προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, Ὑπάγετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οι ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ τὰς παρθένους δὲ οὐχ ὑπὲρ πίστεως ἐγκαλῶν καὶ δογμάτων, ἀλλ' ὑπὲρ βίου διεφθαρμένου καὶ ἀπανθρωπίας καὶ ὠμότητος, ἀπέκλεισε τοῦ νυμφῶνος· καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια, διὰ τοῦτο δεδεμένον ἐξέβαλεν, οὐκ ἐπειδὴ δόγματα οὐκ εἶχεν ὀρθὰ, ἀλλ' ἐπειδὴ βίον ῥυπαρὸν καὶ ἀκάθαρτον· καὶ οὓς ἐκέλευσεν εἰς τὸ πῦρ ἀπενεχθῆναι τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οὐ διὰ τοῦτο ἔπεμψεν ἐκεῖ, ἐπειδὴ τῆς πίστεως ἦσαν ἐκπεπτωκότες, ἀλλ' ἐπειδὴ οὐδέποτε οὐδένα ἠλέησαν. Τούτων πάντων καὶ τῶν τοιούτων αὐτοὺς ἀναμνῆσαι ἠδύνατο, καὶ εἰπεῖν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οὗτοι πάντες καὶ βαπτίσματος ἔτυχον, καὶ μυστηρίων ἐκοινώνησαν, καὶ πίστιν πολλὴν ἐπεδείξαντο, καὶ γνῶσιν εἶχον ἀπηρτισμένην· ἀλλ' ἐπειδὴ βίον οὐ παρέσχον τῇ πίστει συνᾴδοντα, τῆς βασιλείας ἐξεβλήθησαν, καὶ τῷ πυρὶ παρεδόθησαν. Τίνος οὖν ἕνεκεν οὐ ταῦτα εἶπεν, ἀλλὰ ταῦτα πάντα ἀφεὶς, οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ τῶν Μωϋσέως αὐτοὺς ἀναμιμνήσκων, τὰ ἐπὶ τῆς χάριτος τέως σιγήσας; Οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τοῦτο ποιεῖ· πολλῆς γὰρ σοφίας ἦν πεπληρωμένος. Ἀλλὰ τί δήποτε, καὶ διὰ τί; Δυοῖν ἕνεκα τούτων· ὁμοῦ τε αὐτῶν βουλόμενος καθάψασθαι μᾶλλον, καὶ δεῖξαι τῆς Παλαιᾶς Διαθήκης πρὸς τὴν Καινὴν πολλὴν οὖσαν τὴν συγγένειαν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων, οἱ μὲν τῇ γεέννῃ διαπιστοῦσι, καὶ οὐδὲ εἶναι κόλασιν νομίζουσιν, ἀλλὰ τὸν Θεὸν ἁπλῶς ἕνεκεν φόβου καὶ σωφρονισμοῦ ταῦτ' ἠπειληκέναι, σκώληκα τὸν ἀτελεύτητον, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τοῖς δὲ παρελθοῦσιν οὐκ ἔχουσιν ἀπιστῆσαι. Τὰ γὰρ γεγενημένα πῶς ἄν τις δύναιτο λέγειν μὴ γενέσθαι; Τοῖς μὲν γὰρ οὐδέπω φανεῖσιν, οὐδὲ εἰς ἔργον ἐξελθοῦσίν εἰσι πολλοὶ οἱ διαπιστοῦντες, τοῖς δὲ γεγενημένοις καὶ τέλος εἰληφόσι, κἂν μυριάκις τις ἀνεύθυνος ᾖ καὶ ἀγνώμων, οὔτε, εἰ βουληθείη, δυνήσεταί ποτε ἀπιστεῖν. Ἀπὸ τῶν σφόδρα ὡμολογημένων, καὶ τέλος ἐχόντων, καὶ ὧν πολλὰ μένει τὰ λείψανα, βούλεται αὐτοὺς πιστώσασθαι περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, μονονουχὶ λέγων· Εἰ μὴ νομίζεις εἶναι γέενναν, μηδὲ τιμωρίαν καὶ κόλασιν, ἀλλ' ἁπλῶς τὸν Θεὸν ἠπειληκέναι, τὰ παρελθόντα ἀναλογισάμενος, καὶ τοῖς μέλλουσι πίστευε. Εἰ γὰρ ὁ αὐτός ἐστι Θεὸς, ὁ καὶ τὰ πρότερα καὶ τὰ νῦν οἰκονομῶν, καὶ τὰ ἐπὶ τῆς Παλαιᾶς, καὶ τὰ ἐπὶ τῆς χάριτος, ὥσπερ οὖν καὶ ἔστιν ὁ αὐτὸς, ποῖον ἂν ἔχοι λόγον, ἐκείνους μὲν ἁμαρτάνοντας κολάσαι καὶ τιμωρήσασθαι, ἡμᾶς δὲ ταῦτα, καὶ πολλῷ χαλεπώτερα ἐκείνων πταίοντας ἀτιμωρήτους ἀφεῖναι; Ἐρωτῶ τοίνυν· ἐπόρνευσαν οἱ Ἰουδαῖοι, καὶ ἐκολάσθησαν; ἐγόγγυσαν, καὶ ἐτιμωρήθησαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι. Πῶς οὖν ὁ τιμωρησάμενος ἐκείνους, σὲ τὰ αὐτὰ τολμῶντα παρόψεται; Οὐκ ἂν ἔχοι λόγον. Ἀλλ' οὐκ ἔδωκας δίκην ἐνταῦθα; Διὰ τοῦτο μάλιστα πίστευε γέενναν εἶναι καὶ κόλασιν, ἐπειδὴ δίκην ἐνταῦθα οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ἔμελλέ τις ἀποκεῖσθαι μετὰ ταῦτα τιμωρία, οὐκ ἂν τὰ αὐτὰ
