Migne Reading Room

PG 51 · cols. 235–238 bis · Read from the page

Laus Maximi, et quales ducendae sint uxores (De matrimonio Hom. III / Hom. XX)

Laus Maximi, et quales ducendae sint uxores (De matrimonio Hom. III / Hom. XX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:235Read from the page
ἀνεῳγμένην· ἵνα μὴ πόλεμος ᾖ καὶ μάχη, τοῦ ἀνδρὸς προϊεμένου τὰ ὄντα, καὶ τὸν πατέρα μιμουμένου, καὶ τοὺς ξένους ὑποδεχομένου· ταύτης δὲ σμικρολογουμένης τε καὶ μὴ ἀνεχούσης, καὶ κωλυούσης, ὃ πολλάκις ἐν πολλαῖς οἰκίαις εἴωθε γίνεσθαι· ἐντεῦθεν ἤδη βούλομαι μαθεῖν εἰ φιλόξενός ἐστι· καὶ γὰρ ἐντεῦθεν ἡμῖν ἅπαντα γέγονε τὰ ἀγαθά. Οὕτω τὸν νυμφίον ἐκτήσατο ὁ δεσπότης ὁ ἐμός· οὕτω πατὴρ ἐγένετο, μόσχον ἔθυσε, καὶ παιδίον ἔλαβεν, ἄλευρα ἔφυρε, καὶ κατὰ τὸ πλῆθος τῶν ἄστρων τοὺς ἐκγόνους αὐτῷ ὑπέσχετο δώσειν ὁ Θεός. Ἐπεὶ οὖν ἐντεῦθεν ἡμῖν καὶ τῇ οἰκίᾳ ἅπαντα γέγονε τὰ ἀγαθὰ, τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητῶ. Μὴ γὰρ τοῦτο ἴδωμεν, ὅτι ὕδωρ ἐπεζήτησεν, ἀλλ' ἐκεῖνο σκοπήσωμεν, ὅτι σφόδρα φιλοξένου ψυχῆς, μὴ μόνον δοῦναι τὸ αἰτηθὲν, ἀλλὰ καὶ πλέον ὧν ᾔτησε παρασχεῖν. Καὶ ἐγένετο, φησὶ, πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα, ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο, καὶ τὸ προφητικὸν ἐκεῖνο ἐπληροῦτο· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Τοιαῦται τῶν γενναίων ἀνδρῶν αἱ εὐχαί· πρὸ τοῦ τέλους πείθουσι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ σὺ τοίνυν, ἐπειδὰν μέλλῃς γυναῖκα ἄγεσθαι, μὴ πρὸς ἀνθρώπους καταφύγῃς, μηδὲ πρὸς γυναῖκας ἐμπορευομένας τὰς ἀλλοτρίας συμφορὰς, καὶ ζητούσας ἓν μόνον, ὅπως αὐταὶ μισθὸν λάβωσιν· ἀλλὰ κατάφυγε ἐπὶ τὸν Θεόν. Οὐκ ἐπαισχύνεταί σου γενέσθαι νυμφαγωγός. Αὐτὸς ὑπέσχετο καὶ εἶπε· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ μὴ λέγε, Πῶς δύναμαι τὸν Θεὸν ἰδεῖν; μὴ γὰρ ἀφεῖναί μοι φωνὴν ἔχει, καὶ διαλεχθῆναι φανερῶς, ἵνα προσελθὼν ἐρωτήσω; Ἀπίστου ταῦτα ψυχῆς. Καὶ γὰρ ὀξέως καὶ χωρὶς φωνῆς πάντα, ὅσα ἂν θέλῃ, δύναται κατασκευάζειν ὁ Θεός· ὃ δὴ καὶ ἐπὶ τούτου γέγονεν. Οὐδὲ γὰρ φωνὴν ἤκουσεν, οὐδὲ ὄψιν τινὰ εἶδεν· ἀλλ' ἐπὶ πηγῇ ἑστὼς ηὔξατο, καὶ ταχέως ἐπέτυχεν. Ἐγένετο γὰρ πρὶν ἢ συντελέσαι λαλοῦντα αὐτὸν, φησὶ, Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουὴλ τῷ υἱῷ Μελχᾶς, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων· ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Τί μοι λέγεις τὴν εὐμορφίαν τοῦ σώματος; Ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς σωφροσύνης, ἵνα μάθῃς τὸ κάλλος τὸ ἐν τῇ ψυχῇ. Θαυμαστὸν μὲν γὰρ τὸ σωφρονεῖν· πολλῷ δὲ θαυμαστότερον, ὅταν μετ' εὐμορφίας τοῦτο γίνηται. Διὰ τοῦτο καὶ περὶ τοῦ Ἰωσὴφ μέλλων ἡμῖν διηγεῖσθαι καὶ τῆς ἐκείνου σωφροσύνης, πρότερον τὴν εὐμορφίαν τοῦ σώματος τέθεικεν, εἰπών· Καλὸς ἦν τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα· καὶ τότε τὴν σωφροσύνην αὐτοῦ διηγήσατο δεικνὺς, ὅτι τὸ κάλλος αὐτὸν εἰς ἀσέλγειαν οὐ προήγαγεν. Οὔτε γὰρ τὸ κάλλος πορνείας αἴτιον, οὔτε ἡ ἀμορφία σωφροσύνης πάντως. Πολλαὶ γὰρ κατὰ τὴν ὥραν τοῦ σώματος λάμψασαι, μειζόνως κατὰ τὴν σωφροσύνην ἔλαμψαν· ἄλλαι πάλιν αἰσχραὶ καὶ δυσειδεῖς οὖσαι, αἰσχρότεραι κατὰ τὴν ψυχὴν ἐγένοντο, μυρίαις ῥυπωθεῖσαι πορνείαις. Οὐ γὰρ ἡ φύσις τοῦ σώματος, ἀλλ' ἡ προαίρεσις τῆς ψυχῆς καὶ τούτου κἀκείνου αἰτία.
