Migne Reading Room

PG 51 · cols. 255–258 bis · Read from the page

Homilia in dictum Pauli: Oportet et haereses esse in vobis (1 Cor. 11:19; Hom. XXII)

Homilia in dictum Pauli: Oportet et haereses esse in vobis (1 Cor. 11:19; Hom. XXII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:255Read from the page
ποτε, ἀλλὰ καὶ ζημίαν ὑποστησόμεθα τὴν ἐσχάτην. τοσοῦτόν ἐστι ῥᾳθυμία κακόν. Οἱ γοῦν Ἰουδαῖοι οὐ μόνον οὐκ ὠφελήθησαν, τοῦ Χριστοῦ παραγενομένου, ἀλλὰ καὶ ἐβλάβησαν· ἀλλ' οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ παρὰ τὴν οἰκείαν αὐτῶν ῥᾳθυμίαν καὶ ἀγνωμοσύνην. Καὶ τοῦτο ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁρᾷς, ὅτι ἡ παρουσία αὐτοῦ καὶ συγγνώμης αὐτοὺς ἀπεστέρησε, καὶ τὴν ἀπολογίαν αὐτῶν ἐξέκοψε; Τοσοῦτόν ἐστι κακὸν μὴ συγκροτεῖν ἑαυτὸν, μηδὲ τὰ καθ' ἑαυτὸν οἰκονομεῖν ὡς χρή. Τοῦτο καὶ ἐπὶ σωμάτων συμβαῖνον ἴδοι τις ἄν· τὸν μὲν γὰρ νοσοῦντα τὰς ὄψεις καὶ αὐτὸς ὁ ἥλιος σκοτίζειν εἴωθε, τὸν δὲ ὑγιῆ οὐδὲ τὸ σκότος παραβλάψαι δύναται. Καὶ τοῦτον οὐχ ἁπλῶς μηκύνω τὸν λόγον· ἀλλ' ἐπειδὴ πολλοὶ τὰς ἑαυτῶν ἀφέντες ῥᾳθυμίας αἰτιᾶσθαι, καὶ τὴν ἀγνωμοσύνην αὐτῶν καὶ τὴν ἀναισθησίαν διορθοῦν, τοῦτο μὲν οὐ ποιοῦσι, περιέρχονται δὲ ζητοῦντες ἑαυτοῖς ψυχρὰς ἀπολογίας, καὶ λέγοντες· Εἰ μὴ ὁ διάβολος ἦν, οὐκ ἂν ἀπωλόμεθα· εἰ μὴ νόμος ἦν, οὐκ ἂν ἡμάρτομεν· εἰ μὴ αἱρέσεις ἦσαν, οὐκ ἂν ὑπεσκελίσθημεν. Σκήψεις ταῦτα καὶ προφάσεις, ἄνθρωπε· τὸν γὰρ νήφοντα οὐδὲν βλάπτει ποτὲ, ὥσπερ οὖν τὸν καθεύδοντα καὶ ῥᾳθυμοῦντα καὶ τὴν ἑαυτοῦ προδιδόντα σωτηρίαν οὐδὲν ὠφελεῖ. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν· τουτέστι, μὴ θορυβεῖσθε, μηδὲ ἀλύετε· οὐδὲν ὑμᾶς αἱ αἱρέσεις παραβλάψαι δύνανται. Ὅτι μὲν οὖν, εἰ καὶ περὶ αἱρέσεων ἦν ὁ λόγος, οὐδὲ οὕτως ἔχει ζήτημα τὸ εἰρημένον, ἐκ τούτων δῆλον. Προφητεία γάρ ἐστιν, οὐ συμβουλή· πρόῤῥησις, οὐ παραίνεσις· καὶ τὸ, Ἵνα, ἐκβάσεως, οὐκ αἰτιολογίας. Ὅτι δὲ οὐδὲ περὶ δογμάτων ἐστὶν ὁ λόγος αὐτῷ νῦν, ἀλλὰ περὶ πενήτων καὶ πλουσίων, περὶ τοῦ φαγεῖν καὶ μὴ φαγεῖν, περὶ τῆς τῶν εὐπόρων ἀσωτίας καὶ λαιμαργίας, περὶ τῆς τῶν πενήτων ἐγκαταλείψεως τῆς παρ' αὐτῶν γενομένης, ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένου· οὐδὲ γὰρ ἂν ἄλλως ὑμῖν γένοιτο σαφὲς τὸ λεγόμενον. Ἐπειδὴ γὰρ ἤρξαντο σπείρειν τὸν λόγον τῆς εὐσεβείας οἱ ἀπόστολοι, προσῆλθον εὐθέως τρισχίλιοι, καὶ πάλιν πεντακισχίλιοι, καὶ πάντων αὐτῶν ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Τὸ δὲ τῆς ὁμονοίας αἴτιον, καὶ συνδῆσαν αὐτῶν τὴν ἀγάπην, καὶ τοσαύτας ψυχὰς εἰς ἓν συναγαγὸν, ἡ τῶν χρημάτων ὑπεροψία ἦν. Οὐδεὶς γάρ τι τῶν ὑπαρχόντων, φησὶν, ἴδιον ἔλεγεν εἶναι, ἀλλ' ἦν αὐτῶν ἅπαντα κοινά. Ἐπειδὴ γὰρ ἀνῃρέθη ἡ ῥίζα τῶν κακῶν, τὴν φιλαργυρίαν λέγω, πάντα ἐπεισῆλθε τὰ ἀγαθὰ, καὶ λοιπὸν συνεσφίγγοντο πρὸς ἀλλήλους, οὐδενὸς ὄντος τοῦ διαιροῦντος αὐτούς. Τὸ γὰρ ἐμὸν, καὶ τὸ σὸν, τοῦτο τὸ ψυχρὸν ῥῆμα καὶ μυρίους πολέμους εἰς τὴν οἰκουμένην εἰσαγαγὸν, ἐκ τῆς ἁγίας ἐκείνης Ἐκκλησίας ἐξώριστο, καὶ τὴν γῆν ᾤκουν, καθάπερ οἱ ἄγγελοι τὸν οὐρανὸν, καὶ οὔτε ἐφθόνουν οἱ πένητες τοῖς πλουτοῦσιν· οὐδὲ γὰρ ἦσαν πλούσιοι· οὔτε ὑπερεώρων οἱ πλούσιοι τῶν πενήτων· οὐδὲ γὰρ ἦσαν πένητες· ἀλλὰ πάντα ἦν κοινά. Καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ἴδιον ἔλεγεν εἶναι· οὐ γὰρ, καθάπερ νῦν γίνεται, οὕτω καὶ τότε συνέβαινε. Νῦν μὲν γὰρ ἔχοντες τὰ ἑαυτῶν, διδόασι τοῖς δεομένοις· τότε δὲ οὐδὲ τοῦτο ἦν, ἀλλ' ἀποστάντες τῆς δεσποτείας τῶν οἰκείων χρημάτων, καὶ εἰς μέσον αὐτὰ καταθέντες καὶ ἀνα-
at any time, but shall also undergo the utmost loss: so great an evil is listlessness. At all events, the Jews not only gained no profit when Christ came, but were even harmed—yet not owing to Christ, but owing to their own listlessness and ingratitude. And hear Christ Himself saying this: If I had not come, says He, and spoken to them, they had not had sin: but now they have no cloak for their sin. Do you see that His coming both deprived them of pardon and cut off their defence? So great an evil is it not to brace oneself together, nor to order one's own affairs as one ought. One might see this happening in the case of bodies also; for the very sun itself is wont to blind the man whose eyes are diseased, whereas not even darkness can harm the healthy man. And not without purpose do I draw out this discourse at length; rather, because many, neglecting to blame their own listlessness and to set right their own ingratitude and insensibility, do