Migne Reading Room

PG 51 · cols. 43–46 bis · Read from the page

Homilia de angusta porta et in Orationem Dominicam (Matt. 7:14, 6:9; Hom. III, spuria / dubia)

Homilia de angusta porta et in Orationem Dominicam (Matt. 7:14, 6:9; Hom. III, spuria / dubia)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:43Read from the page
πρὸς ὀλίγον μὲν φαινόμενον τῷ ἔαρι τῆς νεότητος, μετ' ὀλίγον δὲ φθειρόμενον ὑπὸ τῆς χρόνου παλαιότητος. Εἰ δὲ καὶ τὴν ὑπόστασιν αὐτοῦ τις ἐξετάζειν ἐθέλοι, τότε πλέον αὐτοῦ διαπτύειν δυνήσεται. Οὐδὲν γὰρ ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ τροφῆς διαμασηθείσης χυλός. Ἐκ τούτου γὰρ καὶ ὀφθαλμοὶ, καὶ παρειαὶ, καὶ ῥῖνες, καὶ ὀφρύες, καὶ χείλη, καὶ ὅλον ἀρδεύεται τὸ σῶμα· κἂν ἐπιλείψῃ ποτὲ ἡ τούτων ἀρδεία, συνεπιλείψει πάντως καὶ τοῦ προσώπου ἡ εὐμορφία. Μὴ πλοῦτον χρημάτων τὸν καθ' ὁμοιότητα τῶν ποταμίων ὑδάτων ἐπιῤῥέοντά τε καὶ μεταῤῥέοντα, καὶ νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παρ' ἐκεῖνον πηδῶντα, καὶ τοὺς κατέχοντας φεύγοντα, καὶ τοῖς φιλοῦσιν αὐτὸν παραμένειν οὐκ ἀνεχόμενον, καὶ μυρίους ἐπιβούλους ἔχοντα, καὶ σῆτας, καὶ λῃστὰς, καὶ συκοφάντας, καὶ ἐμπρησμοὺς, καὶ ναυάγια, καὶ πολέμων ἐφόδους, καὶ δήμων ἐπαναστάσεις, καὶ κακουργίας οἰκετῶν, καὶ γραμμάτων ἀφαιρέσεις, καὶ προσθήκας, καὶ μειώσεις, καὶ τἄλλα ὅσα τοῖς ἐρῶσι χρημάτων ὑπὸ τῆς φιλοπλουτίας ἐπιφύεται δεινά. Μὴ δυναστείαν ἀξιωμάτων· πολλὰ γὰρ καὶ ταύτῃ ἀλγεινὰ παραφύεται, φροντίδων τηκεδόνες, ἀγρυπνίαι συνεχεῖς, ἐπιβουλαὶ παρὰ τῶν φθονούντων, κατασκευαὶ παρὰ τῶν μισούντων, στωμυλία ῥητόρων τοῖς κατευγλωττισμένοις λόγοις ὑποκλέπτουσα τὴν ἀλήθειαν καὶ πολὺν τοῖς δικάζουσι προξενοῦσα κίνδυνον. Εἰσὶ γὰρ, εἰσὶ βαττολόγοι τινὲς, καὶ ματαιολόγοι, ταῦτά τε καὶ τὰ τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦντες, καὶ τῶν ὄντως ἀγαθῶν οὐδένα ποιούμενοι λόγον. Καὶ τὸν μὲν ἰατρὸν οὐχ οἱ νοσοῦντες διδάσκουσι τῶν φαρμάκων τὴν χρῆσιν, ἀλλὰ τῶν ὑπ' αὐτοῦ προσφερομένων ἀνέχονται μόνον, κἂν ἐπίπονος ᾖ ὁ τῆς θεραπείας τρόπος· καὶ τὸν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοιωσδὲ κατέχειν τοὺς οἴακας, καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπομένοντες κίνδυνον· τῷ Θεῷ δὲ μόνον, τῷ τὸ συμφέρον ἡμῖν ἀκριβῶς ἐπισταμένῳ διδόναι, οἱ τὰς φρένας κακῶς διακείμενοι παραχωρεῖν οὐκ ἀνέχονται, ἀλλ' αἰτοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια, ὅμοιον ποιοῦντες ἀῤῥώστῳ, τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα. Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται, καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν· πειθόμενος μὲν γὰρ τῷ νοσοῦντι, καὶ τὰ πρὸς ἡδονὴν χαριζόμενος, τὰ πολεμίων εἰς αὐτὸν ἐργάζεται· ἀντιτείνων δὲ αὐτῷ, καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος, ἐλέῳ κέχρηται καὶ φιλανθρωπίᾳ· οὕτω καὶ ὁ τῶν ἡμετέρων ψυχῶν ἰατρὸς οὐκ ἀνέχεται δοῦναι τοῖς αἰτοῦσι τὰ εἰς βλάβην αὐτοῖς ἐσόμενα. Οὔτε γὰρ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν ἢ πυρὸς ἄνθρακας, ὀρέγειν ἀνέχονται· ἴσασι γὰρ σαφῶς βλαβερὰν αὐτοῖς οὖσαν τὴν τοιαύτην δόσιν· τινὲς δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον σώματος ὡραιότητα, καὶ πλοῦτον, καὶ δυναστείαν, καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυ-
appearing for a little while in the spring of youth, and after a little while being corrupted by the old age of time. And if anyone should wish to examine its substance also, then he will be able to spit upon it all the more. For it is nothing other than phlegm and blood and humour and the juice of chewed food. For out of this the eyes, and cheeks, and nostrils, and eyebrows, and lips, and the whole body are watered; and should the watering of these ever fail, the comeliness of the countenance will altogether fail along with it. Nor for wealth of money, which after the likeness of river waters flows in and flows away, leaping now to this man and now to that, fleeing its possessors, and not enduring to remain beside those who love it, and having ten thousand plotters—moths, and robbers, and informers, and conflagrations, and shipwrecks, and incursions of wars, and uprisings of peoples, and rascalities of household servants, and abstractions of bonds, and additions, and reductions, and all the other dreadful things that grow upon lovers of money from covetousness. Nor for the power of dignities; for many painful things grow beside this also: wastings of anxieties, continual sleeplessness, plots from the envious, machinations