Migne Reading Room

PG 51 · cols. 376–379 bis · Read from the page

Homilia in illud: Cum venisset Petrus Antiochiam, in faciem ei restiti (Gal. 2:11; Hom. XXXIV [XXV of Tome III Part I])

Homilia in illud: Cum venisset Petrus Antiochiam, in faciem ei restiti (Gal. 2:11; Hom. XXXIV [XXV of Tome III Part I])

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:376Read from the page
αὐτὸν διείλοντο πάντες, πρῶτον πάντων τῆς μανίας αὐτῶν κατατολμήσαντα;
divide him among them all, since first of all men he had braved their madness?
εʹ. Τὸ γὰρ δὴ μέγα τοῦτό ἐστιν, οὐχ ὅτι Χριστὸν ὡμολόγησεν, ἀλλ' ὅτι πρὸ τῶν ἄλλων ἁπάντων μαινομένων αὐτῶν καὶ οἰδούντων ἀπὸ τοῦ φόνου, ὡμολόγησε μετὰ παῤῥησίας. Ὥσπερ οὖν ἐν πολέμῳ καὶ παρατάξει, φάλαγγος συμπεφραγμένης, ἐκεῖνον μάλιστα θαυμάζομεν τὸν πρὸ τῶν ἄλλων πηδῶντα, καὶ τὸ μέτωπον αὐτῆς διαῤῥηγνύντα (οὐ γὰρ δὴ τούτου μόνου, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα ὑφ' ἑτέρων γινομένων κατορθωμάτων οὗτος ἂν εἴη πάντων αἴτιος, ὁ τὴν ἀρχὴν καὶ τὴν εἴσοδον παρασχών), οὕτω δὴ καὶ ἐπὶ τοῦ Πέτρου λογίζεσθαι χρὴ, ὅτι πρῶτος εἰσελθὼν, καὶ τὸ μέτωπον τῆς φάλαγγος τῆς Ἰουδαϊκῆς διαῤῥήξας, καὶ τὴν μακρὰν ἐκείνην δημηγορίαν κατατείνας, οὕτω καὶ τοῖς ἄλλοις ἀποστόλοις ἔδωκεν εἴσοδον. Κἂν Ἰωάννης, κἂν Ἰάκωβος, κἂν Παῦλος, κἂν ἄλλος ὅστισοῦν μετὰ ταῦτα μέγα τι ποιῶν φαίνηται, ἁπάντων οὗτος πλεονεκτεῖ, ὁ προοδοποιήσας αὐτῶν τῇ παῤῥησίᾳ, καὶ διανοίξας τὴν εἴσοδον, καὶ δοὺς αὐτοῖς, καθάπερ ποταμῷ πολλῷ φερομένῳ ῥεύματι, μετὰ πολλῆς ἀδείας ἐπεισελθεῖν, καὶ τοὺς μὲν ἐναντιουμένους παρασύρειν, τῶν δὲ μετ' εὐνοίας ἀκουόντων τὰς ψυχὰς ἄρδειν διηνεκῶς. Ἆρ' οὖν μετὰ τὸν σταυρὸν τοιοῦτος; πρὸ δὲ τοῦ σταυροῦ οὐ πάντων θερμότερος; οὐχὶ τὸ στόμα τῶν ἀποστόλων ἦν; οὐχὶ πάντων σιγώντων αὐτὸς ἐφθέγγετο; Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; φησὶν ὁ Χριστός· καὶ οἱ μὲν Ἠλίαν ἔλεγον, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν. Ὑμεῖς δὲ τίνα με λέγετε, φησὶν, εἶναι; Εἶτα ἀποκριθεὶς Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὑμεῖς, εἶπε, καὶ ἀντὶ πάντων τοῦ σώματος φθέγγεται, οὕτως ἡ γλῶττα τῶν ἀποστόλων Πέτρος ἦν, καὶ ἀντὶ πάντων αὐτὸς ἀπεκρίνατο. Ἆρ' οὖν ἐνταῦθα μόνον τοιοῦτος, ἀλλαχοῦ δὲ καθυφίησι τῆς σπουδῆς; Οὐδαμῶς· ἀλλὰ διὰ πάντων καὶ ἐν πᾶσι τὴν αὐτὴν ἐμφαίνει θερμότητα. Καὶ γὰρ εἰπόντος τοῦ Χριστοῦ· Παραδώσουσι τὸν Υἱὸν τοῦ ἀνθρώπου, καὶ μαστιγώσουσι, καὶ σταυρώσουσιν, αὐτός φησιν· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Μὴ γὰρ δὴ τοῦτο ἐξετάσωμεν, ὅτι ἀπερίσκεπτος ἡ ἀπόκρισις, ἀλλ' ὅτι γνησίου πόθου ἦν καὶ ζέοντος. Πάλιν ἀνέβη εἰς τὸ ὄρος, καὶ μετεμορφώθη· ὤφθη μεταξὺ Ἠλίας ἐκεῖ καὶ Μωϋσῆς διαλεγόμενος. Πάλιν κἀκεῖ ὁ Πέτρος· Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς.
5. For this indeed is the great thing, not that he confessed Christ, but that before all the rest, while those men were raging and swollen from the slaughter, he confessed Him with boldness. Just as in war and battle array, therefore, when a phalanx is serried fast, we marvel most of all at the man who leaps forward before the rest and breaks through its front (for he who furnished the beginning and the entrance would be the author not of this feat alone, but of all the achievements wrought afterwards by others), even so must one reckon in