λύθρῳ καὶ αἵμασι, καὶ μυρίαις ἑτέραις τοιαύταις κατερρυποῦτο κηλῖσιν. Ἀλλ' ὅμως οὐκ ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ μετέβαλε την ἀηδίαν, μετέπλασε, μετερρύθμισεν, ἀφῆκε τὰ ἡμαρτημένα. Τοῦτον καὶ σὺ μίμησαι. Κἂν μυρία ἁμάρτῃ ἡ συνοικοῦσα εἰς σὲ ἁμαρτήματα, πάντα ἄφες καὶ συγχώρησον· κἂν λάβῃς δύστροπον, μεταρρύθμισον ἐπιεικείᾳ καὶ πραότητι, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Οὐ γὰρ τὴν ἀκαθαρσίαν αὐτῆς μόνον ἀπέσμηξεν, ἀλλὰ καὶ τὸ γῆρας ἀπέξυσε, τὸν παλαιὸν ἀποδύσας ἄνθρωπον, τὸν ἐκ τῶν ἁμαρτημάτων συγκείμενον. Καὶ τοῦτο αὐτὸς αἰνιττόμενος πάλιν ὁ Παῦλος ἔλεγεν· Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα· οὐ γὰρ καλὴν μόνον ἐποίησεν, ἀλλὰ καὶ νέαν, οὐ κατὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως ἕξιν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, ὅτι λαβὼν ἄμορφον καὶ δυσειδῆ καὶ αἰσχρὰν καὶ γεγηρακυῖαν οὔτε ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ καὶ εἰς θάνατον ἑαυτὸν παρέδωκε, καὶ μετερρύθμισεν αὐτὴν εἰς κάλλος ἀμήχανον· ἀλλ' ὅτι καὶ μετὰ τοῦτο πολλάκις ῥυπουμένην, κηλιδουμένην ὁρῶν, οὐκ ἐκβάλλει, οὐδ' ἀπορρήγνυσιν ἑαυτοῦ, ἀλλὰ καὶ μένει θεραπεύων καὶ διορ⟨…⟩ούμενο⟨…⟩. Πόσοι γὰρ, εἰπέ μοι, μετὰ τὸ πιστεῦσαι ἥμαρτον; ἀλλ' ὅμως αὐτοὺς οὐκ ἐβδελύξατο· οἷον, ὁ παρὰ Κορινθίοις πεπορνευκὼς μέλος τῆς Ἐκκλησίας ἦν· ἀλλ' οὐκ ἐξέκοψε τὸ μέλος, ἀλλὰ διώρθωσεν. Ἡ Γαλατῶν Ἐκκλησία ἅπασα ἀπεσκίρτησε, καὶ πρὸς ιουδαϊσμὸν κατέπεσεν· ἀλλ' ὅμως οὐδὲ ἐκείνην ἐξέβαλεν, ἀλλὰ διὰ τοῦ Παύλου θεραπεύσας αὐτὴν, ἐπὶ τὴν προτέραν ἐπανήγαγε συγγένειαν. Ὥσπερ οὖν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις, ἐπειδὰν γένηται νόσημα, οὐ τὸ μέλος ἐκκόπτομεν, ἀλλὰ τὸ νόσημα ἀπελαύνομεν· οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν. Ἐὰν γένηταί τις ἐν αὐτῇ πονηρία, μὴ τὴν γυναῖκα ἐκβάλῃς, ἀλλὰ τὴν κακίαν ἀπέλασον. Καίτοι γυναῖκα μὲν διορθώσασθαι δυνατὸν, μέλος δὲ πολλάκις πεπηρωμένον θεραπεῦσαι οὐκ ἔνι· ἀλλ' ὅμως εἰδότες αὐτοῦ τὴν πήρωσιν οὖσαν ἀνίατον, οὐδὲ οὕτως ἐκκόπτομεν· ἀλλὰ καὶ πόδα διεστραμμένον ἔχοντες πολλοὶ πολλάκις, καὶ σκέλος χωλὸν. καὶ χεῖρα ξηρὰν καὶ νενεκρωμένην, καὶ ὀφθαλμὸν ἐσβεσμένον, οὔτε τὸν ὀφθαλμὸν ἐξορύττουσιν, οὔτε τὸ σκέλος ἐκκόπτουσιν, οὔτε τὴν χεῖρα ἀποτέμνουσιν, ἀλλ' ὁρῶντες οὔτε κέρδος ἐγγινόμενον ἐξ αὐτῶν τι τῷ σώματι, καὶ πολλὴν τοῖς λοιποῖς μέλεσιν αἰσχύνην, μένουσιν αὐτὰ ἔχοντες διὰ τὴν πρὸς τὰ λοιπὰ συμπάθειαν. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἀνίατος ἡ διόρθωσις, καὶ κέρδος οὐδὲν, τοσαύτην ποιεῖσθαι πρόνοιαν· ἔνθα δὲ χρησταὶ ἐλπίδες, καὶ πολλὴ ἡ μεταβολὴ, ἀπαγορεύειν τὴν θεραπείαν; Τὰ μὲν γὰρ τῇ φύσει πηρωθέντα ἀδύνατον ἀνακτήσασθαι πάλιν, τὴν δὲ προαίρεσιν διεστραμμένην δυνατὸν μεταρρυθμίσαι.
