Migne Reading Room

PG 51 · cols. 329–332 bis · Read from the page

Homilia in illud: Vidua eligatur non minus sexaginta annorum (1 Tim. 5:9), et de educatione liberorum et eleemosyna (Hom. XXIX)

Homilia in illud: Vidua eligatur non minus sexaginta annorum (1 Tim. 5:9), et de educatione liberorum et eleemosyna (Hom. XXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:329Read from the page
τερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν. Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, οὐδὲ τὸ παραινέσαι μόνον, ἀλλὰ καὶ πολὺν ἐπιτειχίσαι δεῖ τὸν φόβον, ὥστε τὴν τῆς νεότητος περικόψαι ῥᾳθυμίαν. Ἐπεὶ οὖν παρήνει μὲν, οὐ παρήνει δὲ ὡς ἔδει, τοῖς πολεμίοις αὐτοὺς ἐξέδωκε, καὶ μάχης γενομένης, ἔπεσον ἐπὶ τῆς παρατάξεως, καὶ τὴν ἀγγελίαν οὐκ ἐνεγκὼν, πεσὼν συνετρίβη καὶ αὐτὸς καὶ ἀπέθανεν. Ὁρᾷς ὅτι δικαίως εἶπον, ὅτι καὶ παιδοκτόνοι οἱ πατέρες εἰσὶν, οἳ μὴ σφοδρῶς τοῖς αὑτῶν κεχρημένοι παισὶ ῥᾳθυμοῦσι, μηδὲ τὴν κατὰ Θεὸν ἀπαιτοῦντες αὐτοὺς εὐλάβειαν; Οὕτω γοῦν ὁ Ἠλεὶ παιδοκτόνος ἐγένετο. Εἰ γὰρ οἱ πολέμιοι κατέσφαξαν αὐτοῦ τοὺς υἱοὺς, ἀλλὰ τῆς σφαγῆς οὗτος αἴτιος ἐγένετο, διὰ τῆς περὶ αὐτοὺς ῥᾳθυμίας ἀποστήσας τοῦ Θεοῦ τὴν βοήθειαν, καὶ γυμνοὺς καὶ ἐρήμους δείξας τοῖς βουλομένοις αὐτοὺς ἀνελεῖν. Οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπώλεσε.
sively we inflict a blow as great as the putrefaction of the wound demands. It does not suffice, therefore, merely to speak, nor to exhort, but one must also wall them round with great fear, so as to prune away the heedlessness of youth. Since, then, he exhorted them indeed, yet did not exhort them as he ought, he delivered them up to the enemies; and when battle took place, they fell in the line of battle, and not bearing the tidings, he fell and was crushed himself also and died. Do you see that I spoke justly in saying that fathers too are child-murderers, when not dealing vehemently with their own children they grow heedless, not demanding of them godly reverence? Thus, at any rate, Eli became a child-murderer. For although the enemies slaughtered his sons, yet this man became the cause of the slaughter, having removed God's help through his heedlessness concerning them, and having left them bare and desolate before those who wished to destroy them. And not those sons only, but himself also he destroyed besides.
θʹ. Τοῦτο δὴ πολλοὶ καὶ τῶν νῦν πατέρων πάσχουσιν· οὐ βουλόμενοι μαστῖξαι, οὐδὲ ἐπιτιμῆσαι ῥήμασιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς ἐσχάτοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀποτμηθέντας. Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σωφρονίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις σαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοῖς κοινοῖς ἄγονται νόμοις καὶ κολάζονται πάντων ὁρώντων· καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ὀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; Διὸ δέομαι καὶ ἀντιβολῶ πολλὴν τῶν οἰκείων παίδων ποιεῖσθαι τὴν πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητεῖν αὐτῶν τῆς ψυχῆς. Διδάσκαλος εἶ τῆς οἰκίας ἁπάσης, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱούς σοι παραπέμπει συνεχῶς ὁ Θεός. Καὶ νῦν μέν φησιν ὁ Παῦλος περὶ τῶν γυναικῶν· Εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· νῦν δὲ περὶ τῶν παίδων, Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Νόμισον ἀγάλματα χρυσᾶ ἔχειν ἐπὶ τῆς οἰκίας, τὰ παιδία· καθ' ἑκάστην ἡμέραν αὐτὰ ῥύθμιζε καὶ περισκόπει μετὰ ἀκριβείας, καὶ παντὶ τρόπῳ τὴν ψυχὴν αὐτῶν κατακόσμει καὶ διάπλαττε· μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελουμένων δεδοικὼς, προσέφερεν ὑπὲρ αὐτῶν θυσίας, καὶ πολλὴν αὐτῶν ἐποιεῖτο τὴν πρόνοιαν. Μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐκγόνοις μετὰ ἀκριβείας παρακαταθοῖτο. Καὶ μαρτυρεῖ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὁ Θεὸς οὕτω λέγων· ᾔδειν γὰρ, ὅτι συντάξει Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ τὰ κρίματα καὶ τὰ δικαιώματα. Καὶ ὁ Δαυΐδ δὲ, ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα καὶ συνεχῶς ἔλεγεν· ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῆν, οὐδὲν ἐμπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας οὐδὲν ὄφελός σοι τῆς βασιλείας καὶ τῆς πολλῆς ταύτης δυνάμεως. Ταῦτα καὶ τοιαῦτα ἔλεγεν, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις.
