εἰς τοὺς γάμους· αὐλοὶ δὲ, σύριγγες, καὶ κύμβαλα, καὶ τὰ οἰνώδη σκιρτήματα, καὶ ἡ λοιπὴ ἡ νῦν ἀσχημοσύνη πᾶσα ἐκποδὼν ἦν. Οἱ δὲ ἐφ' ἡμῶν καὶ ὕμνους εἰς τὴν Ἀφροδίτην ᾄδουσι χορεύοντες, καὶ μοιχείας πολλὰς, καὶ γάμων διαφθορὰς, καὶ ἔρωτας παρανόμους, καὶ μίξεις ἀθέσμους, καὶ πολλὰ ἕτερα ἀσεβείας καὶ αισχύνης γέμοντα ᾄσματα κατ' ἐκείνην ᾄδουσι τὴν ἡμέραν, καὶ μετὰ μέθην καὶ τοσαύτην ἀσχημοσύνην δι' αισχρῶν ῥημάτων δημοσίᾳ τὴν νύμφην πομπεύουσι. Πῶς οὖν αὐτὴν ἀπαιτεῖς σωφροσύνην, εἰπέ μοι, εἰς τοσαύτην ἀναίδειαν ἐκ πρώτης αὐτὴν παιδοτριβῶν τῆς ἡμέρας, καὶ παρασκευάζων ἐπ' ὄψεσιν αὐτῆς καὶ γίνεσθαι καὶ λέγεσθαι ταῦτα, ἃ μηδὲ σπουδαίοις ἀνδραπόδοις ἀκοῦσαι θέμις; Τοσοῦτον χρόνον ἐπόνεσεν ὁ πατὴρ μετὰ τῆς μητρὸς φυλάττων τὴν παρθένον, ὥστε μήτε εἰπεῖν, μήτε ἑτέρου ἀκοῦσαι λέγοντός τι τῶν τοιούτων ῥημάτων, καὶ θαλάμους, καὶ γυναικωνίτιδας, καὶ φύλακας, καὶ θύρας, καὶ μοχλοὺς, καὶ τὰς ἐν ἑσπέρᾳ προόδους, καὶ τὸ μηδενὶ φαίνεσθαι μηδὲ τῶν ἐπιτηδείων, καὶ πολλὰ ἕτερα πλείονα τούτων πραγματευόμενος, καὶ σὺ πάντα ἐκεῖνα ἐν μιᾷ ελθὼν ἐξέχεας ἡμέρᾳ, ἀναίσχυντον αὐτὴν παρασκευάζων γενέσθαι διὰ τῆς ἀτίμου πομπῆς ἐκείνης, καὶ διεφθαρμένα ῥήματα εἰς τὴν ψυχὴν εἰσάγων τῆς νύμφης; Οὐκ ἐντεῦθεν τὰ μετὰ ταῦτα κακά; οὐκ ἐντεῦθεν μοιχεῖαι καὶ ζηλοτυπίαι; οὐκ ἐντεῦθεν ἀπαιδίαι καὶ χηρεῖαι καὶ ὀρφανίαι ἄωροι; Ὅταν γὰρ τοὺς δαίμονας καλῇς διὰ τῶν ᾀσμάτων, ὅταν τὴν ἐκείνων ἐπιθυμίαν πληροῖς διὰ τῶν αἰσχρῶν ῥημάτων, ὅταν μίμους καὶ μαλακοὺς εἰς τὴν οἰκίαν εἰσάγῃς καὶ τὸ θέατρον ἅπαν, ὅταν πορνῶν ἐμπλήσῃς τὴν οἰκίαν, καὶ τῶν δαιμόνων ὁλόκληρον παρασκευάσῃς ἐκεῖ κωμάσαι τὸν χορὸν, τί προσδοκᾷς λοιπὸν ὑγιὲς, εἰπέ μοι; Τίνος δὲ ἕνεκεν καὶ ἱερέας εἰσάγεις, μέλλων τῇ ὑστεραίᾳ τοιαῦτα τελεῖν; Βούλει φιλοτιμίαν ἐπιδείξασθαι κέρδος ἔχουσαν; Κάλεσον χοροὺς πενήτων. Ἀλλ' αισχύνῃ πάντως, καὶ ἐρυθριᾷς; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον, ὅταν τὸν μὲν διάβολον ἕλκων εἰς τὴν οἰκίαν, μηδὲν νομίζῃς αισχρὸν ποιεῖν, τὸν δὲ Χριστὸν μέλλων εισάγειν, ἐρυθριᾷς; Ὥσπερ γὰρ πενήτων εἰσιόντων ὁ Χριστὸς παραγίνεται, οὕτω μαλακῶν καὶ μίμων ἐκεῖ χορευόντων ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει. Καὶ ἀπὸ μὲν τῆς δαπάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ' ἂν ἡ βλάβη· ἀπὸ δὲ τούτων τῶν ἀναλωμάτων πολύν τινα λήψῃ τὸν μισθὸν ταχέως. Ἀλλὰ οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο; Ἀλλὰ σὺ κατάρξαι σπούδασον καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συνηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι. Κἂν ζηλώσῃ τις, κἂν μιμήσηται τοῦτο τὸ ἔθος, πρὸς τοὺς ἐξετάζοντας ἕξουσι λέγειν οἱ ἔγγονοι καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγεν. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων, ἐν τοῖς συμποσίοις, οἱ πρὸς τὸ φιλοτιμότερον τὰς ἀνονήτους ταύτας λειτουργίας ἐξάγοντες, παρὰ πολλῶν ᾄδονται· πολλῷ μᾶλλον ἐπὶ τῆς λειτουργίας τῆς πνευματικῆς ἅπαντες ἐπαινέσονται, καὶ χάριν ὁμολογήσουσι τῷ πρώτῳ τὴν θαυμαστὴν ταύτην ἀρχὴν εἰσαγαγόντι, καὶ ἔσται τὸ αὐτὸ καὶ φιλοτιμία καὶ κέρδος. Καὶ γὰρ ὑφ' ἑτέρων τοῦτο κατορθούμενον, σοὶ, τῷ πρώτῳ φυτευσαμένῳ, τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν· τοῦτό σε καὶ πατέρα ποιήσει ταχέως, τοῦτο καὶ τῶν τικτομένων προστήσεται, καὶ τὸν νυμφίον τῇ νύμφῃ
