Migne Reading Room

PG 51 · cols. 211–214 bis · Read from the page

In illud: Propter fornicationes autem unusquisque suam uxorem habeat (1 Cor. 7:2; De matrimonio Hom. I / Hom. XVIII)

In illud: Propter fornicationes autem unusquisque suam uxorem habeat (1 Cor. 7:2; De matrimonio Hom. I / Hom. XVIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:211Read from the page
εἰς τοὺς γάμους· αὐλοὶ δὲ, σύριγγες, καὶ κύμβαλα, καὶ τὰ οἰνώδη σκιρτήματα, καὶ ἡ λοιπὴ ἡ νῦν ἀσχημοσύνη πᾶσα ἐκποδὼν ἦν. Οἱ δὲ ἐφ' ἡμῶν καὶ ὕμνους εἰς τὴν Ἀφροδίτην ᾄδουσι χορεύοντες, καὶ μοιχείας πολλὰς, καὶ γάμων διαφθορὰς, καὶ ἔρωτας παρανόμους, καὶ μίξεις ἀθέσμους, καὶ πολλὰ ἕτερα ἀσεβείας καὶ αισχύνης γέμοντα ᾄσματα κατ' ἐκείνην ᾄδουσι τὴν ἡμέραν, καὶ μετὰ μέθην καὶ τοσαύτην ἀσχημοσύνην δι' αισχρῶν ῥημάτων δημοσίᾳ τὴν νύμφην πομπεύουσι. Πῶς οὖν αὐτὴν ἀπαιτεῖς σωφροσύνην, εἰπέ μοι, εἰς τοσαύτην ἀναίδειαν ἐκ πρώτης αὐτὴν παιδοτριβῶν τῆς ἡμέρας, καὶ παρασκευάζων ἐπ' ὄψεσιν αὐτῆς καὶ γίνεσθαι καὶ λέγεσθαι ταῦτα, ἃ μηδὲ σπουδαίοις ἀνδραπόδοις ἀκοῦσαι θέμις; Τοσοῦτον χρόνον ἐπόνεσεν ὁ πατὴρ μετὰ τῆς μητρὸς φυλάττων τὴν παρθένον, ὥστε μήτε εἰπεῖν, μήτε ἑτέρου ἀκοῦσαι λέγοντός τι τῶν τοιούτων ῥημάτων, καὶ θαλάμους, καὶ γυναικωνίτιδας, καὶ φύλακας, καὶ θύρας, καὶ μοχλοὺς, καὶ τὰς ἐν ἑσπέρᾳ προόδους, καὶ τὸ μηδενὶ φαίνεσθαι μηδὲ τῶν ἐπιτηδείων, καὶ πολλὰ ἕτερα πλείονα τούτων πραγματευόμενος, καὶ σὺ πάντα ἐκεῖνα ἐν μιᾷ ελθὼν ἐξέχεας ἡμέρᾳ, ἀναίσχυντον αὐτὴν παρασκευάζων γενέσθαι διὰ τῆς ἀτίμου πομπῆς ἐκείνης, καὶ διεφθαρμένα ῥήματα εἰς τὴν ψυχὴν εἰσάγων τῆς νύμφης; Οὐκ ἐντεῦθεν τὰ μετὰ ταῦτα κακά; οὐκ ἐντεῦθεν μοιχεῖαι καὶ ζηλοτυπίαι; οὐκ ἐντεῦθεν ἀπαιδίαι καὶ χηρεῖαι καὶ ὀρφανίαι ἄωροι; Ὅταν γὰρ τοὺς δαίμονας καλῇς διὰ τῶν ᾀσμάτων, ὅταν τὴν ἐκείνων ἐπιθυμίαν πληροῖς διὰ τῶν αἰσχρῶν ῥημάτων, ὅταν μίμους καὶ μαλακοὺς εἰς τὴν οἰκίαν εἰσάγῃς καὶ τὸ θέατρον ἅπαν, ὅταν πορνῶν ἐμπλήσῃς τὴν οἰκίαν, καὶ τῶν δαιμόνων ὁλόκληρον παρασκευάσῃς ἐκεῖ κωμάσαι τὸν χορὸν, τί προσδοκᾷς λοιπὸν ὑγιὲς, εἰπέ μοι; Τίνος δὲ ἕνεκεν καὶ ἱερέας εἰσάγεις, μέλλων τῇ ὑστεραίᾳ τοιαῦτα τελεῖν; Βούλει φιλοτιμίαν ἐπιδείξασθαι κέρδος ἔχουσαν; Κάλεσον χοροὺς πενήτων. Ἀλλ' αισχύνῃ πάντως, καὶ ἐρυθριᾷς; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον, ὅταν τὸν μὲν διάβολον ἕλκων εἰς τὴν οἰκίαν, μηδὲν νομίζῃς αισχρὸν ποιεῖν, τὸν δὲ Χριστὸν μέλλων εισάγειν, ἐρυθριᾷς; Ὥσπερ γὰρ πενήτων εἰσιόντων ὁ Χριστὸς παραγίνεται, οὕτω μαλακῶν καὶ μίμων ἐκεῖ χορευόντων ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει. Καὶ ἀπὸ μὲν τῆς δαπάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ' ἂν ἡ βλάβη· ἀπὸ δὲ τούτων τῶν ἀναλωμάτων πολύν τινα λήψῃ τὸν μισθὸν ταχέως. Ἀλλὰ οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο; Ἀλλὰ σὺ κατάρξαι σπούδασον καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συνηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι. Κἂν ζηλώσῃ τις, κἂν μιμήσηται τοῦτο τὸ ἔθος, πρὸς τοὺς ἐξετάζοντας ἕξουσι λέγειν οἱ ἔγγονοι καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγεν. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων, ἐν τοῖς συμποσίοις, οἱ πρὸς τὸ φιλοτιμότερον τὰς ἀνονήτους ταύτας λειτουργίας ἐξάγοντες, παρὰ πολλῶν ᾄδονται· πολλῷ μᾶλλον ἐπὶ τῆς λειτουργίας τῆς πνευματικῆς ἅπαντες ἐπαινέσονται, καὶ χάριν ὁμολογήσουσι τῷ πρώτῳ τὴν θαυμαστὴν ταύτην ἀρχὴν εἰσαγαγόντι, καὶ ἔσται τὸ αὐτὸ καὶ φιλοτιμία καὶ κέρδος. Καὶ γὰρ ὑφ' ἑτέρων τοῦτο κατορθούμενον, σοὶ, τῷ πρώτῳ φυτευσαμένῳ, τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν· τοῦτό σε καὶ πατέρα ποιήσει ταχέως, τοῦτο καὶ τῶν τικτομένων προστήσεται, καὶ τὸν νυμφίον τῇ νύμφῃ
to marriages; whereas flutes, pipes, and cymbals, and drunken leapings, and all the rest of the present indecency were far out of the way. Yet the men of our day, as they dance, even sing hymns to Aphrodite, and on that day sing of many adulteries, and corruptions of marriages, and unlawful loves, and illicit unions, and many other songs full of impiety and shame, and after drunkenness and such great indecency they parade the bride in public with shameful words. How then do you demand chastity of her, tell me, when from the very first day you train her into such great shamelessness, and arrange that before her eyes these things should both be done and be spoken which it is not lawful even for decent slaves to hear? For so long a time her father, together with her mother, toiled in guarding the virgin, so that she should neither speak nor hear another speaking any such words, taking pains over bedchambers, and women's apartments, and guards, and doors, and bolts, and goings abroad at evening, and her appearing to no one even of her intimates, and many other things more numerous than these — and have you come and poured all those things away in a single day, preparing her to become shameless through that dishonourable procession, and bringing corrupted words into the soul of the bride? Are not the evils after these things from hence? Are not adulteries and jealousies from hence? Are not childlessness and widowhoods and untimely bereavements from hence? For when you summon the demons through the songs, when you fulfil their desire through the shameful words, when you bring mimes and effeminates and the whole theatre into the house, when you fill the house with harlots, and prepare the entire chorus of the demons to revel there, what sound thing do you expect henceforth, tell me? And on what account do you also bring in priests, when on the morrow you are about to celebrate such things? Do you wish to display munificence that brings gain? Invite choirs of the poor. Nay, are you altogether ashamed, and do you blush? And what is worse than this unreason, when in dragging the devil into the house you suppose you do nothing shameful, whereas when about to bring in Christ you blush? For just as when the poor enter in Christ comes to be present, so when effeminates and mimes dance there the devil revels in the midst. And from that outlay there is no gain at all, nay, even the harm would prove great; whereas from these expenditures you will quickly receive a great reward. Nay, no one in the city has done this? Nay, be earnest yourself to make a beginning and become the leader of this noble custom, so that those who come after these things may also trace it back to you. Even if someone emulates it, even if someone imitates this custom, your grandchildren and great-grandchildren will have it to say to those who inquire, So-and-so first brought in this noble law. For if at the contests of those without, in their banquets, those who carry out these unprofitable public services more lavishly are celebrated in song by many, much more in this spiritual service will all men praise and confess gratitude to the first man who brought in this wondrous beginning, and the selfsame thing will be both munificence and gain. For even when this is accomplished by others, to you, who first planted it, it will bring the recompense of those fruits; this will quickly make you a father also, this will also watch over the children born, and will cause the bridegroom with the bride
Notes, col. 211