9. This very thing many fathers nowadays also suffer: not wishing to scourge, nor to rebuke with words, nor to grieve their own sons when they live disorderly and lawlessly, they have oftentimes seen them caught in the worst crimes, dragged off to the law-court, decapitated by executioners. For when you do not discipline them, when you do not chasten them, having mingled yourself with polluted and corrupt men, and having shared in their wickedness with them, they are haled away under the common laws and punished while all look on; and along with the calamity the shame becomes greater, while all point their finger at the father after that son's death, and make the marketplace untreadable for him. For with what eyes will he be able to look in the face those who meet him after such disgrace and calamity of his child? Wherefore I beg and entreat you to exercise great provident care for your own children, and everywhere to seek the salvation of their soul. You are teacher of the whole household, and God continually refers both your wife and your sons to you. And at one time Paul says concerning wives: And if they wish to learn anything, let them ask their own husbands at home; and at another time concerning children: Bring them up in the discipline and admonition of the Lord. Suppose that you have golden statues in your house — your little children; every day regulate them and inspect them round about with precision, and in every way adorn and mould their soul; imitate the blessed Job, who fearing even on behalf of the sins committed by them in thought, offered sacrifices on their behalf, and exercised great provident care over them. Imitate Abraham; for that man too was earnest not on behalf of wealth and possessions, but on behalf of the divine laws, so that he might entrust their observance to his offspring with precision. And God bears witness to this virtue of his, speaking thus: For I knew that Abraham will charge his children with My judgements and ordinances. And David also, when he was dying, instead of a great inheritance called his own son, and enjoined these things and continually said: If you should will, my child, to live according to the laws of God, nothing unlooked-for shall befall you, but all affairs shall go smoothly for you, and you shall enjoy great security; whereas if you fall away from that help, there will be no profit to you from your kingdom and this great power. These and such things he said, even if not in these exact words.
Notes, col. 329

On the reading

Printed ὀγοράν, for ἀγοράν.

PG 51:330Read from the page
ιʹ. Ταῦτα καὶ ἡμεῖς, καὶ ζῶντες, καὶ μέλλοντες τελευτᾷν, πρὸς τοὺς παῖδας τοὺς ἑαυτῶν διαλεγώμεθα, καὶ πείθωμεν αὐτούς, ὅτι μέγας πλοῦτος, καὶ κληρονομία ἀδιάπτωτος, καὶ θησαυρὸς ἀνεπηρέαστος ὁ τοῦ Θεοῦ φόβος ἐστί· καὶ σπουδάζωμεν μὴ χρήματα αὐτοῖς καταλιμπάνειν τὰ ἀπολλύμενα, ἀλλὰ εὐσέβειαν τὴν μένουσαν καὶ μὴ δαπανωμένην. Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης καὶ τὰ ὄντα ἀπόλλυται χρήματα μετὰ κινδύνων καὶ τῆς ἐσχάτης αἰσχύνης· ταύτης δὲ παρούσης καὶ τὰ οὐκ ὄντα προσγίνεται. Ἐὰν ἀναθρέψῃς σὺ καλῶς τὸ παιδίον, οὕτω κἀκεῖνος τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὗτος τὸν υἱόν· καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σαῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς. Εἰ μετὰ ἀκριβείας οἱ πατέρες τοὺς ἑαυτῶν ἐπαίδευον παῖδας, οὐ νόμων, οὐ δικαστηρίων ἔδει, οὐ τιμωριῶν καὶ κολάσεων καὶ τῶν δημοσίων φόνων. Δικαίῳ γὰρ, φησὶ, νόμος οὐ κεῖται. Ἐπειδὴ δὲ καταμελοῦμεν αὐτῶν, διὰ τοῦτο μείζοσιν αὐτοὺς περιβάλλομεν κακοῖς, καὶ ταῖς τῶν δημίων ἐκδίδομεν χερσὶ, καὶ εἰς τὰ βάραθρα συνεχῶς ὠθοῦμεν· Ὁ γὰρ περιψύχων τὸν υἱὸν τὸν ἑαυτοῦ, καταδεσμεύσει τὰ τραύματα αὐτοῦ, φησί. Τί ἐστιν Ὁ περιψύχων; Ὁ ἐλεῶν, ὁ κολακεύων, ὁ θεραπεύων ὑπὲρ τὸ μέτρον. Σφοδρότητος γὰρ οὗτος καὶ ἐπιμελείας δεῖται καὶ φόβων. Ταῦτα λέγω οὐχ ἵνα λίαν τραχεῖς ὦμεν τοῖς παισὶν, ἀλλ' ἵνα μὴ εὐκαταφρόνητοι πρὸς αὐτοὺς φαινώμεθα. Εἰ γὰρ γυνὴ τὸν ἄνδρα φοβεῖσθαι ὀφείλει, πολλῷ μᾶλλον τὸ παιδίον τὸν πατέρα. Καὶ μή μοι λέγε, ὅτι ἀδύνατον περιγενέσθαι τῆς νεότητος. Εἰ γὰρ χήραν γυναῖκα ἀπαιτεῖ τὴν πρόνοιαν ταύτην ὁ Παῦλος, πολλῷ μᾶλλον τοὺς ἄνδρας· εἰ ἀδύνατον ἦν, οὐκ ἂν ἐπέταξεν. Ἀλλ' ἡ πᾶσα πονηρία παρὰ τὴν ἡμετέραν γίνεται ῥᾳθυμίαν, καὶ τὸ μὴ ἐξ ἀρχῆς, μηδὲ ἐκ πρώτης ἡλικίας εἰς εὐλάβειαν ἐνάγειν αὐτούς. Ἀλλ' ὅπως μὲν τῆς ἔξωθεν μετάσχοιεν παιδεύσεως, καὶ εἰς στρατείαν τελέσαιεν, σπουδάζομεν, καὶ χρήματα καταβάλλομεν, καὶ φίλους ἀξιοῦμεν, καὶ πολλαῖς κεχρήμεθα ταῖς περιδρομαῖς· ὅπως δὲ εὐδοκιμήσαιεν παρὰ τῷ βασιλεῖ τῶν ἀγγέλων, οὐδένα ποιούμεθα λόγον. Καὶ εἰς θεάματα μὲν συνεχῶς συγχωροῦμεν ἀναβαίνειν, εἰς ἐκκλησίαν δὲ οὐκ ἀναγκάζομεν οὐδέποτε· ἀλλὰ κἂν ἅπαξ ἢ δεύτερον παραγένηται τὸ παιδίον, ἁπλῶς καὶ εἰκῇ καὶ μάτην καὶ ψυχαγωγίας ἕνεκεν ἐνταῦθα παραγίνεται. Οὐκ ἐχρῆν δὲ οὕτως· ἀλλ' ὥσπερ εἰς διδασκαλεῖον πέμποντες τῶν μαθημάτων ἀπαιτοῦμεν τὰς εὐθύνας, οὕτω καὶ εἰς ἐκκλησίαν πέμποντες, μᾶλλον δὲ ἄγοντες. Οὐ γὰρ ἑτέροις αὐτοὺς ἐπιτρέπειν, ἀλλ' αὐτοὺς κατέχοντας ἐνταῦθα εἰσιέναι ἐχρῆν, καὶ τῆς ἐνταῦθα ἀκροάσεως καὶ διδασκαλίας τὴν μνήμην ἀπαιτεῖν ἔδει. Οὕτω γὰρ, οὕτω ῥᾴων ἐγίνετο καὶ εὔκολος ἡμῖν ἡ τῶν παίδων διόρθωσις· εἰ γὰρ καὶ ἐν τῇ οἰκίᾳ διαπαντὸς ἤκουον ὑμῶν διαλεγομένων περὶ φιλοσοφίας, καὶ συμβουλευόντων αὐτοῖς τὰ δέοντα, καὶ τὰ ἐνταῦθα αὐτοῖς προσετίθετο μετ' ἐκείνων, καὶ ταχέως ἂν τῶν καλῶν τούτων σπερμάτων γενναῖον ἡμῖν ἐπεδείξαντο καρπόν. Ἀλλ' οὐδὲν τούτων ποιοῦμεν, ἀλλὰ πάρεργα ἡμῖν τὰ ἀναγκαῖα· κἂν παραινέσῃ
10. Let us too, both while living and when about to die, discourse on these things with our own children, and persuade them that the fear of God is great wealth, and an unfailing inheritance, and an unassailable treasure; and let us be earnest to leave behind for them not moneys that perish, but piety that abides and is never spent. For when piety is absent, even existing moneys perish along with dangers and the extreme of shame; whereas when this is present, even things not existing are added besides. If you rear your little child nobly, so too will that one rear his own son, and this one his son; and like some chain and succession of the best way of life it will advance to the uttermost, taking its beginning and root from you, and bearing for you the fruits of your care for your descendants. If fathers disciplined their own children with precision, there would be no need of laws, nor of law-courts, nor of punishments and chastisements and public executions. For a law, he says, is not laid down for a righteous man. Yet since we neglect them, on this account we plunge them into greater ills, and hand them over into the hands of executioners, and continually thrust them into the pits; For he who pampers his own son will bind up his wounds, it says. What is He who pampers? He who pities, who flatters, who cherishes beyond measure. For this boy stands in need of vehemence and care and fears. These things I say not so that we may be overly harsh to our children, but lest we appear contemptible towards them. For if a wife ought to fear her husband, much more ought a little child to fear his father. And do not tell me that it is impossible to prevail over youth. For if Paul demands this provident care from a widowed woman, much more from men; if it had been impossible, he would not have enjoined it. Rather, all wickedness arises through our own heedlessness, and our failing from the beginning and from their very first age to lead them into reverence. Yet so that they may share in outward education, and enrol in imperial service, we are earnest, and lay down money, and entreat friends, and make use of many runnings to and fro; whereas that they may win approval with the King of the angels, we take no account whatever. And to spectacles we continually allow them to go up, while to church we never compel them; rather, even if the little child comes along once or twice, he comes along merely at random and in vain and for amusement's sake. Yet it ought not to have been so; but just as when sending them to school we demand an accounting of their lessons, so too when sending them — or rather leading them — to church. For one ought not to have entrusted them to others, but to have held them fast oneself and entered in here, and one ought to have demanded remembrance of the hearing and teaching given here. For thus, thus the correction of our children would have become easier and light for us; for if at home too they continually heard you discoursing concerning philosophy, and counselling them what is needful, and the things spoken here were added to them along with those, swiftly too would they have displayed to us a noble fruit from these good seeds. Yet we do none of these things, but treat necessary matters as by-work; and even if someone exhorts
Notes, col. 330

On the reading

Printed σαῦ, for σοῦ.

