Migne Reading Room

PG 51 · cols. 61–62 bis · Read from the page

Homilia in paralyticum per tectum demissum (Mark 2:3-4; Hom. IV)

Homilia in paralyticum per tectum demissum (Mark 2:3-4; Hom. IV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:61Read from the page
Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας· οὕτως ἔργον ἦν αὐτῷ καὶ σπουδὴ τοῦτο μάλιστα δεῖξαι, ὅτι τὴν αὐτὴν αὐθεντίαν ἔχει τῷ Πατρί.
But that you may know that the Son of Man has authority on earth to forgive sins—thus it was His work and zeal above all to show this, that He possesses the same sovereign authority as the Father.
ηʹ. Ταῦτα οὖν ἅπαντα, καὶ τὰ πρώην καὶ τὰ πρὸ ἐκείνης εἰρημένα τῆς ἡμέρας μετὰ ἀκριβείας κατέχωμεν, καὶ τὸν Θεὸν παρακαλῶμεν ἀκίνητα μένειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ τὴν παρ' ἑαυτῶν εἰσάγωμεν σπουδὴν, καὶ συνεχῶς ἐνταῦθα ἀπαντῶμεν. Οὕτω γὰρ καὶ τὰ πρόσθεν εἰρημένα φυλάξομεν, καὶ ἕτερα προσκτησόμεθα πάλιν· κἂν ἀποῤῥυῇ τι τῷ χρόνῳ, ῥᾳδίως αὐτὰ ἀνακτήσασθαι δυνησόμεθα τῇ συνεχεῖ διδασκαλίᾳ. Καὶ οὐ τὰ δόγματα μόνον ὑγιῆ καὶ ἄφθορα μενεῖ, ἀλλὰ καὶ ὁ βίος πολλῆς ἀπολαύσεται τῆς ἐπιμελείας, καὶ μεθ' ἡδονῆς καὶ μετ' εὐθυμίας τὴν παροῦσαν δυνησόμεθα διανύσαι ζωήν. Ὁποῖον γὰρ ἐνοχλεῖ πάθος τὴν ψυχὴν ἐνταῦθα παραγινομένων ἡμῶν, ῥᾳδίως διαλυθῆναι δυνήσεται· ἐπεὶ καὶ νῦν ὁ Χριστὸς πάρεστι, καὶ ὁ μετὰ πίστεως αὐτῷ προσιὼν δέξεται τὴν ἰατρείαν εὐκόλως. Πενίᾳ τις πυκτεύει διηνεκεῖ, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς, καὶ πεινῶν ἐκαθεύδησε πολλάκις, εἰσελθὼν δὲ ἐνταῦθα, καὶ ἀκούσας Παύλου λέγοντος, ὅτι ἐν λιμῷ καὶ ἐν δίψει καὶ γυμνότητι διῆγε, καὶ ὅτι οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶν ἡμέραις, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέμεινε (τοῦτο γοῦν ἐνδεικνύμενος ἔλεγεν· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν), λήψεται παραμυθίαν ἱκανὴν, μαθὼν διὰ τῶν εἰρημένων, ὅτι οὐχὶ μισῶν αὐτὸν ὁ Θεὸς οὐδὲ ἐγκαταλιμπάνων συνεχώρησεν εἶναι ἐν πενίᾳ· οὐ γὰρ ἂν εἰ μισοῦντος τοῦτο ἦν, ἐπὶ τοῦ Παύλου, τοῦ φίλου μάλιστα πάντων ἀνθρώπων ὄντος αὐτῷ, τοῦτο συνεχώρησεν· ἀλλὰ κηδόμενος καὶ προνοῶν, καὶ εἰς πλείονα ἄγων φιλοσοφίαν. Ἄλλος τις ὑπὸ νόσου καὶ μυρίων κακῶν τὸ σῶμα ἔχει πολιορκούμενον; Ἱκανὴ τούτῳ παραμυθία γένοιτ' ἂν τῶν παραλυτικῶν τούτων τὰ σώματα, καὶ μετὰ τούτων ὁ μακάριος καὶ γενναῖος τοῦ Παύλου μαθητὴς, ὃς διηνεκῶς ἐν ἀῤῥωστίαις ἦν, καὶ οὐδέποτε ἀνέπνει ἐκ τῆς μακρᾶς ἀσθενείας, ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας, καὶ οὐχ ἁπλῶς ἀσθενείας. Ἕτερος συκοφαντηθεὶς παρὰ τοῖς πολλοῖς πονηρὰν ἐκτήσατο δόξαν, καὶ τοῦτο αὐτὸ τὴν ψυχὴν ὀδυνᾷ καὶ κατεσθίει διηνεκῶς· εἰσελθὼν καὶ ἀκούσας, ὅτι Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν πρᾶγμα ψευδόμενοι· χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, ἀποθήσεται πᾶσαν ἀθυμίαν καὶ δέξεται πᾶσαν ἡδονήν· Σκιρτᾶτε