Migne Reading Room

PG 51 · cols. 345–346 bis · Read from the page

Homilia in Heliam et Viduam, et de Eleemosyna (Hom. XXX)

Homilia in Heliam et Viduam, et de Eleemosyna (Hom. XXX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:345Read from the page
ὑπόδειγμα, τὴν πόλιν ἐκείνην ἐν τοῖς Εὐαγγελίοις παρήγαγεν ὁ Χριστός. Ἦν τοίνυν καὶ ἀλλόφυλος, καὶ Σιδωνία, καὶ γυνὴ, τὸ ἀσθενὲς γένος καὶ πάντοθεν δεόμενον τῆς ἀντιλήψεως. Προσῆν καὶ χηρεία, τέταρτον κώλυμα· πέμπτον, ἐκείνων ἁπάντων μεῖζον, παιδοτροφίας ἐπιμέλεια. Ἀκουέτωσαν αἱ χῆραι καὶ παῖδας τρέφουσαι, ὡς οὐκ ἦν ἱκανὴ ἡ σκῆψις αὕτη πρὸς τὸ μὴ ποιεῖν ἐλεημοσύνην, μηδὲ ὑποδέχεσθαι ξένους· καὶ δρὰξ ἀλεύρου ὑπελέλειπτο μόνον, καὶ μετ' ἐκείνην θάνατος προσεδοκᾶτο. Σὺ μὲν γὰρ κἂν ἅπαντα κενώσῃς τὰ χρήματα, κἂν γυμνώσῃς τῆς περιουσίας σαυτὸν, δύνασαι πρὸς τὰς ἑτέρων θύρας ἀπελθεῖν καὶ τυχεῖν παραμυθίας· τότε δὲ οὐδὲ ἐπαιτεῖν δυνατὸν ἦν, οὕτως ἅπαντας τοὺς λιμένας ἔχωσεν ὁ λιμός. Ἀλλ' οὐδὲν τούτων ἐκώλυσεν. Εἴπω καὶ ἕβδομον κώλυμα, αὐτὸν τὸν μέλλοντα ἐπιξενίζεσθαι τῇ γυναικί. Οὐδὲ γὰρ οἰκεῖος, οὐδὲ γνώριμος ἦν, ἀλλὰ ξένος καὶ ἀλλότριος, καὶ κατ' αὐτὸν τῆς εὐσεβείας λόγον κεχωρισμένος αὐτῆς. Οὐ μόνον δὲ ξένος καὶ ἀλλότριος, ἀλλὰ καὶ αὐτὸς ἦν ὁ τὸν λιμὸν ἐπαγαγών.
example Christ brought forward that city in the Gospels. She was, therefore, both a foreigner, and a Sidonian, and a woman—the weak sex and standing in need of succour on every side. Widowhood also was added, a fourth hindrance; a fifth, greater than all those, the care of rearing children. Let widows and women rearing children hear that this pretext was not sufficient for not doing alms, nor receiving strangers; and a handful of meal alone had been left over, and after that death was awaited. For you indeed, even if you empty out all your money, even if you strip yourself of your substance, are able to go off to the doors of others and obtain comfort; whereas at that time it was not even possible to beg, so utterly had the famine choked up all havens. Yet none of these things hindered her. Let me tell also a seventh hindrance: the very man who was about to be entertained as a guest by the woman. For he was neither a kinsman nor an acquaintance, but a stranger and an alien, and separated from her in the very matter of piety. And not only a stranger and an alien, but he himself was the very one who had brought on the famine.
