Migne Reading Room

PG 51 · cols. 273–276 bis · Read from the page

De verbis Apostoli: Habentes autem eumdem spiritum fidei (2 Cor. 4:13) Homilia I (Hom. XXIV)

De verbis Apostoli: Habentes autem eumdem spiritum fidei (2 Cor. 4:13) Homilia I (Hom. XXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:273Read from the page
πην τὴν ὑμετεραν εἰπεῖν· ὥστε ει καὶ ἐλύπησα ὑμᾶς ἐπὶ τῇ προτέρᾳ παραινέσει, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ, ὅτι ἡ παραίνεσις ἐκείνη καὶ ἡ συμβουλὴ, εἰ καὶ πρὸς ὥραν ὑμᾶς ἐλύπησεν, ἀλλ' ἡμᾶς μειζόνως ηὔφρανεν, Οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Λαμπρότερος ἡμῖν σήμερον ὁ σύλλογος, φαιδρότερον τὸ θέατρον, πλείων τῶν ἀδελφῶν ὁ χορός. Αὕτη ἡ σπουδὴ τῆς λύπης ἐκείνης καρπός.
to speak to your charity; so that even if I grieved you in my former exhortation, I do not regret it, even if I did regret it; for I see that that exhortation and counsel, even if it grieved you for an hour, yet gladdened us the more, Not because you were grieved, but because you were grieved to repentance. For behold, how great an earnestness this very being grieved according to God has wrought in you! More radiant is our gathering today, more joyous our assembly, more numerous the choir of the brethren. This earnestness is the fruit of that grief.
Διὰ τοῦτο, ὅσον ὠδυνήθην τότε, τοσοῦτον νῦν χαίρω, ὁρῶν τὴν ἄμπελον ἡμῖν τὴν πνευματικὴν τῷ καρπῷ βριθομένην. Εἰ γὰρ ἐπὶ τῶν ἐδεσμάτων τῶν αἰσθητῶν φέρει τινὰ φιλοτιμίαν καὶ εὐφροσύνην τῷ καλοῦντι τῶν δαιτυμόνων τὸ πλῆθος, πολλῷ μᾶλλον ἐπὶ τῶν ἐδεσμάτων τῶν πνευματικῶν τοῦτο γένοιτ' ἄν· καίτοι γε ἐκεῖ τὸ πλῆθος τῶν κεκλημένων μᾶλλον ἀναλίσκει τὰ παρακείμενα, καὶ δαπάνην ἐργάζεται πλείω· ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐκ ἀναλίσκει τὸ πλῆθος τῶν κεκλημένων, ἀλλὰ καὶ πλεονάζει τὴν τράπεζαν· εἰ δὲ ἐκεῖ ἡ δαπάνη ἡδονὴν ἐργάζεται, πολλῷ μᾶλλον ἐνταῦθα πρόσοδος τοῦτο ἐργάσεται· καὶ γὰρ τοιαύτη τῶν πνευματικῶν ἡ φύσις, εἰς πολλοὺς διανεμομένη, μᾶλλον αὔξεται. Ἐπεὶ οὖν πλήρης ἡμῖν ἡ τράπεζα, προσδοκῶ καὶ τὴν τοῦ Πνεύματος χάριν ἐνηχῆσαι ἡμῶν τῇ διανοίᾳ. Ὅταν γὰρ ἴδῃ πολλοὺς παρόντας, τότε δαψιλεστέραν παρατίθεται τὴν ἑστίασιν· οὐκ ἐπειδὴ τῶν ὀλίγων καταφρονεῖ, ἀλλ' ἐπειδὴ τῆς τῶν πολλῶν ἐφίεται σωτηρίας. Διὰ τοῦτο καὶ τὸν Παῦλον παρατρέχοντα τὰς ἄλλας πόλεις, ἐν Κορίνθῳ μένειν ἐκέλευσε φανεὶς ὁ Χριστὸς, καὶ εἰπών· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι λαὸς πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ. Εἰ γὰρ ὑπὲρ ἑνὸς προβάτου ὄρη καὶ νάπας καὶ τὴν ἄβατον ἔπεισι χώραν ὁ ποιμὴν, ὅταν πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν; Ὅτι γὰρ οὐδὲ τῶν ὀλίγων καταφρονεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων. Οὔτε οὖν ἡ ὀλιγότης, φησὶν, οὔτε ἡ εὐτέλεια ὑπεριδεῖν αὐτὸν πείθει τῆς σωτηρίας ἡμῶν.
On this account, as much as I was pained then, so much do I rejoice now, seeing our spiritual vine laden with fruit. For if in sensible viands the multitude of guests brings a certain honour and gladness to the host, much more will this be so in spiritual viands; although there the multitude of those invited rather consumes what is set before them and works greater expense, whereas here, on the contrary, the multitude of those invited not only does not consume, but even multiplies the table; and if expense works pleasure there, much more will revenue work this here; for such is the nature of spiritual things: when distributed to many, it grows the more. Since, therefore, our table is full, I expect the grace of the Spirit also to resound in our mind. For when He sees many present, then He sets forth a more bountiful banquet—not because He despises the few, but because He longs for the salvation of the many. On this account Christ appeared and commanded Paul, as he was passing by the other cities, to remain in Corinth, saying: Do not fear, but speak, and do not keep silent, because I have much people in this city. For if on behalf of a single sheep the shepherd traverses mountains and glens and untrodden country, when He is about to lead many sheep away from laxity and error, how will He not display great earnestness? And that He does not despise even the few, hear Him saying: It is not the will of My Father that one of these little ones should perish. Neither smallness of number, therefore, he says, nor lowliness persuades Him to overlook our salvation.
