Migne Reading Room

PG 51 · cols. 283–286 bis · Read from the page

De verbis Apostoli: Habentes autem eumdem spiritum fidei Homilia II, et contra Manichaeos (Hom. XXV)

De verbis Apostoli: Habentes autem eumdem spiritum fidei Homilia II, et contra Manichaeos (Hom. XXV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:283Read from the page
καις, οὐ μάχη, οὐδὲ ἐναντίωσις. Τὸ γὰρ παλαιὸν ἐκ τοῦ καινοῦ γίνεται παλαιόν· τοῦτο δὲ οὐ μάχης, οὐδὲ ἐναντιώσεως, ἀλλὰ διαφορᾶς ὀνόματος μόνης. Ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὅτι, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι τῆς Παλαιᾶς τοῖς τῆς Καινῆς, σφόδρα ἂν διισχυρισάμην, ὡς οὐδὲ οὕτως ἕτερον ἐπεισάγειν Θεὸν ἐχρῆν. Εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν καιρὸν, τοῖς αὐτοῖς ἀνθρώποις, περὶ τὰ αὐτὰ διατρίβουσιν, ἐν τοῖς αὐτοῖς οὖσι πράγμασιν, ἐναντίους ἐπέταττε νόμους, εἶχεν ἄν τινα αὐτοῖς λόγον ἴσως τὸ σόφισμα· εἰ δὲ ἑτέροις μὲν ἐκεῖνοι, ἑτέροις δὲ ἐγράφησαν οὗτοι, καὶ ἐν ἑτέρῳ μὲν ἐκείνοις καιρῷ, ἐν ἑτέρῳ δὲ τούτοις, ἄλλως ἐκείνοις διακειμένοις, καὶ ἑτέρως τούτοις, ποία ἀνάγκη διὰ τὴν τῶν νόμων διαφορὰν ἐναντίους εἰσάγειν νομοθέτας δύο; Ἐγὼ μὲν οὐδεμίαν ὁρῶ, εἰ δὲ αὐτοὶ λέγειν ἔχουσι, εἰπάτωσαν· ἀλλ' οὐκ ἂν ἔχοιεν. Καὶ γὰρ καὶ ἰατρὸς ἐναντία πολλὰ ποιεῖ πολλάκις· ἀλλ' οὐκ ἀπὸ ἐναντίας τῆς γνώμης, ἀλλ' ἀπὸ μιᾶς καὶ συμφώνου. Καὶ γὰρ καίει καὶ οὐ καίει, τέμνει καὶ οὐ τέμνει τὸ αὐτὸ σῶμα πολλάκις· καὶ νῦν μὲν πικρὰ, νῦν δὲ γλυκέα δίδωσι πίνειν φάρμακα· καὶ τὰ μὲν γινόμενα ἐναντία, ἡ γνώμη δὲ, ἀφ' ἧς ταῦτα γίνεται, σύμφωνος καὶ μία· πρὸς γὰρ ἓν τέλος βλέπει, τὴν τοῦ κάμνοντος ὑγίειαν. Πῶς οὖν οὐκ ἄτοπον ἰατρῷ μὲν μὴ ἐγκαλεῖν ἐναντία ποιοῦντι πολλὰ καὶ περὶ σώματος ἑνὸς φύσιν, τῷ Θεῷ δὲ μέμψιν ἐπάγειν, εἰ κατὰ διαφόρους καιροὺς διαφόροις ἀνθρώποις διάφορα ἔδωκε τὰ προστάγματα;
nants, not conflict, nor opposition. For the old becomes old from the new; and this is a mark not of conflict, nor of opposition, but of difference of name alone. And I go so far as to say that even if the laws of the Old Covenant had been opposed to those of the New, I would strongly maintain that not even so ought one to bring in another God besides. For if at the same time, to the same men, engaged in the same pursuits and situated in the same affairs, He had enjoined opposite laws, perhaps their sophism might have had some plea for them; yet if the former were written for one set of men and the latter for another, and for the former at one time and for the latter at another, when the former were disposed in one way and the latter in another, what necessity is there on account of the difference of the laws to bring in two opposing lawgivers? I for my part see none; and if they have anything to say, let them speak—yet they could have none. For a physician also often does many opposite things, yet not from an opposing purpose, but from one that is single and harmonious. For he often cauterizes and does not cauterize, cuts and does not cut the very same body; and now he gives bitter drugs to drink, now sweet ones; and the things done are opposite, whereas the purpose from which these things proceed is harmonious and one; for it looks towards one end, the health of the sufferer. How then is it not absurd not to bring a charge against a physician when he does many opposite things even concerning the nature of a single body, yet to bring blame upon God if at different times to different men He gave different injunctions?