open—lest there be war and strife when the husband lavishes his substance, imitating his father and welcoming strangers, while she is niggardly, intolerant, and hinders him, as is wont to happen oftentimes in many households: hence at the very outset I wish to learn whether she is hospitable; for from this source all blessings have come to us. Thus did my master gain the bridegroom; thus did he become a father: he slaughtered a calf and received a child; he kneaded meal, and God promised to give him descendants according to the multitude of the stars. Since, therefore, all blessings have come thence to us and to our house, this I seek before all other things. For let us not look merely at this, that he asked for water, but let us consider that it belongs to an exceedingly hospitable soul not only to give what was asked, but also to furnish more than he requested. And it came to pass, it says, before he had finished speaking, behold, Rebekah came forth; and that prophetic word was fulfilled: While you are yet speaking, I will say, Behold, here I am. Such are the prayers of noble men: before their close they persuade God to assent to what is spoken. Do you also, therefore, whenever you are about to take a wife, not flee for refuge to men, nor to women who traffic in others' misfortunes and seek one thing alone, how they themselves may receive hire; but flee for refuge to God. He is not ashamed to become your bridal conductor. He Himself promised and said: Seek the kingdom of heaven, and all these things shall be added to you. And do not say: How am I able to see God? Can He utter an audible voice to me and converse openly, that I may draw near and ask? Such words belong to an unbelieving soul. For swiftly and without a voice God is able to bring to pass whatsoever He wills—which very thing came to pass in this man's case as well. For he neither heard a voice nor saw any vision, but standing by a fountain he prayed, and swiftly obtained his request. For it came to pass, it says, before he had finished speaking, Rebekah came forth, who was born to Bethuel the son of Milcah, having her pitcher upon her shoulders; and the virgin was very fair to look upon; she was a virgin, neither had any man known her. Why do you tell me of the comeliness of her body? That you may learn the surpassing excellence of her chastity, that you may learn the beauty within her soul. For it is indeed wondrous to be chaste, yet far more wondrous when this goes hand in hand with bodily comeliness. Wherefore also, when about to relate to us concerning Joseph and his chastity, Scripture first set down the comeliness of his body, saying: He was goodly in form, and exceeding fair to look upon; and then it recounted his chastity, showing that beauty did not lead him on into wantonness. For neither is beauty the cause of fornication, nor is deformity by all means the cause of chastity. For many women who shone in the bloom of the body shone still more in chastity; while others again, being unsightly and ill-favoured, became still baser in soul, defiled with ten thousand fornications. For not the nature of the body, but the free choice of the soul is the cause both of the one and of the other.
ϛʹ. Οὐχ ἁπλῶς δὲ δεύτερον αὐτὴν παρθένον εἶπεν. Εἰπὼν γὰρ, Παρθένος ἦν, ἐπήγαγε· Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ἐπειδὴ γὰρ πολλαὶ παρθένων τὸ σῶμα ἀδιάφθορον τηροῦσαι, τὴν ψυχὴν πολλῆς ἀκολασίας πληροῦσι, καλλωπιζόμεναι, μυρίους
6. And not without reason did he call her a virgin a second time. For having said, She was a virgin, he added: She was a virgin, neither had any man known her. For since many among virgins, while keeping their body uncorrupted, fill their soul with much licentiousness, adorning themselves, drawing ten thousand
PG 51:236Read from the page
πανταχόθεν ἐπισπώμεναι ἐραστὰς, καὶ τοὺς τῶν νέων ὀφθαλμοὺς ἀναπτεροῦσιν, ἐνέδρας τιθεῖσαι καὶ βάραθρα, δεικνὺς ὁ Μωϋσῆς ὅτι οὐχ αὕτη τοιαύτη, ἀλλ' ἑκατέρωθεν ἦν παρθένος, ἀπό τε σώματος, ἀπό τε ψυχῆς, φησὶ, Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Καίτοι γε πολλὰς εἶχεν ἀφορμὰς τοῦ γνωρισθῆναι ἀνδράσι· πρῶτον μὲν, τὸ κάλλος τοῦ σώματος· δεύτερον δὲ, ὁ τῆς διακονίας τρόπος. Εἰ μὲν γὰρ ἐν θαλάμῳ διηνεκῶς ἐκάθητο, καθάπερ αἱ νῦν παρθένοι, καὶ μηδέποτε εἰς ἀγορὰν ἐνέβαλεν, μηδὲ ἐξῄει τὴν οἰκίαν τὴν πατρῴαν, οὐδὲν τοσοῦτον ἦν εἰς ἐγκώμιον λέγεσθαι περὶ αὐτῆς, ὅτι ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ὅταν δὲ ἴδῃς αὐτὴν εἰς ἀγορὰν ἐξιοῦσαν, καθ' ἑκάστην ἡμέραν ὑδροφορεῖν ἀναγκαζομένην, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, εἶτα μηδενὶ γνώριμον οὖσαν ἀνδρὶ, τότε μάλιστα αὐτῆς δυνήσῃ κατιδεῖν τὸ ἐγκώμιον. Εἰ γὰρ ὀλιγάκις εἰς ἀγορὰν παραβάλλουσα παρθένος, καὶ δυσειδὴς οὖσα καὶ ἄμορφος, πολλῶν ἑπομένων θεραπαινίδων, ἀπὸ τῶν ἐξόδων τούτων διεφθάρη τὸ ἦθος πολλάκις· ἡ καθ' ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ' εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλλοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφροσύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι; Καταβᾶσα τοίνυν ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν τοῦ ὕδατος, καὶ ἀνέβη· καὶ ἔδραμεν ὁ παῖς εἰς συνάντησιν αὐτῆς, καὶ εἶπε· Πότισόν με μικρὸν ἐκ τῆς ὑδρίας σου. Ἡ δὲ εἶπε· Πίε, κύριε· καὶ ἔσπευσε, καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς, καὶ ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων· καὶ εἶπε· Καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. Καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσασθαι πάσαις ταῖς καμήλοις.