from haters, the glibness of orators stealing away the truth with sleekly-spoken words and procuring great danger for those who sit in judgement. For there are, there are certain vain babblers and idle talkers, who ask for these and suchlike things from the God of all, and make no account of things that are truly good. Yet the sick do not teach the physician the use of remedies, but only submit to the things administered by him, even though the method of treatment be painful; and those who sail do not command the pilot to hold the rudders thus and so, and to steer the vessel, but sitting upon the decks, they submit to his skill, not only when borne along by fair winds, but also when enduring the utmost peril; yet to God alone, Who knows with precision how to give what is profitable for us, men who are ill-disposed in their minds do not endure to yield, but ask for ruinous things as though beneficial, acting like an invalid who entreats the physician to give him, not such things as undo the disease, but such things as nourish the matter that is the mother of the disease. Yet the physician will not brook the supplication of the sufferer, but even though he see him weeping and lamenting, he follows the rule of his art rather than bends to his tears, and we name his refusal to comply not inhumanity, but humanity; for in complying with the sick man and indulging him in what makes for pleasure, he works the part of enemies against him; whereas in resisting him and fighting against his appetite, he employs mercy and humanity; so too the Physician of our souls does not endure to give to those who ask the things that will be to their harm. For neither do affectionate fathers endure to hold out swords or coals of fire to utterly infant children who clamour for them, for they know clearly that such a gift is harmful to them; yet some of those who have fallen into extreme irrationality not only ask for beauty of body, and wealth, and power, and all such things from the God of all, but also invoke curses upon their enemies, and supplicate that some punishment be brought upon them, and Him Whom for them-
PG 51:44Read from the page
τοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται. Ταῦτα τοίνυν ὁ Δεσπότης προαναστέλλων, παρεγγυᾷ μὲν μὴ βαττολογεῖν· διδάσκει δὲ τίνα χρὴ λέγειν ἐν τῇ προσευχῇ, καὶ ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἀρετὴν ἐκπαιδεύει· οὐ μόνον γὰρ εὐχῆς ἐστι διδασκαλία ἐκεῖνα τὰ ῥήματα, ἀλλὰ καὶ βίου τελείου παιδαγωγία.
selves they pray to be gentle and loving towards mankind, they wish to become ungentle and inhumane towards their enemies. Checking these things in advance, therefore, the Master charges us not to babble vainly, and teaches what one ought to say in prayer, and in a few words trains us thoroughly in every virtue; for those words are not only a teaching of prayer, but also a training in a perfect life.
γʹ. Τίνα δέ ἐστι ταῦτα, καὶ τίς ἡ τούτων ἔννοια, μετὰ πολλῆς ἀκριβείας ἐξετάσωμεν, καὶ ὡς θείους νόμους ἀσφαλῶς τηρήσωμεν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ὢ πόση τῆς φιλανθρωπίας ἡ ὑπερβολή! ὢ πόση τῆς φιλοτιμίας ἡ ὑπεροχή! ποῖος ἀρκέσει λόγος πρὸς εὐχαριστίαν τοῦ τοσαῦτα πηγάζοντος ἡμῖν ἀγαθά; Σκόπησον, ἀγαπητὲ, τῆς σῆς καὶ τῆς ἐμῆς φύσεως τὴν εὐτέλειαν, ἐρεύνησον τὴν συγγένειαν, τὴν γῆν, τὸν χοῦν, τὸν πηλὸν, τὴν πλίνθον, τὴν σποδόν· ἀπὸ γὰρ τῆς γῆς διαπλασθέντες, πάλιν εἰς τὴν γῆν μετὰ τέλος ἀναλύομεν. Ταῦτα οὖν ἐννοήσας ἐκπλάγηθι τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς πολλῆς περὶ ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητος, ὅτι Πατέρα καλεῖν προσετάχθης αὐτὸν, ὁ γήϊνος τὸν οὐράνιον, ὁ θνητὸς τὸν ἀθάνατον, ὁ φθαρτὸς τὸν ἄφθαρτον, ὁ πρόσκαιρος τὸν αἰώνιον, ὁ χθὲς καὶ πρώην πηλὸς, τὸν ὄντα πρὸ τῶν αἰώνων Θεόν. Ἀλλ' οὐ μάτην ἐδιδάχθης ταύτην ἀφιέναι τὴν φωνὴν, ἀλλ' ἵνα τὴν ὑπὸ τῆς γλώττης σου προφερομένην τοῦ Πατρὸς ὀνομασίαν αἰδούμενος, μιμῇ αὐτοῦ τὴν ἀγαθότητα, ὡς καὶ ἀλλαχοῦ φησι· Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ δύναται γὰρ Πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον· οὐδὲ γὰρ σώζει τοὺς χαρακτῆρας τοὺς ἐν τῷ ἐπουρανίῳ Πατρὶ ἀγαθότητος, ἀλλ' εἰς τὸ θηριῶδες εἶδος ἑαυτὸν μετεμόρφωσε, καὶ τῆς θεϊκῆς εὐγενείας ἐξέπεσε, κατὰ τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖ ὡς ἀλώπηξ, χρεμετίζῃ δὲ ἐπὶ γυναιξὶν ὡς ἵππος θηλυμανὴς, πῶς δύναται ὁ τοιοῦτος τὴν υἱῷ πρέπουσαν ἀναπέμψαι