γʹ. Ὅτι μὲν οὖν, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι, οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδέ εἰσιν ἐναντίοι, ἀλλὰ διάφοροι μόνον, φέρε, τοὺς νόμους εἰς μέσον προχειρισώμεθα. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις. Οὗτος παλαιὸς ὁ νόμος· ἴδωμεν τὸν τῆς Καινῆς· Ἐγὼ δὲ λέγω ὑμῖν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός. Ταῦτα ἐναντία, εἰπέ μοι, τὰ προστάγματα; Καὶ τίς ἀνθρώπων, κἂν ὁπωσοῦν διανοίας μετέχων, τοῦτο ἂν εἴποι; Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, οὗτος ἐκέλευσεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον· εἰ δὲ ἐκείνου κελεύοντος μὴ φονεύειν, οὗτος ἐκέλευσε μηδὲ ὀργίζεσθαι, ἐπίτασις, οὐκ ἐναντίωσις ὁ πρότερος τοῦ δευτέρου νόμος ἐστίν· ὁ μὲν γὰρ τὸν καρπὸν τῆς κακίας ἐξέτεμε, τὸν φόνον, οὗτος δὲ καὶ τὴν ῥίζαν ἀνέσπασε, τὴν ὀργήν· ἐκεῖνος τὸ ῥεῦμα τῆς πονηρίας ἐξέκοψεν, οὗτος καὶ τὴν πηγὴν αὐτὴν ἐξήρανε. Πηγὴ γὰρ καὶ ῥίζα τοῦ φόνου θυμὸς καὶ ὀργή. Ἐκεῖνος τοῦτο προπαρεσκεύασεν ὁ νόμος τὴν φύσιν τὴν ἡμετέραν, οὗτος ἐλθὼν τὸ λεῖπον ἐπλήρωσε. Ποία ἐναντιότης, ὅταν ὁ μὲν τὸ τέλος τῶν κακῶν, ὁ δὲ καὶ τὴν ἀρχὴν ἐκκόπτῃ; Ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων. Ταῦτα δὲ συμφωνούντων ἀλλήλοις νόμων, οὐχὶ μαχομένων ἐστίν· ὅπερ ἄνω καὶ κάτω σπουδάζουσι κατασκευάζειν οἱ τῆς ἀληθείας ἐχθροὶ, μὴ συνορῶντες, ὅτι ἐκ τούτου μεγάλῃ ῥᾳθυμίας καὶ ὑπεροψίας αἰτίᾳ τὸν τῆς Καινῆς Θεὸν ὑποβάλλουσιν· εὑρεθήσεται γὰρ (ἡ δὲ βλασφημία εἰς τὴν τῶν ταῦτα ἀναγκαζόντων
3. That not even if the laws had been opposed ought one thus to bring a charge is manifest from these things; and that they are not opposed at all, but only different, come, let us bring the laws themselves forward into the midst. "You have heard," says He, "that it was said to the men of old, 'You shall not murder.'" This is the old law; let us see that of the New: "But I say to you, He who is angry with his brother without cause is liable to the Gehenna of fire." Are these injunctions opposed, tell me? And who among men, partaking of understanding in any way at all, would say this? For if, when the former commanded not to murder, the latter had commanded to murder, perhaps someone might have said that what is spoken is a contradiction of laws; yet if, when the former commands not to murder, the latter commanded not even to be angry, there is an intensification, not an opposition, of the first law in relation to the second; for the one cut off the fruit of vice, murder, while the other tore up the very root also, anger; the one cut off the stream of wickedness, while the other dried up the very spring itself. For passion and anger are the spring and root of murder. That law prepared our nature beforehand in this, while this one upon coming filled up what was lacking. What opposition is there when the one cuts off the end of evils, while the other cuts off the beginning also? The one made the hand pure of blood, while the other freed the very mind itself from evil counsels. Now these are marks of laws harmonizing with one another, not fighting—which very thing the enemies of the truth strive up and down to make out, not perceiving that from this they subject the God of the New Covenant to a great charge of indolence and disregard; for He will be found (and may the blasphemy recoil upon the head of those who compel us
PG 51:284Read from the page
ἡμᾶς λέγειν περιτραπείη κεφαλὴν) ἀκαίρως τὰ καθ' ἡμᾶς οἰκονομήσας· τὸ δὲ πῶς, ἐγὼ λέγω. Γαλακτοτροφίᾳ προσέοικεν ἡ τῆς Παλαιᾶς Διαθήκης παιδαγωγία, στερεᾷ δὲ τροφῇ τῆς Καινῆς Διαθήκης ἡ φιλοσοφία· οὐδεὶς δὲ πρὶν ἢ θρέψαι γάλακτι, πρὸς τὴν στερεὰν ἄγει τροφήν. Ὅπερ ἔσται πεποιηκὼς ὁ τῆς Καινῆς Θεὸς ἄνπερ μὴ αὐτὸς ᾖ ὁ τὴν Παλαιὰν δεδωκώς· πρὸ γὰρ τοῦ θρέψαι γάλακτι καὶ τῇ διὰ τοῦ νόμου παιδαγωγίᾳ, ἐπὶ τὴν στερεὰν ἡμᾶς ἤγαγε τροφήν. Οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ μείζονι τούτου πάλιν αὐτὸν ὑποβάλλουσιν ἐγκλήματι, εἴ γε μετὰ πεντακισχίλια καὶ πλείονα ἔτη τοῦ γένους ἧκε προνοήσων τοῦ ἡμετέρου. Εἰ γὰρ μὴ αὐτὸς ἦν, ὁ διὰ τῶν προφητῶν καὶ τῶν πατριαρχῶν καὶ τῶν δικαίων ἀνθρώπων τὰ καθ' ἡμᾶς ἅπαντα οἰκονομῶν, ἀλλ' ἕτερός τις παρὰ τοῦτον ὀψέ ποτε καὶ βραδέως εὑρεθήσεται τῆς ἡμετέρας ἐπειλημμένος προνοίας, ὥσπερ ἔκ τινος μετανοίας ἀνενεγκών· ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἂν εἴη, τοσούτους ἀφέντος ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐν ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας.
to say these things) to have dispensed our affairs unseasonably; and how so, I tell you. The training of the Old Covenant resembles nursing with milk, whereas the philosophy of the New Covenant resembles solid food; and no one leads a child to solid food before nourishing it with milk. Which very thing the God of the New will have done, if indeed He Himself be not the One Who gave the Old; for before nourishing us with milk and the training that comes through the law, He led us to solid food. Nor to this charge alone, but also to another greater than this do they subject Him again, if indeed after five thousand years and more He came to take provident care of our race. For if it was not He Himself Who through the prophets and the patriarchs and righteous men dispensed all our affairs, but some other besides Him, He will be found to have laid hold of providence over us late at last and tardily, as though recovering from some regret—which would be unworthy not only of God, but even of any ordinary man, after allowing so many to perish in so great a time, late at last in the end of the times to lay hold of providence over a few.