not do this, but go about seeking cold excuses for themselves, and saying: If there had been no devil, we would not have perished; if there had been no law, we would not have sinned; if there had been no heresies, we would not have been tripped up. These things are pretences and pretexts, O man; for nothing ever harms him that is watchful, just as, on the other hand, nothing profits him that sleeps and is listless and betrays his own salvation. At all events, Paul also, hinting at this very thing, said: That they which are approved may be made manifest among you; that is, be not troubled, nor be distraught; the heresies can harm you in no way. That, therefore, even if the discourse had been concerning heresies, not even so does what is said involve any difficulty, is manifest from these things. For it is a prophecy, not counsel; a foretelling, not an exhortation; and the word, That, belongs to outcome, not to the assigning of a cause. And that his discourse now is not even concerning doctrines, but concerning poor men and rich, concerning eating and not eating, concerning the profligacy and gluttony of the wealthy, concerning their abandonment of the poor, bear with me recounting it from a little higher up; for in no other way could what is said become clear to you. For when the apostles began to sow the word of piety, straightway three thousand came over, and again five thousand, and the heart and the soul of them all was one. And the cause of their concord, and what bound fast their love and gathered together so many souls into one, was their contempt for money. For neither said any of them, says Scripture, that anything of the things which he possessed was his own, but they had all things common. For when the root of evils was done away with—I mean the love of money—all good things entered in besides, and thereafter they were knit closely to one another, there being nobody to divide them. For Mine and Yours, that cold word which has brought ten thousand wars into the inhabited world, had been banished from that holy Church, and they dwelt upon the earth even as the angels dwell in heaven; and neither did the poor envy the rich—for there were no rich—nor did the rich look down upon the poor—for there were no poor—but all things were common. And not a single one said that anything of the things which he possessed was his own; for it did not happen at that time as it happens now. For now men keep their own possessions and give to those in need; whereas at that time not even this was so, but stepping back from the ownership of their own money, and laying it down in the midst and min-
PG 51:256Read from the page
μίξαντες, οὐδὲ δῆλοι λοιπὸν ἦσαν οἱ πρώην ὄντες εὔποροι· ὥστε καὶ εἴ τις ἐκ τῆς ὑπεροψίας τῶν χρημάτων ἐγένετο τῦφος, καὶ οὗτος ἀνῄρητο παντάπασι, πάντων ὄντων ἐν ἰσότητι μιᾷ, καὶ τῶν χρημάτων ἀναμιχθέντων ἁπάντων. Οὐκ ἐκ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς καταβολῆς ἔστιν αὐτῶν ἰδεῖν τὴν εὐλάβειαν. Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Οὐκ εἶπεν, ὅτι εἰς τὰς χεῖρας αὐτῶν ἐνέβαλλον, ἀλλὰ, Παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν, τὴν αἰδῶ καὶ τὴν εὐλάβειαν καὶ τὸν φόβον, ὃν περὶ τοὺς ἀποστόλους εἶχον, διὰ τούτου δεικνύντες· οὐ γὰρ διδόναι μᾶλλον, ἢ λαμβάνειν ἐνόμιζον. Καὶ τοῦτο γὰρ μάλιστά ἐστιν ὑπεριδεῖν χρημάτων· τοῦτο θρέψαι γνησίως ἐστὶ Χριστὸν, ὅταν μὴ μετὰ ἀπονοίας καὶ τύφου τοῦτο ποιῇς, ὅταν ὡς σαυτὸν μᾶλλον, ἢ τὸν λαμβάνοντα εὐεργετῶν, οὕτω παρέχῃς. Εἰ γὰρ μὴ οὕτω διάκεισαι, μηδὲ δῷς· εἰ μὴ νομίζεις λαμβάνειν μᾶλλον ἢ διδόναι, μὴ παράσχῃς. Τοῦτο καὶ ἑτέροις λοιπὸν ὁ Παῦλος ἐμαρτύρησεν, οὕτω λέγων· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους ἐπλήρωσαν. Ὁρᾷς πῶς αὐτοὺς ἐπὶ τούτῳ μᾶλλον θαυμάζει, ὅτι χάριν εἰδότες, καὶ δεόμενοι, καὶ παρακαλοῦντες, οὕτω τὴν ἐπὶ τῶν χρημάτων δαψίλειαν ἐπεδείκνυντο;
having mingled them together, nor were those who formerly were wealthy even distinguishable henceforth; so that even if some pride had arisen from the arrogance of riches, this too had been done away with altogether, since all stood in one equality and all their moneys had been mingled together. And not from this alone, but also from the very manner of their contribution may one see their reverence. For as many as were possessors of lands or houses sold them and brought the prices, and laid them at the feet of the apostles. He did not say that they cast them into their hands, but, They laid them at their feet, showing thereby the awe and reverence and fear which they had towards the apostles; for they supposed that they were receiving rather than giving. For this above all is to despise money; this is genuinely to nourish Christ, when you do this not with arrogance and pride, when you supply it as benefiting yourself rather than the receiver. For if you are not so disposed, do not even give; if you do not suppose that you receive rather than give, do not supply it. To this Paul also afterwards bore witness for others, speaking thus: Now I make known to you, brethren, the grace of God which has been given in the Churches of Macedonia, that their deep poverty abounded to the riches of their liberality; for according to their power, I bear witness, and beyond their power, of their own accord, begging of us with much entreaty, they fulfilled the grace and the fellowship of the ministry to the saints. Do you see how he admires them all the more on this account: that, feeling gratitude, and begging, and entreating, they thus displayed their munificence in money?
γʹ. Διὰ τοῦτο καὶ τὸν Ἀβραὰμ θαυμάζομεν, οὐχ ὅτι μόσχον ἔθυσε μόνον, οὐδὲ ὅτι ἄλευρα ἐφύρασεν, ἀλλ' ὅτι μετὰ πολλῆς ἡδονῆς καὶ ταπεινοφροσύνης τοὺς ξένους ὑπεδέχετο, προστρέχων, θεραπεύων, κυρίους καλῶν, θησαυρὸν μυρίων ἀγαθῶν εὑρηκέναι νομίζων, εἴ ποτε ἴδοι παριόντα ξένον. Οὕτω γὰρ διπλῆ ἐλεημοσύνη γίνεται, ὅταν καὶ διδῶμεν, καὶ διδόντες μετὰ προθυμίας παρέχωμεν. Ἱλαρὸν γὰρ δότην, φησὶν, ἀγαπᾷ ὁ Θεός. Ἐπεὶ κἂν μυρία καταβάλῃς τάλαντα μετὰ ἀπονοίας καὶ τύφου καὶ κενοδοξίας, τὰ πάντα ἀπώλεσας· καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀποδεκατῶν αὐτοῦ τὰ ὑπάρχοντα, ἐπειδὴ καὶ μέγα ἐφρόνει καὶ ἐφυσᾶτο, πάντα ἀπολέσας, οὕτω κατῆλθεν ἀπὸ τοῦ ἱεροῦ. Οὐκ ἐπὶ τῶν ἀποστόλων δὲ οὕτως· ἀλλὰ χαίροντες, ἀγαλλόμενοι, κερδαίνειν τὰ μέγιστα νομίζοντες, οὕτως ἔφερον τὰ χρήματα, καὶ ἀγαπητὸν εἶναι ἐνόμιζον, εἰ καταξιώσειεν οἱ ἀπόστολοι δέξασθαι. Καὶ καθάπερ πρὸς τὰς μεγάλας τινὲς ἀρχὰς καλούμενοι, καὶ τὰς βασιλικωτέρας τῶν πόλεων μέλλοντες οἰκεῖν, διαπαντὸς τὴν οὐσίαν αὐτῶν πᾶσαν ἐξαργυρίσαντες, οὕτω μεθίστανται· οὕτω δὴ καὶ οἱ ἄνθρωποι τότε ἐποίουν ἐκεῖνοι, πρὸς τὸν οὐρανὸν κληθέντες, εἰς τὴν ἄνω μητρόπολιν καὶ τὴν ἐκεῖ βασιλείαν. Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι ἐκείνη ὄντως αὐτῶν ἐστιν ἡ πατρὶς, ἐξαργυρίσαντες τὴν ἑαυτῶν οὐσίαν, διὰ τῶν ἀποστολικῶν αὐτὴν χειρῶν ἐκεῖ προέπεμπον. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἐστὶν ἀφεῖναί τι τῶν ἡμετέρων ἐναπομεῖναι ἐνταῦθα, ἡμῶν μικρὸν ὕστερον μελλόντων ἐντεῦθεν ἀποδημεῖν· καὶ γὰρ ὅπερ ἀπηλειφθῇ, ζημία
3. On this account we admire Abraham also, not because he sacrificed a calf only, nor because he kneaded fine flour, but because with great gladness and lowliness of mind he welcomed strangers, running up, ministering, calling them lords, supposing himself to have found a treasure of ten thousand good things whenever he saw a stranger passing by. For thus almsgiving becomes twofold, when we both give and in giving supply it with readiness. For God loves a cheerful giver, says he. Since even if you lay down ten thousand talents with arrogance and pride and vainglory, you have lost it all; just like that Pharisee who, though tithing his possessions, because he also thought highly of himself and was puffed up, went down from the temple having lost all. Yet it was not so in the time of the apostles; nay, rejoicing, exulting, supposing that they were gaining the greatest things, so did they bring their moneys, and they supposed it a thing to be cherished if the apostles deigned to accept them. And just as certain men called to great magistracies, and about to inhabit the more imperial among cities, turn all their substance once for all into money and so remove thither, just so did those men at that time also do, having been called to heaven, to the mother-city above and the kingdom there. For since they knew that yonder city is truly their fatherland, turning their own substance into money, they sent it on ahead thither through the apostolic hands. For indeed it is of utter folly to leave anything of ours to remain behind here when a little later we are about to depart hence; for whatever is left behind
Notes, col. 256

On the reading

Printed ἀπηλειφθῇ, for ἀπολειφθῇ.

PG 51:257Read from the page
γίνεται. Πάντα τοίνυν ἐκεῖ προπεμπέσθω, ἔνθα καὶ ἡμεῖς διαπαντὸς διατρίβειν μέλλομεν λοιπόν. Ταῦτα γὰρ καὶ αὐτοὶ λογισάμενοι, πᾶσαν ἀπεδύσαντο τὴν οὐσίαν, καὶ διπλοῦν ἐγίνετο τὸ κατόρθωμα· καὶ γὰρ τοῖς δεομένοις τὴν πενίαν διώρθουν, καὶ πλείω καὶ ἀσφαλεστέραν τὴν αὐτῶν οὐσίαν ἐποίουν, εἰς τὸν οὐρανὸν τοὺς ἑαυτῶν μετατιθέντες θησαυρούς.
becomes a loss. Let all things, therefore, be sent on ahead thither, where we also are henceforth to dwell continually. For reckoning up these things themselves also, they stripped off all their substance, and the good deed became twofold: for they both remedied poverty for the needy and made their own substance greater and safer by transferring their treasures to heaven.
Ἐκ τούτου τοίνυν τοῦ νόμου καὶ τοῦ ἔθους ἐγένετό τις συνήθεια θαυμαστὴ τότε ἐν ταῖς ἐκκλησίαις· συνιόντες γὰρ οἱ πιστοὶ πάντες μετὰ τὴν τῆς διδασκαλίας ἀκρόασιν, μετὰ τὰς εὐχὰς, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, τῆς συνάξεως λυθείσης, οὐκ ἀνεχώρουν εὐθέως οἴκαδε, ἀλλ' οἱ πλούσιοι καὶ εὐπορώτεροι φέροντες οἴκοθεν τροφὰς καὶ ἐδέσματα, τοὺς πένητας ἐκάλουν, καὶ κοινὰς ἐποιοῦντο τραπέζας, κοινὰς ἑστιάσεις, κοινὰ συμπόσια ἐν αὐτῇ τῇ ἐκκλησίᾳ· ὥστε καὶ ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν τράπεζαν, καὶ ἀπὸ τῆς εὐλαβείας τῆς ἀπὸ τοῦ τόπου, καὶ πανταχόθεν τὴν ἀγάπην αὐτοῖς ἐπισφίγγεσθαι, καὶ πολλὴν μὲν τὴν ἡδονὴν, πολλὴν δὲ αὐτοῖς γίνεσθαι τὴν ὠφέλειαν. Οἵ τε γὰρ πένητες παραμυθίας ἀπέλαυον οὐ τῆς τυχούσης, καὶ οἱ πλουτοῦντες πολλὴν εὔνοιαν καὶ παρὰ τῶν τρεφομένων, καὶ παρὰ τοῦ Θεοῦ, δι' ὃν ταῦτα ἐποίουν, καρπωσάμενοι πολλὴν τὴν χάριν, οὕτως ἀπῄεσαν οἴκαδε. Καὶ μυρία ἐκ τοῦ πράγματος τούτου ἐγίνετο τὰ ἀγαθὰ, καὶ τὸ πάντων κεφάλαιον, ἡ φιλία θερμοτέρα ἦν καθ' ἑκάστην σύναξιν, μετὰ τοσαύτης φιλοφροσύνης ἀλλήλοις συνηνωμένων αὐτῶν εὐεργετούντων τε αὐτῶν καὶ εὐεργετουμένων. Τοῦτο τοίνυν τὸ ἔθος Κορίνθιοι, τοῦ χρόνου προϊόντος, διέφθειρον, καὶ καθ' ἑαυτοὺς ἑστιώμενοι οἱ εὐπορώτεροι τοὺς πένητας παρεώρων, καὶ οὐκ ἀνέμενον ὑστερίζοντας πολλάκις, καὶ ὑπὸ βιωτικῶν χρειῶν, οἷα τὰ τῶν πενήτων, κατεχομένους καὶ βραδύνοντας. Ἐκ δὲ τούτου συνέβαινε παραγενομένους αὐτοὺς ὕστερον μετὰ αἰσχύνης ἀναχωρεῖν, τῆς τραπέζης ἀναιρεθείσης, φθανόντων τούτων, κἀκείνων ὑστεριζόντων. Ὁρῶν τοίνυν ὁ Παῦλος ἐκ τοῦ πράγματος τούτου πολλὰ κακὰ, τὰ μὲν γινόμενα, τὰ δὲ μέλλοντα (καὶ γὰρ καταφρόνησις τῶν πενήτων τοῖς πλουσίοις ἐγίνετο καὶ ὑπεροψία πλείων, καὶ τοῖς πένησιν ἀθυμία καὶ ἀπέχθεια πρὸς τοὺς πλουτοῦντας, καὶ ὅσα ἄλλα εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν κακῶν), διορθοῦται τὴν πονηρὰν ταύτην καὶ πικρὰν συνήθειαν. Καὶ ὅρα μεθ' ὅσης συνέσεως καὶ ἐπιεικείας εἰς τὴν διόρθωσιν ἐνέβαλεν. Ἀρχόμενος γὰρ οὕτω φησί· Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. Τί δέ ἐστιν, Οὐκ εἰς τὸ κρεῖττον; Οἱ πρόγονοι, φησὶν, οἱ ὑμέτεροι καὶ οἱ πατέρες καὶ τὰς ἑαυτῶν οὐσίας ἐπώλουν καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις, καὶ κοινὰ πάντα εἶχον, καὶ πολλὴν πρὸς ἀλλήλους τὴν ἀγάπην· ὑμεῖς δὲ ὀφείλοντες ἐκείνους ζηλοῦν, οὐ μόνον οὐδὲν ἐποιήσατε τοιοῦτον, ἀλλὰ καὶ ὅπερ εἴχετε μόνον, καὶ τοῦτο ἀπωλέσατε, τὰ συμπόσια τὰ κατὰ σύναξιν γινόμενα· διὰ τοῦτό φησιν, Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ εἰς τὸ ἧττον συνέρχεσθε. Καὶ ἐκεῖνοι μὲν καὶ τῶν κτημάτων ἁπάντων τοῖς πένησι παρεχώρησαν· ὑμεῖς δὲ τραπέζης αὐτοῖς μεταδιδόντες, καὶ ταύτης ἀπεστερήσατε. Πρῶτον μὲν γὰρ, συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
From this law and custom, therefore, there arose at that time a wonderful practice in the churches; for all the faithful, coming together after hearing the teaching, after the prayers, after the communion of the mysteries, when the assembly was dismissed, did not withdraw homeward at once, but the rich and wealthier, bringing food and viands from home, invited the poor, and held common tables, common feasts, common banquets in the very church; so that both from the fellowship at the table and from the reverence arising from the place, and from every side, their love was bound fast together, and great gladness and great profit accrued to them. For both the poor enjoyed no ordinary consolation, and the wealthy, having reaped great goodwill from those who were fed, and great grace from God for Whose sake they did these things, thus departed homeward. And ten thousand good things came about from this practice, and—the chief point of all—their friendship was warmer at each assembly, since they were united to one another with such great kindliness, both benefactors and beneficiaries. Now as time advanced, the Corinthians corrupted this custom, and the wealthier, feasting by themselves, overlooked the poor, and did not wait for them when they often came late and were detained and delayed by the needs of daily life, such as is the lot of the poor. And from this it came to pass that when they arrived afterwards they withdrew in shame after the table had been cleared away, the former coming ahead and the latter arriving late. Paul, therefore, seeing many evils arising from this matter, some already taking place and others impending (for contempt and greater arrogance towards the poor were arising in the rich, and despondency and hatred towards the wealthy in the poor, and all the other evils that were likely to be born from these), sets right this wicked and bitter practice. And see with how much prudence and gentleness he entered upon the correction. For in beginning he speaks thus: Now in giving this charge I do not praise you, because you come together not for the better, but for the worse. What is, Not for the better? Your forefathers, says he, and your fathers used to sell even their own substance and lands and possessions, and held all things in common, and had great love for one another; whereas you, who ought to emulate them, not only did nothing of the sort, but even the one thing alone which you had—this too you have lost, the banquets held at the assembly; on this account he says, Because you come together not for the better, but for the worse. And they indeed yielded up even all their possessions to the poor; whereas you, who shared a table with them, have deprived them even of this. For first of all, when you come together in church, I hear that divisions exist among you, and in some part I believe it.
δʹ. Ὅρα πῶς πάλιν συνετῶς ποιεῖται τὴν διόρθωσιν. Οὐκ εἶπεν, οὔτε Ἀπιστῶ, οὔτε Πιστεύω· ἀλλὰ μέσον ἀφῆκε τὸ ῥῆμα, ὅτι Μέρος τι καὶ πιστεύω· οὐ πι-
4. See how prudently again he makes his correction. He did not say either, I disbelieve it, or, I believe it; but he left his saying in the middle: In some part I even believe it; I do not be-
Notes, col. 257

On the reading

Printed ἀλλ, for ἀλλ'.

PG 51:258Read from the page
στεύω τέλεον, ἀλλ' οὐδὲ ἀπιστῶ τέλεον· τοῦ δὲ ἢ τοῦτο, ἢ ἐκεῖνο συμβῆναι παντελῶς ὑμεῖς κύριοι. Ἂν μὲν γὰρ διορθώσησθε, οὐ πιστεύω· ἂν δὲ ἐπὶ τῶν αὐτῶν μείνητε, πιστεύω. Οὔτε οὖν κατηγόρησε, καὶ κατηγόρησεν. Οὐ κατηγόρησεν ἀπηρτισμένως, ἵνα αὐτοῖς ἐλπίδα δῷ διορθώσεως καὶ προθεσμίαν μετανοίας· οὐκ ἀφῆκεν ἀνεγκλήτους, ἵνα μὴ ἐπὶ τῆς αὐτῆς μείνωσι ῥᾳθυμίας. Οὔτω τέλεον ἐπίστευσα, φησί· τοῦτο γάρ ἐστι τὸ εἰπεῖν, Μέρος τι πιστεύω. Τοῦτο δὲ ἔλεγε προτρέπων μεταβαλέσθαι καὶ διορθώσασθαι καὶ ἀπαγαγεῖν αὐτὸν τοῦ κἂν ἐκ μέρους πιστεῦσαί τι κατ' αὐτῶν τοιοῦτον. Δεῖ γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Εἰπὲ οὖν τὰς αἱρέσεις. Ἐνταῦθα προσέχετε, ὅτι οὐ περὶ δογμάτων ἐστὶ τὸ, Δεῖ αἱρέσεις ἐν ὑμῖν εἶναι· ἀλλὰ περὶ τῆς διχονοίας τῆς κατὰ τὰς τραπέζας. Εἰπὼν γὰρ, Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἐπήγαγε καὶ τὸν τρόπον τῶν αἱρέσεων· Συνερχομένων γὰρ ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν. Τί ἐστι, Κυριακὸν δεῖπνον φαγεῖν; Δεσποτικὸν δεῖπνον, φησὶν, οὐκ ἔστι φαγεῖν· ἐκεῖνο λέγων τὸ δεῖπνον, ὃ τῇ ἐσχάτῃ νυκτὶ παρέδωκεν ὁ Χριστὸς, ὅτε οἱ μαθηταὶ μετ' αὐτοῦ πάντες ἦσαν. Ἐν ἐκείνῳ γὰρ τῷ δείπνῳ καὶ Δεσπότης καὶ δοῦλοι πάντες ὁμοῦ κατέκειντο· ὑμεῖς δὲ σύνδουλοι ὄντες ἀλλήλους διεστήσατε καὶ ἀπεσχίσατε. Κἀκεῖνος μὲν οὐδὲ τὸν προδότην ἀπήλασε· καὶ γὰρ ὁ Ἰούδας μετ' αὐτῶν ἦν τότε· σὺ δὲ τὸν ἀδελφὸν διακρούῃ. Διὰ τοῦτό φησιν, Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν, κυριακὸν δεῖπνον καλῶν, τὸ μεθ' ὁμονοίας, τὸ κοινῇ πάντων συγκεκλημένων. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Καὶ οὐκ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ ἐσθίει, ἀλλὰ τῷ τῆς μέθης ὀνόματι μᾶλλον αὐτῶν καθήψατο. Κἀκεῖ καὶ ἐνταῦθα ἀμετρία, φησί. Σὺ μὲν ὑπὸ τῆς ἀδηφαγίας διαῤῥήγνυσαι, ἐκεῖνος δὲ ὑπὸ τοῦ λιμοῦ τήκεται· σὺ καὶ τῶν ὑπὲρ τὴν χρείαν μετέχεις, ἐκεῖνος δὲ οὐδὲ τῶν ἀναγκαίων ἀπέλαυσε. Διπλοῦν τὸ δεινὸν, τῆς ἰσότητος διαφθαρείσης, τοῦτο αἱρέσεις καλεῖ· ἐπειδὴ φιλονείκως πρὸς ἀλλήλους διέκειντο καὶ διεστασίαζον, καὶ ὃς μὲν ἐπείνα, ὃς δὲ ἐμέθυε. Καὶ καλῶς εἶπε, Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτό. Τίνος γὰρ ἕνεκεν συνέρχεσθε; φησί· τί βούλεται ἡ σύνοδος; τίνος ἕνεκεν ἡ συλλογὴ κοινὴ, ὅταν ἡ τράπεζα μὴ γίνηται κοινή; Δεσποτικά ἐστι τὰ χρήματα, ἅπερ ἐλάβομεν· κοινὰ προκείσθω τοίνυν τοῖς συνδούλοις τοῖς ἡμετέροις. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν, καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, φησὶ, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Σὺ μὲν νομίζεις, φησὶ, τὸν ἀδελφὸν ὑβρίζειν μόνον, κοινωνεῖ δὲ καὶ ὁ τόπος τῆς ὕβρεως. Ἐκκλησίας γὰρ ὁλοκλήρου καταφρονεῖς. Ἐκκλησία γὰρ διὰ τοῦτο λέγεται, ὅτι κοινῇ πάντας ὑποδέχεται. Τί τοίνυν τῆς οἰκίας σου τὴν εὐτέλειαν εἰς τὴν ἐκκλησίαν εἰσάγεις; Εἰ γὰρ καταφρονεῖς τοῦ ἀδελφοῦ, αἰδέσθητι τὸν τόπον· καὶ γὰρ ἡ ἐκκλησία ὑβρίζεται. Καὶ οὐκ εἶπεν, Ἀποστερεῖτε τοὺς μὴ ἔχοντας, ἢ, Οὐκ ἐλεεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ τί; Καταισχύνετε τοὺς μὴ ἔχοντας. Ἐντρεπτικώτατα τὴν ἀσωτίαν αὐτῶν ἐτραγῴδησεν. Οὐ γὰρ οὕτω μέλει τῷ πένητι, φησὶν, ὑπὲρ τῆς τροφῆς, ὡς ὑπὲρ τῆς ὕβρεως. Ὅρα πῶς καὶ ὑπὲρ τούτου σεμνῶς ἀπελογήσατο, κἀκείνων σφοδρότερον καθήψατο. Τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ. Τί τοῦτο; Μετὰ τὴν ἀπόδειξιν τῆς ἀτοπίας ὑφειμένη ἡ
lieve it wholly, yet neither do I disbelieve it wholly; and whether this or that comes to pass altogether rests in your power. For if you amend, I do not believe it; but if you remain in the same ways, I believe it. So then he neither accused them, and yet did accuse them. He did not accuse them outright, that he might give them hope of amendment and a term for repentance; he did not leave them unreproved, lest they should remain in the same laziness. I have not yet believed it wholly, says he; for this is what it means to say, In some part I believe it. And he said this exhorting them to change and amend and to draw him away from believing even in part anything of the sort against them. For there must also be factions, that those who are approved may become manifest among you. Tell, then, what the factions are. Pay heed here, that the saying, There must be factions among you, is not about doctrines, but about the discord at the tables. For having said, Now there must also be factions, he subjoined the manner of the factions as well: For when you come together into one place, it is not to eat the Lord's supper. What is, To eat the Lord's supper? It is not possible, says he, to eat a Master's supper—meaning that supper which Christ delivered on the last night, when all the disciples were with Him. For at that supper both Master and servants all reclined together; whereas you, who are fellow-servants, have sundered and split one another apart. And He did not drive away even the traitor—for Judas also was with them at that time—whereas you push away your brother. On this account he says, It is not to eat the Lord's supper, calling that the Lord's supper which is held with concord, when all have been invited together in common. For each one takes his own supper beforehand to eat; and one is hungry, while another is drunk. And he did not say, One is hungry, while another eats, but laid hold of them more sharply by the name of drunkenness. Both there and here, says he, is want of measure. You are bursting with gluttony, while that man wastes away with famine; you partake even of things beyond your need, while that man has not enjoyed even necessities. Twofold is the evil when equality is destroyed; this he calls factions, because they were contentiously disposed towards one another and stood at variance, and one was hungry while another was drunk. And well did he say, When you come together into one place. For why do you come together? says he; what does the meeting mean? for what reason is the gathering common when the table does not become common? The moneys which we received belong to the Master; let them therefore be set forth in common for our fellow-servants. What! do you not have houses in which to eat and drink? Or do you despise the church of God, says he, and put to shame those who have nothing? You suppose, says he, that you insult your brother only, yet the place also shares in the insult. For you despise an entire church. For a church is so called on this account, because it receives all in common. Why then do you bring the meanness of your own house into the church? For if you despise your brother, reverence the place; for the church too is insulted. And he did not say, You deprive those who have nothing, or, You do not pity those who have nothing, but what? You put to shame those who have nothing. In a most shaming manner did he declaim against their profligacy. For the poor man, says he, does not care so much about the food as about the insult. See how both on this man's behalf he made a dignified defence, and laid hold of those men more vehemently. What shall I say to you? Shall I praise you? In this I do not praise you. What is this? After the demonstration of the absurdity, subdued is the
Notes, col. 258

On the reading

Printed Οὔτω, for Οὔπω.

PG 51:257 bisRead from the page
Omnia igitur illo praemittantur, ubi et nos deinceps semper versaturi sumus. Haec secum reputantes ipsi, omnem substantiam deponebant; duplexque officium praestabatur: nam et egenorum paupertatem sublevabant, et ampliorem securioremque sibi substantiam parabant; in caelo thesauros suos deponentes.
Let all things, therefore, be sent ahead to that place where we ourselves are henceforth to dwell for ever. Reflecting on these things among themselves, they laid down all their substance, and a twofold service was rendered: for they both relieved the poverty of the needy and prepared for themselves a fuller and safer substance, laying up their treasures in heaven.
Priscus mos Ecclesiae circa mensam communem. — Ab hac lege et consuetudine mos quidam mirabilis in Ecclesiam tunc inductus est: coacti namque simul fideles omnes post auditam doctrinam, post orationes, post mysteriorum participationem, soluta synaxi, non statim domum concedebant: sed divites et opulentiores, alimenta et fercula e domibus suis afferentes, pauperes advocabant; communique simul mensa fruebantur, communibus epulis atque conviviis in ipsa ecclesia; ita ut et a consortio mensae, et a loci reverentia, undequaque caritas constringeretur, cum multa voluptate simul atque utilitate. Pauperes enim consolatione non parva, divites vero benevolentia fruebantur, tum eorum quos pascebant, tum Dei, cujus causa hoc faciebant: sicque magnam assequuti gratiam, domum secedebant. Innumera hinc sequebantur bona: quodque caput bonorum est, per singulas synaxes amor magis magisque accendebatur, cum et ii qui beneficia conferebant, et ii qui accipiebant, tanta cum benevolentia contubernales essent. Hunc morem Corinthii processu temporis labefactarunt, cum opulentiores seorsim cibum sumentes, egenos despicerent, nec exspectarent tardius accedentes, et necessitatibus vitae detentos, ut pauperes solent, atque moras trahentes. Unde contingebat eos, demum advenientes, cum pudore jam sublata mensa recedere; illis praeoccupantibus, his vero tardantibus. Videns itaque Paulus inde multa suboriri mala, tum quae jam acciderant, tum quae futura erant (nam a divitibus pauperes contemnebantur, ac superbe tractabantur, hincque pauperibus moeror odiumque in divites, aliaque succedebant mala ex hujusmodi rebus oriri solita), hanc pravam acerbamque consuetudinem corrigit. Et vide cum quanta prudentia et moderatione correctionem aggrediatur. Incipiens enim sic ait: Hoc autem praecipiens, non laudo, quod non in melius, sed in deterius convenitis (1. Cor. 11. 17). Quid sibi vult illud, Non in melius? Majores, inquit et patres vestri substantias suas vendebant et praedia et possessiones, atque omnia habebant communia, multamque mutuo caritatem: vos autem, quos par esset illos imitari, non modo nihil simile fecistis, sed etiam id, quod solum habebatis amisistis; nempe convivia in collectis fieri solita. Ideoque ait; Non in melius, sed in deterius convenitis. Et illi quidem possessiones omnes in usum pauperum concedebant: vos vero mensa etiam illis concessa privatis. Primum enim convenientibus vobis in ecclesiam, audio scissuras esse inter vos, et ex parte credo (1. Cor. 11. 18).
The ancient custom of the Church regarding the common table. — From this law and custom an admirable practice was then introduced into the Church: for all the faithful, having gathered together, after hearing the teaching, after the prayers, and after partaking of the mysteries, when the assembly was dismissed, did not depart home at once; rather, the rich and wealthier members, bringing food and dishes from their own houses, invited the poor, and together enjoyed a common table, common feasts, and common banquets in the church itself, so that both from the fellowship of the table and from reverence for the place, charity was bound fast on every side, with great pleasure and benefit alike. For the poor enjoyed no small consolation, while the rich reaped goodwill both from those whom they fed and from God, for whose sake they did this; and having thus gained great grace, they returned home. Countless blessings followed from this, and what is the crown of blessings, love was kindled more and more at every assembly, since both those who conferred kindnesses and those who received them shared the same table with such great goodwill. In course of time the Corinthians undermined this custom, as the wealthier members took their food apart, disdaining the needy and not waiting for those who arrived later, detained by the necessities of life, as the poor usually are, and delayed. Hence it happened that when they finally arrived after the table had already been cleared, they withdrew in shame, the former having anticipated the meal while the latter were late. Seeing, therefore, that many evils were springing up from this, whether already present or yet to come (for the poor were despised by the rich and haughtily treated, and from this arose grief among the poor and hatred towards the rich, and the other evils wont to arise from such things), Paul corrects this depraved and bitter custom. And see with how much prudence and moderation he enters upon the correction. Beginning, he speaks thus: 'Now in giving this charge, I do not praise you, that you come together not for the better, but for the worse' (1 Cor. 11:17). What does that expression, 'Not for the better', mean? Your forebears, he says, and your fathers sold their estates and lands and possessions, and held all things in common, having great mutual charity; whereas you, who ought to have imitated them, not only have done nothing of the kind, but have even lost the one thing you still had, namely the banquets customarily held at the assemblies. Therefore he says: 'You come together not for the better, but for the worse.' And they, indeed, gave up all their possessions for the use of the poor, whereas you deprive them even of the table granted to them. 'For first of all, when you come together in the church, I hear that there are divisions among you, and in part I believe it' (1 Cor. 11:18).
4. Vide quomodo rursum prudenter correctionem adhibeat. Non dixit, Credo, vel, Non credo, sed medio verbo usus est, Ex parte credo; non omnino credo, nec omnino fidem nego; ut vero hoc vel illud, in vestra penitus potestate est.
4. See how wisely once again he applies his correction. He did not say, 'I believe it', or 'I do not believe it', but used a middle expression, 'In part I believe it': I neither believe it altogether nor withhold credence altogether; whether the one or the other proves true lies wholly within your own power.
Notes, col. 257 bis

On the reading

Printed depouentes, for deponentes.

Printed mirabiljs, for mirabilis.

Printed meusa, for mensa.

PG 51:258 bisRead from the page
Si resipiscatis, non credo; sin ita perseveretis, credo. Itaque non accusavit, et accusavit. Non accusavit penitus, ut emendationis spem et inducias ad poenitentiam daret: non crimine liberos dimisit, ne in eadem segnitie manerent. Nondum omnino credidi, inquit; idipsum enim est dicere, Ex parte credo. Id vero dicebat cohortans ut sese emendarent ac corrigerent, ipsumque abducerent, ne rem hujusmodi vel ex parte crederet. Oportet enim haereses esse, ut qui probati sunt, manifesti fiant in vobis (1. Cor. 11. 19). Dic igitur quaenam haereses? Hic animum adhibete: quoniam non de dogmatibus dicitur illud, Oportet haereses in vobis esse: sed de dissensione circa mensam. Cum enim dixisset, Oportet autem et haereses esse, modum haereseon adjunxit: Convenientibus enim vobis in unum, non est dominicam coenam manducare (Ib. v. 20). Quid est, Dominicam coenam manducare? Dominicam coenam, inquit, non est manducare: illam vocans coenam, quam ultima nocte tradidit Christus, quando discipuli cum illo omnes erant. In illa quippe coena et Dominus et servi omnes simul recumbebant: vos vero, qui conservi estis, inter vos tamen dissidetis ac dividimini. Ille nec proditorem expulit: nam et Judas cum illis tunc erat: tu vero fratrem depellis. Ideo dicit: Non est dominicam coenam manducare, dominicam coenam vocans eam, quae concordissime omnibus convocatis sumitur. Unusquisque enim suam coenam sumit ad manducandum, et alius quidem esurit, alius autem ebrius est (Ib. v. 21). Non dixit, Alius esurit, alius comedit; sed ebrietatis nomine magis illos tangit. Et hic et illic, ait, nullus est modus. Tu te crapula disrumpis, dum ille fame contabescit; tu plura, quam opus sit, sumis, ille vero ne quidem necessariis fruitur. Duplex hoc corruptae aequalitatis malum haereses vocat, quia contentiose invicem agebant et dissidebant, et alio esuriente, alius inebriabatur. Ac bene dixit, Convenientibus vobis in unum. Cur convenitis? inquit; quid sibi vult ille conventus? ad quid ille communis coetus, quando mensa non est communis? Dominicae sunt facultates, quas accepimus, proindeque communes conservis nostris proponantur. Numquid domos non habetis ad manducandum et bibendum? aut ecclesiam Dei contemnitis, inquit, et confunditis eos qui non habent (Ibid. v. 22)? Tu quidem putas, inquit, fratrem tantum te contumelia afficere, redundat autem contumelia etiam in locum. Ecclesiam quippe totam contemnis. Ecclesia enim ideo dicitur, quia communiter omnes accipit. Cur ergo domus tuae vilitatem in ecclesiam inducis? Si enim contemnis fratrem, reverere locum: etenim Ecclesia contumelia afficitur. Neque dixit, Eos privatis, qui non habent; aut, Non miseremini eorum qui non habent. Sed quid? Confunditis eos qui non habent. Vehementissimo tangendi modo eorum luxum repraesentat. Non tam curat pauper, inquit, cibum, quam contumeliam. Vide quam honeste hoc excuset, et quam vehementer illos tangat. Quid dicam vobis? laudo vos? In hoc non laudo (1. Cor. 11. 22).
If you amend your ways, I do not believe it; if, however, you persist as you are, I believe it. Thus he at once refrained from accusing and did accuse. He did not accuse them outright, so that he might grant hope of amendment and a respite for repentance; yet he did not let them go free of blame, lest they remain in the same sloth. I have not yet altogether believed it, he says; for that is what it means to say, 'In part I believe it.' And he spoke thus to exhort them to reform and correct themselves, and to lead him away from believing such a thing even in part. 'For there must also be factions, so that those who are approved may become manifest among you' (1 Cor. 11:19). Tell me, then, what factions? Pay close attention here, for that saying, 'There must be factions among you', is spoken not of doctrines, but of discord over the table. For having said, 'For there must also be factions', he added the manner of the factions: 'When you come together, therefore, into one place, it is not to eat the Lord's supper' (1 Cor. 11:20). What does 'to eat the Lord's supper' mean? It is not possible, he says, to eat the Master's supper — calling by that name the supper which Christ delivered on that last night, when all the disciples were with him. For at that supper both the Master and the servants reclined together at once; whereas you, who are fellow servants, nonetheless quarrel and divide yourselves from one another. He did not drive away even the betrayer, for Judas too was with them then; yet you thrust away your brother. Therefore he says, 'It is not to eat the Lord's supper', calling that supper 'the Lord's supper' which is partaken of in complete harmony when all are called together. 'For in eating, each one takes his own supper ahead of others, and one goes hungry while another is drunken' (1 Cor. 11:21). He did not say, 'One goes hungry while another eats', but stings them more sharply with the name of drunkenness. Both on this side and on that, he says, there is a lack of measure. You burst yourself with surfeiting while that man wastes away with hunger; you take more than is needed while he does not enjoy even necessities. This twofold evil of ruined equality he calls 'factions', because they acted contentiously towards one another and were at variance, one going hungry while another grew drunk. And rightly did he say, 'When you come together into one place.' Why do you come together? he says; what is the meaning of that assembly? To what end is that common gathering, when the table is not common? The resources we have received belong to the Lord; therefore let them be set out in common for our fellow servants. 'What! Do you not have houses to eat and drink in? Or do you despise the church of God', he says, 'and put to shame those who have nothing?' (1 Cor. 11:22). You suppose, he says, that you insult only your brother, whereas the insult rebounds upon the place as well. Indeed, you despise the whole Church; for a church is so called precisely because it receives all in common. Why, then, do you bring the meanness of your private house into the church? Even if you despise your brother, reverence the place; for the Church suffers insult. Nor did he say, 'You deprive those who have nothing', or, 'You show no mercy to those who have nothing.' What did he say? 'You put to shame those who have nothing.' In the most piercing manner imaginable he exposes their luxury. The poor man, he says, does not care so much about the food as about the insult. See how nobly he pleads their cause, and how sharply he stings the offenders: 'What shall I say to you? Shall I praise you? In this I do not praise you' (1 Cor. 11:22).
Notes, col. 258 bis

On the reading

Printed cos, for eos.

Printed corum, for eorum.