Migne Reading Room

PG 51 · cols. 275–278 bis · Read from the page

De verbis Apostoli: Habentes autem eumdem spiritum fidei (2 Cor. 4:13) Homilia I (Hom. XXIV)

De verbis Apostoli: Habentes autem eumdem spiritum fidei (2 Cor. 4:13) Homilia I (Hom. XXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:275Read from the page
ελθοῦσα ἡ πίστις ἀπαλλάττει τοῦ ναυαγίου, ὥσπερ ἐν γαληνῷ λιμένι, τῇ τοῦ συνειδότος πληροφορίᾳ τὸ σκάφος ὁρμίζουσα. Καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Διὰ τοῦτο ἔδωκεν ἀποστόλους ὁ Θεὸς πρὸς καταρτισμὸν τῶν ἁγίων, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἵνα μηκέτι ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ὁρᾷς τῆς πίστεως τὸ κατόρθωμα, ὅτι ὡς ἄγκυρά τις ἀσφαλὴς, οὕτως ἐκβάλλει τὸν σάλον· ὅπερ οὖν καὶ αὐτὸς πάλιν Ἑβραίοις ἐπιστέλλει, οὑτωσὶ λέγων περὶ τῆς πίστεως· Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ, καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Ἵνα γὰρ ἀκούσας ἄγκυραν, μὴ νομίσῃς κάτω καθέλκεσθαι, δείκνυσιν, ὅτι καινή τις αὕτη τῆς ἀγκύρας ἡ φύσις, οὐ κάτω πιέζουσα, ἀλλ' ἄνω κουφίζουσα τὴν διάνοιαν, καὶ πρὸς τὸν οὐρανὸν μεθιστῶσα, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος χειραγωγοῦσα· καταπέτασμα γὰρ ἐνταῦθα τὸν οὐρανὸν ἐκάλεσε. Τίνος ἕνεκα, καὶ διὰ τί; Ὅτι καθάπερ τὸ καταπέτασμα ἀπὸ τῆς ἔξω σκηνῆς διεῖργε τὰ ἅγια τῶν ἁγίων, οὕτω δὴ καὶ ὁ οὐρανὸς οὗτος, ὥσπερ καταπέτασμα, μέσος τῆς κτίσεως παρεμβεβλημένος ἀπὸ τῆς ἔξω σκηνῆς, τοῦτ' ἔστι, τοῦ κόσμου τούτου τοῦ βλεπομένου, διείργει τὰ ἅγια τῶν ἁγίων, τὰ ἄνω λέγων καὶ τὰ ὑπὲρ αὐτῶν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός.
in besides delivers from shipwreck, mooring the bark, as in a calm haven, in the full assurance of conscience. And declaring this very point again, Paul said: For this reason God gave apostles for the equipping of the saints, until we all attain to the unity of the faith and of the full knowledge of the Son of God; so that we may no longer be infants tossed by waves and whirled about by every wind. Do you see the achievement of faith, how like a sure anchor it casts out the tossing? Which very thing he himself again writes to the Hebrews, speaking thus concerning faith: Which we have as an anchor of the soul, both sure and steadfast, and entering into that which is within the veil. For lest on hearing of an anchor you should suppose it drags one downward, he shows that the nature of this anchor is a new one, not pressing downward, but buoying the mind upward, transferring it towards heaven, and guiding it into that which is within the veil; for here he called heaven a veil. For what reason, and why? Because just as the veil parted the Holy of Holies from the outer tabernacle, even so this heaven also, set like a veil in the midst of creation, parts from the outer tabernacle—that is, from this visible world—the Holy of Holies, meaning the things above and beyond them, whither Christ entered on our behalf as forerunner.
δʹ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐκεῖ μετεωρίζει τὴν ψυχὴν τὴν ἡμετέραν, φησὶν, ἡ πίστις, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀνακουφίζουσα τοὺς πόνους τῇ τῶν μελλόντων ἐλπίδι. Ὁ γὰρ πρὸς τὰ μέλλοντα ἀφορῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἀναμένων ἐλπίδα, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐκεῖ μετάγων, οὐδὲ αἰσθάνεται τῆς ὀδύνης τῶν ἐν τῷ παρόντι δεινῶν, ὥσπερ οὖν οὐδὲ Παῦλος ᾐσθάνετο, καὶ τὴν αἰτίαν τῆς φιλοσοφίας ἐδίδασκε, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Πῶς, καὶ τίνι τρόπῳ; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν. Ὥσπερ γὰρ οἱ τοῦ σώματος οὐδὲν βλέπουσι νοητὸν, οὕτως οἱ τῆς πίστεως οὐδὲν βλέπουσιν αἰσθητόν. Ἀλλὰ ποίαν πίστιν ἐνταῦθα λέγει ὁ Παῦλος; τὸ γὰρ τῆς πίστεως ὄνομα διπλῆν ἔχει τὴν σημασίαν. Καὶ γὰρ πίστις λέγεται, καθ' ἣν τὰ σημεῖα ἐποίουν τότε οἱ ἀπόστολοι, περὶ ἧς ὁ Χριστὸς ἔλεγεν· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ πάλιν, ὅτε τὸν σεληνιαζόμενον οὐκ ἴσχυσαν ἀπαλλάξαι τοῦ δαίμονος οἱ μαθηταὶ, καὶ τὴν αἰτίαν ἐβούλοντο μαθεῖν, ταύτην αὐτοῖς ἠνίξατο τὴν ἔλλειψιν τῆς πίστεως, λέγων· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Καὶ ὁ Παῦλος δὲ περὶ αὐτῆς ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν. Καὶ ὅτε δὲ καταποντίζεσθαι ἔμελλε πεζῇ βαδίζων ἐπὶ τῆς θαλάσσης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν ἐνεκάλεσεν ὁ Χριστὸς, εἰπών· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Λέγεται τοίνυν πίστις ἡ τῶν σημείων καὶ τῶν θαυμάτων ποιητική· λέγεται δὲ πίστις καὶ ἡ τῆς εἰς τὸν Θεὸν γνώσεως παρασκευαστικὴ, καθ' ἣν ἕκαστος ἡμῶν ἐστι πιστός· ὡς ὅταν λέγῃ γράφων Ῥωμαίοις· Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται· καὶ Θεσσαλονικεῦσι πάλιν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ,