δʹ. Ὁρᾷς ὅσαις τὸν Θεὸν ὑποβάλλουσι βλασφημίαις ἐκεῖνοι, ἕτερον μὲν τῆς Καινῆς, ἕτερον δὲ τῆς Παλαιᾶς λέγοντες εἶναι νομοθέτην; Ἅπερ ἅπαντα λύεται, ἂν ἕνα ἑκατέρας τῆς Διαθήκης δῶμεν εἶναι Θεόν. Εὑρεθήσεται γὰρ κατὰ λόγον τὰ καθ' ἡμᾶς οἰκονομῶν, τότε μὲν διὰ τοῦ νόμου, νῦν δὲ διὰ τῆς χάριτος, καὶ οὐ προσφάτως, οὐδὲ νεωστὶ, ἀλλ' ἄνωθεν καὶ ἐκ πρώτης ἡμέρας τῆς ἡμετέρας ἐπειλημμένος προνοίας. Ἵνα δὲ μειζόνως αὐτῶν τὰ στόματα ἀποῤῥάψωμεν, φέρε, καὶ αὐτὰς τὰς ῥήσεις παραγάγωμεν, καὶ προφήτας, καὶ ἀποστόλους βοῶντας, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης. Παρίτω τοίνυν εἰς μέσον ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, καὶ αὐτὸ τοῦτο δεικνύτω σαφῶς ἕνα καὶ τὸν αὐτὸν ἑκατέρας ὄντα τῆς Διαθήκης Θεόν. Τί οὖν οὗτός φησιν, ἐκ προσώπου τοῦ νομοθέτου κηρύττων; Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ὥστε ὁ τὴν Καινὴν αὐτοῖς διαθέμενος, αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δοὺς Θεός. Ἐνταῦθα καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπεστόμισεν ἱκανῶς, οἳ τὴν προαιώνιον ὕπαρξιν ἀναιροῦσι τοῦ Μονογενοῦς. Εἰ γὰρ πρὸ τοῦ τόκου τῆς Μαρίας οὐκ ἦν, οὐδὲ ὑπῆρχε πρὶν ἢ φανῆναι ἐν σαρκὶ, πῶς ἐνομοθέτει ὁ μὴ ὤν; πῶς δὲ ἔλεγε, Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν; πῶς διέθετο τοῖς πατράσιν αὐτῶν μὴ ὑπάρχων, μηδὲ ὢν, κατὰ τὸν ἐκείνων λόγον; Ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τὰ Ἰουδαίων νοσοῦντας Παυλιανοὺς ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία· ἵνα δὲ καὶ Μανιχαίους ἐπιστομίσωμεν, ἀπὸ τῆς Καινῆς τὴν μαρτυρίαν παραγάγωμεν, ἐπειδὴ τῆς Παλαιᾶς οὐδεὶς αὐτοῖς ἐστι λόγος, μᾶλλον δὲ οὐδὲ τῆς Καινῆς· ἀλλὰ καὶ ταύτην, ἣν δοκοῦσι τιμᾷν, οὐχ ἧττον ἐκείνης καθυβρίζουσιν· ἑνὶ μὲν τρόπῳ, τῷ τῆς Παλαιᾶς ἐκκόψαι, καὶ τὸ ἀξιόπιστον αὐτῆς λυμήνασθαι. Οὐ γὰρ μικρὰ τῶν ἐν αὐτῇ κειμένων τῆς ἀληθείας ἀπόδειξις, τῶν ἐν τῇ Παλαιᾷ
4. Do you see to how many blasphemies those men subject God who say that there is one lawgiver of the New and another of the Old? All of which are resolved, if we grant that there is one God of each Covenant. For He will be found dispensing our affairs according to reason, then through the law, and now through grace, and having laid hold of providence over us not recently, nor newly, but from of old and from the first day. And that we may sew up their mouths all the more, come, let us bring forward the very sayings also, and prophets and apostles crying aloud that there is one lawgiver of the New and of the Old. Let Jeremiah, then, who was sanctified from the womb, come forward into the midst, and let him show this very thing clearly: that there is one and the same God of each Covenant. What then does this man say, proclaiming in the person of the Lawgiver? "I will make with you a new covenant, not according to the covenant which I made with your fathers." So that He Who made the New with them is Himself the God Who also gave the Old. Here he also muzzled sufficiently the followers of Paul of Samosata, who do away with the pre-eternal existence of the Only-begotten. For if before the childbirth of Mary He was not, nor existed before He appeared in the flesh, how did One Who was not give laws? And how did He say, "I will make with you a new covenant, not according to the covenant which I made with your fathers"? How did He make a covenant with their fathers when He neither existed nor was, according to their account? Yet against the Jews and the Paulians who are sick with the disease of the Jews, the testimony of the prophet is sufficient to stand; whereas that we may muzzle the Manichaeans also, let us bring forward our testimony from the New Covenant, since they make no account of the Old—or rather, not even of the New; for this one also, which they seem to honour, they insult no less than that: in one way, by cutting it off from the Old and marring its trustworthiness. For no small proof of the truth of the things contained in it was the pre-
PG 51:285Read from the page
προφητειῶν ἡ προαναφώνησις ἦν, οὓς ἀποστραφέντες οὗτοι οὐκ αἰσθάνονται τῶν προφητῶν μᾶλλον τοὺς ἀποστόλους ἀτιμάσαντες. Ἑνὶ μὲν οὖν τρόπῳ τούτῳ τὴν Καινὴν καθυβρίζουσιν, ἑτέρῳ δὲ πάλιν δευτέρῳ, τῷ τὰ πλείονα αὐτῆς ἐκκόψαι. Πλὴν ἀλλὰ καὶ αὕτη τῶν ἐν τῇ αὐτῇ κειμένων ἡ δύναμις τοσαύτη, ὡς καὶ ἀπ' αὐτῶν τῶν λειψάνων εὐφώρατον αὐτῶν γενέσθαι ποιεῖ τὴν κακουργίαν· τὰ γὰρ ἀποκοπέντα μέλη κράζει καὶ βοᾷ, τὴν πρὸς τὰ οἰκεῖα μέλη συμφωνίαν ἐπιζητοῦντα.
announcement of the prophecies in the Old, upon turning away from whom these men do not perceive that they have dishonoured the apostles more than the prophets. In this one way, then, they insult the New, and again in a second other way, by cutting out the greater part of it. Yet nevertheless even this power of the things contained in it is so great that even from the very remnants it makes their malpractice easy to detect; for the severed members cry aloud and shout, seeking after harmony with their own members.