θʹ. Ἀλλ' οὐδὲν τούτων ἀπέτρεψε τὴν γυναῖκα, ἀλλ' ἐδίδου τροφὴν στόματι τῷ πᾶσαν αὐτῆς δαπανήσαντι τὴν τροφήν, καὶ τὸν αἴτιον τοῦ λιμοῦ τοῖς λειψάνοις ἔτρεφε τοῦ λιμοῦ. Διὰ σὲ, φησὶν, ἡ ἅπασά μοι περιουσία εἰς τὴν δράκα περιέστη ταύτην· ἀλλ' οὐδὲ τῆς δρακὸς ταύτης φείδομαι διὰ σὲ, ἀλλὰ καὶ ἐμαυτὴν καὶ τὰ παιδία ἐπιδώσω θανάτῳ, ἵνα σὺ, φησὶν, ὁ τῆς στενοχωρίας αἴτιος μηδὲ μικρὰν τῆς στενοχωρίας αἴσθησιν λάβῃς. Ποίαν τις ὑπερβολὴν ἐπινοήσειε φιλοξενίας ἑτέραν; Οὐκ ἔστιν οὐδεμίαν εὑρεῖν. Εἶδε ξένον, καὶ τῆς φύσεως εὐθέως ἐπελάθετο, καὶ τὰς ὠδῖνας ἠγνόησε, καὶ πρὸς τὸν τῶν παίδων βλέπουσα χορὸν, οὐ κατεκλάσθη. Καὶ οἶδα μὲν ἀκούσας πολλάκις λεγόντων πολλῶν, ὅτι Ὁ δεῖνα πτωχὸν ἰδὼν, τὸν χιτωνίσκον, ὃν περιεβέβλητο μόνον, τοῦτον ἀποδυσάμενος, τὸν γυμνὸν περιέβαλεν, αὐτὸς δὲ παρ' ἑτέρου δανεισάμενος ἱμάτιον, οὕτως ἀπῆλθε· καὶ μέγα ἔδοξε τοῦτο εἶναι καὶ θαυμαστόν. Καὶ γὰρ ὄντως ἐστὶ μέγα· τὸ δὲ τῆς χήρας ταύτης πολὺ τούτου μεῖζον. Ἐκεῖνος μὲν γὰρ ἑαυτὸν γυμνώσας, καὶ τὸν γυμνὸν περιβαλών, ἔσχε παρ' ἑτέρου λαβεῖν ἱμάτιον· αὕτη δὲ τὴν δράκα τοῦ ἀλεύρου προϊεμένη, οὐκ ἴσχυσε δράκα ἑτέραν λαβεῖν· οὐδὲ μέχρι γυμνότητος ἦν ὁ κίνδυνος αὐτῇ, ἀλλὰ μετ' ἐκεῖνο θάνατος προσεδοκᾶτο καὶ αὐτῆς καὶ τῶν παίδων. Ὅταν οὖν μήτε πενίας, μήτε παιδοτροφίας ἐπιμέλεια κωλύσῃ, μήτε λιμὸς χαλεπὸς, μήτε πτωχεία τοσαύτη, μήτε θάνατος προσδοκώμενος, ποίαν ἕξομεν ἀπολογίαν οἱ εὔποροι; ποίαν οἱ πένητες; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδού συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. Ταύτην ἕκαστος τὴν ἐλεεινήν, μᾶλλον δὲ ἕκαστος ταύτην τὴν μακαρίαν φωνὴν καὶ τῶν οὐρανῶν ἀξίαν ἐν τοῖς τοίχοις τῆς οἰκίας ἐγγραφέτω τῆς ἑαυτοῦ, ἐν τῷ θαλάμῳ, ἐν ᾧ ἂν καθεύδωμεν, ἐν τῷ οἴκῳ, ἐν ᾧ ἀριστοποιούμεθα. Ταύτην ἐπὶ τῆς οἰκίας, ταύ-
9. Yet none of these things turned the woman away, but she gave food to the mouth that had spent all her food, and fed the author of the famine with the remnants of the famine. Through you, she says, my whole substance has been reduced to this handful; yet not even this handful do I spare on your account, but I will give up both myself and my little children to death, in order that you, she says, the author of the distress, may not receive even a slight sense of the distress. What other excess of hospitality could anyone conceive? It is impossible to find a single one. She saw a stranger, and straightway forgot nature, and disregarded her travail-pangs, and though looking upon the band of her children, was not broken in spirit. And indeed I know that I have often heard many saying that such and such a man, upon seeing a beggar, stripped off the little tunic which alone he had about him, and clothed the naked man, while he himself, having borrowed a cloak from another, thus departed; and this seemed to be something great and marvellous. And indeed it truly is great; yet the deed of this widow is far greater than this. For that man, after stripping himself and clothing the naked man, was able to receive a cloak from another; whereas this woman, once she had given away the handful of meal, had no power to receive another handful; nor was her danger merely to the point of nakedness, but after that death was awaited both for herself and for her children. When, therefore, neither poverty, nor the care of rearing children hinders, nor grievous famine, nor such great beggary, nor death awaited, what defence shall we who are well-to-do have? What shall we who are poor have? As the Lord your God lives, there is not a cake baked on the ashes by me, save only a handful of meal in the pitcher, and a little oil in the cruse; and behold, I am gathering two little sticks, and I shall go in, and prepare them for my children, and we shall eat, and die. Let each one inscribe this pitiable—or rather let each one inscribe this blessed utterance, worthy of the heavens, upon the walls of his own house, in the bedchamber in which we sleep, in the room in which we take our meal. This utterance in the house, this-
Notes, col. 345

On the reading

Printed ἰδού, for ἰδοὺ.