4. Now what he says is of this sort: Faith, he says, lifts our soul on high thither, suffering it to be cast down by none of the present terrors, lightening our toils through the hope of things to come. For he who looks away towards future things, awaits the hope from the heavens, and turns the eyes of his mind thither, does not even feel the pain of terrors in the present, just as Paul himself did not feel it, and taught the cause of his philosophy, saying: For our momentary lightness of affliction works out for us surpassingly to surpassing fulness an eternal weight of glory. How, and in what manner? While we look not at the things that are seen, but at the things that are not seen, through the eyes of faith. For just as the eyes of the body see nothing intelligible, so the eyes of faith see nothing sensible. Yet what kind of faith does Paul mean here? For the name of faith holds a twofold meaning. Faith is spoken of as that whereby the apostles then wrought miracles, concerning which Christ said: If you have faith as a grain of mustard seed, you will say to this mountain, Remove hence, and it will remove. And again, when the disciples were unable to rid the lunatic of the demon and wished to learn the cause, He hinted to them at this lack of faith, saying: Because of your unbelief. And Paul too spoke concerning it: If I have faith so as to remove mountains. And when Peter was about to sink while walking on foot upon the sea, Christ again brought this very charge, saying: Why did you doubt, O you of little faith? Faith, therefore, is spoken of as that which works signs and wonders; and faith is also spoken of as that which produces knowledge towards God, whereby each of us is a believer: as when writing to the Romans he says: I thank my God through Jesus Christ that your faith is proclaimed in the whole world; and again to the Thessalonians: For from you the word of God has sounded forth, not only in Macedonia,
PG 51:276Read from the page
ἀλλὰ καὶ ἐν τῇ Ἀχαΐᾳ, καὶ ἐν πάντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε.
but also in Achaia, and in every place your faith towards God has gone forth.
Ποίαν οὖν αἰνίσσεται ἐνταῦθα πίστιν; Εὔδηλον, ὅτι τὴν τῆς γνώσεως· καὶ δηλοῖ τὰ ἑξῆς. Πιστεύομεν γὰρ, φησὶ, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως. Ἀλλὰ διὰ τί Πνεῦμα πίστεως αὐτὴν καλεῖ, καὶ εἰς τὴν τῶν χαρισμάτων καταλέγει τάξιν; Εἰ γὰρ χάρισμά ἐστιν ἡ πίστις, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς μόνον, ἀλλ' οὐχ ἡμέτερον κατόρθωμα, οὔτε οἱ ἀπιστοῦντες κολασθήσονται, οὔτε οἱ πιστεύοντες ἐπαινεθήσονται. Τοιαύτη γὰρ τῶν χαρισμάτων ἡ φύσις, οὐκ ἔχει στεφάνους, οὔτε ἀμοιβάς. Οὐ γὰρ τῶν δεξαμένων τὸ δῶρόν ἐστι κατόρθωμα, ἀλλὰ τῆς τοῦ παρεσχηκότος φιλοφροσύνης χάρισμα. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ἐκέλευσε μὴ χαίρειν ἐπὶ τῷ δαίμονας ἐκβάλλειν, καὶ τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ προφητεύσαντας καὶ δυνάμεις πολλὰς ποιήσαντας ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, ἐπειδὴ ἀπὸ κατορθωμάτων μὲν οἰκείων οὐδεμίαν εἶχον παῤῥησίαν, ἀπὸ δὲ χαρισμάτων ἐβούλοντο σώζεσθαι μόνον.
What kind of faith, then, does he hint at here? Plainly that of knowledge; and what follows makes it clear. For we believe, he says, wherefore we also speak. What do we believe? That He Who raised Jesus will raise us also through His power. Yet why does he call it a Spirit of faith, and enrol it in the rank of spiritual gifts? For if faith is a spiritual gift and belongs to the bounty of the Spirit alone, and is not our own achievement, neither will unbelievers be punished, nor will believers be praised. For such is the nature of spiritual gifts: it holds neither crowns nor recompenses. For the gift is not the achievement of those who received it, but a gracious bounty of the kindness of Him Who bestowed it. On this account He also commanded the disciples not to rejoice at casting out demons, and cast out of the kingdom of the heavens those who had prophesied in His name and wrought many mighty works, because from their own achievements they had no boldness at all, and wished to be saved from spiritual gifts alone.
