πρὸς ὀλίγον μὲν φαινόμενον τῷ ἔαρι τῆς νεότητος, μετ' ὀλίγον δὲ φθειρόμενον ὑπὸ τῆς χρόνου παλαιότητος. Εἰ δὲ καὶ τὴν ὑπόστασιν αὐτοῦ τις ἐξετάζειν ἐθέλοι, τότε πλέον αὐτοῦ διαπτύειν δυνήσεται. Οὐδὲν γὰρ ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ τροφῆς διαμασηθείσης χυλός. Ἐκ τούτου γὰρ καὶ ὀφθαλμοὶ, καὶ παρειαὶ, καὶ ῥῖνες, καὶ ὀφρύες, καὶ χείλη, καὶ ὅλον ἀρδεύεται τὸ σῶμα· κἂν ἐπιλείψῃ ποτὲ ἡ τούτων ἀρδεία, συνεπιλείψει πάντως καὶ τοῦ προσώπου ἡ εὐμορφία. Μὴ πλοῦτον χρημάτων τὸν καθ' ὁμοιότητα τῶν ποταμίων ὑδάτων ἐπιῤῥέοντά τε καὶ μεταῤῥέοντα, καὶ νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παρ' ἐκεῖνον πηδῶντα, καὶ τοὺς κατέχοντας φεύγοντα, καὶ τοῖς φιλοῦσιν αὐτὸν παραμένειν οὐκ ἀνεχόμενον, καὶ μυρίους ἐπιβούλους ἔχοντα, καὶ σῆτας, καὶ λῃστὰς, καὶ συκοφάντας, καὶ ἐμπρησμοὺς, καὶ ναυάγια, καὶ πολέμων ἐφόδους, καὶ δήμων ἐπαναστάσεις, καὶ κακουργίας οἰκετῶν, καὶ γραμμάτων ἀφαιρέσεις, καὶ προσθήκας, καὶ μειώσεις, καὶ τἄλλα ὅσα τοῖς ἐρῶσι χρημάτων ὑπὸ τῆς φιλοπλουτίας ἐπιφύεται δεινά. Μὴ δυναστείαν ἀξιωμάτων· πολλὰ γὰρ καὶ ταύτῃ ἀλγεινὰ παραφύεται, φροντίδων τηκεδόνες, ἀγρυπνίαι συνεχεῖς, ἐπιβουλαὶ παρὰ τῶν φθονούντων, κατασκευαὶ παρὰ τῶν μισούντων, στωμυλία ῥητόρων τοῖς κατευγλωττισμένοις λόγοις ὑποκλέπτουσα τὴν ἀλήθειαν καὶ πολὺν τοῖς δικάζουσι προξενοῦσα κίνδυνον. Εἰσὶ γὰρ, εἰσὶ βαττολόγοι τινὲς, καὶ ματαιολόγοι, ταῦτά τε καὶ τὰ τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦντες, καὶ τῶν ὄντως ἀγαθῶν οὐδένα ποιούμενοι λόγον. Καὶ τὸν μὲν ἰατρὸν οὐχ οἱ νοσοῦντες διδάσκουσι τῶν φαρμάκων τὴν χρῆσιν, ἀλλὰ τῶν ὑπ' αὐτοῦ προσφερομένων ἀνέχονται μόνον, κἂν ἐπίπονος ᾖ ὁ τῆς θεραπείας τρόπος· καὶ τὸν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοιωσδὲ κατέχειν τοὺς οἴακας, καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπομένοντες κίνδυνον· τῷ Θεῷ δὲ μόνον, τῷ τὸ συμφέρον ἡμῖν ἀκριβῶς ἐπισταμένῳ διδόναι, οἱ τὰς φρένας κακῶς διακείμενοι παραχωρεῖν οὐκ ἀνέχονται, ἀλλ' αἰτοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια, ὅμοιον ποιοῦντες ἀῤῥώστῳ, τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα. Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται, καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν· πειθόμενος μὲν γὰρ τῷ νοσοῦντι, καὶ τὰ πρὸς ἡδονὴν χαριζόμενος, τὰ πολεμίων εἰς αὐτὸν ἐργάζεται· ἀντιτείνων δὲ αὐτῷ, καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος, ἐλέῳ κέχρηται καὶ φιλανθρωπίᾳ· οὕτω καὶ ὁ τῶν ἡμετέρων ψυχῶν ἰατρὸς οὐκ ἀνέχεται δοῦναι τοῖς αἰτοῦσι τὰ εἰς βλάβην αὐτοῖς ἐσόμενα. Οὔτε γὰρ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν ἢ πυρὸς ἄνθρακας, ὀρέγειν ἀνέχονται· ἴσασι γὰρ σαφῶς βλαβερὰν αὐτοῖς οὖσαν τὴν τοιαύτην δόσιν· τινὲς δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον σώματος ὡραιότητα, καὶ πλοῦτον, καὶ δυναστείαν, καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυ-
appearing for a little while in the spring of youth, and after a little while being corrupted by the old age of time. And if anyone should wish to examine its substance also, then he will be able to spit upon it all the more. For it is nothing other than phlegm and blood and humour and the juice of chewed food. For out of this the eyes, and cheeks, and nostrils, and eyebrows, and lips, and the whole body are watered; and should the watering of these ever fail, the comeliness of the countenance will altogether fail along with it. Nor for wealth of money, which after the likeness of river waters flows in and flows away, leaping now to this man and now to that, fleeing its possessors, and not enduring to remain beside those who love it, and having ten thousand plotters—moths, and robbers, and informers, and conflagrations, and shipwrecks, and incursions of wars, and uprisings of peoples, and rascalities of household servants, and abstractions of bonds, and additions, and reductions, and all the other dreadful things that grow upon lovers of money from covetousness. Nor for the power of dignities; for many painful things grow beside this also: wastings of anxieties, continual sleeplessness, plots from the envious, machinations from haters, the glibness of orators stealing away the truth with sleekly-spoken words and procuring great danger for those who sit in judgement. For there are, there are certain vain babblers and idle talkers, who ask for these and suchlike things from the God of all, and make no account of things that are truly good. Yet the sick do not teach the physician the use of remedies, but only submit to the things administered by him, even though the method of treatment be painful; and those who sail do not command the pilot to hold the rudders thus and so, and to steer the vessel, but sitting upon the decks, they submit to his skill, not only when borne along by fair winds, but also when enduring the utmost peril; yet to God alone, Who knows with precision how to give what is profitable for us, men who are ill-disposed in their minds do not endure to yield, but ask for ruinous things as though beneficial, acting like an invalid who entreats the physician to give him, not such things as undo the disease, but such things as nourish the matter that is the mother of the disease. Yet the physician will not brook the supplication of the sufferer, but even though he see him weeping and lamenting, he follows the rule of his art rather than bends to his tears, and we name his refusal to comply not inhumanity, but humanity; for in complying with the sick man and indulging him in what makes for pleasure, he works the part of enemies against him; whereas in resisting him and fighting against his appetite, he employs mercy and humanity; so too the Physician of our souls does not endure to give to those who ask the things that will be to their harm. For neither do affectionate fathers endure to hold out swords or coals of fire to utterly infant children who clamour for them, for they know clearly that such a gift is harmful to them; yet some of those who have fallen into extreme irrationality not only ask for beauty of body, and wealth, and power, and all such things from the God of all, but also invoke curses upon their enemies, and supplicate that some punishment be brought upon them, and Him Whom for them-