οὖσα, ἀλλ' οὐ χειροποίητος, οὔτε ἐπιτετηδευμένη. Διὰ τοῦτο καὶ ὑγείας ἀπέλαυον καθαρᾶς, καὶ κάλλος αὐταῖς ἀμήχανον ἦν, οὐδεμιᾶς ἀῤῥωστίας ἐνοχλούσης τῷ σώματι, ἀλλὰ πάσης βλακείας ἐκβεβλημένης. Οἱ γὰρ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ τὸ ἐν ἅπασιν αὐτουργεῖν βλακείαν μὲν ἀπήλαυνε πᾶσαν, εὐρωστίαν δὲ καὶ ὑγείαν μετὰ πολλῆς παρεῖχε τῆς ἀσφαλείας. Διὸ δὴ καὶ ποθεινότεραι τοῖς ἀνδράσιν ἦσαν, καὶ μᾶλλον ἐπέραστοι· οὐ γὰρ δὴ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν τούτοις βελτίω καὶ σωφρονεστέραν κατειργάσαντο. Καθημένη τοίνυν ἐπὶ τῆς καμήλου καὶ φθάσασα εἰς τὴν χώραν, πρὶν αὐτὴν ἐλθεῖν ἐγγὺς, ἀναβλέψασα εἶδε τοῖς ὀφθαλμοῖς τὸν Ἰσαὰκ, καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου. Εἶδες ἰσχύν; εἶδες εὐεξίαν; Κατεπήδησεν ἀπὸ τῆς καμήλου. Οὕτως αὐταῖς ῥώμη πολλὴ μετὰ σωφροσύνης ἦν. Καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ; Εἶπε δὲ ὁ παῖς· Ὁ κύριός μου. Εἶτα λαβοῦσα τὸ θέριστρον περιεβάλετο. Ὅρα πανταχοῦ τὴν σωφροσύνην αὐτῆς μαρτυρουμένην, πῶς ἦν αἰσχυντηρὰ, πῶς ἦν αἰδέσιμος. Καὶ ἔλαβεν αὐτὴν ὁ Ἰσαὰκ, καὶ ἐγένετο αὐτῷ εἰς γυναῖκα καὶ ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ. Οὐχ ἁπλῶς δὲ ταῦτα εἴρηται, ὅτι ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη περὶ τῆς Σάῤῥας τῆς μητρὸς αὐτοῦ, ἀλλ' ἵνα μάθῃς τοῦ φίλτρου καὶ τῆς ἀγάπης τὰς ὑποθέσεις, ἃς οἴκοθεν ἔχουσα ἦλθεν ἡ γυνή. Τίς γὰρ τὴν τοιαύτην οὐκ ἂν ἠγάπησε, τὴν οὕτω σώφρονα, τὴν οὕτω κοσμίαν, τὴν οὕτω φιλόξενον καὶ φιλάνθρωπον καὶ ἥμερον, τὴν ἀνδρείαν μὲν κατὰ τὴν ψυχὴν, ῥωμαλέαν δὲ κατὰ τὸ σῶμα; Ταῦτα εἶπον, οὐχ ἵνα ἀκούσητε, οὐδ' ἵνα ἀκούσαντες ἐπαινέσητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε. Καὶ πατέρες μὲν, τὴν πρόνοιαν τοῦ πατριάρχου μιμεῖσθε, ἣν ἐποιεῖτο περὶ τοῦ λαβεῖν γυναῖκα ἄπλαστον, οὐ χρήματα ἐπιζητήσας, οὐ γένους λαμπρότητα, οὐ σώματος κάλλος, οὐκ ἄλλο οὐδὲν, ἀλλὰ ψυχῆς εὐγένειαν μόνον· μητέρες δὲ, οὕτω τὰς ἑαυτῶν ἀνατρέφετε θυγατέρας. Οἱ δὲ ἄγεσθαι αὐτὰς μέλλοντες νυμφίοι, μετὰ τοσαύτης αὐτὰς ἄγετε κοσμιότητος, χορείας μὲν καὶ γέλωτας καὶ ῥήματα αἰσχρὰ, καὶ σύριγγας καὶ αὐλοὺς, καὶ τὴν διαβολικὴν φαντασίαν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ἐξορίζοντες, τὸν Θεὸν δὲ ἀεὶ παρακαλοῦντες μεσίτην γενέσθαι τῶν πραττομένων ἁπάντων. Ἂν γὰρ οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν, οὐκ ἀποστάσιον ἔσται ποτὲ, οὐ μοιχείας ὑποψία, οὐ ζηλοτυπίας πρόφασις, οὐ μάχη καὶ ἔρις, ἀλλὰ πολλῆς μὲν ἀπολαυσόμεθα τῆς εἰρήνης, πολλῆς δὲ τῆς ὁμονοίας· ταύτης δὲ οὔσης, καὶ αἱ ἄλλαι πάντως ἕψονται ἀρεταί. Ὥσπερ γὰρ, γυναικὸς πρὸς ἄνδρα στασιαζούσης, οὐδὲν ὑγιὲς ἔσται ἐπὶ τῆς οἰκίας, κἂν ἅπαντα τὰ ἄλλα κατὰ ῥοῦν φέρηται πράγματα· οὕτως ὁμονοούσης καὶ εἰρηνευούσης, οὐδὲν ἔσται ἀηδὲς, κἂν μυρίοι χειμῶνες καθ' ἑκάστην τίκτωνται τὴν ἡμέραν. Ἂν οὕτως οἱ γάμοι γένωνται, καὶ τὰ παιδία μετὰ πολλῆς τῆς εὐκολίας εἰς ἀρετὴν ἀγαγεῖν δυνησόμεθα, Ὅταν γὰρ ἡ μήτηρ οὕτως ᾖ κοσμία, καὶ σώφρων, καὶ πᾶσαν ἀρετὴν κεκτημένη, πάντως καὶ τὸν ἄνδρα ἑλεῖν δυνήσεται καὶ χειρώσασθαι τῷ περὶ αὐτὴν πόθῳ· ἑλοῦσα δὲ αὐτὸν, μετὰ πολλῆς ἕξει τῆς προθυμίας βοηθοῦντα πρὸς τὴν τῶν παίδων ἐπιμέλειαν, καὶ τὸν Θεὸν οὕτως ἐπισπάσεται πρὸς τὴν αὐτὴν ταύτην πρόνοιαν· ἐκείνου δὲ συνεφαπτομένου τῆς καλῆς ταύτης οἰκονομίας, καὶ τὰς ψυχὰς τῶν παίδων ἀσκοῦντος, οὐδὲν ἀηδὲς ἔσται λοιπὸν, ἀλλὰ καὶ τὰ τῆς οἰκίας εὖ διακείσεται, τῶν ἀρχόντων οὕτω διακειμένων· καὶ μετὰ τῆς οἰκίας οὕτως ἕκαστος δυνήσεται, τῆς ἑαυτοῦ γυναικὸς λέγω, καὶ παίδων καὶ οἰκετῶν, καὶ τὸν ἐνταῦθα μετὰ ἀδείας ἁπάσης διανύ-