PG 51:329 bisRead from the page
Non ergo sufficit si solum dicamus, sed et multum incutere timorem oportet, ut juventutis desidiam excutias. Quoniam igitur hortabatur ille quidem, sed non ut oportuit hortabatur, hostibus illos exposuit, et exorto praelio ceciderunt in acie, cumque nuntium ferre non posset, cadens et ipse confractus est et interiit. Vides merito dictum a me fuisse, liberorum esse parricidas, qui negligentes liberos acriter non castigant, neque ab illis debitum Deo cultum exigunt? Sic nimirum Heli factus est parricida. Licet enim filios ejus hostes occiderint, ille tamen auctor caedis fuit, quod sua circa illos negligentia Dei auxilium ab illis averterit, et nudos ac desertos iis, qui necare vellent, objecerit. Neque vero solum illos, sed et seipsum cum illis interemit.
It does not suffice, therefore, merely to speak and advise, but one must also instil great fear, so as to shake off the sloth of youth. Since, then, he did indeed exhort them, yet did not exhort them as he ought, he delivered them over to their enemies, and when battle arose they fell in the fray; and unable to bear the tidings, he himself also fell, was broken, and perished. Do you see that it was rightly said by me that fathers are murderers of their children when they do not sharply chastise careless sons, nor exact from them the reverence due to God? Thus indeed Eli became a murderer of his children. For although the enemies slew his sons, nevertheless he himself was the author of their slaughter, because by his negligence concerning them he turned God's help away from them, and cast them stripped and forsaken before those who wished to destroy them. Nor did he destroy them alone, but himself also along with them.
9. Pater indulgens parricida est. — Idipsum nunc quoque plurimis patribus evenit: quia verberare noluerunt, nec verbis castigare, neque contristare liberos inordinate atque inique viventes, saepenumero in gravissimis illos criminibus deprehensos, in judicium abreptos, a carnificibus capite truncari viderunt. Cum enim tu eos non castiges, cum tu non corrigas, et sceleratis ac perditis hominibus te ipsum admisceas, et in consortium nequitiae cum illis venias, ex communibus legibus in eos agitur, et in omnium conspectu puniuntur: ac major cum calamitate fit ignominia, dum patrem illum digito monstrant omnes post illius obitum, et illi fori aditum intercludunt. Quibus enim oculis poterit occurrentes sibi post tantam infamiam et calamitatem filii contueri? Quocirca precor et obsecro multam liberorum curam geramus, et ubique salutem illorum animae quaeramus. Magister et doctor es universae domus tuae, tibique uxorem et filios perpetuo docendos committit Deus. Et nunc quidem ait Paulus de uxoribus: Si quid autem volunt discere, domi viros suos interrogent (1. Cor. 14. 35); nunc vero de liberis, Educate illos in disciplina et correptione Domini (Ephes. 6. 4). Statuas aureas in aedibus habere te existima liberos; singulis diebus eos informa, et diligenter considera, omnique ratione illorum animam exorna et institue: imitare beatum Job, qui timens ob ea quae ipsi mente peccassent, sacrificia pro ipsis offerebat, ac multum de illis erat sollicitus (Job 1. 5). Imitare Abraham: nam et ille pecuniarum et possessionum haud studiosus erat, sed divinarum legum, ut illarum observationem posteris suis exacte commendaret. Quam ejus virtutem testimonio suo declarat Deus in haec verba: Scio enim, quia constituet Abraham filiis suis judicia et justificationes (Gen. 18. 19). David quoque, dum moreretur, magnae hereditatis loco vocato filio suo mandabat, ac frequenter dicebat: Si volueris, fili, ex legum Dei praescripto vivere, nullum inopinatum malum te opprimet, sed omnia prospere tibi succedent, ac multa securitate potieris: sin autem ab illo auxilio excidas, nihil tibi regnum et multa haec potentia proderit. Haec et talia dicebat, etsi non istis plane verbis.