PG 51:346Read from the page
την ἐπὶ τῆς ἀγορᾶς, ταύτην ἐν τοῖς συλλόγοις τῶν φίλων, ταύτην εἰς δικαστήριον ἀπιών, ταύτην εἰσιών, ταύτην ἐξιὼν ἕκαστος μελετάτω τὴν φωνήν· καὶ σφόδρα ἂν ἰσχυρισαίμην, ὅτι οὐδ' ἂν εἰ λίθινός τις εἴη, καὶ σιδηροῦς, καὶ ἀδάμας, ἀνέξεται προσελθόντα πένητα κεναῖς ἀποπέμψαι χερσίν, ἂν τὴν φωνὴν ἐγγράψῃ ταύτην, ἂν τὴν χήραν πρὸ τῶν ὀφθαλμῶν ἔχῃ.
utterance in the marketplace, this in the gatherings of friends, this when going off to a law-court, this when entering, this when going out, let each one meditate upon; and I would very strongly maintain that not even if a man were of stone, and of iron, and adamant, will he endure to send away empty-handed a poor man who has come to him, if he inscribes this utterance, if he holds the widow before his eyes.
Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖ τις· Ἄγε κἀμοὶ προφήτην, καὶ μετὰ τῆς αὐτῆς εὐνοίας ὑποδέξομαι. Ὑπόσχου τοῦτο, καὶ ἄγω σοι τὸν προφήτην. Καὶ τί λέγω τὸν προφήτην; Αὐτὸν ἄγω σοι τὸν τοῦ προφήτου Δεσπότην, τὸν κοινὸν ἡμῶν Θεὸν καὶ Κύριον τὸν Χριστόν. Αὐτὸς γάρ φησιν, ὅτι Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Εἰ δὲ ἀπιστοῦσί τινες τῇ φωνῇ, καὶ τῆς φιλοφροσύνης ἀμελοῦσι, μαθήσονται τότε διὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας τοῦτο. Ὥσπερ γὰρ αὐτοῦ τοῦ Χριστοῦ παραμελήσαντες, οὕτω πρὸς ἀφόρητον ἀπελεύσονται κόλασιν. Οὕτως οὖν οἱ τοὺς πτωχοὺς τρέφοντες καθάπερ αὐτὸν τὸν Χριστὸν θεραπεύσαντες, εἰς τὴν τῶν οὐρανῶν εἰσάγονται βασιλείαν.
Yet perhaps someone will say that: Bring a prophet to me also, and with the same goodwill I shall receive him. Promise this, and I bring you the prophet. And why do I say the prophet? I bring you the very Master of the prophet, our common God and Lord, Christ. For He Himself says: You saw Me hungering, and you fed Me. And if certain men disbelieve the utterance, and neglect courteous kindness, they will learn this at that time through chastisement and punishment. For just as though having neglected Christ Himself, so shall they go off towards unbearable chastisement. Thus, therefore, those also who feed the poor, just as though having ministered to Christ Himself, are led into the kingdom of the heavens.