εʹ. Πῶς οὖν ἀποδείξομεν, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης; Ἀπὸ τούτων τῶν παρ' αὐτοῖς ὑπολελειμμένων ῥημάτων τῶν ἀποστολικῶν, ἃ δοκεῖ μὲν ἔχειν τοῦ νόμου κατηγορίαν, συνίστησι δὲ αὐτὸν μάλιστα, καὶ δεικνύει θεῖον ὄντα χρησμὸν καὶ ἄνωθεν ἥκοντα. Καὶ τοῦτο δὲ τῆς τοῦ Πνεύματος ἐγένετο σοφίας, ὥστε τῇ προχείρῳ ῥήσει δελεασθέντας τοὺς τοῦ νόμου κατηγοροῦντας ἄκοντας καὶ ἀγνοοῦντας δέξασθαι τὴν ὑπὲρ αὐτοῦ γεγραμμένην ἀπολογίαν· ἵνα, ἂν μὲν θελήσωσι πρὸς τὴν ἀλήθειαν ἰδεῖν, ἔχωσι τὴν ῥῆσιν τὴν χειραγωγοῦσαν αὐτούς· ἂν δὲ ἐπιμένωσι τῇ ἀπιστίᾳ, μηδεμιᾶς συγγνώμης λοιπὸν τύχωσι, καὶ αὐτοῖς, οἷς δοκοῦσι πιστεύειν, ἀπιστοῦντες κατὰ τῆς ἑαυτῶν σωτηρίας. Ποῦ τοίνυν ἡ Καινὴ ἑαυτῆς καὶ τῆς Παλαιᾶς ἕνα τὸν νομοθέτην εἶναί φησι; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ· ἡμεῖς δὲ ἐκείνην τέως σπουδάζομεν τὴν περικοπὴν εἰς μέσον ἀγαγεῖν, τὴν καὶ παρὰ τοῖς Μανιχαίοις σωζομένην ἔτι καὶ νῦν. Τίς οὖν ἐστιν αὕτη; Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, φησὶ, τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας; Ἤκουσαν οἱ αἱρετικοὶ, ὅτι ἕνα ἐκ τῆς παιδίσκης, καὶ εὐθέως ἐπεπήδησαν· ἐνόμισαν γὰρ κατηγορίαν εἶναι τοῦ νόμου τὸ λεγόμενον· καὶ ἐκκόψαντες αὐτὴν τῆς λοιπῆς ἀκολουθίας, ὡς συνηγοροῦσαν αὐτοῖς κατέχουσι. Φέρε οὖν ἀπ' αὐτοῦ δείξωμεν ἕνα ὄντα τὸν νομοθέτην. Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ταῦτα δέ ἐστι, φησὶν, ἀλληγορούμενα. Τί δέ ἐστιν, Ἀλληγορούμενα; Τύποι τῶν ἐν τῇ χάριτι γενομένων ἦσαν τὰ ἐν τῇ Παλαιᾷ Διαθήκῃ γινόμενα. Ὥσπερ γὰρ ἐκεῖ δύο γυναῖκες, οὕτως ἐνταῦθα δύο Διαθῆκαι. Πρῶτον μὲν ἐν τούτῳ δείκνυσι τὴν συγγένειαν τῆς Καινῆς πρὸς τὴν Παλαιὰν, ὅταν ἐκεῖνα τούτων ᾖ τύπος. Ὁ γὰρ τύπος τῆς ἀληθείας οὐκ ἐναντίον, ἀλλὰ συγγενές. Εἰ δὲ ἐναντίος ἦν ὁ Θεὸς τῆς Παλαιᾶς τῷ Θεῷ τῆς Καινῆς, οὐκ ἔμελλε διὰ τῶν γυναικῶν προδιατυποῦν τῆς Καινῆς Διαθήκης τὴν ὑπεροχήν. Εἰ δὲ καὶ ἐκεῖνος προδιετύπωσε, τὸν Παῦλον ἐχρῆν μὴ ἀποχρήσασθαι τῷ τύπῳ. Εἰ δὲ λέγοιεν, ὅτι Ἰουδαϊκῇ συγκαταβαίνων ἀσθενείᾳ, τοῦτο ἐποίει, ἐχρῆν καὶ Ἕλλησι κηρύττοντα τύπους Ἑλληνικοὺς εἰσάγειν, καὶ ἱστορίας μεμνῆσθαι τῶν παρ' Ἕλλησι γεγενημένων πραγμάτων. Ἀλλὰ οὐκ ἐποίησε τοῦτο· καὶ μάλα εἰκότως. Ἐκεῖνα μὲν γὰρ οὐδὲν κοινὸν εἶχε πρὸς τὴν ἀλήθειαν, ταῦτα δὲ Θεοῦ χρησμοὶ καὶ νό-
5. How then shall we demonstrate that there is one lawgiver of the New and of the Old? From these very apostolic words left behind among them, which seem indeed to hold an accusation of the law, yet commend it above all, and show it to be a divine oracle and come from above. And this too came about from the wisdom of the Spirit, so that those who accuse the law, lured by the surface saying, should unwillingly and unknowingly accept the defence written on its behalf; in order that, if they wish to look towards the truth, they may have the saying leading them by the hand; whereas if they persist in their unbelief, they may henceforth obtain no pardon at all, disbelieving to the ruin of their own salvation even the very things that they seem to believe. Where, then, does the New say that there is one lawgiver of itself and of the Old? In many other places as well; yet for the present we are eager to bring forward into the midst that passage which is preserved among the Manichaeans even to this day. What then is this? "Tell me, you who wish to be under the law," says he, "do you not hear the law? For it is written that Abraham had two sons, one by the bondmaid, and one by the freewoman"? The heretics heard "one by the bondmaid," and at once leapt upon it; for they supposed what is spoken to be an accusation of the law; and having cut it off from the rest of the sequence, they hold fast to it as pleading on their side. Come, then, from this very passage let us show that the Lawgiver is one. "Abraham had two sons, one by the bondmaid, and one by the freewoman; now these things," says he, "are spoken allegorically." And what is "are