γὰρ καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅταν ἐκβάλλωσιν ὑμῖν ὄνομα πονηρόν. Καὶ τοὺς μὲν κακῶς ἀκούοντας τούτῳ παραμυθεῖται τῷ τρόπῳ, τοὺς δὲ κακῶς λέγοντας ἑτέρως φοβεῖ λέγων, ὅτι Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ἄλλος τις θυγάτριον ἀπέβαλεν ἢ υἱὸν, ἤ τινα τῶν προσηκόντων, καὶ οὗτος ἐνταῦθα παραγενόμενος, Παύλου στενάζοντος ἐπὶ τῇ παρούσῃ ζωῇ καὶ τὴν μέλλουσαν ἐπιθυμοῦντος ἰδεῖν, καὶ βαρυνομένου τῇ ἐνταῦθα διατριβῇ, καὶ αὐτὸς λαβὼν ἱκανὸν φάρμακον ἀπελεύσεται ἀκούσας αὐτοῦ λέγοντος· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐκ εἶπε, Περὶ τῶν ἀποθνησκόντων,
8. Let us, therefore, hold fast with exactness all these things, both what was spoken the other day and what was spoken before that day, and let us beseech God that they may remain unshaken in our mind, and let us bring in zeal from ourselves and meet here continually. For thus we shall both preserve what was spoken before and acquire other things besides again; and even if anything slips away with time, we shall easily be able to recover it through continual teaching. And not only will our doctrines remain sound and uncorrupted, but our life too will enjoy great care, and we shall be able to pass the present life with gladness and good cheer. For whatever passion troubles the soul when we come hither will easily be able to be dispelled, since Christ is present even now, and he who approaches Him with faith will easily receive healing. Does someone wrestle with perpetual poverty, and lack necessary nourishment, and has he often gone to sleep hungry? Yet upon entering here and hearing Paul say that he passed his life in hunger and in thirst and in nakedness, and that he endured this not for one or two or three days, but perpetually (indicating this, at any rate, he said: Even to this present hour we both hunger, and thirst, and are naked), he will receive sufficient consolation, having learnt through what has been spoken that it was not out of hatred for him nor by forsaking him that God permitted him to be in poverty; for had this been the act of One Who hated, He would not have permitted this in the case of Paul, who was His friend above all men; rather, He does so out of care and providence, and leading him on to greater philosophic endurance. Does someone else have his body besieged by disease and myriad evils? Sufficient consolation for him would be the bodies of these paralytics, and with them the blessed and noble disciple of Paul, who was perpetually in infirmities and never drew breath from his long weakness—which very thing Paul too spoke of: Use a little wine for your stomach's sake and your frequent infirmities—and not simply infirmities. Has another been slandered and acquired an evil reputation among the many, and does this very thing pain and consume