9. An indulgent father is a murderer of his children. — This very thing happens even now to very many fathers: because they refused to scourge, or chastise with words, or grieve sons living disorderly and lawless lives, they have oftentimes seen them caught in the gravest crimes, dragged off to court, and beheaded by executioners. For when you do not chastise them, when you do not correct them, and mingle yourself with wicked and corrupt men and enter into fellowship with their iniquity, proceedings are brought against them under the common laws, and they are punished in the sight of all; and the disgrace becomes even greater than the calamity, as everyone points the finger at the father after his son's death and bars the marketplace to him. For with what eyes will he be able to look upon those who meet him after such infamy and disaster have befallen his child? Wherefore I beg and beseech that we take great care of our children, and everywhere seek the salvation of their souls. You are the master and teacher of your entire household, and God continually entrusts both wife and children to you for instruction. At one time Paul says concerning wives: And if they will learn anything, let them ask their husbands at home (1 Cor. 14:35); and at another time concerning children: Bring them up in the discipline and admonition of the Lord (Eph. 6:4). Deem your children to be golden statues in your house; fashion them every single day and examine them diligently, and adorn and train their souls in every way. Imitate blessed Job, who, fearing lest they might have sinned in their mind, offered sacrifices on their behalf and took great care for them (Job 1:5). Imitate Abraham; for he too was earnest not about money and possessions, but about the divine laws, that he might strictly commend their observance to his descendants. And God declares this virtue of his by His own testimony in these words: For I know that Abraham will command his children his judgements and ordinances (Gen. 18:19). David also, when he was dying, summoned his son and charged him in place of a great inheritance, saying continually: If you are willing, my son, to live according to the prescript of God's laws, no unforeseen evil will overwhelm you, but all things will go prosperously for you, and you will enjoy great security; whereas if you fall away from that help, neither sovereignty nor all this great power will profit you aught. These and similar things he said, even if not in these exact words.
PG 51:330 bisRead from the page
10. Quomodo pueri docendi; fructus bonae aut malae educationis liberorum; negligentia parentum. Haec etiam nos et dum vivimus, et cum morituri sumus, liberis nostris dicamus, eisque persuadeamus magnas esse divitias et stabilem hereditatem, thesaurumque nullis obnoxium damnis timorem Dei; ac studeamus illis non pecunias quae pereunt relinquere, sed pietatem quae permanet, nec umquam absumitur. Si enim pietas non adsit, pereunt pecuniae quae suppetunt, cum periculo et ignominia summa: ea vero si adsit, etiam ea quae non suppetunt, acquiruntur. Si tu filium tuum recte educaveris, ita suum filium ille, et alter suum; ac veluti catena quaedam et series optimae conversationis ad omnes usque perveniet, a te ducto initio et radice, unde tibi ob susceptam filiorum curam fructus nascentur. Si parentes liberos suos diligenter erudirent, non legibus, non judiciis opus foret, non poenis ac suppliciis, et caedibus publicis: siquidem Justo, inquit ille, lex non est posita (1. Tim. 1. 9). Quoniam autem illorum curam non gerimus, idcirco majoribus illos malis involvimus, et carnificum illos manibus dedimus, atque in barathra frequenter impellimus. Qui enim refrigerat filium, inquit, colligabit vulnera ejus (Eccli. 30. 7). Quid est Qui refrigerat? Qui miseretur, qui adulatur, qui blanditur ultra modum. Is enim severitate curaque indiget ac metu. Haec autem non eo dico, ut nimis asperi liberis simus, sed ne despicatui ab illis habeamur. Si enim uxor virum suum metuere debet, multo magis filius patrem. Neque mihi dicas domari non posse juventutem. Nam si a muliere vidua curam ejusmodi requirit Paulus, multo magis a viris: si fieri id non posset, non imperasset. Verum omnis improbitas ex negligentia nostra oritur, et quod non a principio, neque a primaeva aetate ad pietatem ipsos informaverimus. Sed ut profanis quidem imbuantur disciplinis, et in castrorum numeros allegantur, operam damus, et pecunias numeramus, et amicos obsecramus, huc illuc frequenter discurrimus: ut autem apud angelorum Regem in existimatione sint, non admodum laboramus. Atque ad spectacula quidem frequenter ascendere sinimus, ad ecclesiam autem numquam venire compellimus: sed si semel aut iterum puerulus huc adveniat, temere, frustra et incassum atque animi causa huc advenit. At non ita fieri oportuit: sed quemadmodum cum ad scholas mittimus, disciplinarum ab illis rationem exigimus, ita cum ad ecclesiam mittimus, vel potius ducimus. Non enim aliis eos committere, a vobis ductos huc oportet intrare, et eorum quae hic audiverint, et quae didicerint, memoria reposcenda est. Sic enim fieret ut a nobis facile ac nullo negotio ad meliorem frugem liberi revocarentur. Nam si et domi perpetuo nos de philosophia loquentes audirent, et quod opus facto esset consulentes, et cum illis adjungerentur quae hoc loco dicuntur, et quamprimum istorum seminum uberem nobis fructum producerent. At nos nihil horum praestamus, sed ea quae nostra intersunt maxime, perfunctorie curamus: quod si de his cohortetur aliquis, statim irridetur; atque hinc fit, ut omnia susque deque vertantur, quosque parentes non castigant, leges externae castigent.
