τῆς ἀληθείας, τοσούτῳ καὶ παρὰ πλειόνων ἐβάλλοντο), καὶ ταῦτα παρὰ τοῦ τὰ πρότερα ειρηκότος ἀκούσωμεν. Κορινθίοις γὰρ γράφων, οὕτως ἔλεγε· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμασθῇ ἡ διακονία ὑμῶν, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις. Εἶδες πόσους ἄθλους ἠρίθμησε, πόσας πειρασμῶν νιφάδας; Πάλιν τοῖς αὐτοῖς ἐπιστέλλων, Διάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ' ἀπὸ κινδύνων ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· πεντάκις τεσσαράκοντα παρὰ μ⟨ί⟩αν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. Οὗτοι τῆς ἀκριβοῦς ἀποστολῆς οἱ χαρακτῆρες. Σημεῖα μὲν γὰρ καὶ ἕτεροι πολλοὶ πολλάκις ἐποίησαν, καὶ οὐδὲν ἀπώναντο τῶν θαυμάτων, ἀλλὰ μετὰ πάντα ἐκεῖνα ἤκουσαν· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οι ἐργαζόμενοι τὴν ἀνομίαν· τῶν δὲ ταῦτα δυναμένων εἰπεῖν, ἅπερ ὁ Παῦλος ἀπηριθμήσατο νῦν, οὐδεὶς ἐκείνης ἀκούσεται τῆς φωνῆς· ἀλλὰ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανῶν ἐπιβήσεται καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ἀπολαύσεται πάντων.
of the truth, the more also and by the more men were they assailed), let us hear these things also from him who spoke the former words. For writing to the Corinthians, he spoke thus: Giving no offence in anything, that your ministry be not blamed, but in everything commending ourselves as ministers of God, in much endurance, in afflictions, in necessities, in distresses, in stripes, in prisons, in tumults, in labours, in watchings, in fastings. Did you see how many contests he reckoned up, how many snowstorms of trials? Again, writing to the same men, Are they ministers of Christ? he says; I speak as beside myself, I more. Then, wishing to persuade us that to be afflicted on account of Christ is far more splendid than working signs, and making proof of his apostleship, and showing that he is better than they—I do not mean than the apostles, but than the false apostles—not from wonders and signs, but from successive dangers does he frame the proof of his pre-eminence, speaking after this manner: In labours more abundantly, in stripes above measure, in prisons more abundantly, in deaths often: from the Jews five times I received forty stripes save one, three times I was beaten with rods, once I was stoned, three times I suffered shipwreck, a night and a day I have spent in the deep; in journeyings often, in dangers of rivers, in dangers of robbers, in dangers from my own race, in dangers from the Gentiles, in dangers in the city, in dangers in the wilderness, in dangers in the sea, in dangers among false brethren; in labour and toil, in watchings often, in hunger and thirst, in cold and nakedness, besides those things that are without. These are the marks of genuine apostleship. For many others also often wrought signs, and derived no profit from their wonders, but after all those things heard: Depart, I do not know you, you who work lawlessness; whereas of those able to say these things which Paul has just now enumerated, no one shall hear that voice, but with great boldness he shall mount the heavens and shall enjoy all the good things in the heavens.
ζʹ. Τάχα μακρότερος ἡμῖν ὁ λόγος ἐγένετο· ἀλλὰ μὴ δείσητε· οὐκ ἐπιλελήσμεθα τῆς ὑποσχέσεως, ἀλλ' αὐτίκα δὴ πρὸς αὐτὴν πάλιν ἐπανήξομεν. Καὶ ταῦτα δὲ οὐ μάτην ἐμηκύναμεν, ἀλλὰ διὰ πλείονος κατασκευῆς ἀναμφισβήτητον καὶ σαφέστερον βουλόμενοι ποιήσασθαι τὴν ἀπόδειξιν, ὁμοῦ δὲ τὰς θλιβομένας παρακαλέσαι ψυχὰς, ἵν' ἕκαστος τῶν ἐν πειρασμοῖς ὄντων καὶ κινδύνοις ἱκανὴν λαβὼν παραμυθίαν ἀπέλθῃ, μαθὼν ὅτι Παύλου κοινωνὸς διὰ τῶν παθημάτων γίνεται, μᾶλλον δὲ τοῦ τῶν ἀγγέλων Δεσπότου Χριστοῦ· κοινωνῶν δὲ αὐτοῦ τῶν παθημάτων ἐνταῦθα κοινωνήσει τῆς δόξης ἐκεῖ· Εἴπερ γὰρ, φησὶ, συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ πάλιν· Ει ὑπομένομεν, ἵνα καὶ συμβασιλεύσωμεν. Ἀνάγκη γὰρ τὸν πιστὸν θλίβεσθαι πάντως. Πάντες γὰρ οι θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· καὶ πάλιν· Τέκνον, ει προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εις πει-
7. Perhaps our discourse has grown rather long for us; yet do not fear: we have not forgotten our promise, but straightway we shall return to it again. And we did not draw these things out at length in vain, but because we wished through fuller argument to make our proof indisputable and clearer, and at the same time to console afflicted souls, so that each of those who are in trials and dangers may depart having received sufficient consolation, having learned that through sufferings he becomes a partaker with Paul, nay rather with Christ the Master of the angels; and sharing in His sufferings here, he will share in His glory there: For if indeed, he says, we suffer with Him, that we may also be glorified with Him; and again: If we endure, that we may also reign with Him. For it is altogether necessary that the believer be afflicted. For all who wish to live godly in Christ shall be persecuted; and again: Child, if you come forward to serve the Lord, prepare your soul for