his soul perpetually? Upon entering and hearing: Blessed are you when men revile you, and say all manner of evil against you falsely; rejoice, and be exceeding glad, for great is your reward in heaven, he will lay aside all dejection and receive all gladness; for Leap for joy and be exceeding glad, He says, when they cast out your name as evil. And those who are evilly spoken of He consoles in this way, whereas those who speak evil He terrifies in another way, saying: Every idle word that men shall speak, they shall give account thereof, whether good or evil. Has someone else lost a little daughter or a son, or one of his kinsfolk? He too, coming hither, when Paul groans over the present life and longs to behold the life to come, and is burdened by his sojourn here, will himself also take a sufficient remedy and depart upon hearing him say: Concerning those who have fallen asleep I do not wish you to be ignorant, brethren, lest you grieve even as the rest who have no hope. He did not say, Concerning those who are dying,
PG 51:62Read from the page
ἀλλὰ, Περὶ τῶν κεκοιμημένων, δεικνὺς ὅτι ὕπνος ἐστὶν ὁ θάνατος. Ὥσπερ οὖν ἂν ἴδωμέν τινα καθεύδοντα, οὐ θορυβούμεθα, οὐδὲ ἀλύομεν προσδοκῶντες αὐτὸν ἀναστήσεσθαι πάντως· οὕτως ὅταν ἴδωμέν τινα ἀποθανόντα, μὴ θορυβώμεθα, μηδὲ καταπίπτωμεν· καὶ γὰρ καὶ τοῦτο ὕπνος μακρότερος μὲν, ὕπνος δὲ ὅμως. Τῷ μὲν οὖν ὀνόματι τῆς κοιμήσεως παρεμυθήσατο τοὺς πενθοῦντας, τὴν δὲ κατηγορίαν τῶν ἀπίστων ἀνέτρεψεν. Ἐὰν πενθῇς, φησὶ, τὸν ἀπελθόντα ἀφορήτως, κατ' ἐκεῖνον ἔσῃ τὸν ἄπιστον τὸν οὐκ ἔχοντα ἐλπίδα ἀναστάσεως. Ἐκεῖνος καλῶς θρηνεῖ, ἅτε περὶ τῶν μελλόντων μηδὲν δυνάμενος φιλοσοφεῖν· σὺ δὲ ὁ τοσαύτας λαβὼν ἀποδείξεις περὶ τῆς μετὰ ταῦτα ζωῆς, τίνος ἕνεκεν εἰς τὴν αὐτὴν ἀσθένειαν ἐκείνῳ καταπίπτεις; Διὰ τοῦτό φησι, Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
but, Concerning those who have fallen asleep, showing that death is sleep. Just as, therefore, whenever we see someone sleeping, we are neither troubled nor distraught, expecting that he will assuredly rise up, so when we see someone who has died, let us neither be troubled nor be cast down; for this too is sleep—a longer sleep indeed, yet sleep nevertheless. By the name of falling asleep, then, he consoled those who mourn, while he overturned the accusation of unbelievers. If you mourn him who has departed unbearably, he says, you will be like that unbeliever who has no hope of resurrection. That man does well to lament, inasmuch as he is unable to reason at all concerning things to come; but you, who have received such great proofs concerning the life hereafter, for what reason do you sink down into the same weakness as he? On this account he says, Concerning those who have fallen asleep we do not wish you to be ignorant, lest you grieve even as the rest who have no hope.
