Migne Reading Room

PG 51 · cols. 37–38 bis · Read from the page

Homilia in illud: Pater, si possibile est, transeat a me calix iste (Matt. 26:39), et contra Marcionitas et Manichaeos (Hom. II)

Homilia in illud: Pater, si possibile est, transeat a me calix iste (Matt. 26:39), et contra Marcionitas et Manichaeos (Hom. II)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:37Read from the page
σκευῆς, ὥστε παραδεχθῆναι. Ἐννόησον γὰρ ἡλίκον ἦν ἀκοῦσαι καὶ μαθεῖν, ὅτι ὁ Θεὸς, ὁ ἄῤῥητος, ὁ ἄφθαρτος, ὁ ἀπερινόητος, ὁ ἀόρατος, ὁ ἀκατάληπτος, Οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζων αὐτὰ, οὗ τὴν ῥοπὴν τῆς συγκαταβάσεως οὐδὲ τὰ Χερουβὶμ ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ τὰς ὄψεις ἀπέκρυπτον τῇ προβολῇ τῶν πτερύγων· οὗτος ὁ πάντα νοῦν ὑπερβαίνων, καὶ πάντα λογισμὸν νικῶν, παραδραμὼν ἀγγέλους ἀρχαγγέλους, πάσας τὰς ἄνω νοερὰς δυνάμεις, κατεδέξατο γενέσθαι ἄνθρωπος, καὶ σάρκα τὴν ἀπὸ γῆς καὶ πηλοῦ πλασθεῖσαν ἀναλαβεῖν, καὶ εἰς μήτραν ἐλθεῖν παρθενικὴν, καὶ ἐνναμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ γαλακτοτροφηθῆναι, καὶ τὰ ἀνθρώπινα πάντα παθεῖν. Ἐπεὶ οὖν οὕτω παράδοξον ἦν τὸ μέλλον ἔσεσθαι, ὡς καὶ γενόμενον παρὰ πολλοῖς ἀπιστεῖσθαι, πρῶτον προφήτας προπέμπει, τοῦτο αὐτὸ ἀπαγγέλλοντας. Καὶ γὰρ ὅ τε πατριάρχης αὐτὸ προανεφώνει λέγων, Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων· ὅ τε Ἠσαΐας λέγων, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· καὶ ἕτερος (sic) πάλιν, Εἴδομεν αὐτὸν ὡς παιδίον, ὡς ῥίζαν ἐν γῇ διψώσῃ. Γῆν δὲ διψῶσαν τὴν μήτραν λέγει τὴν παρθενικὴν, διὰ τὸ μὴ δέξασθαι σπέρμα ἀνθρώπου, μηδὲ συνουσίας ἀπολαῦσαι, ἀλλὰ χωρὶς γάμων αὐτὸν τεκεῖν. Καὶ πάλιν, Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ πάλιν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαι, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ὁ δὲ Βαροὺχ ὁ ἐν Ἱερεμίᾳ φησίν· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ ὁ Δαυῒδ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν δηλῶν ἔλεγε· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, ὅτι ἀψοφητὶ καὶ ἀταράχως εἰς τὴν μήτραν εἰσελήλυθε τὴν παρθενικήν.