εʹ. Εἰ τοίνυν καὶ ἡ πίστις τοιοῦτόν ἐστι, καὶ οὐδὲν ἡμεῖς εἰσηνέγκαμεν, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Πνεύματός ἐστι χάριτος, καὶ ἐκείνη ταῖς ἡμετέραις αὐτὴν ἐγκατέβαλε ψυχαῖς, καὶ οὐδένα ἀντὶ τούτων ληψόμεθα μισθὸν, πῶς οὖν ἔλεγε, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν; Ὅτι καὶ τῆς τοῦ πεπιστευκότος ἀρετῆς ἐστι κατόρθωμα ἡ πίστις. Πῶς δὲ ἀλλαχοῦ τοῦτο αὐτὸ πάλιν αἰνίττεται λέγων, Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις εἰς δικαιοσύνην, ει τῆς τοῦ Πνεύματος χάριτος τὸ πᾶν ἐστι; πῶς δὲ καὶ τὸν πατριάρχην Ἀβραὰμ δι' αὐτῆς μυρίοις ἀνέδησεν ἐγκωμίων στεφάνοις, ὅτι τὰ παρόντα πάντα παραδραμὼν, παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε; Τίνος οὖν ἕνεκα Πνεῦμα πίστεως αὐτὴν καλεῖ; Ἐκεῖνο δεῖξαι βουλόμενος, ὅτι τὸ μὲν παρὰ τὴν ἀρχὴν πιστεῦσαι, τῆς ἡμετέρας εὐγνωμοσύνης ἐστὶ, καὶ τὸ ὑπακοῦσαι κληθέντας· μετὰ δὲ τὸ καταβληθῆναι τὴν πίστιν, τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας, ὥστε μένειν αὐτὴν διηνεκῶς ἄσειστον καὶ ἀπερίτρεπτον. Οὔτε γὰρ ὁ Θεὸς, οὔτε ἡ τοῦ Πνεύματος χάρις τὴν ἡμετέραν προφθάνει προαίρεσιν· ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας οἴκοθεν προσελθεῖν· εἶτα, ἐπειδὰν προσέλθωμεν, τότε τὴν παρ' ἑαυτοῦ παρέχει συμμαχίαν ἅπασαν. Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως ἐπεισέρχεται, τὴν καλὴν ταύτην ῥίζαν ἀνασπάσαι βουλόμενος, καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλόπονος, ἐγκαθεζόμενος ἡμῶν τῇ ψυχῇ, πολλῇ τῇ φειδοῖ καὶ προνοίᾳ τειχίζῃ πάντοθεν τὸ νεοπαγὲς τῆς πίστεως φυτόν. Διὰ τοῦτο Θεσσαλονικεῦσιν ἐπέστελλε λέγων, Τὸ Πνεῦμα μὴ σβέννυτε, δηλῶν ὅτι τῆς τοῦ Πνεύματος χάριτος ἐπεισελθούσης, ἀκαταγώνιστοι τῷ πονηρῷ δαίμονι λοιπὸν καὶ ταῖς μεθοδείαις αὐτοῦ πάσαις ἐσόμεθα. Εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, πολλῷ μᾶλλον τὴν πίστιν ἀσφαλῆ καὶ ἐῤῥιζωμένην οὐ δυνήσεται κατασχεῖν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.
5. If faith too, therefore, is of this sort, and we contributed nothing, but the whole belongs to the grace of the Spirit, and that grace implanted it in our souls, and we shall receive no reward in return for these things, how then did he say, For with the heart one believes to righteousness, and with the mouth confession is made to salvation? Because faith is also an achievement of the believer's virtue. And how elsewhere does he again hint at this very thing, saying, To him who does not work, yet believes on Him Who justifies the ungodly, his faith is reckoned for righteousness, if the whole belongs to the grace of the Spirit? And how through it did he also bind the patriarch Abraham with countless crowns of encomia, because, passing by all present things, against hope he believed in hope? For what reason, then, does he call it a Spirit of faith? Because he wished to show this: that to believe at the outset belongs to our right disposition, as does obeying when called; yet after faith has been laid as a foundation, we need the help of the Spirit so that it may remain continually unshaken and unoverturned. For neither God nor the grace of the Spirit forestalls our free choice; rather He calls indeed, yet waits for us to draw near willingly and resolved of ourselves; then, once we have drawn near, He affords all His alliance. For since the devil too, after we have drawn near to the faith, straightway steals in besides, wishing to pluck up this noble root, hastening to sow tares, and to mar the genuine and pure seeds, we then need the help of the Spirit, so that, like an industrious husbandman settling Himself in our soul, with abundant tender care and forethought He may wall round on every side the newly-set plant of faith. On this account he wrote to the Thessalonians, saying, Do not quench the Spirit, declaring that once the grace of the Spirit has entered in, we shall henceforth be unconquerable by the evil demon and all his wiles. For if no one is able to say Jesus is Lord except in the Holy Spirit, much less will one be able to hold fast faith safe and rooted except in the Holy Spirit.
ςʹ. Πῶς δὲ δυνησόμεθα τὴν τοῦ Πνεύματος ἐπισπάσασθαι βοήθειαν, καὶ πεῖσαι μεῖναι παρ' ἑαυτοῖς;
6. And how shall we be able to draw to ourselves the help of the Spirit, and persuade it to abide with us?
Notes, col. 276

On the reading

Printed πάντὶ, for παντὶ.

Printed ει, for εἰ.