On the reading

Printed αισχύνης, for αἰσχύνης.

Printed αισχρῶν, for αἰσχρῶν.

Printed ελθὼν, for ἐλθὼν.

Printed αισχύνῃ, for αἰσχύνῃ.

Printed αισχρὸν, for αἰσχρὸν.

Printed εισάγειν, for εἰσάγειν.

PG 51:212Read from the page
συγκαταγηράσαι παρασκευάσει. Ὥσπερ γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ συνεχῶς ὁ Θεὸς, λέγων, ὅτι Ἔσονται οἱ υἱοὶ ὑμῶν ὀρφανοὶ, καὶ αἱ γυναῖκες ὑμῶν χῆραι· οὕτω καὶ τοῖς ἐν ἅπασιν αὐτῷ πειθομένοις καὶ γῆρας λιπαρὸν καὶ πάντα μετὰ τούτων δώσειν ὑπισχνεῖται τὰ ἀγαθά
to grow old together. For just as God continually threatens those who sin, saying, Your sons shall be orphans, and your wives widows; so also to those who obey Him in all things He promises that He will give both a rich old age and all good things along with these
γʹ. Καὶ Παύλου δὲ ἔστιν ἀκοῦσαι τοῦτο λέγοντος, ὅτι θανάτους ἀώρους πολλάκις ἁμαρτημάτων ἐποίησε πλῆθος. Διὰ τοῦτο γὰρ, φησὶν, ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ὅτι δὲ πένητες τρεφόμενοι οὐδὲν τοιοῦτον ἀφιᾶσι συμπεσεῖν, ἀλλὰ, κἂν γένηταί τι τῶν ἀδοκήτων, ταχίστην ἐπάγουσιν αὐτοῦ τὴν διόρθωσιν, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ. Καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην περιστάντες οἱ τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον. Τοσοῦτον εὐχὴ χηρῶν καὶ πενήτων γέλωτος παντὸς καὶ χορείας ἐστὶ χρησιμωτέρα. