αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν, καὶ ὅτι Ἁμαρτίας πολλῶν ἀνήνεγκεν. Εἶτα οἱ μὲν προφῆται καὶ τὸν σταυρὸν ᾔδεισαν, καὶ τοῦ σταυροῦ τὴν αἰτίαν, καὶ τὰ ἐκ τοῦ σταυροῦ κατορθούμενα, καὶ τὸν τάφον, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάβασιν, καὶ τὴν προδοσίαν, καὶ τὸ δικαστήριον, καὶ πάντα μετὰ ἀκριβείας διέγραψαν· ὁ δὲ ἀποστείλας αὐτοὺς, καὶ ταῦτα κελεύσας εἰπεῖν, αὐτὸς ἀγνοεῖ; Καὶ τίς ἂν ταῦτα νοῦν ἔχων εἴποι; Ὁρᾷς ὅτι οὐ δεῖ τοῖς ῥήμασιν ἁπλῶς προσέχειν; οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄπορον, ἀλλὰ καὶ τὸ ἑξῆς ἀπορώτερον. Τί γάρ φησι· Πάτερ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο; Οὐ γὰρ δὴ ἀγνοῶν μόνον εὑρεθήσεται, ἀλλὰ καὶ παραιτούμενος τὸν σταυρόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν· Εἰ ἐγχωρεῖ, φησὶ, μὴ ἐμπέσοιμι εἰς τὸ σταυρωθῆναι, μηδὲ ἀναιρεθῆναι. Καίτοι τῷ Πέτρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων τοῦτο αὐτῷ εἰπόντι, ὅτι Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, οὕτω σφόδρα ἐπετίμησεν, ὡς εἰπεῖν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· καίτοι γε πρὸ μικροῦ μακαρίσας αὐτόν. Ἀλλ' οὕτως αὐτῷ ἄτοπον ἐδόκει εἶναι τὸ μὴ σταυρωθῆναι, ὡς ἐκεῖνον τὸν παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενον, τὸν μακαρισθέντα, τὸν λαβόντα τὰς κλεῖς τῶν οὐρανῶν, Σατανᾶν καλέσαι καὶ σκάνδαλον, καὶ αἰτιᾶσθαι, ὡς μὴ φρονοῦντα τὰ τοῦ Θεοῦ, ἐπειδὴ εἶπεν αὐτῷ, Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, τὸ σταυρωθῆναι. Ὁ τοίνυν τὸν μαθητὴν οὕτως ὑβρίσας, καὶ τοσαύτῃ κατ' αὐτοῦ χρησάμενος τῇ καταφορᾷ, ὡς καὶ Σατανᾶν αὐτὸν καλέσαι μετὰ τοσαῦτα ἐγκώμια, ἐπειδὴ ἔλεγε, Μὴ σταυρωθῇς, πῶς αὐτὸς ἐβούλετο μὴ σταυρωθῆναι; πῶς δὲ μετὰ ταῦτα τοῦ καλοῦ ποιμένος ὑπογράφων τὴν εἰκόνα, τοῦτο ἔφησε μάλιστα δεῖγμα εἶναι τῆς ἀρετῆς αὐτοῦ, τὸ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, οὕτω λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων; Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν· Ὁ δὲ μισθωτὸς, καὶ οὐκ ὢν ποιμὴν, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει. Εἰ τοίνυν τοῦ καλοῦ μὲν ποιμένος τὸ σφάττεσθαι, τοῦ δὲ μισθωτοῦ τὸ μὴ βούλεσθαι τοῦτο ὑπομένειν, πῶς αὐτὸς λέγων εἶναι ποιμὴν καλὸς, παρακαλεῖ μὴ σφαγιασθῆναι; πῶς δὲ ἔλεγεν· Ἐγὼ τίθημι τὴν ψυχήν μου ἀπ' ἐμαυτοῦ; Εἰ γὰρ ἀπὸ σαυτοῦ τίθης, πῶς ἕτερον παρακαλεῖς, ἵνα μὴ θῇς; πῶς δὲ αὐτὸν ὁ Παῦλος θαυμάζει ταύτης ἕνεκα τῆς προφάσεως, οὕτω λέγων· Ὁς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσε, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ; Αὐτὸς δὲ πάλιν οὕτω πώς φησι· Διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν. Εἰ γὰρ οὐ βούλεται, ἀλλὰ παραιτεῖται καὶ παρακαλεῖ τὸν Πατέρα, πῶς διὰ τουτο αγαπᾶται; Ἡ γὰρ ἀγάπη τῶν κατὰ γνώμην ἐστί. Πῶς δέ φησι πάλιν ὁ Παῦλος· Ἀγαπᾶτε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν; Αυτὸς δὲ πάλιν ὁ Χριστὸς μέλλων σταυροῦσθαι ἔλεγε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱὸν, δόξαν τὸν
of Him we were all healed, and that He bore the sins of many. Did the prophets, then, know both the cross, and the cause of the cross, and the things achieved through the cross, and the tomb, and the resurrection, and the ascension, and the betrayal, and the tribunal, and describe all things with exactness, while He Who sent them and commanded them to speak these things is Himself ignorant of them? And who that has sense would say this? Do you see that one must not cling simply to the bare words? For not this alone is the difficulty, but what follows is more perplexing still. For why does He say: Father, If it is possible, let this cup pass from Me? For He will be found not merely ignorant, but even begging off from the cross; for what He says is this: If it is allowable, He says, may I not fall into being crucified, nor be put to death. And yet when Peter, the chief of the apostles, said this to Him—Far be it from You, Lord; this shall never be to You—He rebuked him so vehemently as to say: Get behind Me, Satan; you are a stumbling-block to Me, for you do not mind the things of God, but the things of men—even though a little before He had pronounced him blessed. Yet not to be crucified appeared to Him so absurd that He called the very man who had received the revelation from the Father, who had been pronounced blessed, who had received the keys of the heavens, Satan and a stumbling-block, and censured him as not minding the things of God, because he had said to Him: Far be it from You, Lord; this—namely, to be crucified—shall never be to You. How, then, did He Who thus reproached His disciple, and employed such vehemence against him as even to call him Satan after such great praises because he said, Be not crucified, Himself wish not to be crucified? And how, after these things, when sketching the image of the good shepherd, did He declare this above all to be the proof of his virtue, namely, to be slaughtered on behalf of the sheep, speaking thus: I am the good shepherd; the good shepherd lays down his life on behalf of the sheep? Nor did He stop at this point, but also added: But the hireling, and he who is not a shepherd, beholds the wolf coming, and leaves the sheep, and flees. If, therefore, it is the part of the good shepherd to be slaughtered, and that of the hireling to be unwilling to endure this, how does He, who says that He is the good shepherd, entreat not to be slaughtered? And how did He say: I lay down My life of Myself? For if you lay it down of yourself, how do you entreat another that you may not lay it down? And how does Paul marvel at Him on account of this very ground, speaking thus: Who, being in the form of God, did not deem it a thing to be grasped at to be equal with God, but emptied Himself, taking the form of a servant, becoming in the likeness of men; and being found in fashion as a man, He humbled Himself, becoming obedient to death, even the death of the cross? And He Himself again speaks somewhat thus: On this account the Father loves Me, because I lay down My life, so that I may take it again. Now if He is unwilling, and begs off and entreats the Father, how is He loved on this account? For love belongs to acts done voluntarily. And how does Paul again say: Love one another, even as Christ also loved us, and gave Himself up on our behalf? And Christ Himself again, when about to be crucified, said: Father, the hour has come; glorify Your Son—calling glory the