spoken allegorically"? The things that took place in the Old Covenant were types of the things that came to pass in grace. For just as there were two women there, so here there are two Covenants. First, then, in this he shows the kinship of the New towards the Old, when those things are a type of these. For the type is not opposed to the truth, but akin to it. Yet if the God of the Old Covenant had been opposed to the God of the New, He would not have prefigured through the women the pre-eminence of the New Covenant. And even if that God had prefigured it, Paul ought not to have made use of the type. And if they should say that he did this in condescending to Jewish weakness, then when preaching to Greeks also he ought to have brought in Greek types and made mention of the history of events that had taken place among the Greeks. Yet he did not do this—and very reasonably so. For those things had nothing in common with the truth, whereas these were oracles and laws of God-
PG 51:286Read from the page
μοι· διὸ καὶ πολλὴν συγγένειαν ἔχει τὰ παλαιὰ πρὸς τὴν Καινὴν Διαθήκην.
to me; wherefore the old things also have great kinship towards the New Covenant.
ϛʹ. Πρῶτον μὲν οὖν τοῦτο δείκνυσιν, ὅτι πολλὴ ἡ συμφωνία τῆς Καινῆς πρὸς τὴν Παλαιάν· δεύτερον δὲ οὐκ ἔλαττον τούτου, καὶ αὐτῇ τῇ ἱστορίᾳ. Ὥσπερ γὰρ τότε δύο γυναῖκες ἦσαν ἑνὸς ἀνδρὸς, οὕτω καὶ νῦν δύο Διαθῆκαι ἑνὸς νομοθέτου· ἐπεὶ, ἂν ἄλλος ᾖ τῆς Καινῆς, καὶ ἄλλος τῆς Παλαιᾶς, περιττῶς τὴν ἱστορίαν εἰσήγαγεν. Οὐ γὰρ ἄλλος μὲν ἦν τῆς Σάῤῥας ἀνὴρ, ἄλλος δὲ τῆς Ἄγαρ, ἀλλ' εἷς καὶ ὁ αὐτός. Ὥστε, ὅταν λέγῃ, Αὗται γάρ εἰσι δύο διαθῆκαι, οὐδὲν ἕτερον λέγει, ἀλλ' ἢ, ὅτι ἕνα ἔχουσι νομοθέτην, καθάπερ ἐκεῖναι ἕνα ἄνδρα τὸν Ἀβραάμ. Ἀλλ' ἡ μὲν δούλη, φησὶν, ἡ δὲ ἐλευθέρα ἦν. Καὶ τί τοῦτο; τέως γὰρ ζητούμενον ἦν, εἰ εἷς ἑκατέρων νομοθέτης. Καταδεξάσθωσαν τοίνυν τοῦτο πρότερον, καὶ τότε πρὸς ἐκεῖνο αὐτοῖς ἀποκρινούμεθα. Ἂν γὰρ τοῦτο καταναγκάζῃς αὐτοὺς δέξασθαι, καὶ πεισθῶσιν, ἅπαν αὐτῶν τὸ δόγμα οἰχήσεται. Ὅταν γὰρ εὑρεθῇ τοῦ αὐτοῦ νομοθέτου καὶ ἡ Παλαιὰ οὖσα, καθάπερ οὖν καὶ ἔστι, πᾶσα λέλυται ἡμῖν ἡ πρὸς ἐκείνους ἀμφισβήτησις. Ἵνα δὲ μηδὲ τοῦτο ὑμᾶς θορυβῇ, πρόσχωμεν ἀκριβῶς τῇ ῥήσει. Οὐ γὰρ εἶπε, Μία μὲν δούλη, μία δὲ ἐλευθέρα· ἀλλὰ, Μία μὲν εἰς δουλείαν γεννῶσα· οὐ πάντως δὲ ἡ εἰς δουλείαν γεννήσασα, δούλη· καὶ αὐτὸ δὲ τὸ εἰς δουλείαν τεχθῆναι, οὐ τῆς τεκούσης ἔγκλημα, ἀλλὰ τῶν τεχθέντων παιδίων. Ἐπειδὴ γὰρ τῆς ἐλευθερίας διὰ τὴν κακίαν ἑαυτοὺς ἀπεστέρησαν, καὶ τῆς εὐγενείας ἐξέπεσον, ὡς δούλους αὐτοὺς ἀγνώμονας ἐπαίδευσεν ὁ Θεὸς φόβῳ διηνεκεῖ, κολάζων τιμωρίαις καὶ ἀπειλαῖς. Πολλοὶ γοῦν καὶ νῦν πατέρες τοὺς ἑαυτῶν υἱοὺς, οὐχ ὡς υἱοὺς ἐνάγουσιν, ἀλλὰ μετὰ τοῦ πρέποντος οἰκέταις φόβου· καὶ τὸ ἔγκλημα οὐχὶ τῶν πατέρων ἐστὶν, ἀλλὰ τῶν τοὺς πατέρας παρασκευασάντων παίδων, ὡς δούλοις κεχρῆσθαι τοῖς ἐλευθέροις. Οὕτω καὶ ὁ Θεὸς τὸν λαὸν τότε ἐκεῖνον μετὰ τοσούτου φόβου καὶ τιμωρίας τοσαύτης ἐνῆγε, μεθ' ὅσης εἰκὸς ἦν οἰκέτην ἀγνώμονα· ἀλλ' οὐ κατηγορία τοῦ Θεοῦ τὸ γινόμενον, οὐδὲ ἔγκλημα τοῦ νόμου, ἀλλὰ τῶν ἀφηνιαζόντων Ἰουδαίων, σφοδροτέρου δεηθέντων χαλινοῦ. Ἐν αὐτῇ γοῦν τῇ Παλαιᾷ εὑρεθήσονται πολλοὶ οὐχ οὕτως ἀχθέντες, οἷον ὁ Ἄβελ, ὁ Νῶε, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ, ὁ Ἰωσὴφ, ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, οἱ ἄλλοι πάντες, ὅσοι τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν ἐζήλωσαν. Οὐ γὰρ φόβῳ καὶ κολάσει, οὐδὲ ἀπειλῇ καὶ τιμωρίᾳ, ἀλλ' ἀγάπῃ θείᾳ καὶ φίλτρῳ ζέοντι τῷ περὶ Θεὸν ἐγένοντο τοιοῦτοι, οἷοι δὴ καὶ ἐγένοντο. Οὐ γὰρ ἐδεήθησαν προσταγμάτων, οὐδὲ ἐντολῶν καὶ νόμων, ὥστε ἀρετὴν ἑλέσθαι καὶ φεύγειν κακίαν, ἀλλ' ὥσπερ εὐγενεῖς παῖδες καὶ ἐλεύθεροι, τὴν οἰκείαν ἐπιγνόντες ἀξίαν, χωρὶς φόβου τινὸς καὶ κολάσεως ηὐτομόλησαν πρὸς τὴν ἀρετήν· οἱ δὲ λοιποὶ πάντες Ἰουδαῖοι, ἐπειδὴ πρὸς κακίαν ἀπέκλιναν, τοῦ κατὰ τὸν νόμον ἐδεήθησαν χαλινοῦ. Ὅτε γοῦν ἐποίησαν τὸν μόσχον, καὶ τὸ γλυπτὸν προσεκύνησαν, τότε ἤκουσαν· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· ὁτὲ ἐφόνευσαν, καὶ τὰς γυναῖκας τῶν πλησίον διέφθειραν, τότε ἤκουσαν,