10. How boys ought to be taught; the fruits of good or bad upbringing of children; the negligence of parents. Let us also speak these things to our children both whilst we live and when we are about to die, and let us persuade them that the fear of God is great wealth, an unshakeable inheritance, and a treasure subject to no loss; and let us be zealous to bequeath to them not riches that perish, but godliness that endures and is never spent. For if godliness be absent, even the wealth at hand perishes amidst peril and utter disgrace; whereas if godliness be present, even things not at hand are acquired. If you bring up your son rightly, he in turn will so bring up his son, and that one his own; and as it were a chain and succession of the noblest way of life will advance right down to all posterity, taking its beginning and root from you, whence fruits will spring up for you on account of the care undertaken for your children. If parents diligently trained their own children, there would be no need of laws or courts, nor of penalties, punishments, and public executions; since, as he says, The law is not made for a righteous man (1 Tim. 1:9). Because, however, we take no care of them, we involve them in greater evils, hand them over into the hands of executioners, and continually thrust them into the pit. For he that pampereth his son, says Scripture, shall bind up his wounds (Sir. 30:7). What is He that pampereth? He who pities, who flatters, who indulges beyond measure. For such a youth stands in need of strictness, care, and fear. Now I say these things not that we should be overly harsh towards our children, but that we may not be held in contempt by them. For if a wife ought to reverence her husband, much more ought a child to reverence his father. And do not tell me that youth cannot be tamed. For if Paul demands such care from a widowed woman, much more does he demand it from men; had it been impossible, he would not have enjoined it. Rather, all wickedness arises from our own negligence, and because we did not train them in godliness from the outset and from earliest childhood. Instead, that they may be steeped in secular learning and enrolled in the ranks of the imperial service, we take pains, pay out money, entreat friends, and continually run hither and thither; whereas that they may stand in esteem before the King of the angels, we scarcely labour at all. And we allow them to go up continually to the spectacles, yet never compel them to come to church; nay, if a lad comes here once or twice, he comes casually, idly, in vain, and merely for pastime. Yet it ought not to be so; rather, just as when we send them to school we exact from them an account of their lessons, so too when we send — or rather lead — them to church. For you ought not to entrust them to others, but they must enter here led by yourselves, and a recollection of what they have heard and learned here must be required of them. Thus it would come to pass that our children would be recalled by us easily and without trouble to a better way of life. For if at home also they continually heard us speaking of true wisdom and counselling what ought to be done, and if the teachings spoken in this place were joined thereto, they would very swiftly yield us a rich harvest from those noble seeds. Yet we perform none of these things, but treat the matters that concern us most in a perfunctory manner; and if anyone exhorts concerning them, he is straightway laughed to scorn; and hence it comes about that everything is turned upside down, and those whom parents do not chastise, outward laws chastise.
PG 51:331 bisRead from the page
11. An non te pudet, quaeso, nec erubescis, cum filium tuum judex punit, et temperantiorem reddit, quod ille correctione externa indigeat, qui tanto tempore in contubernio tuo vixit? non te abscondis et occultas? An vero tu omnino, dic, quaeso, pater illius audes vocari, qui filium ita prodideris, neque necessario illum praesidio munieris, sed ab omni siveris improbitate vitiari? Ac si quempiam quidem fugitivum videas puerulo alapas impingentem, indignaris, irasceris, et fera crudelius in faciem involas ejus, a quo percutitur: cum vero diabolum quotidie videas alapas illi impingere, daemones ad peccata pellicere, dormis, neque indignaris, neque ex faucibus saevissimae belluae filium eripis? Rursus a daemone si correptum videas, ad omnes sanctos curris, et eos qui cacumina montium incolunt interpellas, ut illum ejusmodi furore liberent: cum autem a peccato semper vexetur, quod daemone quovis asperius est, nihil tamen te commovet?
11. Are you not ashamed, pray, nor do you blush, when a judge punishes your son and renders him more sober-minded, because he who has lived for so long a time under your own roof stands in need of outward correction? Do you not hide yourself and shrink out of sight? Or do you dare at all, tell me, pray, still to be called his father, when you have thus betrayed your son, and have not fortified him with the needful defence, but have suffered him to be corrupted by every wickedness? Even if you see some runaway slave striking your little boy with blows, you are indignant, grow angry, and fly more fiercely than a wild beast at the face of him who strikes the child; yet when every day you see the devil striking him with blows and demons enticing him into sins, do you sleep, and feel no indignation, nor snatch your son out of the jaws of the most savage beast? Again, if you see him seized by a demon, you run to all the saints, and importune those who dwell upon the mountain peaks to deliver him from such madness; yet when he is continually harassed by sin, which is fiercer than any demon, does nothing move you at all?