PG 51:277Read from the page
Δι' ἔργων ἀγαθῶν καὶ πολιτείας ἀρίστης. Καθάπερ γὰρ τὸ λυχνιαῖον φῶς ἐλαίῳ κατέχεται, καὶ ἀναλωθέντος τούτου κἀκεῖνο συναναλωθὲν ἄπεισιν· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις, παρόντων μὲν ἡμῖν ἔργων ἀγαθῶν, καὶ ἐλεημοσύνης πολλῆς ἐπιχεομένης τῇ ψυχῇ, μένει καθάπερ ἐλαίῳ κατεχομένη ἡ φλόξ· ταύτης δὲ οὐκ οὔσης, ἄπεισι καὶ ἀναχωρεῖ· ὅπερ καὶ ἐπὶ τῶν πέντε παρθένων ἐγένετο. Καὶ γὰρ ἐκεῖναι μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς ἱδρῶτας, ἐπειδὴ τὴν ἀπὸ τῆς φιλανθρωπίας οὐκ εἶχον βοήθειαν, οὐκ ἴσχυσαν παρ' ἑαυταῖς κατασχεῖν τὸ τοῦ Πνεύματος χάρισμα· διὸ καὶ τοῦ νυμφῶνος ἐξεβλήθησαν, καὶ τῆς φοβερᾶς ἐκείνης ἤκουσαν φωνῆς, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἣ καὶ τῆς γεέννης ἦν χαλεπωτέρα· διὰ τοῦτο καὶ μωρὰς αὐτὰς ὠνόμασεν· εἰκότως· ὅτι τυραννικωτέρας ἐπιθυμίας περιγενόμεναι, ὑπὸ τῆς ἀσθενεστέρας ἑάλωσαν. Ὅρα γάρ· φύσεως βίαν ἐνίκησαν, λυττῶσαν μανίαν ἐχαλίνωσαν, τὰ τῆς ἐπιθυμίας ἐστόρεσαν κύματα, ἐν γῇ διατρίβουσαι ἀγγελικὸν ἐπεδείξαντο βίον, σῶμα περικείμεναι πρὸς τὰς ἀσωμάτους ἡμιλλήθησαν δυνάμεις· καὶ μετὰ τοσοῦτον πόνον χρημάτων ἐπιθυμίας οὐκ ἐκράτησαν, ὄντως μωραὶ καὶ ἀνόητοι· διὰ τοῦτο καὶ οὐδὲ συγγνώμης ἠξιώθησαν. Ῥᾳθυμίας γὰρ τὸ πτῶμα γέγονε μόνον· αἱ γὰρ ἐν τοσαύτῃ φλογὶ κάμινον ἐπιθυμίας δυνηθεῖσαι σβέσαι, καὶ ὑπὲρ τὰ σκάμματα πηδήσασαι, καὶ πλείω τῶν προσταχθέντων ἐπιδειξάμεναι (οὐ γάρ ἐστι νόμος ἡ παρθενία, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπιτέτραπται), εἶτα ὑπὸ χρημάτων ἡττηθεῖσαι, τίνος οὐκ ἂν εἶεν ἐλεεινότεραι, δι' ὀλίγων ἀργυρίων τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς ῥίψασαι; Ταῦτα λέγω, οὐχὶ τὰς χεῖρας τῶν παρθένων ἐκλύων, οὐδὲ τὴν παρθενίαν σβέσαι βουλόμενος, ἀλλ' ἵνα μὴ ἀνόνητα δράμωσιν, ἵνα μὴ μετὰ μυρίους ἱδρῶτας ἀστεφάνωτοι καὶ αἰσχύνης γέμουσαι ἐκ τῶν σκαμμάτων ἀναχωρήσωσι. Καλὸν ἡ παρθενία καὶ ὑπὲρ τὴν φύσιν τὸ κατόρθωμα· ἀλλὰ τὸ καλὸν τοῦτο καὶ μέγα καὶ ὑπὲρ τὴν φύσιν, ἂν μὴ φιλανθρωπίαν ἔχῃ συνεζευγμένην, οὐδὲ ἐπιβαίνειν τῶν τοῦ νυμφῶνος προθύρων δυνήσεται. Καὶ σκόπει μοι τῆς φιλανθρωπίας τὴν ἰσχὺν, καὶ τῆς ἐλεημοσύνης τὴν δύναμιν. Παρθενία μὲν χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν οὐδὲ μέχρι τῶν προθύρων τοῦ νυμφῶνος ἀγαγεῖν· ἐλεημοσύνη δὲ χωρὶς παρθενίας, τοὺς ἑαυτῆς τροφίμους μετὰ πολλῶν ἐγκωμίων εἰς τὴν πρὸ καταβολῆς κόσμου βασιλείαν ἡτοιμασμένην ἐχειραγώγησεν. Αὗται μὲν γὰρ, ἐπειδὴ ἐλεημοσύνην οὐκ ἐπεδείξαντο δαψιλῆ, ἤκουσαν, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἐκεῖνοι δὲ οἱ διψῶντα ποτίσαντες, καὶ πεινῶντα θρέψαντες τὸν Χριστὸν, καίτοι παρθενίαν μὴ προβαλλόμενοι, ἤκουσαν, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ παρθενεύων καὶ νηστεύων, ἑαυτῷ χρήσιμος· ὁ δὲ ἐλεῶν, κοινός ἐστι τῶν ναυαγούντων λιμὴν, τὰς τῶν πλησίον διορθούμενος πενίας, καὶ τὰς ἑτέρων λύων ἀνάγκας. Τῶν δὲ κατορθωμάτων ἐκεῖνα μάλιστα εὐδοκιμεῖν εἴωθεν, ἅπερ ἂν πρὸς τὸ συμφέρον ἑτέροις γίνεται.