lovers from every side, and excite the eyes of young men, laying snares and pitfalls, Moses, showing that she was not such, but was a virgin in both respects—both in body and in soul—says: She was a virgin, neither had any man known her. And yet she had many occasions for becoming known to men: first, the beauty of her body; and second, the manner of her ministry. For had she sat continually in an inner chamber, like virgins nowadays, and never ventured into the market-place, nor gone forth from her father's house, it would have been no such great matter for praise to be said of her that no man had known her. Yet when you see her going forth to the market-place, compelled every day to carry water—once, twice, and oftentimes—and yet known to no man, then above all will you be able to perceive her praise. For if a virgin who rarely steps out into the market-place, even when ill-favoured and uncomely and attended by many handmaids, has oftentimes had her character corrupted by those goings forth, how should she who went out alone every day from her father's house—and not merely into the market-place, but resorting to the fountain and drawing water where many others must needs gather—not be worthy of ten thousand admirations, seeing that her character was corrupted neither by her continual goings forth, nor by her comely aspect, nor by the multitude of those resorting thither, nor from any other quarter whatever, but that she remained uncorrupted in body and soul, preserving chastity more strictly than women sitting in the women's apartments, and showing herself such as Paul seeks when he says: That she may be holy both in body and in spirit? Going down, therefore, to the fountain, she filled her pitcher with water and came up; and the servant ran to meet her, and said: Give me to drink a little water from your pitcher. And she said: Drink, my lord; and she hastened, and let down her pitcher upon her arm, and gave him drink until he ceased drinking; and she said: For your camels also will I draw water, until they all have drunk. And she hastened and emptied her pitcher into the trough, and ran again to the well to draw and fetch water for all the camels.
Πολλὴ μὲν τῆς γυναικὸς ἡ φιλοξενία, πολλὴ δὲ ἡ σωφροσύνη, καὶ ἀμφότερα ταῦτα καὶ ἀφ' ὧν ἐποίησε, καὶ ἀφ' ὧν εἶπε, μάλιστα ἔστι καταμαθεῖν. Εἶδες πῶς οὔτε ἡ σωφροσύνη τὴν φιλοξενίαν ἐλυμήνατο, οὔτε ἡ φιλοξενία τὴν σωφροσύνην διέφθειρε; Τὸ μὲν γὰρ μὴ προτέραν ἐπιδραμεῖν, μηδὲ προσειπεῖν τὸν ἄνδρα, σωφροσύνης ἦν· τὸ δὲ αἰτηθεῖσαν μὴ ἀνανεῦσαι, μηδὲ ἀρνήσασθαι, φιλοξενίας καὶ φιλανθρωπίας πολλῆς. Ὥσπερ γὰρ εἰ προτέρα προσέδραμε, καὶ μηδὲν εἰπόντι διελέχθη, ἰταμότητος ἦν καὶ ἀναισχυντίας· οὕτως, εἰ παρακαλέσαντα διεκρούσατο, ὠμότητος ἦν καὶ ἀπανθρωπίας. Νῦν δὲ οὐδέτερον τούτων ἐποίησεν· οὔτε διὰ τὴν σωφροσύνην τὴν φιλοξενίαν ἐλυμήνατο, οὐδ' αὖ πάλιν διὰ τὴν φιλοξενίαν τὸ τῆς σωφροσύνης ἐγκώμιον ὑπετέμετο, ἀλλ' ὁλόκληρον ἑκατέραν ἐπεδείξατο τὴν ἀρετὴν, τῷ μὲν ἀναμεῖναι τὴν αἴτησιν τὴν σωφροσύνην ἐπιδεικνυμένη, τῷ δὲ παρασχεῖν μετὰ τὴν αἴτησιν τὴν φιλοξενίαν τὴν ἄφατον. Καὶ γὰρ ἀφάτου φιλοξενίας ἦν, τὸ μὴ μόνον ὅπερ ᾔτησε δοῦναι, ἀλλὰ καὶ πλέον τι παρασχεῖν τῶν αἰτηθέντων. Εἰ δὲ ὕδωρ ἦν τὸ διδόμενον, τούτου κυρία ἦν τότε. Τοὺς δὲ φιλοξένους οὐκ ἀπὸ τῆς πολυτελείας τῶν διδομένων, ἀλλ' ἀπὸ τῆς δυνάμεως, ἧς παρέχουσι, κρίνειν εἰώθα-
Great was the woman's hospitality, and great her modesty, and both of these may be learned above all both from what she did and from what she spoke. Did you see how neither did her modesty mar her hospitality, nor her hospitality corrupt her modesty? For not to run up first or address the man belonged to modesty; whereas, on being asked, neither to demur nor to refuse belonged to great hospitality and humanity. For just as it would have been a mark of boldness and shamelessness had she run up first and conversed with him before he spoke a word, so too it would have been a mark of cruelty and inhumanity had she repulsed him when he entreated her. As it was, she did neither of these things: neither did she mar hospitality through modesty, nor again did she curtail the praise of modesty through hospitality, but displayed each virtue whole and entire—showing forth modesty by awaiting his request, and ineffable hospitality by supplying it after the request. For it belonged to ineffable hospitality not only to give what he asked, but also to furnish something more than what had been requested. And if what was given was water, of that alone was she mistress at that moment. And we are accustomed to judge the hospitable not by the costliness of the gifts bestowed, but by the ability wherewith they furnish them—