Peccator daemoniaco miserior. — At a daemone quidem vexari, nihil grave est: neque enim ullo modo potest daemonium in gehennam praecipitem agere; sed si attenti simus ac vigiles, ubi cum gratiarum actione contumelias ejusmodi tulerimus, etiam coronas nobis insignes et illustres illa tentatio comparabit; eum vero qui peccatis vivat addictus, impossibile est umquam salvum fieri, sed plane necesse est et hic ignominiosum esse, et defunctum rursus illic immortali supplicio puniri. Verumtamen licet haec sciamus, multum quidem studii in ea quae sunt minora conferimus: at cum de majoribus agitur, nolumus excitari: dumque correptum a daemone cernimus, lugemus: dum autem peccantem cernimus, ne percipimus quidem, cum plangere oporteret ac deflere: vel potius non deflere solum, sed et cohibere ac refrenare, consulere, cohortari, timorem incutere, reprehendere, omni medelae genere morbum illum abigere, ac viduam istam imitari, de qua Paulus ait, Si filios educavit (1. Tim. 5. 10). Neque enim ad illam tantum, sed ad omnes quoque sermonem hunc dirigit, omnesque cohortatur, dicens, Educate filios in correptione Domini (Ephes. 6. 4). Nam primum hoc quidem est, et maximum bonum, quod utique primum a vidua exegit; deinde post istud ait: Si hospitio recepit. Quid, quaeso, dicis? A muliere vidua requiris, ut hospitio recipiat? Non hoc sufficit, ut liberos nutriat? Nequaquam, inquit; sed hoc quoque adjiciatur necesse est, et dum domesticis praeest, etiam alienorum curam gerat, ac peregrinis domum aperiat. Vita functus est maritus; omnem operam quam olim in illum, in peregrinos impende. Quid ergo, si paupercula sit, dicet aliquis? Non est ulla pauperior illa vidua, quae modico illo farinae, atque olei lecytho magnum prophetam Heliam excepit (3. Reg. 17). Nam illi erant liberi: sed neque rei familiaris egestas, nec violentia famis, neque mors imminens, neque liberorum cura, nec viduitas, nec aliud quidquam hospitali mulieri obstaculo fuit.
The sinner more wretched than the demoniac. — Now to be harassed by a demon is no grievous matter; for a demon can by no means cast anyone headlong into Gehenna, nay, if we are sober and watchful, when we bear such assaults with thanksgiving, that trial will win for us bright and glorious crowns; whereas he who lives enslaved to sins can never possibly be saved, but must of all necessity both be covered with shame here, and after departing hence be punished again there with undying torment. Yet although we know these things, we bestow great zeal upon lesser matters, whilst when the greater are at stake we refuse to rouse ourselves: when we see one seized by a demon we mourn, yet when we see him sinning we do not even take notice, whereas we ought to beat our breasts and lament — or rather, not lament only, but also check and bridle, counsel, exhort, instil fear, rebuke, drive away that malady by every kind of remedy, and imitate this widow of whom Paul says, If she hath brought up children (1 Tim. 5:10). For he directs this word not to her alone, but to all alike, and exhorts everyone, saying, Bring up your children in the admonition of the Lord (Eph. 6:4). For this indeed is the first and greatest good, which accordingly he demanded first from the widow; then after this he says: If she hath received to hospitality. What, pray, are you saying? Do you demand hospitality of a widowed woman? Is it not enough for her to rear her children? By no means, says he; this also must needs be added, and whilst presiding over her own household she must care for strangers too, and open her home to wayfarers. Her husband has departed this life; expend upon strangers all the care that you formerly bestowed upon him. What then, someone will say, if she be poor? None is poorer than that widow who with a handful of meal and a cruse of oil welcomed the great prophet Elijah (1 Kings 17). For she too had children; yet neither scantiness of means, nor the tyranny of famine, nor impending death, nor care for her children, nor widowhood, nor anything else proved a hindrance to that hospitable woman.