paration, so as to be accepted. For consider how great a thing it was to hear and learn that God, the ineffable, the incorruptible, the inconceivable, the invisible, the incomprehensible, "in Whose hand are the ends of the earth," "Who looks upon the earth and makes it tremble, Who touches the mountains and makes them smoke," the momentum of Whose condescension not even the Cherubim were able to bear, but hid their faces with the screen of their wings—that He Who surpasses every mind and overcomes every reckoning, passing by angels, archangels, and all the intellectual powers above, deigned to become man, and to take up flesh fashioned from earth and clay, and to enter a virginal womb, and to be carried in the womb for a nine months' space of time, and to be nourished with milk, and to suffer all human things. Since, therefore, what was about to be was so marvellous that even after it came to pass it was disbelieved by many, He first sends prophets in advance, announcing this very thing. For indeed both the patriarch proclaimed it beforehand, saying, "From a shoot, my son, you went up; lying down you slumbered like a lion"; and Isaiah, saying, "Behold, the virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel"; and another (sic) again, "We saw Him as a little child, as a root in a thirsty land." And He calls the virginal womb a thirsty land, because it did not receive the seed of man, nor partake of intercourse, but bore Him without wedlock. And again, "A little child was born to us, and a son was given to us"; and again, "There shall come forth a rod out of the root of Jesse, and a blossom shall spring up from the root." And Baruch in Jeremiah says: "This is our God; no other shall be accounted in comparison with Him; He found out every way of knowledge, and gave it to Jacob His servant, and to Israel His beloved. After these things He appeared upon the earth, and conversed with men." And David also, declaring His presence in the flesh, said: "He shall come down like rain upon a fleece, and like a drop that drips upon the earth," because noiselessly and untroubledly He entered into the virginal womb.
δʹ. Ἀλλ' οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παραγενόμενος, ἵνα μὴ νομισθῇ φαντασία τὸ γενόμενον, οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ χρόνῳ πολλῷ, καὶ τῷ διὰ πάντων ἐλθεῖν τῶν ἀνθρωπίνων. Οὐ γὰρ ἁπλῶς εἰς ἄνθρωπον εἰσέρχεται ἀπηρτισμένον καὶ πεπληρωμένον, ἀλλ' εἰς μήτραν παρθενικὴν, ὥστε καὶ κυοφορήσεως καὶ τόκων ἀνασχέσθαι, καὶ γαλακτοτροφίας, καὶ αὐξήσεως, καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῇ διαφορᾷ τῶν ἡλικιῶν ἁπασῶν πιστώσασθαι τὸ γενόμενον. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς ἀποδείξεως μόνον, ἀλλὰ καὶ περιφέρων τὴν σάρκα, ἀφίησιν αὐτὴν τὰ τῆς φύσεως ἐλαττώματα ὑπομεῖναι, καὶ πεινῆσαι καὶ διψῆσαι καὶ καθευδῆσαι καὶ κοπιάσαι· τέλος καὶ ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἀφίησιν αὐτὴν τὰ τῆς σαρκὸς παθεῖν. Διὰ γὰρ τοῦτο καὶ κρουνοὶ κατεφέροντο ἱδρώτων ἐξ αὐτῆς, καὶ ἄγγελος ηὑρίσκετο αὐτὴν διακρατῶν, καὶ λυπεῖται καὶ ἀδημονεῖ· καὶ γὰρ πρὶν ἢ ταῦτα εἰπεῖν, φησίν· Ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστιν ἕως θανάτου. Εἰ οὖν τούτων ἁπάντων γενομένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου, καὶ Μανιχαίου τοῦ