ιʹ. Τάχα πλείω τοῦ δέοντος τὰ εἰρημένα. Εἴθε μὲν οὖν πάσας τὰς ἡμέρας ἐνδιατρίβειν ἦν τοῖς περὶ τῆς ἐλεημοσύνης λόγοις. Εἰ δὲ ἀρκούντως ὑμῖν ἔχειν ταῦτα δοκεῖ, φέρε αὐτὰ ἀνακεφαλαιωσώμεθα πάντα. Εἶπον τίνος ἕνεκεν ὁ προφήτης πρὸς τὴν χήραν ἀπεστέλλετο, ἵνα μὴ μακαρίζῃς πενίαν, ἵνα μὴ θαυμάζῃς πλοῦτον, ἵνα μὴ τὸν εὔπορον ζηλωτὸν εἶναι νομίζῃς, ἵνα μὴ τὸν ἐν πτωχείᾳ ζῶντα ἄθλιον καὶ ἐλεεινὸν, ἵνα μάθῃς τὴν Ἰουδαϊκὴν πονηρίαν. Ἔθος γὰρ τῷ Θεῷ μέλλοντι κολάζειν, καὶ ἡμῖν ἀπολογεῖσθαι διὰ τῶν πραγμάτων αὐτῶν· ἵνα μὴ μετὰ ταῦτα ἰδὼν τὸν κοινὸν ἁπάντων Σωτῆρα παρὰ μὲν ἐκείνων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐθνῶν ὑποδεχόμενον, θαυμάζῃς καὶ διαπορῇς, ἄνωθεν αὐτῶν τὴν ἀγνωμοσύνην καταμαθών, καὶ ὡς ἔθος αὐτοῖς τοὺς εὐεργέτας ἐλαύνειν· ἵνα μὴ νομίσῃς ὠμότητος εἶναι τοῦ προφήτου τὴν εὐχήν, καὶ τὴν τῆς τιμωρίας παράτασιν, ἀλλὰ ζήλου θείου καὶ κηδεμονίας· ἵνα μάθῃς ὅτι ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ σωφρονισμοῦ ἡμῶν ἡ φύσις δεῖται· ἵνα μὴ παρακαλούμενος εἰς τὸν αὐτὸν τοῦ προφήτου ζῆλον, ἀδύνατον εἶναι νομίσῃς τὴν μίμησιν. Εἶπον περὶ τῆς χήρας, πῶς ἐν τοσαύτῃ στενοχωρίᾳ οὖσα, τοῦ λιμοῦ καταναγκάζοντος, οὐδὲ ῥῆμα πικρὸν πρὸς τὸν προφήτην ἐξέβαλε, καίτοι γε εἰκὸς ἦν· καὶ ἔδειξα καὶ τοῦτο ἐκ τῶν Ἰουδαϊκῶν φρονημάτων· ἀλλ' οὐδὲν τοιοῦτον ἔπαθεν ἐκείνη, ἀλλὰ μετὰ πάσης αὐτὸν ἐδέξατο φιλοφροσύνης, καὶ τὴν πενίαν ἅπασαν εἰς τὴν ἐκείνου τιμὴν ἐκένωσε, καὶ Σιδωνία οὖσα καὶ ἀλλόφυλος, καὶ οὔτε τῶν προφητῶν φιλοσοφούντων περὶ ἐλεημοσύνης ἤκουσεν, οὔτε τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, εἰ μετὰ τοιαύτας παραινέσεις, εἰ μετὰ τοιούτων ἐπάθλων ὑπόσχεσιν, εἰ μετὰ τὴν βασιλείαν τῶν οὐρανῶν, μὴ φθάσαιμεν πρὸς τὸ αὐτὸ τῇ χήρᾳ τῆς φιλοφροσύνης μέτρον; Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ χήρα, καὶ παίδων ἐπεμελεῖτο πολλῶν, καὶ λιμὸν ἐπικίνδυνον ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον ἀγνῶτα ὑποδέχεσθαι ἔμελλε καὶ τὸν ἐπαγαγόντα τὸν λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός· ἡμεῖς
10. Perhaps the things that have been said are more than needful. Would, then, that it were possible to spend all our days in discourses concerning almsgiving! Yet if these things seem to you to suffice, come, let us sum them all up. I told on what account the prophet was sent off to the widow: that you might not count poverty blessed, that you might not marvel at wealth, that you might not suppose the well-to-do man to be enviable, that you might not suppose him who lives in beggary to be wretched and pitiable, that you might learn the Jewish wickedness. For it is the custom of God, when He is about to chastise, to defend Himself before us also through the deeds themselves; so that afterwards, upon seeing the common Saviour of all driven away by those men, yet received by the Gentiles, you might not marvel and be perplexed, having learned from the outset their ingratitude, and how it was their custom to drive away their benefactors; that you might not suppose the prayer of the prophet, and the prolongation of the punishment, to come of cruelty, but of divine zeal and care; that you might learn that in the greatest right deeds our nature stands in need of chastening also; that when exhorted towards the same emulation of the prophet, you might not suppose imitation of him to be impossible. I spoke concerning the widow, how, though she was in such great distress, with the famine pressing hard upon her, she did not cast forth even a bitter word towards the prophet, although it would have been natural; and I showed this too from the Jewish dispositions; yet she suffered nothing of the kind, but received him with all courteous kindness, and emptied out all her poverty for his honour, even though she was a Sidonian and a foreigner, and had heard neither the prophets discoursing philosophically concerning almsgiving, nor Christ saying, You saw Me hungering, and you fed Me. What pardon, then, will there be for us, if after such admonitions, if after the promise of such prizes, if after the kingdom of the heavens, we should not attain to the same measure of courteous kindness as the widow? For she indeed was both a Sidonian, and a foreigner, and a widow woman, and had the care of many children, and saw a perilous famine and death awaited, and was about to receive an unknown man and him who had brought on the famine, and not even thus did she spare the handful; whereas we