Οὐκ ἀπὸ τῆς Καινῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς ἱκανήν ἐστι λαβεῖν παραμυθίαν. Ὅταν γὰρ ἀκούσῃς τοῦ Ἰὼβ μετὰ τὴν τῶν χρημάτων ἀποβολὴν, μετὰ τὴν τῶν βουκολίων ἀπώλειαν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον χορὸν ἀποβαλόντα παίδων ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, μετὰ τοσαύτην ψυχῆς ἀρετὴν, κἂν ἁπάντων ἀσθενέστερος ᾖς, δυνήσῃ ῥᾳδίως ἑαυτὸν ἀνακτήσασθαι καὶ ἀνενεγκεῖν. Σὺ μὲν γὰρ, ἄνθρωπε, καὶ παρηκολούθησας ἀῤῥωστοῦντι τῷ παιδὶ, καὶ κατακλινόμενον ἐπὶ τῆς κλίνης εἶδες, καὶ ἔσχατα φθεγγόμενον ῥήματα ἤκουσας, καὶ τὰς τελευταίας ἀναπνέοντα παρέστης ἀναπνοὰς, καὶ καθεῖλες ὀφθαλμοὺς, καὶ συνέκλεισας στόμα· ἐκεῖνος δὲ οὐδὲ παρέστη ψυχοῤῥαγοῦσι, οὐκ εἶδεν ἐκπνέοντας, ἀλλ' εἷς ἐγένετο τάφος πᾶσιν ἡ οἰκία, καὶ ἐπὶ τῆς αὐτῆς τραπέζης ἐγκέφαλος ὁμοίως καὶ αἷμα ἐκέχυτο, καὶ ξύλα, καὶ κέραμος, καὶ κόνις, καὶ σάρκες διατετμημέναι, καὶ πάντα ὁμοίως ἐφύρετο. Ἀλλ' ὅμως μετὰ τοιαῦτα καὶ τοσαῦτα οὐκ ἐθρήνησεν, οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ τί φησιν; Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα τοῦ Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ταύτην καὶ ἡμεῖς ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν φθεγγώμεθα τὴν φωνὴν, κἂν ζημία χρημάτων, καὶ σωμάτων ἀῤῥωστία, καὶ ἐπήρεια, καὶ συκοφαντία, κἂν ὁτιοῦν τῶν ἀνθρωπίνων συμβαίνῃ κακῶν, ταῦτα λέγωμεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἂν οὕτω φιλοσοφήσωμεν, οὐδὲν οὐδέποτε πεισόμεθα κακὸν, κἂν μυρία πάσχωμεν· ἀλλ' ἔσται μεῖζον τῆς ζημίας τὸ κέρδος, πλείω τῶν κακῶν τὰ ἀγαθὰ, διὰ τῶν ῥημάτων τούτων ἵλεω τὸν Θεὸν σεαυτῷ ποιῶν, τὴν τυραννίδα ἀποκρουόμενος. Ὁμοῦ γὰρ ἐφθέγξατο ἡ γλῶσσα τὰ ῥήματα ταῦτα, καὶ εὐθέως ἀπεπήδησεν ὁ διάβολος· ἐκείνου δὲ ἀποπηδήσαντος, καὶ τὸ τῆς ἀθυμίας νέφος ἀπελαύνεται, καὶ οἱ θλίβοντες ἡμᾶς δραπετεύουσι λογισμοὶ, συνεκπηδῶντες ἐκείνῳ, καὶ πρὸς τούτοις πᾶσι καὶ τῶν ἐνταῦθα ἀγαθῶν, καὶ τῶν ἐν οὐρανῷ
Not from the New Covenant alone, however, but from the Old as well, one may receive sufficient consolation. For when you hear of Job—how after the loss of his wealth, after the destruction of his herds, having lost not one or two or three, but an entire band of children in the very flower of their age, with such great virtue of soul—even if you are weaker than all men, you will easily be able to recover and restore yourself. For you, O man, attended your sick child, and saw him lying upon his bed, and heard him uttering his last words, and stood beside him breathing his final breaths, and closed his eyes, and shut his mouth; whereas that man did not even stand beside them in their death-throes, nor see them breathing their last, but the house became a single tomb for them all, and upon the same table brains and blood alike were poured out, and timbers, and tiles, and dust, and mangled flesh, and all things were confounded together alike. Yet nevertheless, after such and so many calamities, he did not lament, he did not sink into despair, but what does he say? The Lord gave, the Lord took away; as it seemed good to the Lord, so also it came to pass; blessed be the name of the Lord to the ages. Let us too utter this voice at each of the things that befall us: even if loss of wealth, and bodily infirmity, and abuse, and slander, and whatever human evil may befall us, let us say these words: The Lord gave, the Lord took away; as it seemed good to the Lord, so also it came to pass; blessed be the name of the Lord to the ages. If we practise such philosophic endurance, we shall never suffer any evil at all, even though we suffer myriad things; rather, the gain will be greater than the loss, the good things more numerous than the evils, as through these words you render God propitious to yourself and beat back the tyranny. For no sooner did his tongue utter these words than straightway the devil leapt away; and when he has leapt away, both the cloud of dejection is driven off, and the thoughts that afflict us run away, leaping out together with him, and besides all these things, both of the good things here and of those in heaven