4. Yet these things alone did not suffice, but also when He had arrived, lest what had come to pass should be supposed an apparition, He confirms the reality not by sight alone, but also by length of time, and by passing through all human experiences. For He does not simply enter into a man already fashioned and fully grown, but into a virginal womb, so as to submit to both gestation and childbirth, and nursing at the breast, and growth, and by the length of time and the succession of all the stages of life to confirm what had come to pass. Nor does the proof stop here alone, but also while bearing the flesh about, He allows it to endure the infirmities of nature, both to hunger and to thirst and to sleep and to grow weary; finally, even upon coming to the cross, He allows it to suffer the things of the flesh. For on this account both streams of sweat poured down from it, and an angel was found supporting it, and He is sorrowful and distressed; for indeed before He said these things, He says: "My soul is troubled, and is exceedingly sorrowful even to death." If then, after all these things had come to pass, the wicked mouth of the devil, through Marcion of Pontus and Valentinus, and Manichaeus the
PG 51:38Read from the page
Πέρσου, καὶ ἑτέρων πλειόνων αἱρέσεων ἐπεχείρησεν ἀνατρέψαι τὸν περὶ τῆς οἰκονομίας λόγον, καὶ ἤχησε σατανικήν τινα ἠχὴν λέγων, ὅτι οὐδὲ ἐσαρκώθη, οὐδὲ σάρκα περιεβάλετο, ἀλλὰ δόκησις τοῦτο ἦν καὶ φαντασία, καὶ σκηνὴ καὶ ὑπόκρισις, καίτοι τῶν παθῶν βοώντων, τοῦ θανάτου, τοῦ τάφου, τῆς πείνης· εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ πολλῷ πλέον ὁ διάβολος τὰ πονηρὰ ταῦτα ἀνέσπειρε τῆς ἀσεβείας δόγματα; Διά τοι τοῦτο, ὥσπερ ἐπείνησεν, ὥσπερ ἐκαθεύδησεν, ὥσπερ ἐκοπίασεν, ὥσπερ ἔφαγεν, ὥσπερ ἔπιεν, οὕτω καὶ θάνατον παραιτεῖται, τὸ ἀνθρώπινον ἐνδεικνύμενος, καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχομένην ἀπαθῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς. Εἰ γὰρ μηδὲν τούτων εἰρήκει, εἶχεν ἂν εἰπεῖν, ὅτι εἰ ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπου. Τίνα δέ ἐστι ταῦτα; Τὸ μέλλοντα σταυροῦσθαι, καὶ δειλιᾷν καὶ ἀγωνιᾷν, καὶ μὴ ἀπαθῶς ἀποῤῥήγνυσθαι τῆς παρούσης ζωῆς· τῇ φύσει γὰρ ἔγκειται τὸ φίλτρον τὸ περὶ τὰ παρόντα· διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ τὴν οἰκονομίαν πιστώσασθαι, μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ προτίθησιν. Εἷς μὲν οὖν λόγος οὗτος· ἔστι δὲ καὶ ἕτερος τούτου οὐκ ἐλάττων. Τίς δὲ οὗτος; Παραγενόμενος ὁ Χριστὸς, πᾶσαν ἀρετὴν παιδεῦσαι τοὺς ἀνθρώπους ἐβούλετο· ὁ δὲ παιδεύων οὐ λόγῳ μόνον διδάσκει, ἀλλὰ καὶ ἔργῳ· αὕτη γὰρ ἡ ἀρίστη διδασκαλία ἐστὶ τοῦ διδάσκοντος. Ἐπεὶ καὶ κυβερνήτης παρακαθίζων τὸν μαθητὴν, δείκνυσι μὲν αὐτῷ πῶς κατέχει τοὺς οἴακας, προστίθησι δὲ καὶ λόγον τῷ ἔργῳ, καὶ οὔτε λέγει μόνον, οὔτε ἐργάζεται μόνον· ὁμοίως καὶ οἰκοδόμος παραστήσας τὸν μέλλοντα παρ' αὐτοῦ μανθάνειν πῶς τοῖχος ὑφαίνεται δείκνυσι μὲν αὐτῷ διὰ τοῦ ἔργου, δείκνυσι δὲ αὐτῷ καὶ διὰ τοῦ λόγου· ὡσαύτως καὶ ὑφάντης, καὶ ποικιλτὴς, καὶ χρυσοχόος, καὶ χαλκοτύπος, καὶ πᾶσα τέχνη διὰ λόγων τε καὶ ἔργων ἔχει τὸν διδάσκοντα. Ἐπεὶ οὖν καὶ αὐτὸς παρεγένετο παιδεῦσαι ἡμᾶς πᾶσαν ἀρετὴν, διὰ τοῦτο καὶ λέγει τὰ πρακτέα, καὶ ποιεῖ. Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Σκόπει δέ· ἐκέλευσεν εἶναι ταπεινόφρονας καὶ πραεῖς, καὶ ἐδίδαξε διὰ τῶν ῥημάτων. Ὅρα πῶς αὐτὰ παιδεύει καὶ διὰ τῶν πραγμάτων. Εἰπὼν γὰρ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πραεῖς, δείκνυσι πῶς αὐτὰ δεῖ κατορθοῦν. Πῶς οὖν ἐδίδαξε; Λαβὼν λέντιον διέζωσεν ἑαυτὸν, καὶ ἔνιψε τῶν μαθητῶν τοὺς πόδας. Τί ταύτης ἴσον τῆς ταπεινοφροσύνης; Οὐκ ἔτι γὰρ διὰ τῶν λόγων μόνον ταύτην παιδεύει, ἀλλὰ καὶ διὰ τῶν ἔργων. Πάλιν τὴν πραότητα καὶ τὴν ἀνεξικακίαν διδάσκει διὰ τῶν ἔργων. Πῶς; Ἐῤῥαπίσθη παρὰ τοῦ δούλου τοῦ ἀρχιερέως, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐκέλευσεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν· πάλιν καὶ τοῦτο διὰ τῶν ἔργων παιδεύει· ἀναβὰς γὰρ ἐν τῷ σταυρῷ λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Ὥσπερ οὖν ἐκέλευσεν εὔχεσθαι, οὕτω καὶ αὐτὸς εὔχεται, σὲ παιδεύων εὔχεσθαι οὐκ αὐτὸς ἀτο-