Peter's case too: that by entering first, breaking through the front of the Jewish phalanx, and delivering at length that long public address, he thus gave entrance to the other apostles as well. Even if John, even if James, even if Paul, even if any other man whomsoever afterwards appears doing some great deed, this man surpasses them all, since he cleared the way for their boldness, opened the entrance, and granted them, like a river borne along in a mighty stream, to pour in with great fearlessness, sweeping away adversaries while continually watering the souls of those who listened with goodwill. Was he such only after the cross, then? And before the cross was he not more fervent than all? Was he not the mouth of the apostles? When all kept silent, did not he himself utter speech? Whom do men say that I, the Son of Man, am? says Christ; and some said Elijah, others Jeremiah, and others one of the prophets. But whom do you say, He asks, that I am? Then Peter answering said: You are the Christ, the Son of the living God. You, He said, and on behalf of all in the body he utters speech—so truly was Peter the tongue of the apostles, and on behalf of all he himself answered. Was he such only here, then, while elsewhere he slackens his zeal? By no means; rather throughout all things and in all cases he displays the same fervour. For when Christ said: They will deliver up the Son of Man, and scourge Him, and crucify Him, he himself says: Far be it from You, Lord; this shall never be to You. Let us not examine this point, that the answer was unreflecting, but that it sprang from genuine and seething affection. Again He went up upon the mountain and was transfigured; Elijah and Moses appeared there meanwhile conversing with Him. Again there too Peter says: If You will, let us make three tabernacles here.
ςʹ. Ὅρα πῶς ἐφίλει τὸν διδάσκαλον, καὶ σκόπει τὴν ἀκρίβειαν, καὶ τὴν σύνεσιν. Ἐπειδὴ γὰρ τότε ἁπλῶς ἀποκριθεὶς ἐπεστομίσθη, ἐνταῦθα τῇ ἐξουσίᾳ τοῦ διδασκάλου ἐπιτρέπει τὸ πρᾶγμα· Εἰ θέλεις, λέγων. Συμβαίνει γὰρ, φησὶ, καὶ νῦν ἀπερισκέπτως με πόθῳ κινούμενον εἰπεῖν. Ἵν' οὖν μὴ τὴν αυτὴν ἐπιτίμησιν δέξηται· Εἰ θέλεις, φησί. Συμπόσιον ἦν ἐκεῖνο πάλιν τὸ ἅγιον καὶ φρικῶδες· καὶ τότε λέγοντος τοῦ Ἰησοῦ· Εἷς ἐξ ὑμῶν παραδώσει με, πάλιν ὁ Πέτρος διὰ μὲν τὴν ἐπιτίμησιν τὴν ἤδη γενομένην ἐρωτῆσαι τὸν διδάσκαλον οὐκ ἐτόλμησε· διὰ δὲ τὸν πόθον, ὃν εἶχε, σιγῆσαι οὐκ ἠνέσχετο· ἀλλ' ἐσπούδασε καὶ μαθεῖν, καὶ μὴ δόξαι προπετής τις εἶναι καὶ ἀπερίσκεπτος.
6. Behold how he loved the Teacher, and observe his precision and prudence. For since at that former time, having answered rashly, he was silenced, here he commits the matter to the authority of the Teacher, saying: If You will. For it may happen, he says, that now too, moved by affection, I speak unreflectingly. Lest he receive the same rebuke, therefore, he says: If You will. Again there was that holy and awe-inspiring banquet; and when Jesus then said: One of you will betray Me, Peter again, on account of the rebuke that had already taken place, did not venture to question the Teacher; yet on account of the affection he held, he could not endure to keep silent, but was eager both to learn and not to seem headstrong and unreflecting.
Notes, col. 376