By good works and a most excellent way of life. For just as the light of a lamp is maintained by oil, and when this is used up that also vanishes, used up along with it; so indeed also the grace of the Spirit, when good works are present with us and abundant almsgiving is poured upon the soul, abides just like a flame maintained by oil; but when this is absent, it departs and withdraws—which very thing also happened in the case of the five virgins. For they too, after their many toils and sweats, because they did not possess the help that comes from humane kindness, were unable to retain with themselves the gift of the Spirit; wherefore also they were cast out of the bridal chamber, and heard that fearful voice, "Depart, I know you not," which was more grievous even than Gehenna; on this account also He named them foolish—and reasonably so: because after overcoming a more tyrannical desire, they were captured by the weaker one. For see: they conquered the violence of nature, they bridled raging madness, they calmed the waves of desire, while dwelling upon earth they displayed an angelic life, while clothed with a body they vied with the bodiless powers; and after so great toil they did not master the desire of money—foolish indeed and senseless; on this account they were not even deemed worthy of pardon. For their fall came about from indolence alone; for they who in so great a flame had been able to quench a furnace of desire, and had leapt beyond the markers, and had displayed more than what was commanded (for virginity is not a law, but has been entrusted to the free choice of the hearers), and were then defeated by money—than whom could they not be more pitiable, having flung the crown from their head for the sake of a few coins? I say these things, not slackening the hands of virgins, nor wishing to quench virginity, but lest they run unprofitably, lest after ten thousand sweats they withdraw from the lists uncrowned and full of shame. Virginity is a noble thing, and the achievement is above nature; yet this noble and great thing that is above nature, unless it has humane kindness yoked with it, will not even be able to set foot upon the porches of the bridal chamber. And observe, pray, the strength of humane kindness, and the power of almsgiving. Virginity without almsgiving did not avail to lead even as far as the porches of the bridal chamber; whereas almsgiving without virginity led its own nurselings by the hand, with many encomiums, into the kingdom prepared before the foundation of the world. For those virgins, because they did not display bountiful almsgiving, heard, "Depart, I know you not"; whereas those men who gave drink to Christ when thirsting and fed Him when hungering, although not putting forward virginity, heard, "Come, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world." And very reasonably so: for he who practises virginity and fasts is useful to himself; whereas he who shows mercy is a common haven of the shipwrecked, setting right the poverties of his neighbours and relieving the necessities of others. And among right deeds those above all are wont to win renown which come to pass for the benefit of others.
ζʹ. Καὶ ἵνα μάθῃς, ὅτι αὗται μᾶλλον τῷ Θεῷ περισπούδαστοι τῶν ἄλλων αἱ ἐντολαὶ, περὶ μὲν νηστείας καὶ παρθενίας διαλεγόμενος, βασιλείας οὐρα-
7. And that you may learn that these commandments are more earnestly cared for by God than the others, when discoursing concerning fasting and virginity, He makes mention of the kingdom of hea-
PG 51:278Read from the page
νῶν μέμνηται· περὶ δὲ ἐλεημοσύνης καὶ φιλανθρωπίας καὶ τοῦ ποιεῖν ἑαυτοὺς οἰκτίρμονας νομοθετῶν, πολὺ μεῖζον τῆς βασιλείας τῶν οὐρανῶν τέθεικεν ἔπαθλον, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, λέγων. Ἐκεῖνοι γὰρ μάλιστα τῶν νόμων ὁμοίους ποιοῦσι τοὺς ἀνθρώπους τῷ Θεῷ, ὡς ἀνθρώπους εἰκὸς γενέσθαι ὁμοίους τοῦ Θεοῦ, οἱ πρὸς τὸ κοινῇ συμφέρον ἐκβαίνοντες. Καὶ δηλῶν αὐτὸ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὕτω καὶ ὑμεῖς τοῖς οὖσι κατὰ δύναμιν εἰς τὸ κοινῇ συμφέρον τῶν ἀδελφῶν ἀποκεχρημένοι, μιμήσασθε τὸν τὰ ἀγαθὰ αὐτοῦ προτιθέντα πᾶσιν ὁμοίως. Μέγα τὸ τῆς παρθενίας ἀξίωμα, καὶ διὰ τοῦτο μᾶλλον συγκροτηθῆναι αὐτὸ βούλομαι. Παρθενίας γὰρ ἀξίωμα οὐκ ἀποσχέσθαι γάμων μόνον, ἀλλὰ τὸ φιλάνθρωπον εἶναι καὶ φιλάδελφον καὶ συμπαθητικόν. Τί γὰρ ὄφελος παρθενία μετὰ ὠμότητος; τί δὲ κέρδος σωφροσύνη μετὰ ἀπανθρωπίας; Οὐχ ἑάλως σωμάτων ἐπιθυμίᾳ, ἀλλ' ἑάλως χρημάτων ἐπιθυμίᾳ· οὐκ ἐθαύμασας χρυσίου κάλλος· τὸν μείζονα ἐνίκησας ἀνταγωνιστὴν, ἀλλ' ὁ ἐλάττων καὶ ἀσθενέστερος ἐκράτησέ σου καὶ περιεγένετο. Διὰ τοῦτο αἰσχροτέραν ἐποίησέ σου τὴν ἧτταν· διὰ τοῦτο οὐδὲ συγγνώμης ἔτυχες, τοσαύτης μὲν περιγενομένη βίας, καὶ πρὸς τὴν φύσιν αὐτὴν ἀποδυσαμένη, ὑπὸ δὲ φιλαργυρίας ἁλοῦσα, ἣν καὶ οἰκέται πολλάκις καὶ βάρβαροι ἀπονητὶ νικῆσαι ἠδυνήθησαν.
ven; whereas when legislating concerning almsgiving and humane kindness and rendering ourselves compassionate, He has set a prize much greater than the kingdom of heaven, saying, "That you may become like your Father Who is in heaven." For those among laws above all make men like God, insofar as it is fitting for men to become like God, which issue in the common benefit. And declaring this very thing, Christ said: "Because He makes His sun rise upon the wicked and the good, and rains upon the righteous and the unrighteous." So you also, employing your possessions according to your ability for the common benefit of the brethren, imitate Him Who sets forth His good things for all alike. Great is the dignity of virginity, and on this account I wish it all the more to be welded together. For the dignity of virginity is not merely to abstain from marriage, but to be humane and brother-loving and sympathetic. For what profit is virginity with cruelty? And what gain is temperance with inhumanity? You were not captured by desire of bodies, yet you were captured by desire of money; you did not admire beauty of gold: you conquered the greater antagonist, yet the lesser and weaker one mastered you and prevailed over you. On this account it rendered your defeat more shameful; on this account you did not even obtain pardon, having prevailed over so great violence and stripped for combat against nature itself, yet having been captured by covetousness, which even household slaves and barbarians have often been able to conquer without toil.