Persian, and sundry other heresies, attempted to overturn the doctrine of the Dispensation, and sounded forth a certain satanic cry, saying that He neither became incarnate nor clothed Himself with flesh, but that this was semblance and apparition, stage-play and pretence—although the passions cried aloud, the death, the tomb, the hunger—if none of these things had taken place, how much more would the devil have sown these wicked dogmas of impiety! On this very account, just as He hungered, just as He slept, just as He grew weary, just as He ate, just as He drank, so also He begs off from death, displaying what is human, and the weakness of nature which cannot endure to be torn away impassibly from the present life. For had He uttered none of these things, one might have been able to say that if He was man, He ought to have experienced the things of man. And what are these? That one about to be crucified should both shrink back and be in agony, and not be torn away impassibly from the present life; for there is implanted in nature a fondness for present things; on this very account, wishing to show the clothing with flesh to be real, and to confirm the Dispensation, with abundant proof He sets forth the passions undisguised. This, then, is one reason; and there is also another not inferior to this. And what is this? When Christ came, He wished to train men in every virtue; and he who trains teaches not by word alone, but also by deed; for this is the best teaching of a teacher. Since even a pilot, seating the apprentice beside him, both shows him how he holds the rudders and adds instruction to the deed, and neither speaks only nor acts only; likewise also a builder, placing beside him the one who is about to learn from him how a wall is put together, shows him through the deed, and shows him also through speech; in the same way also a weaver, and an embroiderer, and a goldsmith, and a coppersmith, and every craft has its teacher working through both words and deeds. Since, then, He Himself also came to train us in every virtue, on this account He both speaks the things to be done, and does them: "For he who does," says He, "and teaches, this one shall be called great in the kingdom of heaven." And observe: He commanded us to be humble-minded and meek, and taught it through words. See how He trains us in these things through deeds also. For having said, "Blessed are the poor in spirit, blessed are the meek," He shows how one must practise them. How then did He teach it? Taking a towel, He girded Himself, and washed the disciples' feet. What is equal to this humility? For no longer through words alone does He train us in it, but also through deeds. Again, He teaches meekness and long-suffering through deeds. How? He was struck on the cheek by the servant of the high priest, and says: "If I spoke evil, bear witness of the evil; but if well, why do you strike Me?" He commanded us to pray for our enemies; again He trains us in this also through deeds; for having gone up on the cross He says: "Father, forgive them; for they know not what they do." Just as He commanded us to pray, therefore, so He Himself also prays, training you to pray, not because He Himself lacks power
PG 51:37 bisRead from the page