βʹ. Ἐπεὶ οὖν τοσαύτη μὲν αὐτῷ τῶν μικρῶν καὶ ἐλαχίστων ἡ πρόνοια, τοσαύτη δὲ τῶν πολλῶν, τὸ πᾶν ἐπὶ τὴν ἐκεῖθεν ῥοπὴν ῥίψαντες, ἐπὶ τὴν Παύλου ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν τὸν λόγον ἀγάγωμεν. Τίς δὲ ἡ ῥῆσις; Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους, φησὶ, καταλυθῇ Μᾶλλον δὲ ἀνωτέρω καὶ ἐπ' αὐτὴν τὴν κεφαλὴν τοῦ νοήματος ἴωμεν. Καθάπερ γάρ τινες πηγὴν ἀνιχνεύοντες, εἶτα διάβροχον ἰδόντες χωρίον, οὐκ ἐκεῖ διασκάπτουσι μόνον, ἀλλ' ὑπὸ τῆς νοτίδος αὐτῆς καὶ τῆς φλεβὸς χειραγωγούμενοι ἐνδοτέρω χωροῦσιν, ἕως ἂν ἐπὶ τὴν ῥίζαν καὶ τὴν ἀρχὴν τῶν ναμάτων ἔλθωσιν· οὕτω δὴ καὶ ἡμεῖς ποιήσωμεν. Πηγὴν εὑρόντες πνευματικὴν ἐκ τῆς Παύλου σοφίας ἐξιοῦσαν, ὥσπερ ὑπό τινος φλεβὸς τῆς ῥήσεως χειραγωγούμενοι, πρὸς τὴν ῥίζαν αὐτὴν ἀναβῶμεν τοῦ νοήματος. Τίς οὖν ἐστιν ἡ κεφαλὴ καὶ ἡ ῥίζα; Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ
2. Since, therefore, His forethought for the small and least is so great, and so great for the many, casting everything upon the aid from above, let us lead our discourse to Paul's saying that was read today. And what is the saying? For we know that if our earthly house of the tabernacle, he says, be dissolved. Nay, rather, let us go higher up to the very fountain-head of the thought. For just as men tracking a spring, on seeing a moistened spot of ground, do not dig only there, but guided as by the hand through the moisture itself and the vein advance further inward until they come to the root and source of the streams: even so let us too act. Having found a spiritual spring issuing forth from Paul's wisdom, guided as by some vein through the saying, let us ascend to the very root of the thought. What then is the head and the root? Having the same spirit of faith, according to what is written: I believed, wherefore
Notes, col. 273

On the reading

Printed ὑμετεραν, for ὑμετέραν.

Printed ει, for εἰ.

PG 51:274Read from the page
ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Τί λέγεις; ἂν μὴ πιστεύσῃς, οὐ λαλεῖς, ἀλλὰ ἄφωνος ἕστηκας; Ναὶ, φησίν· οὐδὲ διᾶραι στόμα δύναμαι χωρὶς πίστεως, οὐδὲ κινῆσαι γλῶτταν, οὐδὲ ἀνοῖξαι χείλη, ἄφωνος ὁ λογικὸς ἕστηκα χωρὶς τῆς ἐκεῖθεν διδασκαλίας. Καθάπερ γὰρ, ῥίζης μὴ πεφυτευμένης, οὐκ ἂν βλαστήσειε καρπός· οὕτω, πίστεως μὴ προκαταβεβλημένης, οὐκ ἂν προέλθοι διδασκαλίας λόγος. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
spoke I; we also believe, wherefore we also speak. What do you say? Unless you believe, do you not speak, but stand speechless? Yes, he says; without faith I can neither part my mouth, nor move my tongue, nor open my lips; though endowed with reason, I stand speechless without the teaching that comes from it. For just as fruit could not sprout unless a root has been planted, so no word of teaching could come forth unless faith has been laid down beforehand. On this account he says elsewhere too: With the heart one believes to righteousness, and with the mouth confession is made to salvation.
Τί τοῦ δένδρου τούτου βέλτιον, ἢ ἴσον γένοιτ' ἂν, ὅταν μὴ οἱ κλάδοι μόνον, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα φέρῃ καρπὸν, ἡ μὲν δικαιοσύνην, οἱ δὲ σωτηρίαν; Διὰ τοῦτό φησι· Πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Καθάπερ γὰρ τὰ ὑπότρομα μέλη καὶ τῷ γήρᾳ παρειμένα βακτηρία μετὰ ἀσφαλείας χειραγωγοῦσα οὐκ ἀφίησιν ὀλισθῆσαι καὶ καταπεσεῖν, οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν σεσαλευμένην καὶ περιφερομένην ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, βακτηρίας ἀσφαλέστερον ἡ πίστις ἕλκουσα, καὶ τῇ τῆς οἰκείας ἰσχύος ἐπαναπαύουσα δυνάμει, στηρίζει μετὰ ἀκριβείας, καὶ οὐκ ἀφίησιν ὑποσκελισθῆναί ποτε, τὸ τῶν λογισμῶν ἀσθενὲς τῇ τῆς οἰκείας ἰσχύος περιουσίᾳ διορθουμένη, καὶ τὸν ἐξ αὐτοῦ ἀπελαύνουσα ζόφον, καὶ τὴν ψυχὴν, ὥσπερ ἐν οἴκῳ σκοτεινῷ, τῷ θορύβῳ τῶν λογισμῶν καθημένην τῷ οἰκείῳ φωτὶ καταυγάζουσα. Διὰ τοῦτο οἱ ταύτης ἀπεστερημένοι, τῶν ἐν σκότει διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, ἀλλ' ὥσπερ ἐκεῖνοι καὶ τοίχοις προσπταίουσι, καὶ τοῖς ἀπαντῶσι προσρήγνυνται, καὶ εἰς βάραθρα καὶ κρημνοὺς καταφέρονται, καὶ τῶν ὀφθαλμῶν αὐτοῖς ὄφελος οὐδὲν, οὐκ ὄντος τοῦ χειραγωγοῦντος φωτός· οὕτω καὶ οἱ τῆς πίστεως ἀπεστερημένοι, καὶ ἀλλήλοις προσεῤῥάγησαν, καὶ τοίχοις προσέπταισαν, καὶ τέλος εἰς τὸ τῆς ἀπωλείας βάραθρον φέροντες ἑαυτοὺς κατεκρήμνισαν.
What could be better than this tree, or equal to it, when not the branches alone, but even the very root itself bears fruit, the root bearing righteousness, and the branches salvation? On this account he says: We believe, wherefore we also speak. For just as a staff, safely guiding trembling limbs slackened by old age, does not suffer them to slip and fall down, even so faith, drawing our soul along more safely than a staff when shaken and whirled about by the weakness of reasonings, and resting it upon the power of its own strength, makes it steadfast with precision and never suffers it to be tripped up, amending the weakness of reasonings by the abundance of its own strength, driving away the gloom that comes from it, and illumining with its own light the soul that sits, as in a dark house, amid the tumult of reasonings. On this account those bereft of it are in no better state than men passing their time in darkness; but just as those men stumble against walls, dash against passers-by, and plunge down into pits and precipices, and have no profit from their eyes when there is no guiding light: so too those bereft of faith have dashed against one another, stumbled against walls, and at last cast themselves headlong into the pit of perdition.
γʹ. Καὶ μάρτυρες τῶν λόγων τούτων οἱ τὴν ἔξωθεν αὐχοῦντες σοφίαν, οἱ μέγα ἐπὶ τῷ πώγωνι, καὶ τῷ τρίβωνι, καὶ τῇ βακτηρίᾳ φρονοῦντες. Μετὰ γὰρ μακροὺς καὶ πολλοὺς διαύλους λόγων, τοὺς πρὸ τῶν ὀφθαλμῶν κειμένους λίθους οὐκ εἶδον· εἰ γὰρ ὡς λίθους αὐτοὺς ἑώρων, οὐκ ἂν αὐτοὺς ἐνόμισαν εἶναι θεούς. Καὶ ἀλλήλοις δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν τῆς ἀσεβείας τὸν βαθύτατον κρημνὸν κατηνέχθησαν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τὸ λογισμοῖς ἐπιτρέψαι τὰ καθ' ἑαυτοὺς ἅπαντα. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Εἶτα λέγων τοῦ σκότους καὶ τῆς μωρίας τὴν ἀπόδειξιν, ἐπήγαγεν· Ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν. Ἀλλὰ τοῦτο ἅπαν τὸ σκότος ἐπεισελθοῦσα ἡ πίστις διεσκέδασεν ἐκ τῆς ψυχῆς τοῦ ὑποδεξαμένου αὐτήν· καὶ καθάπερ πλοῖον ὑπὸ τῆς τῶν πνευμάτων ἐμβολῆς κλυδωνιζόμενον καὶ ταῖς τῶν κυμάτων ἐπαναστάσεσι περιαντλούμενον ἐξαρτηθεῖσα ἄγκυρα πάντοθεν ἵστησι, καὶ ἐν μέσῳ ῥιζοῖ τῷ πελάγει· οὕτω δὴ καὶ τὸν νοῦν τὸν ἡμέτερον ὅταν οἱ προσπίπτοντες ἔξωθεν λογισμοὶ κλυδωνίζωσιν, ἀγκύρας ἀσφαλέστερον ἐπεισ-
3. And witnesses to these words are those who boast of outward wisdom, who pride themselves greatly upon their beard, their threadbare cloak, and their staff. For after long and numerous courses of arguments, they did not see the stones lying before their eyes; for had they seen them as stones, they would not have supposed them to be gods. And they dashed against one another as well, and were swept down into the very deepest precipice of impiety, from no other source than entrusting all their affairs to reasonings. Declaring this, Paul said: They became vain in their reasonings, and their senseless heart was darkened; professing to be wise, they became fools. Then, stating the proof of their darkness and folly, he added: They exchanged the glory of the incorruptible God for the likeness of an image of corruptible man, and of birds, and four-footed beasts, and creeping things. Yet faith, entering in besides, scattered all this darkness from the soul of him who welcomed her; and just as an anchor let down holds fast on every side a vessel tossed by the onset of the winds and drenched round about by the surgings of the waves, and roots it in the midst of the open sea: even so, when reasonings falling upon us from without toss our mind, more safely than an anchor faith entering—
PG 51:273 bisRead from the page
Ecce enim hoc ipsum quod contristati estis secundum Deum, quantum in vobis excitavit alacritatis ? Luculentior est hodie noster conventus, festivius nostrum theatrum, numerosior fratrum chorus. Haec ipsa alacritas tristitiae illius est fructus.
For behold, this very thing, that you were grieved according to God — how great an eagerness it has awakened in you! Brighter today is our assembly, more joyous our spiritual theatre, more numerous the choir of the brethren. This very eagerness is the fruit of that sorrow.
Dona spiritualia largitione crescunt. Corinthi commorari cur jussus Paulus. — Ideo quantum tunc indolui, tantum nunc gaudeo, videns spiritualem hanc nostram vineam fructibus refertam. Si enim in vulgaribus istis conviviis honorem quemdam et hilaritatem convivatori affert convivarum frequentia, quanto magis in spiritualibus his conviviis idem fieri convenit : quamvis illic invitatorum multitudo magis absumat ea, quae apponuntur, majorique sit sumptui : hic autem contra, nedum absumat mensas vocatorum multitudo, abundantiam quoque parit ; quod si illic sumptus voluptatem affert, quanto magis hic idem faciet accessio et reditus? Haec est enim spiritualium rerum natura, quo pluribus distribuuntur, hoc amplius crescunt. Quoniam igitur video refertam convivis mensam, exspecto etiam Spiritus gratiam menti nostrae insonaturam. Quando enim multos adesse videt, tunc copiosiores epulas apponere solet ; non quod paucos fastidiat, sed quod multorum salutem desideret. Hac de causa Paulum quoque praetercurrentem caeteras urbes, apud Corinthum commorari Christus per visionem jussit, dicens : Noli timere, sed loquere et ne taceas, quoniam populus est mihi multus in hac civitate (Act. 18. 9. 10). Si enim propter unam oviculam montes et nemora et inaccessa loca pervagatus est pastor, qui fieri potest ut non longe majorem curam adhibeat, quoties multae oves a socordia et errore sunt revocandae? Quod enim ne paucas quidem contemnat, audi ipsum dicentem : Non est voluntas Patris mei, ut pereat vel unus ex istis parvulis (Matth. 18. 14). Neque paucitas, inquit, neque vilitas inducit eum, ut negligat salutem nostram.
Spiritual gifts grow by being bestowed. Why Paul was bidden to tarry at Corinth. — Therefore, in proportion as I grieved then, so much do I rejoice now at seeing this spiritual vineyard of ours laden with fruit. For if at ordinary banquets a throng of guests brings honour and gladness to the host, how much more fittingly does this happen at these spiritual banquets! There, indeed, the multitude of those invited consumes what is set before them all the more and occasions greater expense; whereas here, on the contrary, far from exhausting the tables, the multitude of those called actually produces abundance; and if there expense brings delight, how much more here will increase and revenue do the same! For such is the nature of spiritual things: the more widely they are distributed, the more abundantly they grow. Since, therefore, I see our table thronged with guests, I expect that the grace of the Spirit will also resound within our mind. For whenever he sees many present, he is wont to set forth a richer feast — not because he disdains the few, rather because he longs for the salvation of the many. For this reason Christ also appeared in a vision to Paul as he was passing by the other cities and bade him remain at Corinth, saying: Do not be afraid, rather speak and do not keep silent, for I have many people in this city (Acts 18:9–10). For if on behalf of a single little sheep the shepherd roamed over mountains, woods, and pathless places, how could he not bestow far greater care whenever many sheep are to be recalled from sloth and error? And that he does not disdain even the few, hear him saying: It is not the will of my Father that even one of these little ones should perish (Matt. 18:14). Neither smallness of number, says he, nor lowliness induces him to neglect our salvation.
2. Quando igitur tantam habet parvulorum ac paucorum curam, tantam etiam multorum, toti ab ejus favore pendentes, ad Pauli verba quae hodie lecta sunt, sermonem flectamus. Scimus, inquit, quod si terrenum nostrum domicilium hujus tabernaculi destructum fuerit (2. Cor. 5. 1). Imo vero altius et ad ipsum exordium hujus sententiae redeamus. Quemadmodum enim qui fontem pervestigant, invento riguo loco non illic solum fodiunt, sed humorem eum, et venam sequentes interius scrutantur, donec ad caput ipsum et initium fluentorum perveniant, sic et nos faciamus. Posteaquam invenimus spiritualem fontem e Paulina sapientia manantem, verba haec tamquam venam quampiam sequendo ad caput ipsum sententiae ascendamus. Quod est igitur illud fontis caput ?
2. Since, therefore, he exercises such care for the little ones and the few, and such care also for the many, let us hang wholly upon his favour and turn our discourse to the words of Paul that were read today: For we know, says he, that if our earthly house of this tabernacle be dissolved (2 Cor. 5:1). Nay rather, let us go back higher up to the very beginning of this thought. For just as those who search out a spring, upon finding a well-watered spot, do not dig there alone, rather follow that moisture and vein and probe deeper within until they reach the very head and source of the streams, so let us do likewise. Now that we have found a spiritual spring welling forth from Paul's wisdom, let us follow these words like a vein and ascend to the very fountainhead of his meaning. What, then, is that fountainhead?
PG 51:274 bisRead from the page
Habentes igitur eumdem Spiritum fidei, sicut scriptum est, Credidi propter quod loquutus sum : et nos credimus, quapropter et loquimur (2. Cor. 4. 13; Psal. 115. 10). Quid ais ? nisi credideris, non loqueris, sed mutus perstas ? Etiam, inquit ; neque diducere os possum sine fide, neque movere linguam, neque aperire labia, ratione praeditus cum sim, mutus persto nisi fides loqui me doceat. Sicut enim planta absque radice fructum non profert, ita absque fidei fundamento non provenit sermo doctrinae : quapropter et alibi inquit : Corde creditur ad justitiam, ore autem confessio fit ad salutem (Rom. 10. 10).
Having therefore the same spirit of faith, according as it is written, I believed, wherefore I spoke, we also believe, and therefore also speak (2 Cor. 4:13; Ps. 115:10 [116:10]). What are you saying? Unless you believe, do you not speak, rather remain mute? Yes indeed, says he; without faith I can neither part my mouth, nor move my tongue, nor open my lips; though endowed with reason, I stand mute unless faith teaches me to speak. For just as a plant without a root bears no fruit, so without the foundation of faith no word of teaching comes forth; wherefore elsewhere also he says: With the heart man believes unto righteousness, and with the mouth confession is made unto salvation (Rom. 10:10).
Fides cum baculo comparata; philosophos ridet profanos ; fides cum ancora collata. — Quid huic arbori vel praeferri vel conferri potest, cujus quidem non rami solum, sed radix quoque ipsa fert fructum, haec justitiam, illi salutem? Ideo dicit : Credimus, quapropter et loquimur. Sicut enim membra tremula, et senectute languida, baculo tuto deducente, labi et cadere non permittuntur : sic etiam animam nostram infirmis ratiocinationibus circumactam ac jactatam fides quovis baculo tutius sustentans, suaque vi reficiens, summopere firmat, nec sinit subverti, infirmas cogitationes corrigens praestantia suae virtutis, et caliginem illam dispellens, animamque velut in domicilio tenebroso inter tumultuantes cogitationes sedentem suo lumine illustrans. Hinc fit, ut qui illa carent, nihilo potiore sint conditione, quam qui in tenebris vitam degunt : sed sicut illi et ad parietes et in obvia quaeque impingunt, et in foveas ac praecipitia prolabuntur, nec ullum usum oculorum habent, ut quibus nihil praeluceat : sic etiam quotquot fide carent, et inter se alii in alios incursant, et in ipsos parietes, et postremo in barathrum aliquod exitiale ultro se ipsi praecipitant.
Faith compared to a staff; he mocks secular philosophers; faith likened to an anchor. — What can be preferred or compared to this tree, of which not the branches alone, rather the very root itself also bears fruit — the root bearing righteousness, the branches salvation? Therefore he says: We believe, and therefore we also speak. For just as trembling limbs enfeebled by old age, when guided safely by a staff, are not suffered to slip and fall, so faith, supporting our soul — whirled and tossed about by weak human reasonings — more safely than any staff and refreshing it by its own power, establishes it firmly and suffers it never to be tripped up, setting right feeble thoughts through the excellence of its own strength, dispelling their gloom, and illumining with its own light the soul sitting as though in a dark house amid clamorous reasonings. Hence it comes about that those devoid of faith are in no better plight than men who pass their lives in the dark: just as those men stumble against walls and whatever crosses their path, pitch headlong into pits and over precipices, and derive no benefit from their eyes since no light shines before them, so too all who lack faith dash against one another and against the walls, and at last hurl themselves headlong of their own accord into an abyss of ruin.
3. Testes mihi sunt illi qui profanam sapientiam jactant, qui multum sibi promissa barba, tritoque pallio ac baculo placent. Post longas enim ac saepe repetitas dissertationes, lapides prae oculis sitos non vident : si enim ut lapides eos cernerent, nequaquam eos deos esse putarent. Quin ipsi quoque in alios alii feruntur, atque inter se colliduntur, ut in ipsum impietatis profundissimum praecipitium devolvantur, non aliam ob rem, quam quod ratiocinationibus suis omnia sua permittunt. Id vero Paulus significans dicit : Evanuerunt in cogitationibus suis, et obtenebratum est insipiens cor eorum : cum se crederent esse sapientes, stulti facti sunt (Rom. 1. 21. 22). Declarans deinde quam occaecati et stulti essent, addit haec verba : Mutaveruntque gloriam incorruptibilis Dei in similitudinem imaginis corruptibilis hominis, et volatilium, et quadrupedum, et reptilium (Ibid. v. 23). Sed has tenebras fides adventu suo in universum discutit in anima, quae se hospitio dignata fuerit : et quemadmodum navem ventorum impetu jactatam, et fluctuum assultu inundatam, demissa ancora omnino stabilit, et vel in medio pelago radicat : ita etiam mentem nostram extraneis cogitationibus jactatam adventu suo fides tutius quam ancora ex imminenti naufragio liberat, tamquam in tranquillum portum, in conscientiae certitudinem deducens.
3. Witnesses to my words are those who vaunt secular wisdom and plume themselves greatly on their long beard, threadbare cloak, and staff. For after long and oft-repeated disputations they failed to see the stones lying right before their eyes — for had they seen them as stones, they would never have supposed those stones to be gods! Nay, they also rushed against one another and clashed among themselves, rolling down over the deepest precipice of ungodliness for no other reason than that they entrusted all their affairs to their own reasonings. Signifying this, Paul says: They became vain in their reasonings, and their foolish heart was darkened; professing themselves to be wise, they became fools (Rom. 1:21–22). Showing next how blinded and foolish they were, he adds these words: And they changed the glory of the incorruptible God into the likeness of the image of corruptible man, and of birds, and of four-footed beasts, and of creeping things (ibid., v. 23). Yet all this darkness faith by its coming utterly scatters from the soul that has welcomed it; and just as an anchor let down holds fast on every side a ship tossed by the blast of winds and swamped by the surge of waves, rooting it firm even in mid-ocean, so too when intruding reasonings from without toss our mind about, faith enters in and delivers it from impending shipwreck more securely than any anchor, bringing the vessel to moorings, as in a calm harbour, in the full assurance of conscience.
PG 51:275 bisRead from the page
Quod et ipsum Paulus significans dicit : Propterea dedit Deus apostolos ad consummationem sanctorum, donec occurramus omnes in unitatem fidei et agnitionis Filii Dei, ut ne amplius simus parvuli fluctuantes, et quovis vento huc atque illuc jactati (Ephes. 4. 11 - 14). Vides fidei facinus praeclarum, quod ceu ancora quaepiam tutissima, a fluctuatione liberat : sicut idem rursus ad Hebraeos scribit, hoc modo de fide loquens : Quam velut ancoram tenemus animae, tutam firmamque, et introeuntem usque ad ea quae sunt intra velum (Hebr. 6. 19). Ne enim audita ancora putes deorsum te trahendum, ostendit novum esse quoddam ancorae genus, quae non deprimat, sed sursum mentem elevet, ad caelum usque sublatam, et intra velum ceu manu deductam : velum enim hoc loco caelum vocavit. Cur, aut quam ob causam ? Quia sicut velum ab exteriore parte tabernaculi dirimebat sancta sanctorum, ita caelum istud tamquam velum medium inter creaturam objectum, ab exteriore tabernaculo, hoc est mundo hoc quem videmus, dirimit sancta sanctorum, videlicet ea quae supra se sunt, quo praecursor pro nobis introgressus est Christus.
Signifying this very thing again, Paul says: For this cause God gave apostles for the perfecting of the saints, until we all attain to the unity of the faith and of the knowledge of the Son of God, so that we may no longer be children tossed to and fro and carried hither and thither by every wind (cf. Eph. 4:11–14). Do you see the noble achievement of faith — how like a most sure anchor it delivers us from tossing waves? Even so Paul himself writes again to the Hebrews, speaking thus concerning faith: Which we have as an anchor of the soul, both sure and steadfast, and entering into that which is within the veil (Heb. 6:19). For lest on hearing the word anchor you suppose that you are drawn downwards, he shows that this anchor is of a new kind, one that does not weigh down, rather lifts the mind upwards, raising it even unto heaven and leading it as by the hand within the veil — for here he has called heaven a veil. Why and on what account? Because just as the veil partitioned off the Holy of Holies from the outer tabernacle, so this heaven, set like a veil midway amid creation, partitions off from the outer tabernacle — that is, from this visible world — the Holy of Holies, namely the realms above it, whither Christ has entered as a forerunner on our behalf.