6. First, then, he shows this, that great is the harmony of the New towards the Old; and second, no less than this, by the history itself also. For just as at that time there were two wives of one husband, so now also there are two Covenants of one Lawgiver; since, if there be one Lawgiver of the New, and another of the Old, he brought in the history superfluously. For Sarah's husband was not one man and Hagar's another, but one and the same. So that, when he says, For these are two covenants, he says nothing else save that they have one Lawgiver, even as those women had one husband, Abraham. Yet the one, says someone, was a bondmaid, and the other free. And what of this? For hitherto the point under inquiry was whether there is one Lawgiver of both. Let them first accept this, therefore, and then we shall answer them towards that other point. For if you compel them to receive this, and they are persuaded, their whole doctrine will be gone. For once the Old also is found to be of the same Lawgiver, just as indeed it is, our whole dispute against them has been dissolved. Yet lest even this trouble you, let us attend exactly to the saying. For he did not say, One a bondmaid, and one free; but, One bearing children to bondage; now she who bore children to bondage is not by all means a bondmaid; and the very fact of having been brought forth to bondage is no accusation against her who gave birth, but against the children brought forth. For since through wickedness they deprived themselves of freedom, and fell from noble birth, God trained them with continual fear like ungrateful slaves, chastising them with vengeances and threats. Thus many fathers even now lead their own sons on, not as sons, but with the fear befitting household servants; and the accusation belongs not to the fathers, but to the children who caused their fathers to treat freeborn sons like slaves. Just so God also led that people on at that time with as great fear and as great vengeance as was reasonable for an ungrateful household servant; yet what took place is no charge against God, nor an accusation against the law, but against the unruly Jews, who stood in need of a sterner bridle. Thus in the Old Covenant itself many will be found who were not led thus, such as Abel, Noah, Abraham, Isaac, Jacob, Joseph, Moses, Elijah, Elisha, and all the others who emulated the philosophy that is in the New. For not by fear and chastisement, nor by threat and vengeance, but by divine love and by fervent affection towards God did they become such men as indeed they became. For they did not stand in need of ordinances, nor of commandments and laws, so as to choose virtue and flee wickedness; nay, like noble and freeborn children, having recognized their own worth, apart from any fear and chastisement they went over of their own accord towards virtue; whereas all the rest of the Jews, since they turned aside towards wickedness, stood in need of the bridle according to the law. Thus when they made the calf, and worshipped the carven image, then they heard: The Lord your God is one Lord; when they murdered, and corrupted the wives of their neighbours, then they heard,
Notes, col. 286

On the reading

Printed ὁτὲ, for ὅτε.

PG 51:285 bisRead from the page
Non parum enim veritatem ejus illustrant Veteris Testamenti prophetarum praeconia, quos isti aversando non intelligunt majore apostolos quam prophetas contumelia se afficere. Unam, inquam, Novo Testamento injuriam faciunt istam; alio vero modo iterum, quod bonam ex eo partem resecant. Attamen tanta est eorum, quae in illo continentur, vis, ut vel ex ipsis reliquiis facile maleficium istorum deprehendatur: resecta enim membra clamant, et pristinum cum suis membris consensum indesinenter requirunt.