not artificial or contrived. On this account they both enjoyed pure health and possessed marvellous beauty, with no infirmity troubling their body, and all indolence cast out. For labours and hardships and working with their own hands in all things drove away all indolence, and furnished vigour and health with great security. Wherefore indeed they were more desirable to their husbands and more lovable; for by these means they rendered not the body alone, but the soul as well, better and more temperate. Sitting upon the camel, therefore, and arriving in the land, before she came near she lifted up her eyes, saw Isaac, and sprang down from the camel. Did you see her strength? Did you see her vigour? She sprang down from the camel! So great was their robustness joined with modesty. And she said to the servant: Who is yonder man walking in the field? And the servant said: My master. Then she took her veil and wrapped herself. Behold everywhere her modesty attested—how bashful she was, how reverent! And Isaac took her, and she became his wife, and he loved her; and he was comforted concerning Sarah his mother. Not without purpose are these things said—that he loved her and was comforted concerning Sarah his mother—save that you may learn the grounds of affection and love which the woman brought with her from home. For who would not have loved such a woman—so chaste, so orderly, so hospitable, humane, and gentle, courageous in soul and stalwart in body? These things I have spoken, not that you may hear merely, nor that having heard you may praise, but that you may emulate them as well. Fathers, imitate the forethought of the patriarch which he exercised in taking an unaffected wife—seeking neither wealth, nor splendour of birth, nor beauty of body, nor aught else, save nobility of soul alone; and mothers, rear your own daughters in this manner. And you bridegrooms who are about to take them in marriage, wed them with such seemliness, banishing dances, laughter, shameful speech, pan-pipes, flutes, diabolical pageantry, and all other such things, while ever calling upon God to become the mediator of all that is done. For if we thus order our own affairs, there will never be a bill of divorce, nor suspicion of adultery, nor pretext for jealousy, nor fighting and strife, but we shall enjoy abundant peace and abundant concord; and where this exists, all the other virtues will surely follow. For just as when a wife is at variance with her husband nothing in the household will be sound, even if all other affairs run smoothly with the stream; so when she lives in concord and peace, nothing will be irksome, even if ten thousand storms be bred every day. If marriages take place in this way, we shall also be able with great ease to lead our children to virtue; for when a mother is thus orderly, chaste, and possessed of every virtue, she will by all means be able to win over her husband and captivate him by his longing for her; and having won him, she will have him eagerly aiding her in the care of the children, and thus will draw God also towards this same provident care. And when He shares in this noble stewardship, and he trains the souls of the children, nothing unpleasant will remain, but the affairs of the household will be well disposed when its rulers are thus disposed; and with his household—his own wife, I mean, and children and servants—each man will thus be able both to pass through pre-