PG 51:61 bisRead from the page
8. Epilogus sermonis quo ad patientiam in adversis cohortatur. — Haec igitur omnia et quae hesterno die ac nudiustertius dicta sunt, diligenter memoria teneamus, ac Deum precemur, ut ea in nostra mente defixa permaneant, nostrumque studium conferamus, atque ad hunc locum frequenter accedamus. Sic enim fiet, ut et ea quae superius dicta sunt conservemus, et alia rursus acquiramus: quod si quid forte lapsu temporis effluxerit, facile illud assidua doctrina exculti poterimus recuperare. Neque vero sana tantum dogmata permanebunt et incorrupta, sed et vitam nostram majori cura et cautione dirigemus, et cum voluptate animique tranquillitate hoc aevum transigere licebit. Nam quaecumque tandem perturbatio nostram animam exagitet, dum in hunc locum convenimus, facile discuti poterit: quandoquidem et Christus nunc adest, et qui cum fide ad illum accedit, facilem adepturus est curationem. Paupertate quis assidua conflictatur, et necessariis destituitur alimentis, et fame confectus saepenumero lectum petiit: tamen huc ingressus, cum audierit Paulum dicentem, in fame et siti et nuditate se degere, seque non uno, aut duobus, aut tribus diebus, sed perpetuo passum esse (quod quidem indicans aiebat, Usque in hanc horam et esurimus, et sitimus, et nudi sumus [1 Cor. 4. 11]), sufficientem ex eo consolationem percipiet, cum ex iis quae dicta sunt didicerit Deum, non quod illum odisset, in paupertate versari permisisse: neque enim, si odio prosequi hoc esset, Paulo prae caeteris omnibus amico suo id accidere permisisset: verum quod de eo sollicitus esset, eique provideret, atque ad majorem illum philosophiam promoveret. Est alius quispiam, cujus corpus morbis ac malis innumeris obsidetur? Sufficientem huic afferent consolationem paralyticorum istorum corpora, et cum illis beatus ac generosus Pauli discipulus, qui perpetuis morbis conflictabatur, nec umquam a longa aegritudine respirabat, quod etiam Paulus dicebat: Modico vino utere propter stomachum tuum, et frequentes tuas infirmitates (1. Tim. 5. 23), non simpliciter dixit infirmitates. Alius quispiam calumniis appetitus est ab iis, qui magnam illi apud populum conflarunt infamiam, atque hoc ejus animum graviter angit et perpetuo cruciat: si ingressus fuerit, et audierit, Beati estis, cum maledixerint vobis homines, et dixerint omne malum adversum vos mentientes: gaudete et exsultate, quoniam merces vestra copiosa est in caelis (Matth. 5. 11. 12): omnem deponet maerorem, et summa voluptate perfundetur; subsilite enim et exsultate, inquit, cum injecerint vobis nomen malum (Luc. 6. 22. 23). Atque illos quidem qui conviciis afficiuntur, hoc modo consolatur: eos vero qui conviciis afficiunt, aliter terret, cum ait: Omne verbum otiosum, quod loquuti fuerint homines, reddent de eo rationem, sive bonum fuerit, sive malum (Matth. 12. 36). Filiolam quispiam alius amisit, aut filium, aut alium aliquem ex propinquis, et hic si huc veniat, cum Paulus propter praesentem vitam ingemiscat, et futuram videre cupiat, eumque taedeat hic tamdiu morari, sufficienti et ipse medicamento accepto discedet, ubi dicentem illum audiverit: De dormientibus autem nolo vos ignorare, fratres, ut non contristemini sicut et caeteri, qui spem non habent (1 Thess. 4. 12).