On the reading

Printed αυτὴν, for αὐτὴν.

PG 51:377Read from the page
Πῶς οὖν καὶ τὴν ἐπιθυμίαν ἐπλήρωσε, καὶ ἀσφάλειαν ἑαυτῷ προῳκονόμησεν; Ἵνα τῷ μὲν βουληθῆναι μαθεῖν τὸν ἀκάθεκτον δείξῃ πόθον, τῷ δὲ μὴ δι' ἑαυτοῦ τοῦτο ποιῆσαι, ἀλλ' ἕτερον προβαλέσθαι, τὴν εὐλάβειαν ἐμφαίνῃ καὶ τὴν ἐπιείκειαν ἅπασαν. Καὶ γὰρ στενά μοι πάντοθεν, φησί· περὶ προδοσίας ἐστὶ λόγος τοῦ Δεσπότου· μέγας ὁ κίνδυνος, ὁ κρημνὸς ἑκατέρωθεν. Ἂν σιγήσω, ἡ μέριμνα κατεσθίει μου τὴν ψυχήν· ἂν εἴπω, δέδοικα μή ποτε ἐπιτίμησιν δέξωμαι πάλιν. Μέσην οὖν ἦλθεν ὁδὸν, καὶ ὁ πανταχοῦ προπηδῶν, τότε τῆς Ἰωάννου παῤῥησίας ἐδεῖτο, ὥστε μαθεῖν τὸ λεγόμενον. Οὐδὲν γὰρ ἕτερον ἀνέπνει, καὶ εἶχεν ἐν τῇ ψυχῇ διηνεκῶς, ἀλλ' ἢ τὸν διδάσκαλον μόνον. Διὰ τοῦτο καὶ δεσμωτηρίων καὶ μυρίων μετὰ ταῦτα κατετόλμα θανάτων, καὶ πάσης τῆς παρούσης κατεγέλα ζωῆς. Δι' ἐκεῖνον καὶ μάστιγας λαβὼν, καὶ τοὺς μώλωπας ἔχων ἐπὶ τοῦ νώτου, πρὸς τοὺς μ⟨…⟩τίξαντας ἔλεγεν· Οὐ δυνάμεθα ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. Εἶδες φρόνημα ἀδούλωτον; εἶδες παῤῥησίαν ἀχείρωτον; εἶδες ψυχὴν οὐρανίου πόθου καὶ ἔρωτος γέμουσαν; Πῶς οὖν τολμᾷς λέγειν, ὅτι φοβούμενος τοὺς ἐκ περιτομῆς, ὑπέστελλεν ἑαυτὸν καὶ ἀφώρισε; Καὶ πολλὰ δὲ ἕτερα ἐνῆν εἰπεῖν περὶ Πέτρου, δεικνύντα αὐτοῦ τὴν θερμότητα, καὶ τὴν ἀνδρείαν, καὶ τὸν πόθον, ὃν εἶχε περὶ τὸν Χριστόν· ἀλλ' ἵνα μὴ μηκύνωμεν ἀκαίρως τὸν λόγον, ἀρκεῖ τὰ εἰρημένα. Οὐδὲ γὰρ ἐγκώμιον αὐτοῦ τήμερον εἰπεῖν πρόκειται, ἀλλὰ τὴν δοκοῦσαν εἶναι ζήτησιν λῦσαι, καὶ εἰς πέρας ἀγαγεῖν.
How then did he both fulfil his desire and provide safety for himself beforehand? So that by wishing to learn he might show his unrestrainable affection, while by not doing this through himself, but putting another forward, he might display all reverence and modesty. For straits hem me in on every side, he says: the speech concerns betrayal of the Master; great is the peril, the precipice lies on either hand. If I keep silent, anxiety devours my soul; if I speak, I fear lest I receive a rebuke once again. He took a middle road, therefore, and he who everywhere leaped forward before all then had need of John's boldness in order to learn what was spoken. For he breathed nothing else, and held nothing else continually in his soul, save the Teacher alone. On this account afterwards he braved both prisons and ten thousand deaths, and laughed to scorn all this present life. Having received scourgings for His sake, and bearing the welts upon his back, he said to those who had scourged⟨…⟩ him: We cannot but speak the things which we saw and heard. Did you see an unenslaved spirit? Did you see unconquered boldness? Did you see a soul teeming with heavenly longing and love? How then do you dare to say that out of fear of those of the circumcision he drew back and separated himself? Many other things as well might have been spoken concerning Peter, showing his fervour, and his manliness, and the affection he held towards Christ; yet lest we lengthen our discourse unseasonably, what has been said suffices. For our purpose today is not to deliver an encomium of him, but to resolve the apparent question and bring it to an end.
ζʹ. Σὺ δὲ καὶ ἑτέρωθεν σκόπει, πῶς οὐκ ἔστι πιθανὴ ἡ κατηγορία. Τότε μὲν γὰρ παρὰ τὴν ἀρχὴν, ὅτε ἔλεγε· Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, ἀνέστησεν ὁ Θεὸς, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, τότε μεταξὺ ἐχθρῶν ἦν, ἔτι φονώντων, ἔτι τῷ θυμῷ ζεόντων, ἔτι βουλομένων διασπάσασθαι τοὺς μαθητάς. Ἤκμαζε γὰρ αὐτοῖς ἔτι τὸ πάθος, καὶ ᾤδει ἡ διάνοια τῷ θυμῷ. Νυνὶ δὲ, ὅτε ταῦτα Παῦλος ἔγραφεν, ἑπτὰ καὶ δέκατον ἔτος εἶχε τὸ κήρυγμα. Εἰπὼν γάρ· Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα, λέγει πάλιν, ὅτι Μετὰ δεκατέσσαρα ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα. Ὁ τοίνυν τότε ἐν προοιμίοις τοῦ κηρύγματος μὴ φοβηθεὶς, νῦν μετὰ χρόνον τοσοῦτον φοβεῖται; ὁ ἐν Ἱεροσολύμοις μὴ δείσας, ἐν Ἀντιοχείᾳ δέδοικεν; ὁ, πολεμίων κυκλωσάντων αὐτὸν, μὴ πτοηθεὶς τότε, νῦν οὐδὲ πολεμίων παρόντων, ἀλλὰ πιστῶν καὶ μαθητῶν, ἀγωνιᾷ, καὶ δέδοικε, καὶ οὐκ ὀρθοποδεῖ; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, ἀναπτομένης μὲν τῆς πυρᾶς καὶ εἰς ὕψος ἐγειρομένης κατατολμᾷν, σβεσθεῖσαν δὲ καὶ γενομένην τέφραν δεδοικέναι καὶ τρέμειν; Εἰ δειλὸς ἦν καὶ ἄνανδρος ὁ Πέτρος, ἐν ἀρχῇ τοῦ κηρύγματος, ἐν τῇ μητροπόλει τῶν Ἰουδαίων, ὅπου πάντες ἦσαν οἱ πολέμιοι, τότε ἂν ἔδεισεν, οὐ μετὰ χρόνον τοσοῦτον ἐν τῇ χριστιανικωτάτῃ πόλει, οὐδὲ φίλων καὶ γνησίων παρόντων. Ὥστε οὔτε ὁ καιρὸς, οὔτε ὁ τόπος, οὔτε ἡ ποιότης τῶν προσώπων ἀφίησιν ἡμᾶς πιστεῦσαι τοῖς λεγομένοις οὕτως ὡς εἴρηται, καὶ καταγνῶναι τοῦ Πέτρου δειλίαν. Ἐπῃνέσατε τὰ εἰρημένα; Καίτοι γε ἐν ἀρχῇ τὸν