4. Quod autem dicit, sic intelligendum est : Illuc, inquit, animam nostram sublimem attollit fides, non sinens ullis praesentibus malis deprimi, sed spe futurorum labores allevans. Qui enim futura spectat, caelestia sperans, et mentis oculos illo dirigens, ne sentit quidem praesentium malorum molestiam, quemadmodum neque Paulus sentiebat, et hujus philosophiae causam docebat dicens : Nam momentanea levitas afflictionis nostrae mire supra modum aeternum pondus gloriae parit nobis (2. Cor. 4. 17). Quomodo et qua ratione? Dum non spectamus ea quae videntur, sed ea quae non videntur (Ib. v. 18), nimirum oculis fidei. Sicut enim corporis oculi nihil vident intelligibile, ita oculi fidei nihil vident sensibile. Sed de qua fide hic loquitur Paulus? nam fidei vocabulum duplicem habet significationem. Etenim fides dicitur, per quam prodigia tunc faciebant apostoli, de qua Christus dicebat : Si habueritis fidem sicut granum sinapi, dicetis monti huic, Migra, et migrabit (Matth. 17. 19). Et rursum cum discipuli non possent lunaticum liberare a daemone, causamque sciscitarentur, hanc eis subindicavit, quod fides eos deficeret, dicens, Propter incredulitatem vestram (Ib.). Et Paulus de eadem dicebat : Si habuero fidem ita ut montes transferam (1. Cor. 13. 2). Et Petrus cum periclitaretur ne mergeretur pedibus per mare incedens, eamdem increpationem audivit a Christo, Modicae fidei, quare dubitasti (Matth. 14. 31)? Itaque fides dicitur qua miracula et prodigia patrantur : dicitur item fides quae nos ad agnitionem Dei perducit, ob quam quisque nostrum fidelis est : sicut ad Romanos scribens dicit : Gratias ago Deo meo per Jesum Christum, quod fides vestra annuntiatur in toto mundo (Rom. 1. 8); ac rursum ad Thessalonicenses : A vobis enim personuit sermo Domini, non solum in Macedonia et Achaia, verum etiam in omni loco fides vestra, quae est in Deum, dimanavit (1. Thess. 1. 8).
4. What he says is to be understood thus: Thither, says he, faith lifts our soul on high, suffering it to be bowed down by none of our present troubles and lightening our toils through the hope of things to come. For one who gazes upon future blessings, hoping for heavenly things and directing the eyes of his mind thither, does not even feel the pain of present ills — just as Paul himself did not feel it, and taught the cause of this spiritual wisdom when he said: For the momentary lightness of our affliction works for us marvellously beyond all measure an eternal weight of glory (2 Cor. 4:17). How and in what manner? While we look not at the things that are seen, rather at the things that are not seen (ibid., v. 18) — namely with the eyes of faith. For just as the eyes of the body behold nothing intelligible, so the eyes of faith behold nothing sensible. Yet of what faith is Paul speaking here? For the word faith bears a twofold meaning. That is called faith whereby the apostles then wrought wonders, concerning which Christ said: If you have faith as a grain of mustard seed, you shall say to this mountain, Remove hence, and it shall remove (Matt. 17:19 [17:20]). And again, when the disciples were unable to free the epileptic boy from the demon and inquired after the reason, he intimated to them that faith failed them, saying: Because of your unbelief (ibid.). Paul too spoke of this same faith: Though I have faith so as to remove mountains (1 Cor. 13:2). And when Peter was in danger of sinking as he walked on foot across the sea, he heard the same rebuke from Christ: O you of little faith, why did you doubt (Matt. 14:31)? Thus that whereby miracles and wonders are wrought is called faith; and that too is called faith which leads us to the knowledge of God, by virtue of which each of us is a believer — as when writing to the Romans he says: I thank my God through Jesus Christ that your faith is proclaimed throughout the whole world (Rom. 1:8); and again to the Thessalonians: For from you has sounded forth the word of the Lord, not only in Macedonia and Achaia, rather in every place also your faith towards God has gone forth (1 Thess. 1:8).
Notes, col. 275 bis

On the reading

Printed neque Faulus, for neque Paulus.

Printed quae uon videntur, for quae non videntur.

Printed (Ib.) Et Paulus, for (Ib.). Et Paulus.

PG 51:276 bisRead from the page
Fidem cognitionis cur Spiritum fidei vocet; fides quare auxilio Spiritus indigeat. — Qualem igitur subindicat in hoc loco fidem ? Dubio procul fidem cognitionis : id quod ex sequentibus patet. Credimus, inquit, quapropter et loquimur. Quid credimus? Quod qui resuscitavit Christum, etiam nos resuscitabit per virtutem suam (2. Cor. 4. 14). Sed quare eam vocat Spiritum fidei, et in donationum ordinem annumerat? Nam si donum est fides, et solius Spiritus donum, non nostrum meritum, neque increduli punientur, neque credentes laudem promerebuntur. Talis enim est donationum natura, non sunt coronae, neque praemia. Donum enim non est accipientis meritum, sed largitoris liberalitatis gratificatio. Hanc ob rem etiam discipulos jussit non gaudere eo quod daemonas ejicerent, et eos qui in nomine suo prophetaverant, et virtutes multas fecerant, expulit e regno caelorum : quoniam ex suis meritis nullam habebant fiduciam, sed ob solas donationes salvi fieri volebant.