φωνὴν, καὶ Πατέρα ἑαυτοῦ καλεῖν τὸν Θεόν; Τί οὖν ὀνομάζεσθαι χρὴ τὸν τοιοῦτον; Θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων τῶν ἐλαττωμάτων κατέχεται· οὗτος δὲ πάντα συναγαγὼν ἐν ἑαυτῷ, καὶ τῆς ἐκείνων ἀλογίας γέγονεν ἀλογώτερος. Καὶ τί λέγω θηρίον; Θηρίου παντὸς χαλεπώτερός ἐστιν ὁ τοιοῦτος. Ἐκεῖνα μὲν γὰρ, καίτοι κατὰ φύσιν ἄγρια ὄντα, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται· οὗτος δὲ, ἄνθρωπος ὢν, καὶ τὴν ἐκείνων ἀγριότητα τὴν κατὰ φύσιν εἰς τὴν ἡμερότητα μεταβαλὼν τὴν παρὰ φύσιν, ποίαν ἕξει ἀπολογίαν, τὴν ἑαυτοῦ πραότητα τὴν κατὰ φύσιν εἰς ἀγριότητα ἐξάγων τὴν παρὰ φύσιν, καὶ τὸ μὲν ἄγριον φύσει ποιῶν ἥμερον, ἑαυτὸν δὲ τὸν ἥμερον φύσει ποιῶν ἄγριον; καὶ λέοντα μὲν τιθασσεύων, καὶ χειροήθη ποιῶν, τὸν δὲ θυμὸν τὸν ἴδιον λέοντος κατασκευάζων ἀγριώτερον; Καίτοι ἐκεῖ δύο ἐστὶ κωλύματα, καὶ τὸ λογισμοῦ ἐστερῆσθαι τὸ θηρίον, καὶ τὸ πάντων εἶναι θυμωδέστερον· ἀλλ' ὅμως διὰ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης σοφίας, καὶ τῆς θηριώδους περιγίνεται φύσεως. Καὶ ὁ ἐπὶ τῶν θηρίων τὴν φύσιν νικῶν, ἐφ' ἑαυτοῦ μετὰ τῆς φύσεως καὶ τὸ τῆς προαιρέσεως ἀπόλλυσι καλόν· καὶ λέοντα
3. And what these words are, and what their meaning is, let us examine with great precision, and keep them securely as divine laws. "Our Father, Who are in heaven." O how great is the excess of His love for mankind! O how great the pre-eminence of His munificence! What speech will suffice for thanksgiving to Him Who pours forth for us so many blessings? Consider, beloved, the meanness of your nature and mine; search out our kinship—the earth, the dust, the clay, the brick, the ashes; for having been fashioned from the earth, back into the earth again after the end we are dissolved. Having pondered these things, then, be astonished at the unsearchable riches of God's great goodness towards us, in that you were commanded to call Him Father—the earth-born the Heavenly, the mortal the Immortal, the corruptible the Incorruptible, the temporal the Eternal, he who yesterday and the day before was clay, the God Who is before the ages. Yet not in vain were you taught to send forth this utterance, but in order that, revering the appellation of Father brought forth by your tongue, you may imitate His goodness, as He also says elsewhere: "Become like your Father Who is in heaven, because He makes His sun rise upon the wicked and the good, and rains upon the righteous and the unrighteous." For he who holds a beast-like and inhumane mind cannot call the man-loving God Father; for neither does he preserve the marks of the goodness that is in the heavenly Father, but has transformed himself into a beast-like form, and has fallen from the divine nobility, according to what was spoken by David: "Man, being in honour, did not understand; he was compared to the senseless beasts, and was made like them." For when anyone skips like a bull, kicks like an ass, bears a grudge like a camel, gorges himself like a bear, ravens like a wolf, strikes like a scorpion, is deceitful like a fox, and neighs after women like a lustful stallion, how can such a man send up the utterance befitting a son, and call God his Father? What then ought such a man to be named? A wild beast? Yet wild beasts are possessed by a single one of these defects, whereas this man, having gathered them all together in himself, has become more irrational even than their irrationality. And why do I say a wild beast? More grievous than every wild beast is such a man. For they, although wild according to nature, often become tame upon enjoying human skill; whereas this man, being a human, and having turned their wildness that is according to nature into tameness that is contrary to nature, what defence will he have when he drives out his own meekness that is according to nature into wildness that is contrary to nature, making tame what is wild by nature, while making wild himself who is tame by nature? And taming a lion and making it gentle to the hand, while rendering his own wrath fiercer than a lion's? And yet there two hindrances exist: both that the beast is deprived of reason, and that it is the most wrathful of all; yet nevertheless, through the wisdom given by God, he prevails even over its beast-like nature. And he who in the case of wild beasts conquers nature, in his own case destroys along with nature the good of deliberate choice also; and a lion
Notes, col. 44