ηʹ. Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, καὶ οἱ γάμοις ὁμιλοῦντες, καὶ οἱ παρθενίαν ἀσκοῦντες, πολλὴν ἐπιδειξώμεθα περὶ τὴν ἐλεημοσύνην σπουδὴν, ἐπειδὴ μηδὲ ἑτέρως ἔστι τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν. Εἰ γὰρ παρθενία χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν εἰς βασιλείαν εἰσαγαγεῖν, ποῖον ἕτερον κατόρθωμα τοῦτο ἰσχύσει, ἢ δυνήσεται ταύτης χωρίς; Οὐκ ἔστιν οὐδέν. Πάσῃ τοίνυν ψυχῇ καὶ δυνάμει τὸ ἔλαιον ἐγχέωμεν ταῖς λαμπάσι, καὶ δαψιλὲς ἔστω καὶ διηνεκὲς τοῦτο, ἵνα φαιδρὸν καὶ πλούσιον μείνῃ τὸ φῶς. Μὴ γὰρ δὴ τὸν πένητα ἴδῃς τὸν λαμβάνοντα, ἀλλὰ τὸν Θεὸν τὸν ἀποδιδόντα· μὴ τὸν δεχόμενον τὸ ἀργύριον, ἀλλὰ τὸν ὑπεύθυνον γινόμενον τῷ ὀφλήματι. Διὰ γὰρ τοῦτο ἕτερος λαμβάνει, καὶ ἕτερος ἀποδίδωσιν, ἵνα ἡ μὲν τοῦ δεχομένου πενία καὶ ἡ συμφορὰ πρὸς ἔλεον ἐπικάμψῃ καὶ συμπάθειαν· ὁ δὲ τοῦ μέλλοντος ἀποδιδόναι πλοῦτος τὴν καταβολὴν ἐγγυώμενος, καὶ τὴν μετὰ πολλῆς προσθήκης ἔκτισιν ἑπομένην, θαῤῥῆσαι παρασκευάσῃ περὶ τοῦ δανείου καὶ τοῦ τέλους, καὶ μετὰ πλείονος δαψιλείας ἐκκαλέσηται τὴν ἐλεημοσύνην. Τίς γὰρ, εἰπέ μοι, μέλλων ἑκατονταπλασίονα λαμβάνειν, καὶ θαῤῥῶν πάντως ὑπὲρ τῆς ἀποδόσεως, οὐχὶ τὰ πάντα προήσεται;
8. Knowing all these things, therefore, beloved, both those who live in marriage and those who practise virginity, let us display great zeal concerning almsgiving, since it is not possible otherwise to attain to the kingdom of heaven. For if virginity without almsgiving did not avail to bring one into the kingdom, what other right deed will avail for this, or be able to do it without this? There is none at all. With all our soul and strength, then, let us pour the oil into our lamps, and let this be bountiful and continual, that the light may remain radiant and rich. For do not look at the poor man who receives, but at God Who repays; not at him who accepts the silver, but at Him Who becomes answerable for the debt. For on this account one man receives, and Another repays, in order that the poverty and misfortune of him who accepts may bend you towards mercy and sympathy; while the wealth of Him Who is about to repay, guaranteeing the outlay and the repayment that follows with large addition, may prepare you to take courage concerning the loan and the return, and may call forth almsgiving with greater bountifulness. For who, tell me, when about to receive a hundredfold, and being altogether confident concerning the repayment, will not part with all that he has?
Μὴ τοίνυν φειδώμεθα χρημάτων, μᾶλλον δὲ φειδώμεθα τῶν χρημάτων· ὁ γὰρ φειδόμενος τῶν ὄντων, εἰς τὰς τῶν πενήτων χεῖρας αὐτὰ ἐναποτίθεται, εἰς τὸν ἄσυλον θησαυρὸν, καὶ λῃσταῖς καὶ οἰκέταις καὶ συκοφάνταις κακούργοις καὶ πάσαις ἐφόδοις ἀνάλωτον. Εἰ δὲ καὶ ταῦτα ἀκούων ὀκνεῖς προέσθαι τι τῶν ὄντων, καὶ οὔτε τὸ ἑκατονταπλασίονα ἀπολαβεῖν, οὔτε ἡ τοῦ πένητος συμφορὰ, οὔτε ἄλλο οὐδὲν ἐπικάμψαι σε δυνήσεται, ἀναλόγισαι τὰ πεπλημμελημένα σοι· εἴσελθε εἰς τὸ συνειδὸς τῶν ἁμαρτημάτων, πᾶσαν ἐξέτασόν σου τὴν ζωήν· κατάμαθέ σου τὰ παραπτώματα
Let us not spare money, then—or rather, let us spare our money; for he who spares his possessions deposits them in the hands of the poor, in the inviolable treasury, impregnable to robbers and household slaves and maleficent informers and all assaults. Yet if even upon hearing these things you hesitate to part with some of your possessions, and neither receiving back a hundredfold, nor the misfortune of the poor man, nor anything else will be able to bend you, reckon up the offences committed by you; enter into the conscience of your sins, examine your whole life; learn thoroughly your transgressions
PG 51:277 bisRead from the page
Per opera bona et optimam vivendi rationem. Sicut enim lucernae lumen oleo retinetur, et consumpto eo ipsum quoque una consumptum evanescit: ita etiam Spiritus gratia, dum habemus opera bona, et crebris eleemosynis animam rigamus, manet non aliter quam flamma oleo retenta: quae si non adsint, recedit a nobis et abit; quod etiam quinque illis virginibus accidit. Etenim illae post multos labores ac sudores, cum nullum haberent ex sua benignitate praesidium, non potuerunt apud se retinere Spiritus gratiam: atque ideo sunt a thalamo repulsae, vocemque illam terribilem audierunt: Discedite, non novi vos (Matth. 25. 12): quae vel gehenna fuit gravior; propter hoc etiam stultae sunt appellatae; et merito: quoniam cum impotentiores cupiditates vicissent, a minus valida sunt victae. Vide, quaeso: naturae violentiam superaverunt, rabidam insaniam frenaverunt, cupidinum fluctus sedaverunt, in terra degentes angelicam vitam vixerunt, corpore vestitae incorporeas virtutes aemulatae sunt, et post tantos labores pecuniarum cupiditatem non superaverunt, stultae revera et insensatae: quapropter ne venia quidem dignae sunt habitae. Lapsus enim earum socordiae fuit solius: quae enim in tanta flamma fornacem potuerant cupidinum exstinguere, et ultra septa transilierant, et plura quam jussae erant praestiterant (nulla enim lex virginitatem praecipit: liberae hoc voluntati auditorum relinquitur), post haec omnia victae sunt a pecunia: quo quid esse miserabilius potest, si propter paululum argenti coronam e capite projiciant? Haec dico, non quod manus virginum dissolvam, neque quod virginitatem exstinguere velim, sed ne