8. Epilogue of the discourse, in which he exhorts to patience in adversity. — All these things, therefore, together with what was spoken yesterday and the day before, let us keep diligently in memory, praying to God that they may remain firmly fixed in our minds, and let us contribute our own zeal and resort frequently to this place. For thus it will come to pass that we shall both preserve what has been said above and acquire further teaching besides; and if by chance anything should slip away through the lapse of time, cultivated by assiduous instruction we shall easily be able to recover it. Nor will sound doctrines alone remain intact and uncorrupted, but we shall also direct our life with greater care and caution, and be permitted to pass through this age with joy and tranquillity of soul. For whatever turmoil may harass our soul, when we gather in this place it will easily be dispelled, inasmuch as Christ is present even now, and whoever approaches him with faith is sure to obtain an easy cure. Is someone continually buffeted by poverty, destitute of necessary food, and has he often gone to his bed worn out with hunger? Yet upon entering here and hearing Paul declare that he lived in hunger and thirst and nakedness, and suffered this not for one, or two, or three days, but continually (indicating which he said: To this very hour we both hunger and thirst, and are naked [1 Cor. 4:11]), he will derive ample consolation therefrom, learning from what has been said that God permitted him to live in poverty not out of hatred for him—for if that were a mark of hatred, he would never have allowed it to befall Paul, his friend above all others—but because he cared for him, watched over him, and was advancing him toward a higher philosophy. Is there someone else whose body is besieged by diseases and countless ills? Sufficient consolation will be brought to him by the bodies of these paralytics, and along with them the blessed and noble disciple of Paul, who wrestled continually with illnesses and never had respite from prolonged infirmity—as Paul too testified when he said: Use a little wine for the sake of your stomach and your frequent infirmities (1 Tim. 5:23), speaking not merely of infirmities, but of frequent ones. Another has been assailed with slanders by men who have stirred up great infamy against him among the populace, and this grievously distresses and continually torments his mind: if he enters here and hears: Blessed are you when men revile you, and utter all manner of evil against you falsely; rejoice and be glad, for your reward is abundant in heaven (Matt. 5:11-12), he will lay aside all sorrow and be filled with supreme joy; for, says he, leap for joy and exult when they cast out your name as evil (Luke 6:22-23). And those who suffer reviling he consoles in this way, whereas those who revile others he terrifies in another manner when he says: Every idle word that men speak, they shall render an account thereof, whether it be good or evil (Matt. 12:36). Someone else has lost a little daughter, or a son, or some other kinsman; if he too comes here—where Paul groans on account of the present life, longs to behold the life to come, and grows weary of lingering here so long—he likewise will depart having received an ample remedy once he hears him saying: But we would not have you ignorant, brethren, concerning those who are asleep, that you may not grieve even as the rest, who have no hope (1 Thess. 4:12).
Notes, col. 61 bis

On the reading

Printed permanebupt, for permanebunt.

Printed [1 Cor. 4. 11],, for [1 Cor. 4. 11]),.

PG 51:62 bisRead from the page
Non dixit De morientibus, sed De dormientibus, somnum esse mortem ostendens. Ut igitur cum dormire quemdam videmus, non turbamur, neque maerore afficimur, illum plane resurrecturum sperantes: ita cum mortem obiisse quemdam videmus, nihil perturbemur, neque animo concidamus: siquidem hoc quoque somnus est; prolixior quidem, sed tamen somnus. Itaque dormitionis nomine lugentes consolatus est, accusationem autem infidelium refutavit. Si defunctum impatienter luges, infidelem illum imitaris, qui resurrectionis fidem non habet. Ille recte luget, utpote qui nihil de rebus futuris philosophari queat: tu vero cui tot datae sunt de futura vita demonstrationes, quam ob causam in eamdem cum illo imbecillitatem devolveris? Propterea dicit, De dormientibus nolumus vos ignorare, ut non contristemini, sicut et caeteri, qui spem non habent.
He did not say, Concerning those who are dying, but, Concerning those who are asleep, showing that death is sleep. Just as, therefore, when we see someone sleeping, we are neither troubled nor afflicted with sorrow, fully expecting that he will rise again, so too when we see that someone has met death, let us be nowise disturbed nor lose heart; for this too is a sleep—longer indeed, yet nonetheless a sleep. Accordingly, by the name of falling asleep he comforted those who mourn, while refuting the charge of unbelievers. If you mourn the departed without restraint, you imitate that unbeliever who has no faith in the resurrection. He mourns with reason, inasmuch as he cannot exercise any philosophy concerning things to come; you, however, to whom so many proofs of the future life have been given—for what reason do you sink back into the same weakness as he? Therefore Paul says: Concerning those who are asleep, we would not have you ignorant, that you may not grieve even as the rest, who have no hope.