PG 51:345 bisRead from the page
Erat igitur et alienigena, et Sidonia, et mulier, sexus infirmus, et omni ex parte subsidio indigens. Accedebat viduitas quartum impedimentum: quintum illis omnibus majus, alendorum cura liberorum. Audiant viduae, ac liberorum nutrices, non fuisse idoneam et legitimam illam excusationem, quominus impertiret eleemosynam, vel hospites exciperet: et pugillus farinae reliquus erat tantum, ac post illum mors exspectabatur. Nam tu quidem licet omnes pecunias profuderis, licet facultatibus teipsum spoliaveris, potes ad aliorum fores pergere, atque inde solatium obtinere: tum vero neque mendicare licebat, ita portus omnes fames obstruxerat. Nihil tamen horum prohibuit. Dicam et septimum impedimentum, ipsum nimirum, quem mulier hospitio fuit exceptura. Nam neque familiaris, neque notus erat, sed peregrinus et alienus, et ipso religionis ab illa septo separatus. Neque vero tantum peregrinus, et exterus, sed ille ipse erat, qui famem induxerat.
She was, therefore, at once a foreigner, a Sidonian, and a woman—the weaker sex, standing in need of succour on every side. Widowhood was added as a fourth hindrance, and a fifth greater than all the rest: the care of rearing children. Let widows and mothers rearing children hear that even that plea was no valid or lawful excuse for withholding alms or declining to welcome strangers; and besides, only a single handful of meal was left her, and after that death stared her in the face! For even should you spend all your money and strip yourself of your means, you can betake yourself to others' doors and obtain relief there; at that time, however, it was not even possible to beg, so utterly had the famine blocked every haven. Yet none of these things held her back. Let me name a seventh hindrance as well—the very man whom the woman was about to receive in hospitality. For he was neither kinsman nor acquaintance, but a stranger and an alien, parted from her by the very barrier of religion; and not only was he a stranger and a foreigner, he was the very man who had brought on the famine.
9. Nihil tamen horum feminam avertit, sed ori cibum porrigebat, quod omnes illi cibos absumpserat, et famis auctorem famis reliquiis nutriebat. Propter te, inquit, facultates omnes meae ad hunc pugillum redactae sunt: sed nec isti pugillo tua causa parcam, verum et me et liberos meos objiciam morti, ut tu, inquit, hujus auctor necessitatis ne minimum quidem necessitatis sensum capias. Cui potuit umquam majus hospitalitatis studium in mentem venire? Nullum plane licebit reperire. Vidit peregrinum, et naturae confestim oblita est, dolores partus ignoravit, et oculis ad filiorum turbam conversis animo fracta non est. Ac me quidem scio frequenter audiisse multos qui dicerent: Ille cum pauperem conspexisset, tunicam, qua sola erat indutus, exuens nudum vestivit; ipse vero, cum mutuam ab altero vestem sumpsisset, deinde discessit: et hoc magnum quid et mirabile visum est. Siquidem vere magnum est: istud vero viduae factum hujus multo illo majus. Nam ille quidem cum se nudasset, ac nudum operuisset, potuit ab altero vestem accipere: haec vero cum farinae pugillum prodegisset, alterum pugillum accipere minime potuit; neque nuditatis tantum illi periculum subeundum erat, sed postea mors ipsius ac liberorum erat exspectanda. Cum igitur neque paupertate, neque alendorum cura filiorum, neque gravi fame, neque tanta egestate, neque mortis exspectatione fuerit impedita, quae nobis reliqua erit excusatio locupletibus, quae pauperibus? Vivit Dominus Deus tuus, si est mihi panis subcineritius, nisi quantum pugillus farinae in hydria, et parum olei in lecytho: et ecce colligo duo ligna, et ingrediar, et faciam illa filiis meis, et comedemus, et moriemur. Hanc unusquisque miserandam, vel potius unusquisque beatam illam vocem ac caelo dignam domus suae parietibus inscribat, in cubiculo, in quo dormimus, in conclavi, in quo prandemus. Hanc in aedibus, hanc in foro, hanc in amicorum coetibus, hanc dum ad judicum tribunal pergit, hanc dum ingreditur, hanc dum egreditur vocem quisque meditetur: et constanter affirmo, quantumvis saxeus fuerit quis, et ferreus, et adamas, minime umquam adductum iri ut accedentem pauperem vacuis manibus a se dimittat, si vocem hanc inscripserit, si viduam ante oculos positam habuerit.