On the reading

Printed τοὺς ἐν τῷ, for τῆς ἐν τῷ.

PG 51:45Read from the page
μὲν ποιεῖ ἄνθρωπον, ἑαυτὸν δὲ περιορᾷ ἐξ ἀνθρώπου γινόμενον λέοντα· καὶ ἐκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χαρίζεται, ἑαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν πορίζεται. Πῶς τοίνυν ὁ τοιοῦτος δυνήσεται Πατέρα καλεῖν τὸν Θεόν; Ὁ μέντοι περὶ τοὺς πλησίον ἥμερος καὶ φιλάνθρωπος, καὶ τοὺς εἰς αὐτὸν πλημμελοῦντας οὐκ ἀμυνόμενος, ἀλλ' εὐεργεσίαις τὰς ἀδικίας ἀμειβόμενος, οὐ κατακρίνεται Πατέρα καλῶν τὸν Θεόν. Πρόσεχε δὲ τῇ ἀκριβείᾳ τοῦ λόγου, πῶς ἡμῖν νομοθετεῖ τὸ φιλάλληλον, καὶ εἰς ἀγαπητικὴν ἅπαντας συνάπτει διάθεσιν. Οὐ γὰρ ἐκέλευε λέγειν, Πάτερ μου, ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλά, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἵνα κοινὸν Πατέρα ἔχειν διδαχθέντες, ἀδελφικὴν πρὸς ἀλλήλους δεικνύωμεν εὔνοιαν. Εἶτα διδάσκων ἡμᾶς καταλιπεῖν τὴν γῆν καὶ τὰ περὶ γῆν, καὶ μὴ κεχηνέναι κάτω, ἀλλὰ τῆς πίστεως λαβεῖν τὰ πτερὰ καὶ ἀναπτῆναι τὸν ἀέρα, καὶ διαβῆναι τὸν αἰθέρα καὶ ζητῆσαι τὸν καλούμενον Πατέρα, προσέταξε λέγειν· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· οὐκ ἐπειδὴ ἐν τοῖς οὐρανοῖς μόνον ἐστὶν ὁ Θεός, ἀλλ' ἵνα ἡμᾶς κάτω περὶ γῆν καλινδουμένους ἀνανεῦσαι εἰς οὐρανοὺς παρασκευάσῃ, καὶ τῷ κάλλει τῶν ἐπουρανίων ἀγαθῶν περιλάμψας, τὴν ἐπιθυμίαν ἡμῶν πᾶσαν ἐκεῖ μετενέγκῃ.
makes a man, while overlooking himself becoming a lion out of a man; and upon that one He bestows the things above nature, while this man does not even procure for himself the things according to nature. How then will such a man be able to call God Father? Yet he who is gentle and humane towards his neighbours, and does not avenge himself upon those who transgress against him, but repays injustices with benefactions, is not condemned when calling God Father. Attend moreover to the precision of the saying, how He legislates mutual affection for us, and binds all together into a loving disposition. For He did not bid us say, My Father, Who are in the heavens, but, Our Father, Who are in the heavens, so that, having been taught that we have a common Father, we may display brotherly goodwill towards one another. Next, teaching us to leave behind the earth and the things upon earth, and not to gape downwards, but to take up the wings of faith and fly up through the air, and pass through the ether and seek the Father Who is invoked, He ordered us to say: Our Father, Who are in the heavens; not because God is in the heavens alone, but so that He might prepare us, who roll about below upon earth, to lift our gaze towards the heavens, and, having shone round about us with the beauty of the heavenly goods, might transfer all our desire thither.
δʹ. Εἶτα δευτέραν προσέθηκε ῥῆσιν, εἰπών· Ἁγιασθήτω τὸ ὄνομά σου. Καί μοι μηδεὶς ἀνοήτως ὑπολαμβανέτω ἁγιασμοῦ προσθήκην χαρίζεσθαι τῷ Θεῷ ἐν τῷ λέγειν· Ἁγιασθήτω τὸ ὄνομά σου· ἅγιος γάρ ἐστι, καὶ πανάγιος, καὶ ἁγίων ἁγιώτατος. Καὶ ταύτην αὐτῷ τὴν ὑμνῳδίαν προσφέρει τὰ Σεραφεὶμ ἀσιγήτοις βοῶντα κραυγαῖς, Ἅγιός, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἀλλ' ὥσπερ οἱ τοῖς βασιλεῦσι τὰς εὐφημίας προσφέροντες, καὶ βασιλέας καλοῦντες καὶ αὐτοκράτορας, οὐχ ὃ μὴ ἔχουσι χαρίζονται, ἀλλ' ὅπερ ἔχουσιν εὐφημοῦσιν· οὕτω καὶ ἡμεῖς οὐ τὴν οὐκ οὖσαν ἁγιωσύνην προσφέρομεν τῷ Θεῷ, λέγοντες, Ἁγιασθήτω τὸ ὄνομά σου, ἀλλὰ τὴν οὖσαν δοξάζομεν· τὸ γὰρ ἁγιασθήτω, ἀντὶ τοῦ δοξασθήτω, εἴρηται. Διδασκόμεθα τοίνυν διὰ τῆς φωνῆς ταύτης τὸν κατ' ἀρετὴν μετιέναι βίον, ἵνα τοῦτον ὁρῶντες οἱ ἄνθρωποι, τὸν οὐράνιον ἡμῶν Πατέρα δοξάζωσιν· ὃ καὶ ἀλλαχοῦ φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μετὰ τοῦτο λέγειν ἐδιδάχθημεν· Ἐλθέτω ἡ βασιλεία σου· τυραννούμενοι γὰρ ὑπὸ τῶν τοῦ σώματος παθημάτων, καὶ μυρίας πειρασμῶν δεχόμενοι προσβολάς, τῆς τοῦ Θεοῦ χρήζομεν βασιλείας, ἵνα μὴ βασιλεύσῃ ἡ ἁμαρτία ἐν τῷ θνητῷ σώματι ἡμῶν εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνωμεν τὰ μέλη ἡμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλ' ἵνα παραστήσωμεν ὅπλα δικαιοσύνης τῷ Θεῷ, καὶ στρατευώμεθα τῷ βασιλεῖ τῶν αἰώνων. Διδασκόμεθα δὲ πρὸς τούτοις, μὴ σφόδρα τῷ παρόντι βίῳ προστετηκέναι, ἀλλὰ καταφρονεῖν μὲν τῶν παρόντων, ἐπιθυμεῖν δὲ τῶν μελλόντων ὡς μενόντων, καὶ τὴν βασιλείαν ἐκείνην ζητεῖν τὴν οὐράνιον καὶ αἰώνιον, καὶ τοῖς ἐνταῦθα τερπνοῖς μὴ κατέχεσθαι, μὴ σωμάτων εὐμορφίᾳ, μὴ χρημάτων εὐπορίᾳ, μὴ κτημάτων εὐθηνίᾳ, μὴ λίθων πολυτελείαις, μὴ οἴκων μεγαλουργίαις, μὴ ἡγε-
4. Next He added a second clause, saying: Hallowed be Your name. And let no one foolishly suppose for me that an addition of holiness is bestowed upon God in saying: Hallowed be Your name; for He is holy, and all-holy, and holiest of the holy. And the Seraphim offer Him this hymnody, crying aloud with unceasing cries, Holy, holy, holy Lord Sabaoth, heaven and earth are full of His glory. But just as those who offer acclamations to emperors, and call them kings and autocrats, do not bestow what they do not have, but acclaim what they do have; so too we do not offer to God a holiness that does not exist when we say, Hallowed be Your name, but we glorify that which does exist; for "be hallowed" has been spoken instead of "be glorified." We are taught, therefore, through this utterance to pursue the life according to virtue, so that men, beholding this life, may glorify our heavenly Father; which He also says elsewhere: Let your light shine before men, so that they may see your good works, and glorify your Father Who is in the heavens. After this we were taught to say: Your kingdom come; for, being tyrannized by the passions of the body, and receiving myriad assaults of temptations, we stand in need of the kingdom of God, so that sin may not reign in our mortal body to obeying it in its lusts, nor that we should present our members as weapons of unrighteousness to sin, but that we may present them as weapons of righteousness to God, and serve as soldiers for the King of the ages. And besides these things we are taught not to cling excessively to the present life, but to despise present things, and to desire future things as abiding, and to seek that heavenly and eternal kingdom, and not to be held fast by the pleasant things here, neither by comeliness of bodies, nor by abundance of wealth, nor by plenty of possessions, nor by costliness of precious stones, nor by magnificence of houses, nor by com-
Notes, col. 45