to marriages; whereas flutes, pipes, and cymbals, and drunken leapings, and all the rest of the present indecency were far out of the way. Yet the men of our day, as they dance, even sing hymns to Aphrodite, and on that day sing of many adulteries, and corruptions of marriages, and unlawful loves, and illicit unions, and many other songs full of impiety and shame, and after drunkenness and such great indecency they parade the bride in public with shameful words. How then do you demand chastity of her, tell me, when from the very first day you train her into such great shamelessness, and arrange that before her eyes these things should both be done and be spoken which it is not lawful even for decent slaves to hear? For so long a time her father, together with her mother, toiled in guarding the virgin, so that she should neither speak nor hear another speaking any such words, taking pains over bedchambers, and women's apartments, and guards, and doors, and bolts, and goings abroad at evening, and her appearing to no one even of her intimates, and many other things more numerous than these — and have you come and poured all those things away in a single day, preparing her to become shameless through that dishonourable procession, and bringing corrupted words into the soul of the bride? Are not the evils after these things from hence? Are not adulteries and jealousies from hence? Are not childlessness and widowhoods and untimely bereavements from hence? For when you summon the demons through the songs, when you fulfil their desire through the shameful words, when you bring mimes and effeminates and the whole theatre into the house, when you fill the house with harlots, and prepare the entire chorus of the demons to revel there, what sound thing do you expect henceforth, tell me? And on what account do you also bring in priests, when on the morrow you are about to celebrate such things? Do you wish to display munificence that brings gain? Invite choirs of the poor. Nay, are you altogether ashamed, and do you blush? And what is worse than this unreason, when in dragging the devil into the house you suppose you do nothing shameful, whereas when about to bring in Christ you blush? For just as when the poor enter in Christ comes to be present, so when effeminates and mimes dance there the devil revels in the midst. And from that outlay there is no gain at all, nay, even the harm would prove great; whereas from these expenditures you will quickly receive a great reward. Nay, no one in the city has done this? Nay, be earnest yourself to make a beginning and become the leader of this noble custom, so that those who come after these things may also trace it back to you. Even if someone emulates it, even if someone imitates this custom, your grandchildren and great-grandchildren will have it to say to those who inquire, So-and-so first brought in this noble law. For if at the contests of those without, in their banquets, those who carry out these unprofitable public services more lavishly are celebrated in song by many, much more in this spiritual service will all men praise and confess gratitude to the first man who brought in this wondrous beginning, and the selfsame thing will be both munificence and gain. For even when this is accomplished by others, to you, who first planted it, it will bring the recompense of those fruits; this will quickly make you a father also, this will also watch over the children born, and will cause the bridegroom with the bride