Cogita namque quale illud fuerit audire ac discere Deum ineffabilem, incorruptibilem, qui neque percipi mente potest, nec oculis cerni, nec ullo modo comprehendi, Cujus in manu sunt fines terrae (Psal. 94. 4), Qui respicit terram, et eam tremefacit, qui tangit montes, et fumigant (Psal. 103. 32), cujus attemperationis momentum nec ipsa Cherubim ferre potuerunt, sed oppansis alis facies occultarunt; hunc qui mentem omnem exsuperat, omnemque vincit cogitationem, praetermissis angelis, archangelis omnibusque caelestibus ac spiritualibus illis virtutibus, hominem fieri dignatum esse, carnemque de terra et luto formatam assumpsisse, atque in virgineum venisse uterum, et novem mensium spatio in ventre fuisse gestatum, lacte nutritum, et humana cuncta tolerasse. Quoniam igitur adeo fuit mirabile quod futurum erat, ut etiam dum fieret a multis minime crederetur, primum quidem prophetas ad hoc ipsum annuntiandum praemisit, atque hoc ipsum patriarcha praedicebat his verbis utens: De germine ascendisti, fili mi; recubans dormisti ut leo (Gen. 49. 9). Hesaias autem: Ecce virgo in utero habebit, et pariet filium, et vocabunt nomen ejus Emmanuel (Hesai. 7. 14). Et alibi rursus: Vidimus eum infantem, tamquam radicem in terra sitienti (Hesai. 53. 2). Terram vero sitientem uterum dicit virgineum, eo quod hominis semen non susceperit, neque coitum sit expertus, sed absque conjugio illum pepererit. Et rursus, Puer natus est nobis, filius et datus est nobis (Hesai. 9. 6), et, Egredietur virga de radice Jesse, et flos de radice ejus ascendet (Hes. 11. 1). Et Baruch apud Jeremiam: Hic Deus noster, non aestimabitur alius praeter eum. Invenit omnem viam disciplinae, et dedit eam Jacob puero suo, et Israel dilecto suo. Post haec in terris visus est, et cum hominibus conversatus est (Bar. 3. 36-38). David etiam adventum ejus in carne praedicans ait: Descendet sicut pluvia in vellus, et sicut stillicidium stillans super terram (Psal. 71. 6), quoniam absque strepitu in virgineum uterum venit.
For consider how great a thing it was to hear and learn that God — ineffable, incorruptible, who can neither be grasped by the mind, nor seen with the eyes, nor comprehended in any way, In whose hand are the ends of the earth (Ps. 94:4), Who looks upon the earth and makes it tremble, who touches the mountains and they smoke (Ps. 103:32), the weight of whose condescension not even the Cherubim themselves could bear, but screening themselves with outspread wings hid their faces — that he who surpasses every mind and vanquishes every thought deigned, passing over angels, archangels, and all those heavenly and spiritual powers, to become man, and to assume flesh fashioned from earth and clay, and to enter a virgin womb, and to be carried in the womb for the space of nine months, nourished with milk, and to endure all human things! Since, therefore, what was to come was so marvellous that even when it came to pass it was scarcely believed by many, first of all he sent prophets beforehand to proclaim this very thing; and the patriarch foretold this very thing using these words: From a shoot you went up, my son; couching down you slept like a lion (Gen. 49:9). And Isaiah: Behold, a virgin shall conceive in the womb, and bear a son, and they shall call his name Emmanuel (Isa. 7:14). And again elsewhere: We saw him as a child, like a root in a thirsty land (Isa. 53:2). Now by a thirsty land he means the virgin womb, because it received no seed of man nor knew intercourse, but brought him forth without wedlock. And again: A child is born to us, and a son is given to us (Isa. 9:6); and: There shall come forth a rod out of the root of Jesse, and a flower shall rise up from his root (Isa. 11:1). And Baruch in Jeremiah: This is our God; no other shall be accounted in comparison with him. He found out all the way of knowledge, and gave it to Jacob his servant and to Israel his beloved. Afterwards he was seen upon earth, and conversed with men (Bar. 3:36-38). David also, foretelling his coming in the flesh, says: He shall come down like rain upon a fleece, and like drops dripping upon the earth (Ps. 71:6), because he entered the virgin womb noiselessly.