gore and blood, and countless other such stains she was befouled. Yet nevertheless He did not loathe her deformity, but changed her unpleasantness, remoulded her, refashioned her, and forgave her sins. Do you also imitate Him. Even if she who lives with you sins countless sins against you, remit and pardon them all; even if you take a perverse wife, refashion her with gentleness and meekness, even as Christ also did the Church. For He not only wiped off her uncleanness, but also scraped away her old age, having stripped off the old man compounded of sins. And Paul himself, intimating this very thing again, said: That He might present the Church to Himself glorious, having neither spot nor wrinkle; for He made her not only fair, but also young—not according to the nature of the body, but according to the habit of her moral choice. And not only is this marvellous, that having taken her misshapen and uncomely and shameful and grown old, He neither loathed her deformity, nor shrank back, but even gave Himself up to death and refashioned her to inconceivable beauty; nay more, even after this, though seeing her oftentimes befouled and stained, He does not cast her out nor tear her away from Himself, but abides healing and [correcting] her. For how many, tell me, sinned after believing? Yet nevertheless He did not loathe them: for instance, the man among the Corinthians who had committed fornication was a member of the Church; yet He did not cut off the member, but corrected it. The whole Church of the Galatians bounded away and fell down into Judaism; yet nevertheless He did not cast her out either, but having healed her through Paul, He brought her back to her former kinship. Just as, therefore, in our own bodies, whenever an illness arises, we do not cut off the member, but drive away the illness, even so let us do with regard to a wife as well. If some wickedness arises in her, do not cast out the wife, but drive away the vice. And yet it is possible to correct a wife, whereas to heal a maimed member is oftentimes impossible; nevertheless, though knowing that its maiming is incurable, not even so do we cut it off; rather, many men oftentimes having a twisted foot, and a lame leg, and a withered and deadened hand, and a quenched eye, neither gouge out the eye, nor cut off the leg, nor amputate the hand, but though seeing neither any gain accruing from them to the body, and great disfigurement to the remaining members, they go on keeping them on account of sympathy for the rest. How then is it not absurd, where correction is incurable and there is no gain, to exercise so much forethought; yet where there are good hopes and great room for change, to renounce the treatment? For things maimed by nature it is impossible to recover again, whereas a perverted moral choice it is possible to refashion.
γʹ. Εἰ δὲ καὶ αὐτὴν λέγοις ἀνίατα νοσεῖν, καὶ πολλῆς ἐπιμελείας τυχοῦσαν τῷ οἰκείῳ κεχρῆσθαι τρόπῳ, οὐδὲ οὕτως αὐτὴν ἐκβλητέον· οὔτε γὰρ τὸ μέλος ἀνίατα νοσοῦν ἐκκόπτεται. Μέλος δὲ καὶ αὕτη σόν· Ἔσονται γὰρ, φησὶν, οι δύο εἰς σάρκα μίαν. Καὶ ἐπὶ μὲν τοῦ μέλους, οὐδὲν ἔσται κέρδος ἡμῖν τῆς θεραπείας, ἐπειδὰν ὑπὸ τῆς ἀρρωστίας ἀδιόρθωτον φθάσῃ γενέσθαι· ἐπὶ δὲ τῆς γυναικὸς, κἂν ἀνίατα μένῃ νοσοῦσα, πολὺς ἡμῖν ὁ μισθὸς ἀποκείσεται διδάσκουσι, παιδαγωγοῦσι. Κἂν μηδὲν ἐκείνη παρὰ τῆς ἡμετέρας διδασκαλίας κερδαίνῃ, τῆς γοῦν ὑπομονῆς πολὺν παρὰ του
3. And even if you should say that she too is incurably ill, and after receiving much care still indulges her own way, not even so must she be cast out; for neither is the member that is incurably ill cut off. And she also is your member: For the two, says He, shall become one flesh. And in the case of the member, there will be no gain to us from the treatment once through infirmity it has already become incorrigible; whereas in the case of the wife, even if she remains incurably ill, a great reward will be laid up for us as we teach and train her. Even if she gains nothing from our teaching, yet for our endurance at least a great reward from