prophesy, and in Your name do many mighty works? And then will I profess to them, Depart from Me, I know you not, you that work iniquity. And the virgins too—accusing them not on the score of faith and doctrines, but for a corrupt life, inhumanity, and cruelty—He shut out from the bridal chamber; and him that was clothed in filthy garments He cast out bound on this account, not because he held not right doctrines, but because he led a filthy and unclean life; and those whom He commanded to be carried away into the fire prepared for the devil and his angels, He sent thither not because they had fallen away from the faith, but because they had never shown mercy to anyone. Of all these things and such as these he could have reminded them, and said: Now I would not have you ignorant, brethren, that all these obtained baptism, shared in the mysteries, displayed great faith, and possessed complete knowledge; yet because they did not exhibit a life accordant with their faith, they were cast out of the kingdom and delivered over to the fire. Wherefore then did he not say these things, but leaving all these aside, speaks in some such way as this: Now I would not have you ignorant, brethren, that all our fathers were under the cloud—reminding them of the things of Moses, while keeping silence for the present concerning the things under grace? Not casually or without some reason does he do this; for he was filled with great wisdom. Why then, pray, and on what account? For the sake of these two things: wishing at once to touch them more keenly and to show how great is the kinship of the Old Testament towards the New. For since many among men disbelieve in Gehenna and suppose there is not even any punishment, but that God has threatened these things—the unending worm, the unquenchable fire, the outer darkness—merely for the sake of fear and chastening, yet have no way to disbelieve past events—for how could anyone say that what has already come to pass has not come to pass? For while many disbelieve things not yet manifested or brought to pass in deed, yet things that have come to pass and reached their issue—even if one be ten thousand times reckless and perverse—he will never be able to disbelieve, even should he wish—from things fully acknowledged, accomplished, and of which many vestiges remain, he wishes to convince them concerning the righteous judgement of God, all but saying: If you do not suppose there is a Gehenna, nor vengeance and punishment, but that God has merely uttered threats, reckon up the past and believe the future as well. For if it is the selfsame God Who dispenses both former things and present—both the things under the Old Law and those under grace—as indeed He is the selfsame, what reason would it have that He should chastise and punish them when they sinned, yet leave us unpunished when we stumble into these same things and sins far more grievous than theirs? I ask, therefore: Did the Jews commit fornication, and were they chastised? Did they murmur, and were they punished? There is every necessity to confess it. How then will He Who punished them overlook you when you dare the same things? That would have no reason. Yet have you not paid the penalty here? For this very reason above all believe that there is a Gehenna and punishment—because you have not paid the penalty here. For were not some vengeance laid up in store hereafter, you would not, after daring the same things