For the proclamations of the prophets of the Old Testament shed no small light upon its truth, and in turning away from them those men fail to perceive that they inflict a greater insult upon the apostles than upon the prophets. That, I say, is one outrage they commit against the New Testament; and in another way again they wrong it by cutting away a goodly portion from it. Yet so great is the force of what is contained therein that even from the very remnants these men's malpractice is readily detected: for the severed members cry aloud and unceasingly demand their former harmony with their fellow members.
5. Probat unum esse legislatorem utriusque Testamenti ex apostolicis verbis, et ex eo quod Vetus Novum praefiguraverit. — Quomodo igitur demonstrabimus Veteris et Novi Testamenti unum esse legislatorem? Ex ipsis apostolicis verbis, quae apud ipsos etiam relicta sunt: quae tametsi prima fronte videantur Vetus illud accusare, non mediocriter tamen id commendant, et divinis oraculis caelitus proditum esse indicant. Et hoc sancti Spiritus sapientia factum est, ut accusatores legis, allecti prima facie verborum, imprudentes et inviti adscriptam ejus defensionem receperint: ut si vellent ad verum respicere, haberent sermonem quem sequerentur: quod si in incredulitate permanerent, nullam sibi in posterum veniae spem reliquam facerent: ut qui etiam illis quae alias recipere videntur, fidem in suam ipsorum perniciem abrogarent. Ubi igitur Novum Testamentum suarum ac veterum legum eumdem auctorem esse testatur? Et alibi quidem non uno loco: nos tamen data opera eam textus partem adducemus, quae vel in Manichaeorum codicibus hactenus mansit incolumis. Quaenam haec? Dicite mihi, inquit, qui sub lege vultis esse, legem non audistis? quod Abraham duos filios habuit: unum ex ancilla, alterum e libera (Gal. 4. 21. 22)? Audiverunt haeretici unum habuisse ex ancilla, et confestim accurrerunt: rati enim his verbis legis accusationem contineri, resectis consequentibus, illam accusationem retinent sibi patrocinantem. Age igitur ex hoc ipso loco ostendamus eumdem esse legislatorem. Abraham duos filios habuit, unum ex ancilla, alterum ex libera. Haec autem sunt, inquit, per allegoriam dicta (Ib. v. 24). Quid est, Per allegoriam dicta? Figurae eorum, quae sub gratia gererentur, erant quaecumque sub Lege fiebant. Sicut enim illic duae mulieres, ita hic duo Testamenta. Primum in hoc apparet cognatio Novi cum Veteri, quod illa horum figurae erant. Figura enim veritati non contraria est, sed cognata. Quod si Veteris illius Deus Novi hujus Deo contrarius esset, haudquaquam per illas mulieres Novi praecellentiam praefigurasset. Quod si ille praefiguravit, par erat Paulum non abuti hac figura. Sin autem dicant, quod ad Judaicam infirmitatem se demittens hoc faciebat, oportebat eum etiam Graecis praedicantem figuras Graecorum adhibere, et rerum apud Graecos gestarum historias commemorare. Sed hoc nusquam fecit, et merito. Illa enim nihil cum veritate commune habebant, haec autem Dei leges erant, et oracula: quapropter magna cognatio veteribus illis cum Novo Testamento intercedit.
5. He proves from apostolic words, and from the fact that the Old prefigured the New, that there is one Lawgiver of both Testaments. — How, then, shall we demonstrate that there is one Lawgiver of the Old and the New Testament? From the apostolic words themselves which have been left untouched even among those men: words which, although at first sight they seem to accuse the Old Testament, nevertheless commend it in no slight measure and show that it was given forth from heaven by divine oracles. And this came about through the wisdom of the Holy Spirit, so that the accusers of the Law, enticed by the surface appearance of the words, unwittingly and against their will accepted the defence written alongside it—to the end that, if they were willing to look to the truth, they might have a teaching to follow, whereas if they persisted in unbelief, they might leave themselves no hope of pardon hereafter, abrogating to their own ruin the credit even of those scriptures which in other respects they seem to receive. Where, then, does the New Testament bear witness that there is one and the same Author of its own laws and of the ancient ones? Elsewhere, indeed, in more than one place; yet we shall purposely adduce that portion of the text which has survived intact to this day even in the manuscripts of the Manichaeans. Which passage is that? Tell me, he says, ye that desire to be under the Law, have ye not heard the Law? For Abraham had two sons, the one by a bondmaid, the other by a freewoman (Gal. 4:21-22). The heretics heard that he had one son by a bondmaid, and straightway pounced upon it: fancying that an accusation of the Law was contained in these words, they lop off what follows and retain that accusation as favouring their cause. Come, then, let us show from this very passage that the Lawgiver is one and the same. Abraham had two sons, the one by a bondmaid, the other by a freewoman. Which things, he says, are spoken by way of allegory (ibid. v. 24). What is meant by spoken by way of allegory? Whatsoever things took place under the Law were figures of the things that were to be wrought under grace. For just as there were two women there, so here there are two Testaments. First of all, the kinship of the New with the Old appears herein, that the former events were figures of these realities; for a figure is not contrary to the truth, but akin to it. Now had the God of that Old Testament been contrary to the God of this New Testament, He would by no means have prefigured the pre-eminence of the New through those women; and if that other God had prefigured it, Paul ought not to have made use of that figure. Should they say, however, that he did so by way of condescending to Jewish weakness, then when preaching to Greeks he ought likewise to have employed Greek figures and recounted stories of events transacted among the Greeks. Yet he never did so anywhere, and rightly: for those tales had nothing in common with the truth, whereas these were laws and oracles of God; wherefore a close kinship subsists between those ancient dispensations and the New Testament.
Notes, col. 285 bis

On the reading

Printed hubuit, for habuit.