4. Marcion, Valentinus, et Manichaeus Incarnationis oppugnatores refelluntur; altera ratio cur passiones et affectus Christus in se susceperit. — At non suffecerunt haec solummodo (a), sed et cum advenisset, ne putaretur esse phantasma quod fiebat, non aspectu solo rem credibilem reddit, verumetiam multo tempore, quodque per humana cuncta transiverit. Neque enim quoquo modo in hominem perfectum atque completum venit, sed in uterum virginis: sic ut etiam in vulva gestaretur, et partum sustineret, et lactis alimentum, et incrementum, ac per temporis prolixitatem, omniumque diversitatem aetatum, quod gerebatur credibile redderet. Quin ne hac quidem probatione contentus fuit, sed et carnem circumferens, eam naturae perpeti detrimenta permittit, et esurire et sitire et dormire et fatigari: postremo etiam ad crucem veniens sinit eam quae carnis sunt pati. Propterea namque et guttae sudoris ex illa cadebant, et angelus eam confortasse reperitur, et tristatur, et moestus est.
4. Marcion, Valentinus, and Manichaeus, assailants of the Incarnation, are refuted; a second reason why Christ took sufferings and affections upon himself. — Yet these things alone did not suffice (a); rather, when he had come, lest what was taking place should be thought a phantom, he made the reality credible not by sight alone, but also by a long span of time and by passing through all human stages. For he did not simply enter into a full-grown and mature man, but into a virgin's womb, so as to be carried in the womb, and undergo birth, and nourishment from milk, and growth, and through length of time and all the varied stages of age render what was being wrought credible. Nay, he was not content even with this proof, but bearing flesh about, he allows it to endure the infirmities of nature — to hunger, and thirst, and sleep, and grow weary; and finally, even in coming to the cross, he lets it suffer the things of the flesh. For on this account drops of sweat also fell from it, and an angel is found to have strengthened it, and he is troubled and sorrowful.
PG 51:38 bisRead from the page
Prius enim, quam haec diceret, ait: Anima mea turbata est, et tristis est usque ad mortem (Matth. 26. 38). Si enim his omnibus gestis, malignum os diaboli per Marcionem Ponticum, et Valentinum, et Manichaeum Persam, et alios plures haeresum auctores sermonem de dispensatione (a) potuit, quantum in ipsis erat, subvertere, et satanicam vocem emisit, ut diceret, eum neque incarnatum esse, neque carnem induisse, sed speciem id quamdam fuisse, phantasma, simulationem ac mimum: tametsi passiones, et mors, et sepulcrum, et fames reclamarent: si nihil horum contigisset, nonne multo amplius diabolus haec impietatis pessima dogmata disseminasset? Quamobrem sicut esurivit, sicut fatigatus est, sicut dormivit, sicut manducavit, sicut bibit, sic et mortem recusat, id quod est humanum ostendens, et infirmitatem naturae, quae avelli se a praesenti vita sine dolore non patitur. Nam si nihil horum dixisset, potuisset dicere: Si homo erat, oportebat eum pati quae hominis sunt. Quaenam autem illa sunt? Ut nimirum qui crucifigendus erat, formidaret et anxius esset, nec sine dolore a praesenti vita avelleretur; siquidem insitus est naturae amor praesentium: propterea cum verum esse carnis indumentum vellet ostendere, ac dispensationem credibilem reddere, multa cum demonstratione passiones ipsas nudas proposuit. Et haec quidem una est ratio: sed et altera quaedam est nihilo ista minor. Haec quaenam est? Adveniens Christus omnem virtutem homines docere volebat: at is qui docet non verbo solum sed etiam opere instruit: haec quippe doctoris optima est doctrina. Quandoquidem gubernator quoque dum discipulum collocat, quo pacto clavum tractet, ostendit, et simul operi verbum adjungit, et neque loquitur tantummodo, neque tantummodo operatur: pari ratione cum medium adducit eum, quem ad exstruendum murum instructurus est architectus, docet illum opere, docet et verbo: similiter et textor et phrygio et auri fusor, et faber aerarius et omnis artifex, cum verbis docet, tum operibus. Quando igitur et ipse nos ad omnem virtutem instructurus advenit, propterea et quae facienda sunt dicit, et ipse peragit. Qui enim fecerit, inquit, et docuerit, hic magnus vocabitur in regno caelorum (Matth. 