Οὕτω καὶ νῦν τὸν Ἠλίαν ἀπήλασαν μὲν Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἡ χήρα. Ὅταν οὖν ἴδῃς τὸν Χριστὸν ἀπελαυνόμενον μὲν παρὰ αὐτῶν, ὑποδεχόμενον δὲ παρὰ τῶν ἐθνῶν, ἄνωθεν τοὺς τύπους καταμαθὼν, μὴ θαυμάσῃς ἐπὶ τῆς τοῦ πράγματος ἀληθείας. Ἤκουσας γοῦν καὶ σήμερον τοῦ Χριστοῦ λέγοντος, καὶ αὐτὸ τοῦτο αἰνιττομένου. Πρὸς γὰρ τοὺς Ἰουδαίους δυσχεραίνοντας διαλεγόμενος ἔλεγεν, ὅτι Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, καὶ πρὸς οὐδεμίαν ἀπεστάλη Ἠλίας, εἰ μὴ πρὸς τὴν χήραν τὴν ἐν Σαρεφθοῖς τῆς Σιδῶνος. Ἀλλ' ἴσως ἐκεῖνο ἄν τις διαπορήσειε, τί δήποτε τὸν οὕτω ζηλώσαντα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης θλίβεσθαι καὶ στενοχωρεῖσθαι ἀφῆκεν ὁ Θεὸς, νῦν μὲν εἰς τὸν χειμάῤῥουν πέμπων, νῦν δὲ πρὸς τὴν χήραν, νῦν δὲ εἰς ἄλλο χωρίον, καθάπερ τινὰ μετανάστην τόπους ἐκ τόπων ἀμείβειν παρασκευάζων. Ὅτι γὰρ ἐθλίβετο καὶ ἐστενοχωρεῖτο, ἄκουσον καὶ τοῦ Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Τίνος οὖν ἕνεκεν θλίβεσθαι αὐτὸν συνεχώρησεν; Εἰ μὲν γὰρ ὑπὲρ τῶν εἰς αὐτὸν ἁμαρτημάτων ταύτην ἀπῄτει τοὺς Ἰουδαίους τὴν δίκην, εἰκότως ἄν τις ἔφησε τῇ στενοχωρίᾳ τῆς θλίψεως αὐτὸν λαμβάνειν πεῖραν, ὥστε γενέσθαι πραότερον, καὶ καθυφεῖναι τῆς ὠμότητος. Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας; Ὅτι εἰ τῶν ἄλλων κακουχουμένων καὶ τῷ λιμῷ διαφθειρομένων, αὐτὸς ἀνέσεως καὶ τραπέζης ἀπέλαυε πλουσίας, ἴσως ἄν τις ἐνόμισεν ὠμότητος εἶναι τὸ γεγενημένον. Θαυμαστὸν γὰρ οὐδὲν ἐδόκει, εὐθηνίας ἀπολαύοντα, τοῖς ἀλλοτρίοις ἐντρυφᾷν κακοῖς. Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ἀφῆκε κοινωνῆσαι τῆς συμφορᾶς, καὶ πεῖραν λαβεῖν τῶν συμβάντων δεινῶν, καὶ μετασχεῖν τοῦ λιμοῦ, ἵνα μάθῃς ὅτι οὐ λιμὸς, ἀλλὰ θεῖος ἦν ζῆλος παρ' αὐτῷ. Οὐ γὰρ ἂν εἵλετο στενοχωρούμενος οὕτω, καὶ ὑστερούμενος, καὶ θλιβόμενος, καὶ κακουχούμενος, μὴ λῦσαι τὴν ἀπειλὴν, εἰ μὴ ἀπὸ πολλοῦ τοῦ ζήλου τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν. Διόπερ καὶ ἥδιον ἦν αὐτῷ στενοχωρεῖσθαι, καὶ σωφρονιζομένους αὐτοὺς ὁρᾷν, ἢ τῆς ἀνάγκης ἀπαλλαγέντας τῆς ἐπικειμένης, πρὸς τὴν προτέραν ἀσέβειαν ἐπανελθόντας ἰδεῖν.