PG 51:286 bisRead from the page
6. Argumentum secundum ex eadem historia. Non pauci in Veteri Testamento amore ducti, non timore. — Primum igitur argumentum hoc est, Vetus Testamentum modis omnibus cum Novo consonare: secundum autem illo non minus, ex ipsa historia sumitur. Quemadmodum enim tunc duae mulieres erant unius viri: ita nunc duo Testamenta unius legislatoris; si enim alius esset Novi, alius Veteris, supervacaneum erat hanc historiam adducere. Neque enim alium habebat Sara virum, alium Agar; sed utraque unum et eumdem. Itaque dicendo, Haec enim sunt duo Testamenta (Gal. 4. 24), nihil aliud dicit quam quod eumdem habeant legislatorem, sicut illae unum virum Abraham. Sed altera quidem erat serva, altera vero libera. Quid tum? hactenus enim quaerebatur, an unus utriusque sit legislator. Recipiant igitur prius hoc, ac tum demum ad illud alterum eis respondebimus. Si enim eos hoc ut admittant, ac nobis assentiantur, coegeris, universum illorum dogma corruet. Comperto enim etiam Veteris Testamenti eumdem legislatorem esse, sicut revera est, finem habebit omnis illorum nobiscum controversia. Attamen ne vel hinc turbemini, advertamus diligenter haec verba. Non enim dixit, Una quidem serva, una vero libera: sed, Una quidem in servitutem gignens (Ibid.): nec statim serva est, quae in servitutem gignit: et hoc ipsum ad servitutem natum esse non matris est crimen, sed parvulorum qui nascuntur. Quoniam enim sua malitia seipsos libertate privaverunt, et a jure ingenuitatis exciderunt, non secus quam ingratos servos tractavit eos Deus, terrore ac minis castigans. Quin et hodie multi patres liberos suos non ut filios, sed ut servos metu coercent: quae culpa non parentum est, sed filiorum, qui causa fuerunt parentibus ut servilem in modum ab eis educarentur. Eumdem ad modum etiam Deus ejus temporis populum terroribus ac poenis erudiebat, non aliter quam nullius frugis servum; nec tamen haec Dei culpa fuit, aut legis, sed Judaeorum respuentium frenum, et duriori freno opus habentium. Siquidem in ipso Veteri Testamento multos reperire licet, qui non ad eamdem sint tracti disciplinam, ut Abel, Noe, Abraham, Isaac, Jacob, Joseph, Moses, Elias, Elisaeus, et omnes qui Novi Testamenti instituta sunt aemulati: non enim terrore ac poenis, nec minis ac mulctis, sed amore Dei, et ferventi erga illum affectione tales erga Deum sunt redditi, quales fuerunt. Non enim opus habebant mandatis, neque praescriptis et legibus, ut virtutem sectarentur ac vitia fugerent: sed ut ingenui et liberali ingenio filii, agnoscentes suam conditionem, absque metu ullo aut castigatione in virtutis castra se contulerunt: reliquum vero vulgus Judaeorum, quoniam ad malitiam defecerant, legis freno necessario coercendi fuerunt. Ideoque postquam vitulum finxerunt, et sculptile adoraverunt, tum demum audierunt, Dominus Deus tuus Dominus unus est (Deut. 6. 4); posteaquam caedes patraverunt et uxores proximi stupraverunt, tunc audiverunt, Non occides, non moechaberis: et simili modo reliqua omnia.
6. A second argument from the same history. Not a few in the Old Testament were led by love, not fear. — This, therefore, is our first argument, that the Old Testament is in complete harmony with the New; and a second argument, no less cogent than the former, is drawn from the narrative itself. For just as at that time there were two wives of a single husband, so now there are two Testaments of a single Lawgiver; for had there been one Author of the New and another of the Old, it would have been superfluous to adduce this history. Sarah did not have one husband and Hagar another; rather, both had one and the same husband. Accordingly, in saying, For these are the two Testaments (Gal. 4:24), he states nothing else than that they have the selfsame Lawgiver, even as those women had the one husband Abraham. Yet the one was a bondmaid, and the other a freewoman. What of that? Thus far the question at issue was whether there is a single Lawgiver of both. Let them accept this point first, therefore, and only then shall we answer them concerning the other. For once you compel them to admit this and agree with us, their entire doctrine will collapse; for when it has been established that the Lawgiver of the Old Testament is the selfsame One, as indeed He is, all their controversy with us will come to an end. Yet lest you be troubled even on this score, let us mark these words attentively. He did not say, The one a bondmaid and the other a freewoman, but, The one bearing children unto bondage (ibid.); now she who bears children unto bondage is not forthwith a bondmaid herself, and the very fact of having been born unto bondage is the fault not of the mother, but of the children born of her. Because through their own wickedness they stripped themselves of freedom and forfeited the right of freeborn sons, God treated them just like thankless slaves, chastising them with terror and threats. Nay, even today many fathers curb their children by fear not as sons, but as slaves; and that fault belongs not to the parents, but to the children who gave their parents cause to rear them in servile fashion. In the same manner God too schooled the people of that time by terrors and punishments, no differently than a good-for-nothing slave; yet that was the fault neither of God nor of the Law, but of the Jews who spurned the bridle and stood in need of a sterner curb. Indeed, within the Old Testament itself one may find many who were not subjected to that same discipline—such as Abel, Noah, Abraham, Isaac, Jacob, Joseph, Moses, Elijah, Elisha, and all who emulated the institutions of the New Testament: for it was not through terror and punishments, nor through threats and penalties, but through love of God and fervent devotion towards Him that they became such as they were before God. They stood in no need of commandments, ordinances, and laws in order to pursue virtue and shun vice; rather, like freeborn sons of noble disposition recognizing their own estate, without any fear or chastisement they betook themselves to the camp of virtue, whereas the remaining multitude of the Jews, because they had fallen away into wickedness, had perforce to be restrained by the bridle of the Law. Therefore only after they had fashioned the calf and worshipped a graven image did they hear, The Lord thy God is one Lord (Deut. 6:4); only after they had committed murders and defiled their neighbour's wives did they hear, Thou shalt not kill, thou shalt not commit adultery, and likewise all the rest.