PG 51:237Read from the page
σιν· ἐπεὶ καὶ τὸν ποτήριον δόντα ψυχροῦ ὁ Θεὸς ἐπῄνεσε, καὶ τὴν δύο λεπτὰ καταβαλοῦσαν πάντων πλέον καταβεβληκέναι ἔφη, ἐπειδὴ πάντα, ἅπερ εἶχε, τότε κατέβαλεν. Οὕτω καὶ αὕτη τούτοις τὸν γενναῖον ἐκεῖνον ἐξένισεν, ὧν οὐδὲν εἶχε πλέον αὐτῷ παρασχεῖν. Οὐχ ἁπλῶς δὲ πρόςκειται τὸ, Ἔσπευσε, καὶ ἔδραμε, καὶ ὅσα τοιαῦτα, ἀλλ' ἵνα μάθῃς τὴν προθυμίαν, μεθ' ἧς ἐποίει τὸ πρᾶγμα, οὐκ ἄκουσα, οὐδὲ ἀναγκαζομένη, οὐδὲ δυσχεραίνουσα, οὐδὲ ἀγανακτοῦσα. Καὶ ὅτι οὐ μικρὸν τοῦτό ἐστι, πολλάκις παριόντα τινὰ στῆναι μικρὸν ᾐτήσαμεν δᾷδα κατέχοντα, ἵνα ἅψωμεν, ἢ ὕδωρ βαστάζοντα, ὥστε ἀποπιεῖν, καὶ οὐκ ἠνέσχετο, ἀλλ' ἐδυσχέρανεν· ἐκείνη δὲ οὐ μόνον ἀπέκλινεν αὐτῷ τὴν ὑδρίαν, ἀλλὰ καὶ ταῖς καμήλοις πάσαις ὑδρεύσατο, πόνον τοσοῦτον ἀνασχομένη, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰς τὴν φιλοξενίαν εἰσενεγκοῦσα μετὰ πολλῆς προσηνείας· οὐ γὰρ τὸ ποιῆσαι μόνον, ἀλλὰ καὶ τὸ προθύμως, δείκνυσιν αὐτῆς τὴν ἀρετήν· κύριον καλεῖ ἄνθρωπον ἀγνῶτα καὶ τότε φανέντα πρῶτον. Καὶ καθάπερ ὁ κηδεστὴς αὐτῆς Ἀβραὰμ οὐκ ἠρώτα τοὺς παριόντας, Τίνες τέ ἐστε, καὶ πόθεν; καὶ ποῦ πορεύεσθε; καὶ πόθεν ἥκατε; ἀλλ' ἁπλῶς τὴν φιλοξενίαν ἐκαρποῦτο· οὕτω καὶ αὕτη οὐκ εἶπε, Τίς εἶ, καὶ πόθεν, καὶ τίνος ἕνεκεν παραγέγονας; ἀλλὰ καρπωσαμένη τὴν εὐπορίαν τῆς φιλοξενίας, τὰ περιττὰ πάντα ἀφῆκε. Καὶ γὰρ οἱ μαργαρίτας ὠνούμενοι, καὶ χρυσίον λαμβάνοντες, ἓν τοῦτο ζητοῦσι μόνον, ὅπως κερδαίνοιεν ἀπὸ τῶν ἐχόντων τὰ χρήματα οὐχ ὅπως αὐτοὺς περιεργάσοιντο· καὶ αὕτη τοῦτο μόνον ζητεῖ, ὅπως δέξηται τὸν τῆς φιλοξενίας καρπὸν, ὅπως λάβοι τὸν μισθὸν ἀπηρτισμένον. ᾜδει τοῦτο σαφῶς, ὅτι ὁ ξένος μάλιστα πάντων αἰσχύνεται· διὰ τοῦτο δεῖται πολλῆς τῆς φιλοφροσύνης, καὶ ἀπεριεργάστου τῆς σωφροσύνης· ἂν τοίνυν μέλλωμεν αὐτὸν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, ὀκνεῖ καὶ ἀναδύεται, καὶ ἀηδῶς προσέρχεται. Διὰ τοῦτο οὐδὲ αὕτη τοῦτο ἐποίησεν ἐπὶ τούτου, οὐδὲ ἐπὶ τῶν ξένων ὁ κηδεστὴς ὁ ταύτης, ἵνα μὴ τὴν θήραν ἀποσοβήσῃ· ἀλλ' ἐθεράπευε τοὺς παριόντας μόνον, καὶ καρπούμενος δι' αὐτῶν ὅπερ ἐβούλετο, οὕτως αὐτοὺς ἐξέπεμπε.
since God praised even him who gave a cup of cold water, and declared that she who cast in two mites had cast in more than all, because she then cast in all that she had. Thus she too entertained that noble man with those things beyond which she had nothing more to furnish him. Nor is it without purpose that Scripture adds, She hastened, and She ran, and all such expressions, save that you may learn the readiness wherewith she did the deed—not unwillingly, nor under compulsion, nor grudgingly, nor with vexation. And to show that this is no small thing: oftentimes we have asked some passer-by holding a torch to stand still a little that we might kindle ours, or one carrying water that we might take a draught, and he would not bear with it, but grew vexed; whereas she not only lowered her pitcher for him, but also drew water for all his camels, enduring so great a toil and bringing the ministry of her own body to hospitality with great gentleness. For not merely the doing of it, but doing it eagerly, demonstrates her virtue: she calls a man 'lord' who was a stranger and then seen for the first time. And just as her father-in-law Abraham did not question passers-by, Who are you, and whence? And whither are you bound? And whence have you come? but simply reaped the fruit of hospitality; even so she too did not say, Who are you, and whence, and on what account have you come? but, reaping the wealth of hospitality, she left aside all superfluous inquiries. For merchants who buy pearls and receive gold seek this one thing alone, how they may win gain from those who hold the goods, not how they may pry into their affairs; and she seeks this alone, how she may receive the fruit of hospitality, how she might obtain the reward complete. She knew this clearly, that a stranger feels shyness most of all, and therefore stands in need of great kindliness and an uninquisitive modesty; so if we set about prying into him and meddling, he shrinks back, draws away, and approaches reluctantly. Wherefore neither did she do this in his case, nor did her father-in-law in the case of strangers, lest he scare away the quarry; but he simply tended passers-by, and having reaped through them what he wished, so sent them on their way.