On the reading

Printed Ἅγιός, for Ἅγιος.

PG 51:46Read from the page
μονίαις καὶ στρατηγίαις, μὴ ἁλουργίδι καὶ διαδήματι, μὴ ὀψοποιίαις καὶ καρυκείαις καὶ παντοδαπαῖς χλιδαῖς, μὴ ἄλλῳ τινὶ τῶν τὰς ἡμετέρας δελεαζόντων αἰσθήσεις, ἀλλὰ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσαντες, τῆς τοῦ Θεοῦ βασιλείας ἀδιαλείπτως ὀρέγεσθαι. Οὕτως ἡμᾶς καὶ ταύτην διδάξας τὴν ἀρετην, ἐκέλευσε λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐντεθεικὼς γὰρ ἡμῖν τῶν μελλόντων τὸν ἔρωτα, καὶ τῆς ἐπουρανίου βασιλείας τὴν ἐπιθυμίαν, καὶ τρώσας ἡμᾶς ἐκείνῳ τῷ πόθῳ, παρασκευάζει λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Δὸς ἡμῖν, φησί, Δέσποτα, τὴν ἐν οὐρανῷ μιμεῖσθαι πολιτείαν, ἵν' ἃ θέλεις αὐτός, καὶ ἡμεῖς θέλωμεν. Ἐπάρκεσον τοίνυν προαιρέσει καμνούσῃ, καὶ ποιεῖν μὲν ἐπιθυμούσῃ τὰ σά, ὑπὸ δὲ τῆς τοῦ σώματος ἀσθενείας κωλυομένῃ· ὄρεξον χεῖρα τοῖς τρέχειν μὲν ἐπειγομένοις, χωλεύειν δὲ ἠναγκασμένοις. Ὑπόπτερος ἡ ψυχή, ἀλλὰ βαρύνει ταύτην ἡ σάρξ· ὀξεῖα ἐκείνη πρὸς τὰ οὐράνια, ἀλλὰ βραδεῖα αὕτη πρὸς τὰ ἐπίγεια· τῆς δὲ σῆς βοηθείας παρούσης, ἔσται δυνατὰ καὶ τὰ λίαν ἀδύνατα. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
mands and generalships, nor by purple robe and diadem, nor by elaborate cookery and rich sauces and luxuries of every kind, nor by any other of the things that allure our senses, but, having bidden farewell to all these things, to reach out unceasingly for the kingdom of God. Having thus taught us this virtue also, He ordered us to say: Your will be done, as in heaven, so also upon the earth; for, having implanted in us a passion for future things, and a desire for the heavenly kingdom, and having wounded us with that longing, He prepares us to say: Your will be done, as in heaven, so also upon the earth. Grant to us, He says, O Master, to imitate the way of life in heaven, so that what You Yourself will, we also may will. Aid, therefore, a wearied resolve, which indeed desires to do Your things, yet is hindered by the weakness of the body; stretch out a hand to those who hasten indeed to run, yet are compelled to limp. Winged is the soul, but the flesh weighs it down; swift is the former towards heavenly things, but slow is the latter towards earthly things; yet when Your help is present, even things altogether impossible shall be possible. Your will, therefore, be done, as in heaven, so also upon the earth.
εʹ. Καὶ ἐπειδὴ τῆς γῆς ἐμνημόνευσε, χρεία δὲ τοῖς ἐξ αὐτῆς γεγενημένοις καὶ ἐν αὐτῇ διαιτωμένοις, καὶ γηγενὲς σῶμα περικειμένοις, καὶ τῆς καταλλήλου τροφῆς, ἀναγκαίως ἐπήγαγε· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄρτον ἐκέλευσεν αἰτεῖν ἐπιούσιον, οὐ τρυφήν, ἀλλὰ τροφήν, τὴν τὸ ἐλλεῖπον ἀναπληροῦσαν τοῦ σώματος, καὶ τὸν ἐκ λιμοῦ κωλύουσαν θάνατον· οὐ τραπέζας φλεγμαινούσας, οὐδὲ ὄψων ποικιλίας, καὶ ὀψοποιῶν μαγγανείας, καὶ ἀρτοποιῶν ἐπινοίας, καὶ οἴνους ἀνθοσμίας, καὶ τἄλλα ὅσα τὸν μὲν λαιμὸν ἡδύνει, τὴν δὲ γαστέρα φορτίζει, τὴν δὲ διάνοιαν σκοτίζει, καὶ σκιρτᾷν τὸ σῶμα κατὰ τῆς ψυχῆς παρασκευάζει, καὶ δυσήνιον τῷ ἡνιόχῳ τὸν πῶλον ἐργάζεται. Οὐ ταῦτα ἡμᾶς αἰτεῖν ὁ λόγος ἐδίδαξεν, ἀλλ' Ἄρτον ἐπιούσιον, τοῦτ' ἔστιν, ἐπὶ τὴν οὐσίαν τοῦ σώματος διαβαίνοντα, καὶ συγκροτῆσαι ταύτην δυνάμενον. Καὶ τοῦτον δὲ οὐκ εἰς πολὺν