Exemplum patientiae. — Neque vero ex Novo tantum, sed etiam ex Veteri Testamento possumus consolationem haurire. Cum enim Job audis post pecuniarum jacturam, post interitum armentorum, non unum et duos, ac tres, sed integrum coetum filiorum in ipso aetatis flore amisisse, post tantam animi virtutem, quamvis omnium sis infirmissimus, facile teipsum refocillare poteris ac reficere. Nam tu quidem, o homo, aegrotanti filio adfuisti, decumbentem in lecto vidisti, postrema verba proferentem audiisti, et extremum halitum exhalanti adstitisti, depressisti oculos, et os conclusisti: at ille neque animam exhalantibus adfuit, nec exspirantes aspexit, verum tamquam uno conditi sunt omnes sepulcro aedibus suis, et in eadem mensa cerebrum pariter et sanguis fundebatur, et ligna, et tegulae, et pulvis, et carnes concisae, et omnia pariter miscebantur. Verumtamen post tot et tanta mala non luxit, non impatienter tulit: sed quid ait? Dominus dedit, Dominus abstulit, sicut Domino placuit, ita et factum est: sit nomen Domini benedictum in saecula (Job 1. 21). Hanc nos quoque vocem in singulis quae nobis accidunt proferamus, sive pecuniarum jactura, sive corporis infirmitas, sive contumelia, sive calumnia, sive quodvis aliud humanum malum acciderit, ista dicamus, Dominus dedit, Dominus abstulit: sicut Domino placuit, ita et factum est: sit nomen Domini benedictum in saecula. Ita si philosophemur, nihil umquam mali patiemur, licet innumera patiamur: sed majus lucrum erit quam damnum, plura bona quam mala per haec verba tibi evenient, dum et propitium tibi ipsi Deum reddes, et inimici tyrannidem propulsabis. Simul enim atque verba illa lingua protulit, diabolus confestim abscessit: illo porro abscedente, nubes quoque tristitiae discutitur, et cum illa celeriter aufugiunt cogitationes, quae nos affligunt; ac praeter haec omnia cum hujus vitae bona, tum illa quae nos in caelo manent, omnia consequeris.
An example of patience. — Nor is it from the New Testament alone, but from the Old Testament as well, that we can draw consolation. For when you hear that Job, after the loss of his wealth, after the destruction of his herds, lost not one, or two, or three, but the entire company of his children in the very flower of their youth—after such greatness of soul, even though you be the weakest of all men, you will easily be able to revive and restore yourself. For you indeed, O man, stood beside your ailing son, saw him lying upon his bed, heard him uttering his last words, stood by him as he breathed his last breath, pressed shut his eyes, and closed his mouth; Job, however, neither stood beside them as they yielded up their spirit nor looked upon them as they breathed their last, but they were all buried together inside their house as though in a single sepulchre, and upon the very same table brains and blood were poured out together, and timbers, tiles, dust, and mangled flesh were all mingled together alike. Nevertheless, after so many and such great calamities, he did not wail nor bear it impatiently; rather, what did he say? The Lord gave, the Lord has taken away; as it has pleased the Lord, so has it come to pass: blessed be the name of the Lord for ever (Job 1:21). Let us too utter this saying in everything that befalls us: whether loss of money, or bodily infirmity, or insult, or slander, or any other human calamity befalls us, let us speak these words: The Lord gave, the Lord has taken away; as it has pleased the Lord, so has it come to pass: blessed be the name of the Lord for ever. If we practise such philosophy, we shall never suffer any harm, even though we suffer countless ills; rather, the gain will be greater than the loss, and more blessings than evils will accrue to you through these words, as you render God propitious to yourself and repel the tyranny of the enemy. For no sooner has the tongue uttered those words than the devil straightway departs; and upon his departure, the cloud of sadness too is scattered, and with it swiftly flee away the thoughts that afflict us; and besides all this, you will obtain in full both the good things of this life and those that await us in heaven.