7. Consider from another side also how implausible the accusation is. For at that time near the beginning, when he said: This Jesus, Whom you crucified, God raised up, having loosed the pangs of death, he was in the midst of enemies who were still thirsting for blood, still seething with wrath, still wishing to tear the disciples apart. For their passion was still at its height, and their mind was swollen with rage. Now, however, when Paul was writing these things, the preaching was in its seventeenth year. For having said: After three years I went up to Jerusalem, he says again: After fourteen years I went up to Jerusalem. Does he, then, who was not afraid at that time in the outset of the preaching, feel fear now after so long a time? Is he who felt no dread in Jerusalem afraid in Antioch? Does he who was undaunted then when foes surrounded him, now, when not even foes are present, but believers and disciples, fall into anguish, and tremble, and fail to walk uprightly? And how could this hold reason: while the pyre is kindling and rising on high, to brave it boldly, yet once it is quenched and turned to ashes, to fear and tremble at it? Had Peter been cowardly and unmanly, he would have feared at the beginning of the preaching, in the mother-city of the Jews, where all were foes, not after so long a time in the most Christian city, nor when friends and true brethren were present. Thus neither the time, nor the place, nor the character of the persons suffers us to believe what is said just as it is stated, and to condemn Peter of cowardice. Did you praise what has been spoken? Yet at the beginning you
PG 51:378Read from the page
Παῦλον ἐθαυμάζετε, καὶ τῆς παῤῥησίας αὐτὸν ἐξεπλήττεσθε· ἀλλ' ἰδοὺ περιέτρεψε τὴν κατηγορίαν ὁ λόγος. Ἀλλ' ὥσπερ ἀρχόμενος ἔλεγον, ὅτι οὐδέν μοι ὄφελος, ἐὰν Παύλου καλῶς ποιοῦντος, ὁ Πέτρος δειχθῇ μὴ καλῶς ποιῶν (τὰ γὰρ ἐγκλήματα καὶ ἡ καθ' ἡμῶν αἰσχύνη μένει, ἄν τε οὗτος, ἄν τε ἐκεῖνος διημαρτηκὼς τύχῃ), οὕτω καὶ νῦν τὸ αὐτὸ λέγω πάλιν, ὡς οὐδέν μοι ὄφελος, ἂν Πέτρου τὴν κατηγορίαν ἀποσκευασαμένου, ὁ Παῦλος φαίνηται θαρσαλέως καὶ ἀπερισκέπτως τοῦ συναποστόλου κατηγορῶν. Φέρε οὖν, καὶ τοῦτον τῶν ἐγκλημάτων ἀπολύσωμεν. Τί οὖν; ὁ μὲν Πέτρος τοιοῦτος, ὁ δὲ Παῦλος οὐ τοιοῦτος; καὶ τί Παύλου θερμότερον γένοιτ' ἂν, ὃς καθ' ἑκάστην ἡμέραν ἀπέθνησκε διὰ τὸν Χριστόν; Ἀλλὰ νῦν οὐ περὶ ἀνδρείας ἡμῖν ὁ λόγος, (τί γὰρ πρὸς τὸ προκείμενον τοῦτο;) ἀλλ' εἰ ἀπεχθῶς πρὸς τὸν ἀπόστολον διέκειτο, ἢ εἰ κενοδοξίας τινὸς καὶ φιλονεικίας ἦν αὕτη ἡ μάχη. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· μὴ γένοιτο. Οὐδὲ γὰρ Πέτρου τοῦ κορυφαίου τῶν ἁγίων ἐκείνων μόνον, ἀλλὰ καὶ πάντων δοῦλος ἦν ἁπλῶς τῶν ἀποστόλων ὁ Παῦλος, καὶ ταῦτα πλεονεκτῶν ἁπάντων κατὰ τοὺς κόπους· ἀλλ' ὅμως πάντων ἑαυτὸν ἔσχατον εἶναι ἐνόμιζεν. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· οὐ μόνον δὲ τῶν ἀποστόλων, ἀλλὰ καὶ τῶν ἁγίων ἁπλῶς ἁπάντων. Ἐμοὶ γὰρ, φησὶ, τῷ ἐλαχίστῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη.