9. Yet none of these things turned the woman aside; rather, she held out food to the mouth that had consumed all her sustenance, and fed the author of the famine with the remnants left by the famine. Because of you, says she, all my substance has shrunk to this handful; yet not even this handful will I spare for your sake, choosing instead to expose myself and my children to death, so that you, the author of this strait, may feel not even the slightest pinch of want. What greater zeal for hospitality could ever enter anyone's mind? Assuredly none can be found! She saw a stranger, and straightway forgot nature, disregarded her birth-pangs, and though turning her eyes upon her flock of children was not broken in spirit. Now I know that I have often heard many say: So-and-so, catching sight of a poor man, stripped off the single tunic he was wearing and clothed the naked man, and then borrowed a garment from someone else and went his way—and this seemed something great and marvellous. Great indeed it truly is; yet yonder deed of this widow far surpasses it. For when that man had stripped himself and covered the naked, he was able to obtain a garment from another; whereas once this woman had lavished away her handful of meal, she could by no means obtain another handful, nor did she face merely the peril of nakedness, but death awaited both her and her children thereafter. When, therefore, neither poverty, nor the care of rearing children, nor grievous famine, nor such utter destitution, nor the prospect of death hindered her, what excuse will remain for us who are rich, or what for the poor? As the Lord thy God liveth, I have not a cake baked on the hearth, but only a handful of meal in the jar and a little oil in the cruse; and behold, I am gathering two sticks, that I may go in and dress it for my children, that we may eat, and die. Let each one inscribe that piteous—nay rather, that blessed and heaven-worthy—utterance upon the walls of his house, in the chamber where we sleep, in the hall where we dine; let each one meditate upon this utterance at home, in the marketplace, in gatherings of friends, as he goes to the judges' tribunal, as he comes in, and as he goes out; and I steadfastly affirm that however stony, iron-hearted, or adamantine a man may be, he will never be brought to send away empty-handed a poor man who approaches him, if only he has inscribed this utterance upon his heart and kept the widow set before his eyes.
PG 51:346 bisRead from the page
Non prophetae solum excipiendi sunt. — Sed dicet fortasse quispiam: Adducito mihi prophetam, et eadem cum benevolentia illum suscipiam. Hoc mihi promitte, tum ego tibi prophetam adducam. Quid dico prophetam? Ipsum tibi prophetae Dominum adducam, communem Deum ac Dominum nostrum Christum. Ipse enim dicit, Esurientem me vidistis, et aluistis (Matth. 25. 35). Quod si qui forte voci fidem derogant, et humanitatem non curant, cum supplicio poenisque castigati hoc discent. Tamquam enim Christum ipsum non curassent, sic ad intolerandum supplicium abducentur. Sic igitur et qui pauperes aluerint, quasi Christum ipsum curarint, in regnum caelorum introducuntur.
Not prophets alone are to be welcomed. — Yet perhaps someone will say: Bring me a prophet, and I will welcome him with the same good-will. Promise me this, and I will bring you a prophet—nay, why do I say a prophet? I will bring you the very Lord of the prophet, our common God and Lord Christ! For He Himself says: Ye saw Me hungry, and fed Me (Matt. 25:35). And should any haply withhold belief from this word and neglect humanity, they will learn its truth when chastised with punishment and penalties: for just as though they had neglected Christ Himself, so shall they be led away to unendurable torment; and so too those who have fed the poor, as though they had tended Christ Himself, are ushered into the kingdom of heaven.