5. 19). Sic autem rem expende: humiles ut essemus ac mites praecepit, et verbis docuit: vide quo pacto et rebus ipsis illa docuerit. Cum enim dixisset, Beati pauperes spiritu, beati mites (Matth. 5. 3. 4), quo pacto illa praestanda sint, indicat. Quonam ergo pacto docuit? Cum accepisset linteum, praecinxit se, et lavit pedes discipulorum (Joan. 13. 4. 5). Quid cum hac humilitate conferri potest? Non enim jam verbis tantum illam docet, verum etiam operibus. Mansuetudinem rursus et patientiam docet operibus. Quonam pacto? Alapa percussus est a servo pontificis, et ait: Si quidem male loquutus sum, testimonium perhibe de malo: si autem bene, quid me caedis (Joan. 18. 23)?
For before he spoke these words, he said: My soul is troubled, and sorrowful even to death (Matt. 26:38). For if, after all these things had been done, the malignant mouth of the devil — through Marcion of Pontus, and Valentinus, and Manichaeus the Persian, and many other authors of heresies — was able, so far as in them lay, to subvert the doctrine of the dispensation (a), and uttered a satanic voice so as to say that he was neither incarnate nor clothed with flesh, but that this was a mere semblance, a phantom, a pretence, and a stage-play — even though the sufferings, and death, and the sepulchre, and hunger cried out against them — had none of these things happened, would not the devil much more have sown these foulest doctrines of impiety? Wherefore just as he hungered, just as he grew weary, just as he slept, just as he ate, just as he drank, so also he shrinks from death, displaying what is human and the weakness of nature, which does not bear to be torn away from the present life without pain. For had he said none of these things, one might have said: If he was a man, he ought to have experienced the things that belong to man. And what are those? Namely, that one about to be crucified should fear and be in anguish, and not be torn from the present life without pain, inasmuch as love of present things is implanted in nature; on this account, wishing to show that the raiment of flesh was real and to render the dispensation credible, with abundant proof he set forth his passions unveiled. Now this is one reason; yet there is also another in no way inferior to it. What is this? In coming, Christ wished to teach men every virtue; now he who teaches instructs not by word alone, but also by deed, for this is a teacher's best instruction. For a helmsman also, when he seats his apprentice beside him, shows him how to handle the tiller and joins word to deed at the same time, neither speaking only nor working only; in like manner, when a master-builder brings forward one whom he is about to train in building a wall, he teaches him by deed and teaches him also by word; similarly too the weaver, and the embroiderer, and the gold-refiner, and the coppersmith, and every craftsman teaches both by words and by deeds. Since, therefore, he himself also came to train us in every virtue, for this reason he both speaks what must be done and performs it himself: For whoever does and teaches, he says, shall be called great in the kingdom of heaven (Matt. 5:19). Weigh the matter thus: he commanded us to be humble and meek, and taught it in words; see how he taught those things by deeds themselves as well. For having said, Blessed are the poor in spirit, blessed are the meek (Matt. 5:3, 5), he shows how those virtues are to be practised. How, then, did he teach? Taking a linen towel, he girded himself and washed the disciples' feet (John 13:4-5). What can be compared with this humility? For no longer does he teach it by words alone, but also by deeds. Again, he teaches meekness and forbearance by deeds. How? He was struck on the cheek by a servant of the high priest, and said: If I have spoken illy, bear witness to the wrong; but if well, why do you strike me (John 18:23)?