ηʹ. Διὰ τοῦτο καὶ ἀγγέλους ποτὲ ὑπεδέξατο· ὡς εἴ γε περιειργάζετο, ἠλαττώθη ἂν αὐτῷ ὁ ἐπικείμενος μισθός. Καὶ γὰρ θαυμάζομεν αὐτὸν, οὐχ ὅτι ἀγγέλους ὑπεδέξατο, ἀλλ' ὅτι ἀγνοῶν ὑπεδέξατο. Εἰ μὲν γὰρ εἰδὼς ἐθεράπευσεν, οὐδὲν θαυμαστὸν ἐποίει, τῆς ἀξίας τῶν ὑποδεχθέντων καὶ τὸν σφόδρα λίθινον καὶ ἀπηνῆ καταναγκαζούσης φιλάνθρωπον γενέσθαι καὶ ἥμερον· τὸ δὲ θαυμαστὸν τοῦτο ἦν, ὅτι ὁδίτας τινὰς αὐτοὺς εἶναι νομίζων, τοσαύτην ἐπ' αὐτοῖς ἐπεδείξατο τὴν θεραπείαν. Τοσαύτη καὶ αὕτη ἦν· οὐκ οἶδεν τίς ἦν, οὐδὲ ἐπὶ τί παρεγένετο, οὐδὲ ὅτι αὐτὴν μνηστευσόμενος ἦλθεν, ἀλλὰ ξένον τινὰ καὶ ὁδοιπόρον ἐνόμισε. Διὰ τοῦτο μείζων αὐτῇ ὁ μισθὸς τῆς φιλοξενίας ἐγίνετο, ὅτι τὸν οὐδαμόθεν ὄντα γνώριμον μετὰ τοσαύτης ὑπεδέξατο εὐνοίας, ὁμοῦ καὶ τὴν σωφροσύνην διατηροῦσα. Οὐδὲ γὰρ ἀναισχύντως, οὐδὲ ἰταμῶς, οὔτε ἀναγκάζουσα, οὔτε ὀργιζομένη, ἀλλὰ μετὰ τῆς προσηκούσης σεμνότητος τοῦτο ἐποίει. Τοῦτο γὰρ αὐτὸ ᾐνίξατο ὁ Μωϋσῆς λέγων· Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν, καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ. Τί ἐστι, Κατεμάν-
8. Wherefore he also once welcomed angels; whereas had he pried curiously, the reward laid up for him would have been diminished. For we marvel at him not because he welcomed angels, but because he welcomed them unawares. Had he tended them knowingly, he would have done nothing wondrous, since the dignity of his guests would have compelled even an exceedingly stony and harsh man to become humane and gentle; what was wondrous was this, that supposing them to be certain wayfarers, he displayed such hospitable service towards them. Such was she as well: she knew not who he was, nor wherefore he had arrived, nor that he had come to woo her in marriage, but supposed him some stranger and traveller. On this account the reward of hospitality grew greater for her, in that she welcomed with such goodwill one known to her from no quarter, while at the same time preserving her modesty. For neither shamelessly, nor forwardly, nor by constraint, nor in anger, but with befitting dignity did she do this. For Moses hinted at this very thing when he said: And the man closely observed her, and held his peace to know whether the Lord had prospered his way. What is meant by, He closely ob-
PG 51:238Read from the page
θανεν αὐτήν; Καὶ σχῆμα, καὶ βάδισμα, καὶ βλέμμα, καὶ ῥῆμα, καὶ πάντα ἀκριβῶς ἐξήταζεν, ἀπὸ τῶν τοῦ σώματος κινημάτων τὴν ἕξιν τῆς ψυχῆς καταμανθάνων. Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ δευτέραν προσάγει πεῖραν. Ἐπειδὴ γὰρ ἐπότισεν αὐτὸν, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' εἶπεν αὐτῇ, Τίνος θυγάτηρ εἶ, ἀνάγγειλόν μοι, καὶ εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος τοῦ καταλῦσαι; Τί οὖν ἐκείνη; Ἀνεξικάκως καὶ πράως καὶ τὸν πατέρα εἶπε, καὶ οὐκ ἠγανάκτησε, λέγουσα· Σὺ δέ τις εἶ ὁ πολυπραγμονῶν, καὶ ζητῶν, καὶ τὴν οἰκίαν περιεργαζόμενος; ἀλλὰ τί; Θυγάτηρ Βαθουήλ εἰμι ἐγὼ υἱοῦ Μελχᾶς, ὃν ἔτεκεν τῷ Ναχώρ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμῖν, καὶ τόπος τοῦ καταλῦσαι. Ὥσπερ ἐπὶ τοῦ ὕδατος, πλέον ὧν ᾔτησεν ἔδωκεν· ὁ μὲν γὰρ πιεῖν ᾔτησε μόνον, ἡ δὲ καὶ τὰς καμήλους ὑπέσχετο ποτίζειν, καὶ ἐπότισεν· οὕτω καὶ ἐνταῦθα· αὐτὸς τόπον ᾔτησε μόνον, ἡ δὲ καὶ ἄχυρα καὶ χορτάσματα καὶ ἄλλα πολλὰ, διὰ τούτων πάντων αὐτὸν ἐκκαλουμένη, καὶ πρὸς τὴν οἰκίαν ἕλκουσα, ἵνα τὸν τῆς φιλοξενίας καρπώσηται μισθόν. Ταῦτα δὲ μὴ παρέργως μηδὲ ἁπλῶς ἀκούωμεν, ἀλλ' ἡμᾶς αὐτοὺς καθ' ἑαυτοὺς ἐννοοῦντες, καὶ τούτοις παραβάλλοντες, οὕτως εἰσόμεθα τὴν ἀρετὴν τῆς γυναικός. Πολλάκις γοῦν γνωρίμους τινὰς καὶ ἐπιτηδείους ὑποδεχόμενοι δυσχεραίνομεν, κἂν μίαν ἢ δευτέραν ἡμέραν ἐνδιατρίψωσι, βαρυνόμεθα· αὕτη δὲ τὸν ἀγνῶτα καὶ ξένον μετὰ πολλῆς εἰς τὴν οἰκίαν εἷλκε τῆς προθυμίας, καὶ ταῦτα οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ καμήλοις τοσαύταις μέλλουσα παρέξειν τὴν θεραπείαν. Ἐπειδὴ δὲ εἰσῆλθε, σκόπει ἐντεῦθεν μᾶλλον αὐτοῦ τὴν σύνεσιν. Ὡς γὰρ παρέθηκε φαγεῖν αὐτῷ ἄρτους, φησίν· Οὐ μὴ φάγω, ἕως ὅτου λαλήσω τὰ ῥήματά μου.