Marvelled at Paul, and stood amazed at him for his boldness; yet behold, the discourse has turned the accusation upside down. Yet just as I said in beginning, that it is no profit to me if while Paul acts well Peter is shown acting ill (for the charges and the shame against us remain, whether this one or that one happens to have erred), so now also I say the same thing again, that it is no profit to me if, once Peter has thrown off the accusation, Paul appears accusing his fellow-apostle audaciously and unreflectingly. Come, therefore, let us acquit this man also of the charges. What then? Was Peter such a man, while Paul was not such? And what could be more fervent than Paul, who died every day for Christ's sake? Yet our discourse now does not concern manliness (for what has this to do with the matter before us?), but whether he was hostilely disposed towards the apostle, or whether this battle sprang from some vainglory and contentiousness. Yet not even this can one say; far be it! For Paul was the servant not only of Peter, the chief of those saints, but simply of all the apostles, and this though he surpassed them all in labours; nevertheless he deemed himself last of all. For I am the least of the apostles, he says, who am not meet to be called an apostle; and not only of the apostles, but simply of all the saints. For to me, the least of all the saints, he says, was this grace given.
ηʹ. Εἶδες συντετριμμένην ψυχήν; εἶδες πῶς ἑαυτὸν κατώτερον πάντων ἵστησι τῶν ἁγίων, οὐχὶ τῶν ἀποστόλων μόνον; Ὁ δε οὕτω περὶ πάντας διακείμενος, ᾔδει καὶ πόσης τὸν Πέτρον προεδρίας ἀπολαύειν ἐχρῆν, καὶ ᾐδεῖτο μάλιστα πάντων ἀνθρώπων τοῦτον, καὶ ὡς ἄξιος ἦν, οὕτω περὶ αὐτὸν διέκειτο. Καὶ τοῦτο ἐκεῖθεν δῆλον. Ἡ οἰκουμένη πᾶσα πρὸς αὐτὸν ἔβλεπεν, αι φροντίδες τῶν πανταχοῦ τῆς γῆς Ἐκκλησιῶν τῆς ἐκείνου ψυχῆς ἦσαν ἐξηρτημέναι, μυρία ἐμερίμνα καθ' ἑκάστην ἡμέραν πράγματα, πάντοθεν αὐτὸν ἐκύκλουν κηδεμονίαι, προστασίαι, διορθώσεις, συμβουλαὶ, παραινέσεις, διδασκαλίαι, μυρίων οἰκονομίαι πραγμάτων· καὶ πάντα ἐκεῖνα ἀφεὶς, ἀπῆλθεν εἰς Ἱεροσόλυμα, καὶ πρόφασις τῆς ὁδοῦ οὐδεμία ἑτέρα ἦν, ἀλλ' ἢ τὸ Πέτρον ἰδεῖν, καθὼς αὐτός φησιν· Ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον· οὕτως αὐτὸν ἐτίμα, καὶ πρὸ πάντων ἦγε. Τί οὖν; ἰδὼν αὐτὸν εὐθέως ἀνεχώρησεν; Οὐδαμῶς· ἀλλ' ἐπέμεινε πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Εἴ τινα οὖν στρατηλάτην ἴδοις, εἰπέ μοι, γενναῖον καὶ θαυμαστὸν, τοῦ πολέμου συγκεγροτημένου, τῆς παρατάξεως συνεστώσης, τῆς μάχης ζεούσης, μυρίων αὐτὸν πάντοθεν καλούντων πραγμάτων, ἀφέντα τὴν παράταξιν, καὶ πρὸς ἐπίσκεψίν τινος ἀπελθόντα φίλου, ἆρα ἑτέραν μείζονα ταύτης ζητεῖς ἀπόδειξιν, εἰπέ μοι, τῆς πρὸς τὸν ἄνθρωπον ἐκεῖνον εὐνοίας; Οὐκ ἔγωγε οἶμαι. Τοῦτο τοίνυν καὶ ἐπὶ Παύλου καὶ Πέτρου λογίζου. Καὶ γὰρ καὶ ἐνταῦθα πόλεμος συνειστήκει χαλεπὸς, καὶ παράταξις ἦν, καὶ μάχη, οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ μάχη περὶ τῆς τῶν ἀνθρώπων σωτηρίας· ἀλλ'
8. Did you see a contrite soul? Did you see how he sets himself lower than all the saints, not than the apostles alone? Now he who was thus disposed towards all knew also how great a precedence Peter ought to enjoy, revered this man most of all men, and was disposed towards him just as he deserved. And this is evident from the following. The whole inhabited world looked to him, the cares of the Churches everywhere on earth hung upon his soul, every day he cared for ten thousand affairs, on every side solicitudes, presidencies, corrections, counsels, exhortations, teachings, and administrations of countless matters encircled him; and leaving all those things aside, he departed to Jerusalem, and there was no other motive for the journey save to see Peter, just as he himself says: I went up to Jerusalem to visit Peter; so greatly did he honour him and set him before all. What then? Having seen him, did he withdraw straightway? By no means; rather he remained with him fifteen days. If, then, tell me, you should see a noble and admirable general, when war has been joined, the battle line drawn up, the fight seething, and ten thousand affairs summoning him from every side, leaving the battle array and departing to visit a certain friend, do you seek any greater proof than this, tell me, of his goodwill towards that man? For my part I think not. Reckon this, therefore, in the case of Paul and Peter as well. For here too a grievous war had been joined, and there was battle array and fighting, not against men alone, but against the principalities, against the authorities, against the world-rulers of the darkness of this age, and a battle concerning the salvation of men; yet
Notes, col. 378