PG 51:332 bisRead from the page
12. Sic ubique non facultatum mensura, sed animi affectusque mensura quaeritur. Qui magnanimus est et mente dives, licet pecunia sit omnium pauperrimus, et hospitalitate, et eleemosyna, et omni reliquo genere liberalitatis omnes poterit superare: qui vero parcus est ac mente pauper, atque humi serpit, sit licet omnium locupletissimus, omnium pauperrimus est et egentissimus; idcirco talia cuncta detrectat et refugit. Et quemadmodum in paupere nullum potest paupertas ad eleemosynam impedimentum afferre, propter mentis opulentiam: sic nec divitem possunt opes juvare ad liberalitatem exercendam prae nimia mentis egestate. Nec longe erunt exempla petenda: siquidem vidua modico farinae prophetam excepit: Achaab autem, qui tot divitias possidebat, etiam aliena concupivit (3. Reg. c. 17. et c. 21). Ita non pecuniarum divitiae, sed mentis divitiae facilitatem nobis ad eleemosynam praebent: quandoquidem illa etiam vidua duobus obolis innumeros divites superavit, nec paupertas impedimentum objecit (Luc. 21. 2-4). Imo haec ipsa paupertas eleemosynam majorem effecit: quod utique Paulus his verbis expressit: Altissima paupertas abundavit in divitias simplicitatis eorum (2. Cor. 8. 2). Non enim hoc considerandum est duos illam obolos erogasse, sed quod cum hos solos haberet, illis minime pepercerit, sed totam substantiam suam contulerit, laudare illam oportet ac mirari. Non igitur opibus, sed animi alacritate nobis est opus, quando excipiendi sunt hospites. Nam quemadmodum si haec adsit, nihil nocere potest paupertas: sic si haec absit, nihil proderit opulentia. Quid ais? Curam liberorum gerit vidua, et idcirco peregrinos fovere non potest? Imo vero hanc eamdem ob causam facilius id praestare poterit, cum in consortium officiorum exhibendorum filios poscit adsciscere, qui simul juvent, et cum illa praeclarum illud opus exsequantur. Itaque non impedimentum, sed auxilium hospitalitatis erit multitudo liberorum, et multorum manus operi admotae magnam afferent ministerio facilitatem. Noli enim mihi sumptuosam mensam commemorare: si peregrinum tecto exceperit, si quae suppetebant apposuerit, si multam humanitatem et comitatem exhibuerit, mercedem omnem hospitalitatis promeruit. Nam si solus aquae frigidae calix regnum caelorum conciliat (Matth. 10. 42), suo tecto excipere, mensae participem adsciscere, ac reficere, quantum, quaeso, fructum pariet? Ac vide, quam accurate rem Paulus exponat. Non enim simpliciter hoc loco hospitalitatem exigit, sed eam quae cum animi promptitudine, fervida mente, atque ardenti affectu exhibetur. Cum enim dixisset, Si hospitio excepit, adjecit, Si sanctorum pedes lavit. Non illam cum fastu sedentem oportet obsequium erga peregrinum ancillis demandare, sed ipsam operi manum admovere, fructumque sibi arripere, nec ulli praeclarum illum thesaurum cedere. Sed qui fieri poterit istud, dicet aliquis? si enim sit nobilis et illustris, ac celebris, et claris orta majoribus, an ipsa peregrini pedes lavabit? nonne hoc turpe fuerit?
12. Thus everywhere it is not the measure of possessions, but the measure of mind and disposition that is sought. He who is great-souled and rich in mind, even though he be the poorest of all men in money, will be able to surpass everyone in hospitality, almsgiving, and every other kind of generosity; whereas he who is niggardly and poor in mind and creeps upon the ground, even though he be the wealthiest of all, is the poorest and most destitute of all men, and therefore shrinks back and recoils from all such works. And just as in a poor man poverty can pose no obstacle to almsgiving because of the wealth of his mind, so neither can riches aid a rich man in practising generosity owing to the extreme poverty of his mind. Nor need examples be sought from afar: for the widow welcomed the prophet with a little meal, whereas Ahab, who possessed such great wealth, coveted even what belonged to another (1 Kings 17 and 21). Thus it is not wealth of money, but wealth of mind that affords us readiness for almsgiving; since that other widow also surpassed countless rich men by two mites, nor did poverty place any obstacle in her way (Luke 21:2–4). Nay rather, that very poverty rendered her almsgiving greater, which indeed Paul expressed in these words: Their deep poverty abounded unto the riches of their liberality (2 Cor. 8:2). For we must consider not that she cast in two mites, but that, possessing these alone, she did not spare them at all, but contributed her entire livelihood, and we ought to praise and marvel at her. We have need, therefore, not of wealth, but of eagerness of mind when strangers are to be welcomed. For just as, if this eagerness be present, poverty can do no harm, so if it be absent, opulence will profit nothing. What are you saying? Does the widow care for her children, and can she on that account not cherish strangers? Nay rather, for this very reason she will be able to accomplish it all the more easily, since she can summon her sons to share in rendering service, so that they may help together and carry out that noble work along with her. Accordingly, a multitude of children will be not a hindrance, but an aid to hospitality, and the hands of many set to the work will afford great ease to the ministry. Do not speak to me of a sumptuous table: if she has welcomed the stranger beneath her roof, if she has set before him what was at hand, if she has shown abundant kindness and courtesy, she has won the whole reward of hospitality. For if a cup of cold water alone procures the kingdom of heaven (Matt. 10:42), how great a fruit, pray, will it yield to welcome a man beneath one's roof, make him a sharer of one's table, and refresh him? And observe how accurately Paul sets forth the matter. For in this passage he does not demand hospitality simply, but that which is shown with readiness of mind, a fervent spirit, and ardent affection. Having said, If she hath received to hospitality, he added, If she hath washed the saints' feet. She ought not to sit in pride and commit the care of the stranger to maidservants, but to put her own hand to the task, seize the fruit for herself, and yield that noble treasure to no one else. Yet how shall this be possible, someone will say? For if she be noble and illustrious, renowned, and sprung from distinguished ancestors, shall she herself wash a stranger's feet? Would not this be disgraceful?