served her? Her bearing, her gait, her glance, her speech—all things he examined with exactness, discerning the habit of her soul from the movements of her body. Nor was he content with these things alone, but applies a second test. For after she had given him drink, he did not stop there, but said to her: Whose daughter are you? Tell me, and whether there is room in your father's house for us to lodge. What then did she do? Patiently and meekly she told her father's name as well, and was not vexed, saying: And who are you, prying, questioning, and inquiring curiously about our house? Nay, what did she say? I am the daughter of Bethuel the son of Milcah, whom she bore to Nahor; and we have both straw and provender in abundance, and room to lodge in. Just as in the matter of the water she gave more than he asked—for he asked only to drink, while she promised to water the camels also, and did so—even so here as well: he asked for room alone, while she offered straw and provender and many other things, inviting him by all these means and drawing him towards the house, that she might reap the reward of hospitality. Let us not hear these things carelessly or casually, but examining ourselves by ourselves and comparing ourselves with them, so shall we know the woman's virtue. Oftentimes, at least, when we welcome certain acquaintances and friends, we chafe, and if they tarry one or two days, we feel burdened; whereas she drew the unknown stranger into the house with great eagerness, even though she was about to furnish attendance not to him alone, but to so many camels as well. And when he had entered, mark thenceforth still more his prudence. For when bread was set before him to eat, he says: I will in no wise eat until I have spoken my words.
Εἶδες πῶς ἦν ἐγρηγορὼς καὶ νήφων; Εἶτα, ἐπειδὴ εἰπεῖν ἐπέτρεψαν, ἴδωμεν πῶς αὐτοῖς διαλέγεται. Ἆρα ταῦτα εἶπε πρὸς αὐτοὺς τὰ ῥήματα, ὅτι δεσπότην ἔχοι περιφανῆ καὶ λαμπρὸν, παρὰ πάντων τιμώμενον, πολλῆς παρὰ τῶν ἐγχωρίων προεδρίας ἀπολαύοντα; καίτοι γε εἴπερ ἐβούλετο ταῦτα εἰπεῖν, οὐκ ἂν ἠπόρησε· καὶ γὰρ ἐν τάξει βασιλέως αὐτὸν οἱ ἐπιχώριοι ἐτίμων. Ἀλλ' ὅμως οὐδὲν τούτων εἶπεν, ἀλλὰ τὰ ἀνθρώπινα ταῦτα ἀφεὶς, ἀπὸ τῆς ἄνωθεν αὐτὸν ῥοπῆς ἐκόσμησεν οὕτω λέγων· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη, καὶ ἔδωκεν αὐτῷ πρόβατα, καὶ μόσχους, καὶ χρυσίον, καὶ ἀργύριον. Τὸν πλοῦτον εἶπεν, οὐχ ἵνα εὔπορον δείξῃ ὄντα, ἀλλ' ἵνα φιλόθεον· οὐ γὰρ ἀπὸ τοῦ κεκτῆσθαι, ἀλλ' ἀπὸ τοῦ παρὰ Θεοῦ ταῦτα αὐτὸν εἰληφέναι ἐγκωμιάσαι βούλεται· εἶτα περὶ τοῦ νυμφίου διαλεγόμενος· Καὶ ἔτεκε Σάῤῥα, ἡ γυνὴ τοῦ κυρίου μου, υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν. Ἐνταῦθά μοι καὶ τὸν τρόπον τῶν ὠδίνων ᾐνίξατο, δεικνὺς ὅτι καὶ ὁ τόκος ἀπὸ τῆς τοῦ Θεοῦ γέγονε προνοίας τῆς πρὸς ἐκεῖνον, οὐ κατὰ φύσεως ἀκολουθίαν. Καὶ σὺ τοίνυν ἄν τε νυμφίον, ἄν τε νύμφην ἐπιζητῇς, ταῦτα πρὸ τῶν ἄλλων ζήτει, εἰ θεοφιλής ἐστιν, εἰ πολλῆς ἄνωθεν ἀπολαύει τῆς εὐνοίας. Ἂν γὰρ ἐκεῖνα ᾖ, καὶ τὰ ἄλλα ἕπεται· τούτων δὲ οὐκ ὄντων, κἂν μετὰ πολλῆς τῆς ἀδείας αὐτοῖς ὑπάρχῃ τὰ βιωτικὰ, κέρδος οὐδέν. Εἶτα ἵνα μὴ λέγωσι, Τίνος οὖν ἕνεκεν οὐδεμίαν τῶν ἐπιχωρίων ἔλαβε γυναικῶν; Ὤρκισέ με, φησὶ, λέγων· Οὐ
Did you see how watchful and sober he was? Then, when they gave him leave to speak, let us see how he converses with them. Did he speak such words to them as that he had an illustrious and splendid master, honoured by all and enjoying high precedence among the inhabitants of the land? And yet, had he wished to say these things, he would not have been at a loss; for the people of the land honoured him in the rank of a king. Yet nevertheless he said none of these things, but leaving aside these human honours, he adorned him with the favour from above, speaking thus: I am Abraham's servant; the Lord has blessed my master greatly, and he is become exalted, and He has given him sheep, and calves, and gold, and silver. He mentioned his wealth not to show that he was affluent, but that he was God-loving; for he wishes to praise him not for possessing these things, but for having received them from God. Then, conversing about the bridegroom: And Sarah my master's wife bore one son to my master after he had grown old. Here, mark me, he hinted also at the manner of her travail, showing that the birth too came to pass by God's providence towards him, not according to the sequence of nature. Do you also, therefore, whether you seek a bridegroom or a bride, inquire into these things before all others—whether the person is dear to God, whether he enjoys abundant benevolence from above. For if those things be present, the rest follows as well; whereas if these be absent, even though worldly goods belong to them in great security, there is no gain. Then, lest they say, Wherefore then did he take none of the women of the land? My master made me swear, he says, saying: You shall not
PG 51:237 bisRead from the page
Sic et ista his bonum illum virum excepit xeniis, quae sola tum ad manum aderant. Nec temere additum est, quod festinans cucurrit, et similia, sed ut intelligas eam alacriter fecisse omnia, non aegre ac gravatim, nec invitam et coactae similem. Et ne id parvum putes, saepe aliquem praetereuntem rogavimus, ut paulisper gradum sisteret, summissaque sua face nostram accenderet, aut a bajulante aquam petiimus ut modicum inde bibere liceret : nec id facere sustinuit, sed tulit graviter : haec autem non modo summisit ei hydriam, sed camelis etiam omnibus aquam hausit affatim, labori non parcens, et suo corpore hospitalitati comiter subserviens : non enim factum hoc solum, verum etiam alacritas adjuncta virtutem puellae indicat, quae hominem ignotum et tum primum visum vocat dominum. Et sicut Abrahamus ipsius socer praetereuntes non interrogat, quinam sint et cujates, quove iter et unde faciant, sed simpliciter hospitalitati dat operam : ita et haec non sciscitatur, quis es et unde? qua de causa venis? sed hospitalitatis opes congregans, non est curiosa caeterorum. Etenim gemmarii et nummularii hoc unum curant, ut lucrum capiant ex iis cum quibus negotiantur, parum solliciti quales tandem illi sint : sic haec solum id quaerit, ut hospitalitatis fructum capiat, utque solidam ejus mercedem percipiat. Bene sciebat hospitem maxime verecundum esse, ideoque magnam ei comitatem exhibendam esse et modestiam non curiosam : quod si de rebus ejus percontemur immodice, tergiversari eum et gravatim accedere. Quapropter neque haec se ita gerit erga illum, neque ejus socer Abraham erga hospites, ne sic venationem suam absterreat : sed curatis praetereuntium corporibus et obsequutus suo animo, sic eos dimittit.