On the reading

Printed δε, for δὲ.

Printed αι, for αἱ.

Printed συγκεγροτημένου, for συγκεκροτημένου.

PG 51:377 bisRead from the page
Quo pacto igitur et cupiditatem explevit, et caute suae securitati providit? Ut eo ipso quod discere vellet, invictum amorem ostenderet: quod autem hoc ipse per se non faceret, sed alterum objiceret, pietatem et modestiam omnem prae se ferret. Undique enim mihi angustiae, inquit: de proditione Domini agitur, ingens est periculum, praecipitium utrinque. Si tacuero, exedit animam sollicitudo: si dixero, vereor ne forte rursus increpationem excipiam. Mediam itaque viam tenuit, et qui ubique prosiliebat ante caeteros, tum fiducia Joannis indigebat, ut id, de quo agebatur, cognosceret. Nihil enim aliud spirabat, et in animo perpetuo habebat, quam magistrum tantum. Propterea carceres et innumera deinde mortis genera subibat audacter, totamque vitam praesentem spernebat. Propter illum et cum verberibus caesus esset, et tergum haberet vibicibus exaratum, sic eos a quibus caesus verberibus fuerat, alloquebatur: Non possumus nos quae vidimus et audivimus non loqui (Act. 4. 20). Vides indomitum animum? vides fiduciam invictam? vides animam caelesti desiderio et amore redundantem? Quomodo ergo dicere audes illum, quod metueret eos, qui ex circumcisione erant, se subtraxisse, ac segregasse? Multa quoque alia de Petro dici poterant, quae ipsius ardorem, fortitudinem, amorem, quem habebat in Christum, ostenderent: sed ne longius sermonem et importune producamus, sufficient ea quae dicta sunt. Neque enim de laudibus ejus orationem habere nobis propositum est, sed quaestionem solvere, quae se videbatur offerre, atque ad finem perducere.
How then did he both satisfy his desire and cautiously provide for his own safety? In such a way that, by his very wish to learn, he showed his unconquerable love, while by not doing this himself in person, but putting forward another, he displayed complete reverence and modesty. For I am hemmed in on every side, he says: the betrayal of the Lord is at stake, the danger is vast, and there is a precipice on either hand. If I keep silent, anxiety gnaws away my soul; if I speak, I fear lest perhaps I receive a rebuke once again. He therefore took a middle course, and the man who everywhere else leapt forward ahead of the rest then stood in need of John's boldness in order to learn what was afoot. For he breathed nothing else, and held nothing perpetually in mind, save his Master alone. On this account he afterwards boldly endured prisons and countless forms of death, and scorned the whole of this present life. For his sake, even when he had been beaten with rods and had his back furrowed with weals, he addressed the very men by whom he had been scourged in these words: We cannot refrain from speaking of what we have seen and heard (Act. 4. 20). Do you see an indomitable spirit? Do you see unconquered boldness? Do you see a soul overflowing with heavenly longing and love? How then do you dare to say that out of fear of those who were of the circumcision he drew back and separated himself? Many other things could also have been said of Peter to show his ardour, fortitude, and the love that he bore towards Christ; yet lest we prolong our discourse unduly and unseasonably, what has been said will suffice. For our purpose is not to deliver a panegyric in his praise, but to resolve the question that seemed to present itself and bring it to a conclusion.
7. Tu vero aliunde quoque perpende, quam parum probabilis sit accusatio. Nam tum quidem sub ipsum principium, quando dicebat, Hunc Jesum, quem vos crucifixistis, suscitavit Deus, solutis doloribus mortis (Act. 2. 24), tum inter inimicos erat, adhuc caedem anhelantes, adhuc ira ferventes, adhuc discipulos volentes discerpere. Vigebat enim adhuc illorum perturbatio, et mens ira tumebat. Nunc autem, cum Paulus ista scriberet, decimus septimus agebatur annus, ex quo coeperat evangelium praedicari. Cum enim dixisset, Post annos tres ascendi Jerosolymam (Gal. 1. 18), ait rursus, Post annos quatuordecim ascendi Jerosolymam (Gal. 2. 1). Qui ergo in praedicationis exordiis non timuit, nunc post tantum elapsum tempus timet? qui non metuerat Jerosolymis, Antiochiae metuebat? qui cum ab hostibus circumsessus esset, tum non est territus; nunc cum nec ulli hostes adsunt, sed fideles ac discipuli, metu angitur et reformidat, nec recte ambulat? Quis hoc rationi consentaneum arbitretur, dum succenditur rogus, et in altum exsurgit, audacter in eum pergere, exstinctum autem et redactum in cinerem reformidare et contremiscere? Si timidus fuisset et minime strenuus Petrus, initio praedicationis, in metropoli Judaeorum, ubi hostes erant omnes, tunc reformidasset, non post tantum tempus in urbe Christianissima, neque praesentibus amicis et familiaribus.
7. Consider from another angle as well how implausible the accusation is. For at that time, right at the very beginning, when he said, This Jesus, whom you crucified, God raised up, having loosed the pangs of death (Act. 2. 24), he stood among enemies who were still panting for bloodshed, still seething with wrath, still wishing to tear the disciples apart. For their tumult was still at its height, and their minds were swollen with rage. Now, however, when Paul was writing those words, it was the seventeenth year since the gospel had begun to be preached. For after saying, After three years I went up to Jerusalem (Gal. 1. 18), he says again, After fourteen years I went up to Jerusalem (Gal. 2. 1). Does the man who was unafraid at the outset of the preaching now grow afraid after so great a lapse of time? Was the man who had felt no fear at Jerusalem fearful at Antioch? When surrounded by enemies, he was not terrified then; now, when no enemies at all are present, but only believers and disciples, is he gripped by fear and cowed, failing to walk uprightly? Who would judge it consistent with reason to stride boldly into a pyre while it is ablaze and towering high, yet shrink back and tremble before it once it has been extinguished and reduced to ashes? Had Peter been timid and lacking in courage, he would have shrunk back at the beginning of the preaching, in the metropolis of the Jews, where everyone was an enemy — not after so long a time in a most Christian city, nor in the presence of friends and companions.
Notes, col. 377 bis

On the reading

Printed Neqne, for Neque.

Printed bostes, for hostes.