Why he calls the faith of knowledge the Spirit of faith; why faith stands in need of the Spirit's help. — What kind of faith, then, does he intimate in this passage? Beyond doubt the faith of knowledge, as is clear from what follows: We believe, says he, and therefore also speak. What do we believe? That he who raised up Christ will raise us up also by his power (cf. 2 Cor. 4:14). Yet why does he call it the Spirit of faith and reckon it in the rank of spiritual gifts? For if faith is a free gift and a gift of the Spirit alone, rather than our own achievement, neither will unbelievers be punished nor will believers merit praise. For such is the nature of spiritual gifts: they carry neither crowns nor rewards, since a gift is not the merit of the recipient, rather the gracious bounty of the giver's liberality. On this account he also bade his disciples not rejoice because they cast out demons, and expelled from the kingdom of heaven those who had prophesied in his name and wrought many mighty works, because they possessed no confidence from upright deeds of their own and wished to be saved on the score of spiritual gifts alone.
5. Si igitur etiam fides tale quiddam est, et nihil ex nostro contulimus, sed totum est gratiae Spiritus, et ipsa ultro se in animas nostras ingessit, et nullam pro ea recepturi sumus mercedem, quomodo igitur dicit : Corde enim creditur ad justitiam, ore autem confessio fit ad salutem (Rom. 10. 10) ? Quoniam et ejus qui credidit, virtutis meritum est fides. Quo autem modo alibi id rursum subindicat dicens, Ei vero qui non operatur, sed credit in eum qui justificat impium, imputatur fides sua ad justitiam (Ibid. 4. 5), si totum est gratiae Spiritus? qui enim etiam patriarcham Abraham plurimis redimivit laudum coronis, eo quod contemptis rebus praesentibus, praeter spem in spem credidit? Quam ob rem igitur Spiritum fidei vocat eam ? Illud nimirum ostendere volens, quod initio credere, et parere vocanti, nostrae est bonae mentis : at postquam jacta fuerint fidei fundamenta, jam opus est auxilio Spiritus, ut in nobis perpetuo maneat inconcussa et inexpugnabilis. Neque enim Deus, neque Spiritus gratia nostrum praevenit propositum : sed tametsi vocet, exspectat tamen, ut sponte et propria voluntate accedamus, ac tum demum cum accesserimus nobis suum totum exhibet auxilium. Quoniam enim diabolus, posteaquam ad fidem accessimus, continuo subrepit volens egregiam hanc radicem evellere, et zizania properans interserere, germanumque ac purum semen laedere, opus tum habemus auxilio Spiritus, ut quemadmodum strenuus agricola animae nostrae insidens, multa cura et providentia novellam fidei plantam undequaque muniat. Ideo Thessalonicensibus quoque scribebat dicens : Spiritum ne exstinguatis (1. Thess. 5. 19) : ut ostendat, accedente Spiritus gratia, inexpugnabiles nos malo daemoni atque omnibus ejus insidiis futuros esse. Nam si nemo potest dicere Dominum Jesum nisi in Spiritu sancto, multo magis fidem tutam et radicatam non poterit habere nisi in Spiritu sancto.
5. If, therefore, faith too is something of that sort, and we have contributed nothing from ourselves, rather the whole belongs to the grace of the Spirit, which of its own accord has infused itself into our souls, and we are to receive no reward in return for it, how then does he say: For with the heart man believes unto righteousness, and with the mouth confession is made unto salvation (Rom. 10:10)? Because faith is also an achievement of the believer's own virtue. And how again does he intimate this very point elsewhere, saying: To him who does not work, yet believes on him who justifies the ungodly, his faith is reckoned for righteousness (Rom. 4:5), if the whole belongs to the grace of the Spirit? And how did he crown the patriarch Abraham through faith with countless garlands of praise because, disregarding all things present, against hope he believed in hope (Rom. 4:18)? Why, then, does he call it the Spirit of faith? Because he wishes to show this: that believing at the outset and obeying when called belongs to our own grateful disposition; yet once the foundations of faith have been laid, we stand in need of the Spirit's help so that it may abide within us unshaken and unswerving for ever. For neither God nor the grace of the Spirit forestalls our free choice; rather, although he calls us, he awaits our coming forward freely and of our own will, and then, once we have drawn near, he bestows upon us all help from himself. Because after we have come to faith the devil straightway creeps in, seeking to uproot this noble root and hastening to sow tares among it and mar the genuine, pure seed, we then have need of the Spirit's help so that, dwelling within our soul like a diligent husbandman, with abundant care and forethought he may fence round on every side the newly planted shoot of faith. Therefore he wrote to the Thessalonians also, saying: Quench not the Spirit (1 Thess. 5:19), to show that when the grace of the Spirit enters in, we shall henceforth be unconquerable by the evil demon and all his wiles. For if no one can say Jesus is Lord save in the Holy Spirit (1 Cor. 12:3), much less will anyone be able to keep faith secure and deeply rooted save in the Holy Spirit.
6. Quomodo Spiritus sanctus in nobis retineatur. Virginitas sit juncta benignitati. — At quomodo poterimus allicere auxilium Spiritus, eique persuadere ut apud nos manere velit?
6. How the Holy Spirit may be retained within us. Let virginity be joined with kindness. — Yet how shall we be able to draw down the help of the Spirit and persuade him to abide with us?
Notes, col. 276 bis

On the reading

Printed Ei rero, for Ei vero.