Thus she too welcomed that good man with these gifts of hospitality, which alone were then at hand. Nor was it added without purpose that she hastened and ran, and the like, but so that you may understand that she did everything cheerfully, not grudgingly or reluctantly, nor unwillingly and like one under compulsion. And lest you deem this a small matter, oftentimes we have asked a passer-by to stay his step a little while and lower his torch to light ours, or we have begged someone carrying water to let us drink a little therefrom, yet he could not bear to do so, but took it ill; whereas this maiden not only lowered her pitcher to him, but also drew water abundantly for all the camels, sparing no toil and graciously ministering to hospitality with her own body: for not this deed alone, but also the readiness joined with it reveals the virtue of the maiden, who addresses as lord a stranger seen then for the first time. And just as Abraham, her father-in-law, does not question passers-by as to who they are and from what country, or whither and whence they are journeying, but simply devotes himself to hospitality, so she too does not inquire, Who are you and whence? For what reason have you come? Rather, gathering up the riches of hospitality, she is not inquisitive about the rest. For jewellers and money-changers care for this one thing alone—to gain profit from those with whom they deal, troubling themselves little what sort of men they may be; even so she seeks this alone, that she may reap the fruit of hospitality and receive its solid reward. She knew full well that a stranger is exceedingly bashful, and that therefore great courtesy and an uninquisitive modesty ought to be shown him, whereas if we pry immoderately into his affairs, he hangs back and draws near reluctantly. Wherefore neither does she comport herself thus towards him, nor does her father-in-law Abraham towards his guests, lest he scare away his quarry; rather, having tended the bodies of passers-by and gratified his own generous spirit, so he sends them on their way.
8. Hoc pacto etiam angelos aliquando excepit, circa quos si fuisset curiosior, non parum decessisset mercedi ejus debitae (Gen. 18). Admiramur enim eum non quod exceperit angelos, sed quod nesciens esse angelos, exceperit. Nec enim mirandum si prudens ac sciens tractasset eos comiter, quorum dignitas quantumvis immane pectus ac saxeum ad humanitatem benignitatemque posset cogere : sed hoc meretur admirationem, quod viatores vulgares ratus tantum honoris eis habuit. Talis erat haec quoque : nesciebat hominem quisnam esset, aut curnam venisset, neque quod conciliaturus esset ipsius nuptias, sed viatorem unum aliquem putabat et hospitem. Idcirco uberior ei hospitalitatis merces contingit, quod modis omnibus ignotum tanta prosequuta sit benevolentia, servata interim et modestia. Neque enim effrena temeritate, neque vim afferens aut stomachabunda hoc faciebat, sed cum decoro ita ut par erat. Hoc enim ipsum Moses subindicat his verbis : Ille autem contemplabatur eam tacitus, scire volens utrum prosperum iter suum fecisset Dominus (Gen. 24. 21). Quid est, Contemplabatur eam? Et habitum, et incessum, et aspectum, et verba, omnia denique diligenter examinabat, ex corporis gestibus habitudinem animi colligens.
8. In this manner also he once welcomed angels; and had he been over-curious about them, no small part of the reward due to him would have been lost (Gen. 18). For we admire him not because he welcomed angels, but because he welcomed them without knowing that they were angels. Indeed, it would have been no wonder had he treated them courteously wittingly and knowingly, since their dignity could compel however savage and stony a breast to humanity and kindness; rather, what deserves admiration is that, deeming them ordinary wayfarers, he showed them so much honour. Such was this maiden also: she did not know who the man was, or wherefore he had come, or that he was about to arrange her marriage, but supposed him to be simply some traveller and stranger. Therefore a richer reward of hospitality falls to her lot, because she attended an utter stranger with such great goodwill while preserving her modesty all the while. For she did this neither with unbridled boldness, nor pushingly or peevishly, but with seemliness, just as was fitting. This very point Moses quietly indicates in these words: And the man gazed at her in silence, wishing to know whether the Lord had made his journey prosperous (Gen. 24:21). What does He gazed at her mean? Her bearing, her gait, her look, her words—in short, everything—he diligently examined, inferring the disposition of her soul from the gestures of her body.