ἐτῶν ἀριθμὸν αἰτεῖν ἐκελεύσθημεν, ἀλλὰ τὸν σήμερον ἡμῖν ἀρκοῦντα μόνον· Μὴ μεριμνήσητε γάρ, φησίν, εἰς τὴν αὔριον. Τί δήποτε γὰρ περὶ τῆς αὔριον φροντίζει τις, ὁ τὴν αὔριον οὐ πάναως ὀψόμενος, ἀλλὰ τὸν μὲν πόνον δεχόμενος, τὸν δὲ καρπὸν οὐ δρεπόμενος; Θάρῥησον τῷ Θεῷ τῷ διδόντι τροφὴν πάσῃ σαρκί. Ὁ τὸ σῶμά σοι δεδωκώς, καὶ τὴν ψυχὴν ἐμφυσήσας, καὶ ζῶόν σε λογικὸν κατασκευάσας, καὶ πάντα σοι τὰ ἀγαθὰ πρὸ διαπλάσεως ἑτοιμάσας, πῶς σε διαπλασθέντα παρόψεται, Ὅς ἀνατέλλει τὸν ἥλιον πὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους; Τούτῳ τοίνυν θαῤῥῶν, τὴν ἐφήμερον μόνην αἴτει τροφήν, τῆς δὲ αὔριον αὐτῷ κατάλιπε τὴν φροντίδα, ὡς καὶ ὁ μακάριος ἔλεγε Δαυΐδ· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Οὕτω διὰ τῶν εἰρημένων τὴν ἄκραν ἐκπαιδεύσας φιλοσοφίαν, εἰδὼς ὅτι τῶν ἀδυνάτων ἐστίν, ἀνθρώπους ὄντας καὶ θνητὸν σῶμα περικειμένους μὴ πταίειν, ἐδίδαξε λέγειν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τρία κατ' αὐτὴν ἀγαθὰ διὰ τοῦδε τοῦ λόγου πραγματεύεται· τοὺς μὲν
5. And since He made mention of the earth, and those born from it and dwelling upon it, and clothed with an earth-born body, have need also of suitable nourishment, He necessarily added: Give us today our daily bread. He ordered us to ask for daily bread, not luxury, but nourishment, which fills up what is lacking to the body, and prevents death from famine; not inflamed tables, nor varieties of relishes, and the trickeries of cooks, and the contrivances of bakers, and fragrant wines, and all the other things that sweeten the throat, yet burden the belly, and darken the understanding, and prepare the body to kick against the soul, and render the colt unruly to the charioteer. Not these things did the word teach us to ask for, but Daily bread, that is, bread passing into the substance of the body, and able to hold it together. And even this we were ordered to ask for, not for a great number of years, but only that which suffices us today; For do not be anxious, He says, for the morrow. For why ever does anyone take thought for the morrow, when he shall by no means certainly see the morrow, but receives the toil while not reaping the fruit? Take courage in God Who gives food to all flesh. He Who has given you your body, and breathed into you your soul, and fashioned you a rational living creature, and prepared all good things for you before your forming, how shall He overlook you once you have been formed, Who makes His sun to rise upon the wicked and the good, and sends rain upon the just and the unjust? Trusting in Him, therefore, ask only for the day's nourishment, and leave the care of the morrow to Him, even as the blessed David also said: Cast your care upon the Lord, and He Himself shall nourish you throughout. Having thus through the things spoken trained us thoroughly in the highest philosophy, knowing that it is among things impossible for those who are men and clothed with a mortal body not to stumble, He taught us to say: And forgive us our debts, as we also forgive our debtors. Three good things at once He accomplishes through this saying: on the one hand
Notes, col. 46

On the reading

Printed ἀρετην, for ἀρετήν.

Printed πάναως, for πάντως.

Printed πὐτοῦ, for αὐτοῦ.