PG 51:378 bisRead from the page
Itaque nec tempus, nec locus, neque conditio personarum nos ita verbis illis finem sivit habere, ut dictum est, et Petrum timoris accusare. Laudastis quae dicta sunt? Atqui Paulum initio mirabamini, ejusque fiduciam obstupescebatis: at ecce accusationem invertit oratio. Sed ut initio dicebam nihil mihi prodesse, si Paulo recte faciente, Petrum constet non recte fecisse (manet enim crimen, et pudor in nos redundat, sive hic sive ille peccaverit): ita nunc etiam idem rursus dico, nihil mihi prodesse, si accusationem a se amoliente Petro, Paulum appareat audacter et inconsiderate coapostolum accusasse. Age igitur hunc etiam crimine liberemus. Quid ergo? Talis quidem erat Petrus, Paulus vero talis non erat? Et quid Paulo ardentius, qui propter Christum quotidie moriebatur? Verumtamen non agitur nunc apud nos de fortitudine, (quid enim hoc facit ad propositum?) sed num odio quopiam prosequeretur apostolum, vel num vanae gloriae causa vel contentionis esset illa pugna exorta. Sed ne hoc quidem dici potest; absit. Non enim Petri sanctorum illorum principis solum, sed et omnium in universum apostolorum servus erat Paulus, idque cum omnes exantlandis laboribus superaret, attamen omnium se ultimum reputabat. Ego enim, inquit, sum minimus apostolorum, qui non sum dignus vocari apostolus (1 Cor. 15. 9): non solum autem apostolorum, sed et sanctorum plane omnium. Mihi enim, inquit, omnium sanctorum minimo data est haec gratia (Ephes. 3. 8).
Therefore neither the time, nor the place, nor the character of the persons has allowed us to rest satisfied with those words at face value, as they were spoken, and to accuse Peter of cowardice. Did you applaud what has been said? Yet at the start you admired Paul and stood amazed at his boldness; and see how our discourse has turned the accusation around! Still, just as I said at the beginning that it profits me nothing if, while Paul acted rightly, Peter is shown not to have acted rightly (for the reproach remains, and the shame rebounds upon us, whether the one or the other sinned), so now too I repeat the very same thing: it profits me nothing if, once Peter clears himself of the charge, Paul appears to have accused his fellow apostle rashly and without consideration. Come then, let us clear him also of blame. What then? Was Peter such a man, while Paul was not? And what could be more ardent than Paul, who died daily for Christ's sake? Yet our inquiry now is not about courage (for what has that to do with the point at issue?), but whether he pursued the apostle with some hatred, or whether that clash arose out of vainglory or rivalry. Yet not even this can be said — far from it! For Paul was the servant not only of Peter, the leader of those saints, but also of all the apostles universally; and although he surpassed them all in enduring labours, he nevertheless reckoned himself the last of all. For I, he says, am the least of the apostles, who am not worthy to be called an apostle (1 Cor. 15. 9) — and not only of the apostles, but indeed of all the saints altogether. For to me, he says, the very least of all the saints, was this grace given (Ephes. 3. 8).
8. Vides animam humilem? vides ut se omnium sanctorum infimum statuat, non apostolorum tantum? Porro qui sic erga omnes affectus erat, sciebat et quanta honoris praerogativa Petro deberetur, eumque prae caeteris omnibus colebat hominibus, et ut dignus erat, ita erga illum affectus erat. Atque hoc inde constat. In illum totius orbis terrarum oculi erant conversi, Ecclesiarum universae terrae cura ab illius anima pendebat, de rebus innumeris quotidie sollicitus erat, undique illum circumsidebant procurationes, praefecturae, correctiones, consilia, cohortationes, doctrinae, mille negotiorum expeditiones: et omnibus illis omissis Jerosolymam se contulit, nec illius suscepti itineris alia fuit occasio ulla, nisi ut Petrum videret, sicut ait ipse: Ascendi Jerosolymam videre Petrum (Gal. 1. 18), sic ipsum honorabat, et omnibus praeferebat. Quid ergo? cum ipsum vidisset, confestim recessit? Nequaquam: sed apud ipsum diebus quindecim mansit. Si quem igitur magistrum militum videas, dic, sodes, generosum et eximium, indicto jam bello, militum acie jam disposita, jam pugna commissa, cum innumera illum vocarent negotia, relicta acie ad visitandum quempiam amicum se alio conferre, num quam aliam majorem, quaeso, demonstrationem quaereres ipsius erga hominem illum benevolentiae? Non equidem arbitror. Hoc igitur et de Paulo Petroque existima. Siquidem hic quoque bellum grave conflatum erat, et acies et pugna erat non adversus homines tantum, sed et adversus principes, adversus potestates, adversus mundi rectores tenebrarum saeculi hujus (Eph. 6. 12), et de salute hominum pugna: sic tamen Petrum reverebatur, ut cum tanta immineret, urgeretque necessitas, ad illum excurreret Jerosolymam, et cum apud eum quindecim dies mansisset, tum demum rediret.
8. Do you see a humble soul? Do you see how he places himself lowest of all the saints, and not of the apostles alone? Furthermore, a man so disposed towards everyone knew well how great a prerogative of honour was owed to Peter; he revered him above all other human beings, and cherished towards him the affection that he deserved. And this is evident from what follows. Upon Paul the eyes of the entire world were turned; the care of the Churches of the whole earth hung upon his soul; daily he was anxious over countless matters; on every side administrations, superintendencies, corrections, counsels, exhortations, teachings, and the dispatch of a thousand affairs pressed around him; yet laying all those aside, he betook himself to Jerusalem, and there was no other occasion at all for undertaking that journey save to see Peter, just as he himself says: I went up to Jerusalem to see Peter (Gal. 1. 18) — so deeply did he honour him and prefer him above all others. What then? Once he had seen him, did he depart immediately? By no means; rather, he stayed with him for fifteen days. Tell me, pray: if you saw some noble and distinguished commander-in-chief, when war had already been declared, the battle-line of soldiers already drawn up, and combat already joined, while countless duties summoned him, leaving the battle-line and betaking himself elsewhere to visit some friend, would you ask, I beg you, for any greater proof of his goodwill towards that man? I certainly think not. Hold this same view, therefore, concerning Paul and Peter as well. For here too a grievous war had broken out, and the battle-line and struggle were not against human beings alone, but also against principalities, against powers, against the world-rulers of the darkness of this age (Eph. 6. 12), a struggle for the salvation of mankind; yet even so he revered Peter so deeply that, while so great a necessity loomed and pressed upon him, he hastened off to him at Jerusalem, and only returned after remaining fifteen days with him.
Notes, col. 378 bis

On the reading

Printed diguns, for dignus.

Printed quoqhe, for quoque.