Thus now as well, the Jews drove Elijah away, whereas the widow welcomed him. Whenever, therefore, you see Christ driven away by them yet welcomed by the Gentiles, having learned the types beforehand from of old, do not marvel at the reality of the event. You heard Christ speaking today, at least, and hinting at this very point; for discoursing to the Jews in their vexation, He said: There were many widows in the days of Elijah, and to none of them was Elijah sent, save to a widow in Zarephath of Sidon. Yet perhaps someone might raise this question: why on earth did God suffer a man so zealous for God's glory to be afflicted and straitened—sending him now to the winter-torrent, now to the widow, now to another place, causing him like some migrant to change place after place? For that he was afflicted and straitened, hear Paul also saying: They went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated. Wherefore, then, did He permit him to suffer tribulation? Had he been exacting this penalty from the Jews on account of sins committed against himself, one might reasonably have said that he was making trial of the straitness of tribulation so as to grow gentler and abate his harshness. Yet if, not bearing malice against them for things done to himself, but pining away over their impiety and insolence towards the Master, he brought this calamity upon them, wherefore does he himself also share in the terrors and not enjoy abundant ease and security? Because if, while all others were ill-treated and destroyed by famine, he himself had enjoyed ease and a rich table, someone might perhaps have supposed what took place to be an act of cruelty; for it would have seemed nothing marvellous that one enjoying plenty should exult in others' woes. Wherefore God suffered him to share in the calamity, to make trial of the terrors that befell, and to partake of the famine, that you may learn that it was not famine, but godly zeal that dwelt in him. For he would never have chosen, while so straitened, destitute, afflicted, and ill-treated, not to loose the threat, unless out of abundant zeal he had uttered that blessed voice. Wherefore it was sweeter to him to be straitened and behold them chastened than to see them, once freed from the pressing necessity, returning to their former impiety.
ϛʹ. Τοιαῦται γὰρ πανταχοῦ τῶν ἁγίων αἱ ψυχαί· ὑπὲρ τῆς ἑτέρων διορθώσεως τὴν ἑαυτῶν ἀσφάλειαν προδιδόασιν. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τὴν ὠμότητα ἐπέτεινε τὸν λιμὸν, ἀφῆκεν αὐτὸν κοινωνῆσαι τοῦ λιμοῦ, ἵνα μάθῃς τοῦ προφήτου τὴν φιλοσοφίαν. Καὶ χωρὶς τούτου δὲ, ἐπειδὴ εἴωθέ πως ἡ τῶν θαυμάτων φύσις τούς τε θαυματουργοῦντας ἐπαίρειν, τούς τε ὁρῶντας θαύματα μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν πείθει ἐπινοεῖν· καὶ ταῦτα ἀμφότερα διωρθώσατο, τὴν τῆς φύσεως ἐναλλάξας ἀσθένειαν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τῆς τοῦ Παύλου φωνῆς ῥᾴδιον μαθεῖν. Ὅτι μὲν γὰρ ἐπαίρει τὰ θαύματα, ἄκουσον τί φησι· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὅτι δὲ καὶ τοὺς ὁρῶντας τὰ θαύματα καὶ τοὺς ἀκούοντας μείζονα πείθει περὶ τῶν θαυματουργούντων ἐπινοεῖν, καὶ τοῦτο ἐκεῖθεν δῆλον. Εἰπὼν γὰρ περὶ
6. For such everywhere are the souls of the saints: for the sake of others' amendment they surrender their own security. Lest anyone say, therefore, that out of cruelty he prolonged the famine, God suffered him to share in the famine, that you may learn the prophet's philosophy. And apart from this as well, since the nature of wonders is wont somehow both to elate those who work wonders and to persuade those who behold wonders to conceive thoughts beyond human nature concerning them, He corrected both of these things by interweaving the infirmity of nature. And that these things are so, it is easy to learn from Paul's voice. For that wonders elate men, hear what he says: And lest I should be exalted overmuch by the exceeding greatness of the revelations, there was given to me a thorn in the flesh, a messenger of Satan to buffet me. And that they also persuade those who behold wonders and those who hear of them to conceive greater thoughts concerning those who work wonders—this too is manifest from the same passage. For having spoken concerning