10. Fortasse plura dicta sunt, quam oportuit. Utinam autem dies omnes in sermones de eleemosyna liceret impendere! Quod si vobis haec sufficere videntur, age summatim omnia illa repetamus. Dixi qua de causa propheta ad viduam mitteretur, ne paupertatem despicias, ne divitias tanti facias, ne locupletem beatum arbitreris, ne infelicem ac miseratione dignum eum qui egestate premitur, ut Judaicam nequitiam cognoscas. Hic enim Dei mos est, cum supplicium est illaturus, ut rebus ipsis se purget: ne cum postea communem omnium Salvatorem rejectum ab illis videris, et a gentibus susceptum, mireris et dubites, cum multo ante ipsorum improbitatem cognoveris, eosque bene de se meritos vexare consuevisse: ne crudelitatis esse arbitreris orationem prophetae, atque productionem poenae, sed zeli divini ac sollicitudinis: ut discas in maximis recte factis etiam castigatione naturam nostram indigere: ne cum ad eumdem cum propheta zelum te adhortamur, fieri non posse putes, ut illum imiteris. Dixi de vidua, quo pacto in tantas angustias redacta, fame cogente, ne verbum quidem asperum adversus prophetam emisit, tametsi rerum statui consentaneum erat, atque hoc ex superbia Judaeorum ostendi: nihil tamen horum illi accidit, sed cum multa illum comitate atque humanitate suscepit, totamque suam egestatem in ejus honorem impendit, cum Sidonia esset et alienigena, neque prophetas de eleemosyna philosophantes audiisset, neque Christum dicentem, Esurientem me vidistis, et aluistis. Quanam igitur venia digni censebimur, si tot auditis cohortationibus, si post tantorum promissa praemiorum, si proposito regno caelorum, non ad eumdem cum vidua comitatis et humanitatis gradum perveniamus? Nam illa quidem Sidonia fuit et alienigena, et mulier vidua, et multorum illi erat cura liberorum, periculosam famem videbat et mortem imminentem, et hominem ignotum erat exceptura quique famem invexerat, et ne sic quidem pugillo pepercit: at nos qui et prophetiae participes fuimus, et divinis exculti dogmatibus, qui de rebus futuris possumus philosophari, neque famem videmus instantem, et qui multo plura, quam mulier possidemus, quamnam poterimus excusationem obtendere, qui facultatibus parcimus, et nostrae salutis prodigi sumus?
10. Perhaps more has been said than was needful—though would that we might spend all our days in discourses upon almsgiving! Yet if what has been spoken seems sufficient to you, come, let us briefly sum it all up. I stated for what reason the prophet was sent to the widow: that you may neither despise poverty, nor prize riches so highly, nor deem the wealthy man blessed, nor count wretched and pitiable him who is pinched by want, and that you may know the wickedness of the Jews. For this is God's custom when about to inflict punishment: to vindicate Himself by the very facts, lest afterwards, on seeing the common Saviour of all rejected by them and welcomed by the Gentiles, you should marvel and doubt, having learnt long beforehand their perversity and their habit of maltreating their benefactors; lest you suppose the prophet's prayer and the prolonging of the chastisement to proceed from cruelty rather than godly zeal and solicitude; that you may learn that even amid our greatest good deeds our nature stands in need of chastening; and lest, when we exhort you to the same zeal as the prophet, you imagine it impossible to imitate him. I spoke of the widow—how, when reduced to such straits under the pressure of famine, she uttered not a single harsh word against the prophet, natural though that would have been in her plight, as I showed from the arrogance of the Jews; yet nothing of the kind befell her, for she welcomed him with abundant courtesy and kindness, and spent her entire scanty store in his honour, Sidonian and foreigner though she was, having heard neither prophets discoursing upon almsgiving nor Christ saying, Ye saw Me hungry, and fed Me. Of what pardon, then, shall we be judged worthy if after hearing so many exhortations, after the promises of such great rewards, and with the kingdom of heaven set before us, we do not attain even to the same measure of courtesy and humanity as the widow? For she was a Sidonian, a foreigner, and a widowed woman burdened with the care of many children; she beheld perilous famine and impending death, and was about to welcome an unknown man who had himself brought on the famine, and yet not even so did she spare her handful of meal; whereas we, who have shared in prophecy, have been trained in divine doctrines, are able to meditate upon things to come, behold no famine at our doors, and possess far more than that woman—what excuse shall we be able to plead when we hoard our substance and squander our own salvation?