PG 51:379 bisRead from the page
Cognovistis fortitudinem Petri, didicistis comitatem Pauli erga omnes apostolos, erga ipsum Petrum: jam necesse est ad ipsam quaestionis solutionem veniamus. Si enim et hic Petrum amabat, et ille timidus aut parum strenuus non erat, et contentio ac contradictio illa ex animo suscepta non erat, quid sibi vult ista narratio? aut qua de causa haec dispensatio fiebat?
You have recognised Peter's fortitude, and you have learned Paul's gracious devotion towards all the apostles and towards Peter himself; now we must come to the actual resolution of the question. For if Paul loved Peter, and Peter was neither timid nor lacking in courage, and that clash and opposition were not undertaken from genuine animosity, what does this narrative mean, or for what reason did this dispensation take place?
9. Hoc loco advertite, animosque vestros erigite, ac diligenter attendite, ut manifestam defensionem intelligatis. Quippe absurdum esset me qui terram effodio, tantum laborem exantlare, vos autem, qui nullo negotio visuri estis aurum, prae nimia socordia tantum lucrum praetermittere. Necesse est autem, ut orationis initium altius repetamus, ut clariorem vobis doctrinam reddamus. Postquam enim in caelos Jesus reversus est, expleta quam nostra causa susceperat dispensatione, verbum doctrinae suis reliquit apostolis, ut ait Paulus, Et posuit in nobis verbum reconciliationis; et rursus, Pro Christo legatione fungimur, tanquam Deo exhortante per nos (2. Cor. 5. 19. 20): hoc est, vice Christi. Tunc igitur cum per universum orbem terrarum isti praedicabant, nulla erat haeresis; sed natura omnis humana duo habebat haec dogmata, unum rectum et sanum, alterum corruptum et pravum. Aut enim gentiles omnes erant orbis incolae, aut Judaei: neque Manichaeus, neque Marcion, neque Valentinus, nec alius ullus omnino erat: quid enim attinet omnes haereses enumerare? siquidem post triticum tunc proseminata sunt zizania, varia nimirum haeresum corruptela. Ac Judaeos quidem Petro commisit, gentilibus autem Paulum praefecit Christus. Et hoc a me ipso non dico, sed ipsius Pauli verba licet audire: Qui enim operatus est Petro in apostolatum circumcisionis, operatus est et mihi, inquit, inter gentes (Gal. 2. 8): circumcisionem hoc loco ipsam nationem appellans. Unde vero id constat? Ex eo quod additur. Cum enim dixerit, Qui operatus est Petro in apostolatum circumcisionis, operatus est mihi, inquit, inter gentes, hoc nimirum indicavit, ad distinctionem gentium circumcisionem positam esse. Ad distinctionem vero gentium non circumcisio, sed Judaei sunt, quos per circumcisionem subindicavit: quasi diceret, Qui operatus est Petro in apostolatum Judaeorum, operatus est et mihi inter gentes. Ut enim rex sapiens, qui idoneos quosque probe noverit, alteri quidem in equites, alteri vero in pedites committit imperium: sic nimirum et Christus cum in has duas partes suum exercitum divisisset, Judaeos quidem Petro, gentiles autem Paulo commisit. Ac licet diversi sint exercitus, Rex tamen est unus. Ut enim illic discrimen exercituum in armorum apparatu, non in hominum natura consistit: sic nimirum et hic differentia in exigua quadam carnis figura, non in substantiae diversitate cernitur.
9. At this point take heed, rouse your minds, and pay diligent attention, so that you may grasp the clear defence. For it would be absurd that I, who dig up the earth, should endure such heavy labour, while you, who are going to behold the gold with no trouble at all, should let so great a gain slip away through excessive indolence. Now we must trace the starting-point of our argument further back, so that we may render the teaching clearer to you. After Jesus returned to heaven, having fulfilled the dispensation that he had undertaken for our sake, he left the word of teaching to his apostles, as Paul says, And he placed in us the word of reconciliation; and again, We serve as ambassadors for Christ, as though God were exhorting through us (2. Cor. 5. 19. 20) — that is, in Christ's stead. At that time, then, when those men were preaching throughout the whole world, there was no heresy; rather, all human nature held these two systems of belief, the one upright and sound, the other corrupt and perverse. For all the inhabitants of the world were either Gentiles or Jews: there was neither Manichaeus, nor Marcion, nor Valentinus, nor anyone else at all — for what need is there to enumerate all the heresies, seeing that it was afterwards, on top of the wheat, that the tares were sown, namely the manifold corruption of heresies? And Christ entrusted the Jews to Peter, while setting Paul over the Gentiles. Nor do I say this on my own authority, for we may hear Paul's own words: For he who worked effectively in Peter for the apostleship of the circumcision worked effectively in me also, he says, among the Gentiles (Gal. 2. 8), calling the nation itself the circumcision in this passage. And how is that established? From what is added. For when he said, He who worked effectively in Peter for the apostleship of the circumcision worked effectively in me, he says, among the Gentiles, he clearly indicated that the circumcision was set down by way of contrast with the Gentiles. Now what stands in contrast with the Gentiles is not circumcision in the abstract, but the Jews, whom he signified under the name of circumcision — as if he were saying, He who worked effectively in Peter for the apostleship of the Jews worked effectively in me also among the Gentiles. For just as a wise king, who knows thoroughly which men are best suited, entrusts to one the command over the cavalry and to another the command over the infantry, so indeed Christ too, having divided his army into these two divisions, entrusted the Jews to Peter and the Gentiles to Paul. And although the armies are distinct, yet the King is one. For just as there the distinction between the armies consists in the equipment of their arms, not in the nature of the men, so indeed here too the difference is discerned in a slight outward mark in the flesh, not in a diversity of substance.
Notes, col. 379 bis

On the reading

Printed Judael, for Judaei.