inutiliter currant, ne post plurimos sudores corona privatae et pudore plenae ex arena discedant. Bona res est virginitas, et majus quam pro naturae viribus meritum: sed bona haec res et magna et naturam superans, nisi benignitatem habeat adjunctam, ne in vestibulum quidem thalami ingredi poterit. Atque hic mihi considera benignitatis vim et eleemosynae potentiam. Virginitas sine eleemosyna ne in vestibulum quidem thalami perducere potuit; eleemosyna vero vel sine virginitate alumnos suos cum magna laude in regnum ante conditum orbem praeparatum manu deducit. Hae siquidem quoniam largam eleemosynam non exhibuerant, audierunt: Abite, non novi vos: illi vero qui sitientem potaverunt, et esurientem aluerunt Christum, tametsi virginitatem non proferrent in medium, audierunt: Venite, benedicti Patris mei, possidete regnum paratum vobis a constitutione mundi (Ibid. v. 34). Et merito: qui enim virginitatem servat, et jejunat, sibi ipsi utilis est: qui vero miseretur, communis est naufragorum portus, proximorum paupertatem sublevans, et alienis necessitatibus succurrens. Caeterum ex benefactis quaecumque ad aliorum utilitatem fiunt, ea potissimum laudem promereri solent.
Through good works and the noblest manner of life. For just as the light of a lamp is sustained by oil, and when that is consumed the light itself is consumed along with it and vanishes, so too the grace of the Spirit, so long as we possess good works and water the soul with frequent almsgiving, abides no otherwise than a flame sustained by oil; whereas if these be wanting, it withdraws from us and departs—as befell those five virgins as well. For after many toils and sweats, because they had no succour from their own loving-kindness, they were unable to retain the grace of the Spirit within themselves; and therefore they were driven away from the bridal chamber and heard that dread voice: Depart, I know you not (Matt. 25:12)—a voice more grievous than Gehenna itself; on this account too they were called foolish, and deservedly so, since after conquering more ungovernable desires they were vanquished by a weaker one. See, I pray you: they overcame the violence of nature, bridled rabid madness, calmed the billows of passions, lived an angelic life while dwelling upon earth, rivalled the bodiless powers while clothed in the body, and yet after such great labours did not overcome the desire of money—truly foolish and senseless, wherefore they were not deemed worthy even of pardon. For their fall came of sloth alone: after being able in so great a blaze to quench the furnace of desires, leaping beyond the barriers, and accomplishing more than they had been commanded (for no law enjoins virginity; this is left to the free choice of the hearers), after all these things they were conquered by money; and what can be more pitiable than this, if for a paltry sum of silver they cast the crown from their head? I say these things not to slacken the hands of virgins, nor because I wish to quench virginity, but lest they run in vain, lest after countless sweats they depart from the lists stripped of their crown and filled with shame. A good thing is virginity, and an achievement surpassing the strength of nature; yet this good and great thing that surpasses nature, unless it have loving-kindness joined unto it, will not be able to enter even the forecourt of the bridal chamber. And consider for me here the force of loving-kindness and the power of almsgiving. Virginity without almsgiving could not bring them even into the forecourt of the bridal chamber; whereas almsgiving, even without virginity, leads its nurslings by the hand with high praise into the kingdom prepared before the foundation of the world. For those maidens, because they had not shown generous almsgiving, heard: Depart, I know you not; whereas those who gave drink to the thirsty and fed the hungry Christ, even though they did not bring virginity forward, heard: Come, ye blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world (ibid. v. 34). And deservedly so: for one who keeps virginity and fasts is profitable to himself alone, whereas one who shows mercy is a common haven for the shipwrecked, relieving the poverty of his neighbours and succouring the needs of others. Moreover, among good deeds, those are wont above all to win praise which are done for the benefit of others.
7. Quae praecepta Deo curae sint prae caeteris. Virginitatis dignitas. — Et ut scias talia praecepta prae caeteris Deo curae esse, de jejunio et virginitate disserens regni caelorum meminit: ubi vero de eleemosyna et liberalitate agit, et ut nos misericordes exhibeamus, praecipit, longe amplius quam regnum caelorum praemium proponit: Ut fiatis, inquit, similes Patris vestri, qui in caelis est (Matth. 5. 45).
7. Which precepts are dearer to God above the rest. The dignity of virginity. — And that you may know that such precepts are dearer to God above the rest, when discoursing of fasting and virginity He makes mention of the kingdom of heaven; whereas when He treats of almsgiving and generosity, and enjoins us to show ourselves merciful, He sets forth a reward far greater than the kingdom of heaven: That ye may become, He says, like unto your Father who is in heaven (Matt. 5:45).