PG 51:45 bisRead from the page
Quisquis igitur erga proximum mitis humanusque est, quique in se peccantes non ulciscitur, sed beneficiis injurias sibi illatas remunerat, is si Deum appellet Patrem, non reus agitur. Orationis vim diligenter adverte, quomodo nobis mutuum amorem praecipiat, atque caritatis affectu omnes conjungat. Neque enim dicere jussit, Pater mi, qui es in caelis; sed Pater noster, qui es in caelis; ut edocti nos communem habere Patrem, fraternam mutuo benevolentiam exhibeamus. Deinde nos instituit ut terram terrenaque relinquamus, nec terrenis inhiemus, sed assumptis fidei alis, per aerem volemus aetheraque transcendamus, et quem vocamus Patrem quaeramus, jubetque dicere, Pater noster, qui es in caelis, non quod Deus in caelis tantum sit, sed ut nos in terra volutatos ad caelum respiciendum inducat, nobisque caelestium bonorum pulchritudine illustratis id conferat, ut concupiscentia nostra tota eo traducatur.
Whosoever, therefore, is gentle and kindly towards his neighbour, and does not take vengeance upon those who sin against him, but repays wrongs done to him with kindnesses, is not held guilty if he calls God Father. Mark diligently the force of the prayer, how it enjoins mutual love upon us and binds all together in the affection of charity. For he did not bid us say, My Father, who art in heaven, but Our Father, who art in heaven, so that, having been taught that we have a common Father, we may show brotherly goodwill to one another. Next he instructs us to leave the earth and earthly things behind, and not to gape after earthly things, but, taking up the wings of faith, to soar through the air and pass beyond the ether, and seek him whom we call Father; and he bids us say, Our Father, who art in heaven—not because God is in heaven alone, but that he may lead us who wallow upon the earth to look up to heaven, and, illumining us with the beauty of heavenly goods, may grant us that our whole desire be turned thither.
4. Secundam deinde clausulam adjicit: Sanctificetur nomen tuum. Ne quis vero insipienter existimet sanctificationis accessionem Deo attribui, dum dicitur, Sanctificetur nomen tuum: sanctus enim est, et omnino sanctus, et sanctorum sanctissimus. Hanc autem ipsi laudem offerunt Seraphim, sic incessabili voce clamantes: Sanctus, sanctus, sanctus Dominus Sabaoth: plenum est caelum et terra gloria ejus (Hesai. 6. 3). Sed quemadmodum ii, qui reges acclamationibus excipiunt, ac Reges Imperatoresque vocant, non illis id attribuunt quod non habent, sed quod habent laudibus celebrant: ita et nos non eam, quae absit, sanctitatem Deo offerimus cum dicimus, Sanctificetur nomen tuum, sed eam, quae inest, laudibus celebramus: nam illud, Sanctificetur, idipsum est quod, glorificetur. Hac itaque voce docemur, ut vitam cum virtute ducamus, ut eam videntes homines, caelestem Patrem nostrum glorificent, ut alibi dicitur: Luceat lux vestra coram hominibus, ut videant opera vestra bona, et glorificent Patrem vestrum, qui in caelis est (Matth. 5. 16). Postea edocemur dicere, Adveniat regnum tuum: perturbationum corporalium oppressi tyrannide, et sexcentis tentationum insultibus impetiti, Dei regno egemus, ut peccatum non regnet in mortali corpore nostro (Rom. 6. 12), ita ut illi in cupiditatibus obsequamur, utque non exhibeamus membra nostra arma iniquitatis peccato, sed exhibeamus arma justitiae Deo, et Regi saeculorum militemus. Ad haec etiam docemur, ne praesentem vitam magni faciamus, sed praesentia despiciamus, futura vero, utpote manentia concupiscamus, et regnum illud quaeramus caeleste, aeternumque, nec praesentibus voluptatibus haereamus; non formae corporum, non pecuniae vi, non possessionum abundantiae, non gemmarum magnificentiae, non aedium splendori, non imperiis et militaribus praefecturis, non purpurae, non diademati, non opsoniis et lautis epulis, neque aliis quibuslibet eorum, quae sensus nostros inescare solent; sed iis omnibus valere jussis, regnum caelorum indesinenter appetamus.
4. Next he adds the second clause: Hallowed be thy name. Yet let no one foolishly suppose that an increase of holiness is bestowed upon God when it is said, Hallowed be thy name: for he is holy, and altogether holy, and the Holiest of the holy. Indeed, the Seraphim themselves offer him this praise, crying out thus with unceasing voice: Holy, holy, holy, Lord God of hosts: heaven and earth are full of his glory (Isa. 6:3). Rather, just as those who receive kings with acclamations and call them Kings and Emperors do not bestow upon them what they do not possess, but celebrate with praises what they do possess: so we also do not offer to God a holiness that is absent when we say, Hallowed be thy name, but celebrate with praises that which dwells in him; for that word, Hallowed, is the very same as Glorified. By this utterance, therefore, we are taught to lead a virtuous life, so that men, beholding it, may glorify our heavenly Father, as is said elsewhere: Let your light so shine before men, that they may see your good works, and glorify your Father who is in heaven (Matt. 5:16). Afterwards we are taught to say, Thy kingdom come: crushed by the tyranny of bodily passions and assailed by six hundred onslaughts of temptations, we stand in need of the kingdom of God, that sin may not reign in our mortal body (Rom. 6:12) so that we obey it in its lusts, and that we may not yield our members to sin as weapons of iniquity, but yield them to God as weapons of righteousness, and serve as soldiers for the King of the ages. Besides these things we are also taught not to set great store by the present life, but to despise present things and to long for the things to come as abiding, and to seek that heavenly and eternal kingdom, and not cling to present pleasures—not to comeliness of bodies, not to store of money, not to abundance of possessions, not to magnificence of gems, not to splendour of houses, not to high commands and military prefectures, not to the purple, not to the diadem, not to dainties and sumptuous banquets, nor to any other such things as are wont to ensnare our senses; but, having bidden farewell to them all, let us unceasingly long for the kingdom of heaven.
Notes, col. 45 bis

On the reading

Printed Secnndam, for Secundam.

Printed sauctitatem, for sanctitatem.