PG 51:238 bisRead from the page
Nec his contentus, alterum experimentum adhibet. Accepto enim ab ea potu non destitit, sed rogare pergit : Cujus es filia, indica mihi : estne in domo patris tui locus quo possim divertere (Gen. 24. 23)? Quid illa ad haec? Patienter ac mansuete suum patrem indicat. Non dixit indignabunda : Tu vero quis es tam curiosus percontator etiam de nostris aedibus ; sed quid? Filia sum Bathuelis filii Melchae, quem Nachori peperit. Palearum quoque et foeni apud nos est copia, et locus ad divertendum (Ib. v. 24. 25). Sicut ante aquam petenti plusquam posceret obtulit : nam cum ille potum sibi soli petiisset, etiam camelis se praebituram est pollicita, et utique praebuit : sic etiam hic requirenti tantummodo diversorium, insuper de paleis ac foeno prospicit, deque aliis multis, alliciens eum his omnibus, et domum pertrahens, ut hospitalitatis fructum et mercedem capiat. Haec autem non obiter, neque negligenter audiamus, sed nosmetipsos considerantes, ad hoc exemplum conferamus : sic enim intelligemus virtutem hujus feminae. Saepenumero notos aliquos et necessarios excipientes aegre ferimus, et gravamur, si unum aut alterum diem commorati fuerint ; haec autem ignotum et hospitem magna alacritate domum pertraxit, praesertim cum non ipsi soli, sed tot camelis etiam offerret curam et ministerium. Postquam autem introgressus est hospitium, jam magis considera servi prudentiam. Apposita enim mensa, inquit, Non prius cibum capiam quam loquar verba mea (Gen. 24. 33). Vide quam vigilans fuerit et sobrius?
Not content with these tests, he applies a second trial. For after receiving drink from her he did not desist, but goes on to ask: Whose daughter are you? Tell me: is there room in your father's house for me to lodge (Gen. 24:23)? What says she to this? Patiently and gently she makes known her father. She did not say indignantly: And who are you, so meddlesome an inquirer into our house as well? Rather, what did she say? I am the daughter of Bethuel the son of Milcah, whom she bore to Nahor. We have plenty both of straw and of fodder with us, and room for lodging (Gen. 24:24–25). Just as earlier, when he asked for water, she offered more than he requested—for when he had asked drink for himself alone, she promised to supply the camels as well, and assuredly did supply them—so here also, when he asks merely for a lodging-place, she provides in addition for straw and fodder and many other needs, enticing him by all these offers and drawing him homeward so that she may reap the fruit and reward of hospitality. Let us not hear these things cursorily or carelessly, but examining ourselves let us compare ourselves with this pattern: for thus we shall understand the virtue of this woman. Oftentimes, when receiving acquaintances and kinsfolk, we chafe and feel burdened if they stay one or two days; whereas she with great eagerness drew into her home an unknown stranger, especially when she was offering care and service not to him alone, but to so many camels besides. And once he entered the lodging, consider still more the servant's prudence. For when the table was set before him, he says: I will not eat food until I speak my words (Gen. 24:33). Do you see how watchful and sober he was?
Abrahami potentia. Cum quanta sapientia a famulo laudetur. Deo auspice quae fiunt bene succedunt. — Deinde postquam permissum est ei dicere, videamus quomodo illos alloquitur. Num ista verba ad eos dixit : Herum se habere illustrem et splendidum, honoratum ab omnibus, virum magnae auctoritatis apud cives regionis, in qua tum degeret? Tametsi poterat, si voluisset, haec vere dicere : etenim tamquam rex colebatur ab ejus nationis hominibus. Attamen nihil horum dixit, sed omissis istis, quae apud homines sunt in pretio, a divino cum favore commendat his verbis : Ego Abrahae servus. Dominus benedixit domino meo valde, exaltatusque est, et dedit ei oves et boves, argentum et aurum (Gen. 24. 34. 35). Divitias ejus memorat, non ut opulentum, sed ut pium esse ostendat, hoc nomine laudans quod a Deo haec acceperit, non quod tantarum rerum sit dominus. Deinde loquitur de sponso : Et peperit Sara, uxor domini mei, filium domino meo jam seni (Gen. 24. 36). Hic et partus modum subindicat, docens quod et partus ei divina providentia concessus sit, non naturae ordine. Ergo tu quoque sive sponsum, sive sponsam quaeras, hoc inquire ante omnia, sitne amicus Deo, an multam sursum obtineat benevolentiam. Si enim haec adsint, consequenter et alia : sin autem desint, etiamsi res familiaris abunde suppetat, nihil proderit. Deinde ne audiat ab eis, Cur igitur nullam indigenam in uxorem accipit? Adjuravit me, inquit, dominus meus dicens, Non accipies uxorem filio meo ex filiabus Chananaeorum, sed ad domum patris mei proficisceris, et de tribu mea accipies uxorem filio meo (Gen. 24. 37. 38).
Abraham's greatness. With what wisdom he is praised by his servant. Undertakings guided by God prosper well. — Next, after leave was granted him to speak, let us see how he addresses them. Did he speak such words as these to them: that he had an illustrious and splendid master, honoured by all, a man of great authority among the inhabitants of the land wherein he then dwelt? And yet he could truly have said these things had he wished, for he was revered like a king by the people of that nation. Nevertheless he said none of these things, but passing over what is prized among men, he commends him from the divine favour in these words: I am Abraham's servant. The Lord has blessed my master greatly, and he has become great, and He has given him sheep and oxen, silver and gold (Gen. 24:34–35). He mentions his riches not to show that he is wealthy, but that he is godly, praising him on this score—that he received these gifts from God, not that he is owner of such great possessions. Next he speaks of the bridegroom: And Sarah, my master's wife, bore a son to my master in his old age (Gen. 24:36). Here he quietly points out the manner of the birth as well, teaching that offspring too was granted to him by divine providence, not by the course of nature. Therefore you also, whether you seek a bridegroom or a bride, inquire into this above all: whether that person is a friend to God and enjoys abundant goodwill from above. For if these blessings are present, all else follows in train; whereas if they are lacking, even though worldly substance abound, it will avail nothing. Then, lest he hear from them, Why then does he take no woman of the land to wife? My master, says he, put me under oath, saying: You shall not take a wife for my son from the daughters of the Canaanites, but you shall go to my father's house, and from my kindred shall you take a wife for my son (Gen. 24:37–38).
Notes, col. 238 bis

On the reading

Printed ohtulit, for obtulit.

Printed spleudidum, for splendidum.

Printed tamquam res, for tamquam rex.

Printed bores, for boves.