PG 51:278 bisRead from the page
Illae enim potissimum leges hominem similem Deo reddunt, quatenus Deo similem fieri hominem licet, quae ad publicam utilitatem faciunt. Et hoc significans Christus dicit: Quia solem suum oriri facit super bonos ac malos, et pluit super justos ac injustos. Ita vos quoque pro sua quisque virili facultatibus vestris in communem fratrum utilitatem utendo, imitamini eum qui bona sua proponit ex aequo omnibus. Ingens est virginitatis dignitas, ideoque illam admodum coli et celebrari cupio. Est enim dignitas virginitatis, non solum abstinere a nuptiis, verum etiam benignum esse, et fratrum amantem, et pronum ad commiserationem. Quae enim est utilitas virginitatis cum crudelitate? quid lucri ex temperantia cum inhumanitate conjuncta? Non es capta corporum concupiscentia, sed capta es cupiditate pecuniarum: non es admirata hominis faciem, sed admirata es auri pulchritudinem: majorem adversarium vicisti, sed minori et imbecilliori succubuisti. Atque ideo turpius victa es; ideo ne venia quidem digna es, videlicet quae tantam vim sustinuisti, et adversus ipsam naturam pugnasti, ab avaritia vero expugnata es, quam et mancipia saepenumero, et barbari homines minimo negotio superare potuerunt.
For those laws above all render man like unto God—so far as it is possible for man to become like God—which make for the common good. And signifying this, Christ says: For He maketh His sun to rise upon the good and the evil, and sendeth rain upon the just and the unjust. So do you also, each to the best of your ability employing your means for the common benefit of the brethren, imitate Him who sets forth His good things equally for all. Vast is the dignity of virginity, and therefore I earnestly desire that it be cultivated and honoured. For the dignity of virginity consists not merely in abstaining from marriage, but also in being kind, loving towards the brethren, and ready for compassion. For what profit is there in virginity joined with cruelty? what gain in self-control coupled with inhumanity? You were not captivated by desire for bodies, yet you were captivated by greed for money; you did not marvel at a man's countenance, yet you marvelled at the beauty of gold; you vanquished the greater adversary, yet succumbed to the lesser and feebler one. And therefore all the more shamefully were you conquered; therefore you are not worthy even of pardon, seeing that you withstood so great a force and contended against nature itself, yet were stormed by avarice, which even slaves and barbarians have oftentimes been able to overcome with the least trouble.
8. Haec igitur omnia scientes, dilecti, sive in conjugio, sive in virginitate degentes, magna diligentia eleemosynam exerceamus, quandoquidem nulla alia ratione licet ad regnum caelorum pervenire. Nam si virginitas absque eleemosyna ad regnum non valuit perducere, quodnam aliud benefactum hoc efficere sine hac poterit? Profecto nullum. Toto igitur animo, totisque viribus oleum affundamus lampadibus idque largiter ac indesinenter, ut hilare ac largum lumen permaneat. Nec pauperem respicias accipientem, sed Deum redditurum: non eum qui stipem accipit, sed eum qui se tibi debitorem obligat. Nam ideo alius accipit, alius reddit, ut accipientis paupertas et calamitas ad misericordiam te flectant ac commiserationem: divitiae vero Dei reddituri, fidejubentis etiam cum auctario solutionem futuram, majorem tibi de fructu et usura fiduciam indant, et ad largiorem eleemosynam provocent. Quis enim, rogo, centuplum recepturus, et de recipiendo securus, non omnia sua libens eroget?
8. Knowing all these things, therefore, beloved, whether living in wedlock or in virginity, let us practise almsgiving with great diligence, seeing that in no other way is it possible to attain the kingdom of heaven. For if virginity without almsgiving availed not to bring its possessors into the kingdom, what other good deed will be able to accomplish this apart from it? None assuredly. With all our heart, then, and with all our strength let us pour oil into our lamps, generously and unceasingly, that the light may abide bright and abundant. And do not look upon the poor man who receives, but upon God who will repay; not upon him who takes the alms, but upon Him who binds Himself as debtor to you. For on this account one receives and Another repays: so that the poverty and misfortune of the recipient may move you to mercy and compassion, while the riches of God who will repay, standing surety for future payment with ample increase besides, may inspire you with greater confidence regarding the fruit and interest, and call forth more generous almsgiving. For who, I ask, being sure to receive a hundredfold and confident of the repayment, would not gladly spend all that is his?
Cohortatur ad eleemosynam impertiendam. — Ne igitur parcamus pecuniae, imo vero parcamus pecuniae: nam qui facultatibus suis parcit, in pauperum manus eas deponit, in thesaurum sacrosanctum, quo nec latrones, nec servi, nec sycophantae malefici, nec ullae mortalium insidiae penetrare valeant. Quod si etiam his auditis piget te e bonis tuis nonnihil erogare, et neque centuplum recipiendum, neque pauperis calamitas, neque aliud quidquam flectere te potest, reputa quam multa peccaveris, ingredere in conscientiam delictorum, excute omnem actam vitam, accurate errata tua cognosce, et sis licet hominum omnium inhumanissimus, certe pavore peccatorum omni tempore compulsus, et remissionem propter eleemosynam sperans, vel corpus tuum insuper impendes, nedum pecuniam.
He exhorts to the bestowal of alms. — Let us therefore not spare our money—or rather let us indeed spare our money: for he who spares his substance deposits it into the hands of the poor, into an inviolable treasury whither neither robbers, nor servants, nor malicious informers, nor any plots of mortals can break in. Yet if even after hearing these things you are reluctant to bestow something of your goods, and neither the hundredfold return to be received, nor the poor man's misfortune, nor anything else can bend you, reckon up how many sins you have committed, enter into the conscience of your offences, search out your whole past life, learn your faults accurately, and though you be the most merciless of all men, surely driven at every moment by dread of your sins and hoping for pardon through almsgiving, you will give up your very body as well, to say nothing of your money.