the sea, and every form of punishment. Yet when separated from one soul beloved by him, he was so confounded and troubled that he straightway leapt away even from the city in which, expecting to see his beloved, he did not find him. And Troas is his witness to these things, having been left behind by him on this account, because it was unable to show that man to him at that time. For when I came to Troas, says he, for the Gospel of Christ, and when a door was opened to me in the Lord, I had no relief for my spirit, because I did not find Titus my brother; but taking leave of them, I went forth into Macedonia. What is this, O Paul? Bound in the stocks, and inhabiting a prison, and having scourge-strokes laid upon you, and with your back streaming with blood, you both initiated into the mysteries, and baptized, and offered sacrifice, and did not disdain a single one who was about to be saved; yet on coming to Troas, and seeing the tilled land cleared and ready to receive the seeds, and the catch filled, and affording you great ease, did you cast so great a gain out of your hands that, although having arrived on this very account (For when I came to Troas unto the Gospel, says he, that is, on account of the Gospel), and with nothing opposing you (For a door, says he, being opened to me), you leapt away at once? Yes, says he; for I was held fast by a great tyranny of despondency, and the absence of Titus exceedingly confounded my mind, and so mastered and overcame me as to compel me to do this. For that he suffered this through despondency we have no need at all to conjecture, but from himself we may both conjecture and learn this too. For he has set down the cause of his departure, saying: I had no relief for my spirit because I did not find Titus, but taking leave of them I went forth.