PG 51:46 bisRead from the page
Hanc vero virtutem postquam nos docuit, dicere jubet: Fiat voluntas tua sicut in caelo et in terra. Postquam enim nobis futurorum amorem indidit, necnon regni caelestis concupiscentiam, hoc vulneratos desiderio ad haec dicenda comparat, Fiat voluntas tua, sicut in caelo et in terra. Da nobis, inquit, Domine, ut caelestem illam vitae rationem sequamur, ut ea, quae tu vis, nos etiam velimus. Opitulare igitur debili voluntatis proposito, quod ea quae jubes exsequi cupit, sed corporis infirmitate praepeditur: porrige manum currere quidem volentibus, sed ad claudicandum coactis. Alis instructa est anima, sed illam caro gravem efficit; haec ad caelestia velox est, illa vero gravis et ad terrena proclivis. Adsit modo auxilium tuum, et ea, quae fieri non posse videntur, facilia evadent. Fiat igitur voluntas tua sicut in caelo et in terra.
Now after he has taught us this virtue, he bids us say: Thy will be done, as in heaven, so also upon earth. For after he has implanted in us the love of things to come and longing for the heavenly kingdom, having wounded us with this desire he makes us ready to utter these words: Thy will be done, as in heaven, so also upon earth. Grant us, Lord, says he, to follow that heavenly way of life, so that we also may will the things that you will. Aid, therefore, the feeble resolve of our will, which desires to carry out the things that you command, yet is hindered by the weakness of the body: stretch forth your hand to those who wish indeed to run, yet are forced to limp. The soul is furnished with wings, yet the flesh makes it heavy; the one is swift towards heavenly things, while the other is heavy and prone to earthly things. Let your help only be present, and the things that seem impossible will turn out easy. Thy will be done, therefore, as in heaven, so also upon earth.
5. Quia vero terram commemorat, atque iis, qui ex terra procreati sunt, in illaque versantur terreno amicti corpore, congruenti cibo est opus, necessario subjunxit: Panem nostrum supersubstantialem da nobis hodie. Panem supersubstantialem petere jussit, non in delectamentum, sed in alimentum, quod decedit de corpore supplens, et interitum ex fame futurum depellens. Non instructas dapibus mensas, non opsonia varia, non delicatos ferculorum apparatus, non pistorum artificia, non vina odore demulcentia, et quae alia palatum delectant, ventrem onerant, mentem obscurant, et corpori vires addunt ut insultet animae, ac pullum aurigae reddunt indocilem. Non haec ut poscamus oratio docuit, sed Supersubstantialem panem, id est, qui in substantiam corporis transit, eamque confirmare potest. Hunc vero panem non ad multum annorum numerum petere jubemur, sed qui ad hodiernum tantum diem satis sit: Nolite, inquit, solliciti esse in crastinum (Matth. 6. 34). Cur enim de crastino quis sollicitus sit, qui non ipsum diem crastinum certo visurus sit; sed qui laborem suscipit, fructum non decerpit? In Deo igitur fiduciam colloca, Qui dat escam omni carni (Psal. 135. 25). Qui tibi corpus dedit, animamque inspiravit, teque animal rationale constituit, atque omnia tibi bona ante formationem praeparavit, quomodo te formatum aspernabitur, Qui solem suum oriri facit super malos et bonos, et pluit super justos et injustos (Matth. 5. 45)? Huic igitur si fidas, quotidianum tantum posce alimentum, illi crastini curam relinque, quemadmodum et beatus David dixit: Jacta super Dominum curam tuam, et ipse te enutriet (Psal. 54. 23). Ita cum superioribus verbis supremam philosophiam docuisset, gnarus fieri non posse, ut nos homines mortali corpore circumdati non cadamus, etiam hoc dicere docuit: Et dimitte nobis debita nostra, sicut et nos dimittimus debitoribus nostris. Tria simul bona hisce verbis operatur: eos qui ad summum virtutis gradum pervenerunt de se mediocriter sentire docet, jubetque recte factis non confidere, sed formidare atque tremere praeteritorum memores peccatorum: quod et divinus Paulus facit, post sexcenta praeclare gesta dicens: Quoniam Christus Jesus venit in mundum ad salvandum peccatores, quorum primus ego sum (1. Tim. 1. 15).
5. And since he makes mention of the earth, and those who have been brought forth from the earth and dwell upon it clothed in an earthly body have need of fitting food, he necessarily subjoined: Give us today our supersubstantial bread. He bade us ask for supersubstantial bread, not for luxury, but for nourishment, replenishing what wastes away from the body and warding off death from hunger. Not tables spread with banquets, not varied dainties, not delicate displays of dishes, not the contrivances of bakers, not wines that charm with their fragrance, and whatever other things delight the palate, burden the belly, darken the mind, give strength to the body to rebel against the soul, and render the colt unruly to the charioteer. The prayer did not teach us to ask for these things, but for Supersubstantial bread—that is, bread which passes into the substance of the body and is able to sustain it. Nor are we bidden to ask for this bread for a great number of years, but only such as suffices for today: Be not anxious, says he, for tomorrow (Matt. 6:34). For why should anyone be anxious about tomorrow, who is not sure of seeing tomorrow itself, and who undertakes the labour yet does not pluck the fruit? Place your trust, therefore, in God, Who gives food to all flesh (Ps. 135:25). He who gave you a body, breathed a soul into you, made you a rational creature, and prepared all good things for you before he formed you—how shall he spurn you now that you are formed, he Who makes his sun to rise upon the evil and the good, and sends rain upon the just and the unjust (Matt. 5:45)? If, then, you trust in him, ask only for daily sustenance, and leave the care of tomorrow to him, even as the blessed David also said: Cast your care upon the Lord, and he himself will nourish you (Ps. 54:23). Thus, after he had taught the highest philosophy in the foregoing words, knowing well that it is impossible for us men who are clothed about with a mortal body not to fall, he taught us to say this also: And forgive us our debts, as we also forgive our debtors. Three good things at once he accomplishes by these words: he teaches those who have reached the highest degree of virtue to think modestly of themselves, and bids them not to trust in their righteous deeds, but to fear and tremble, mindful of their past sins—which the divine Paul also does, saying after six hundred noble deeds: Christ Jesus came into the world to save sinners, of whom I am the first (1 Tim. 1:15).
Notes, col. 46 bis

On the reading

Printed dn nobis, for da nobis.

Printed (Psal. 54. 23), Ita, for (Psal. 54. 23). Ita.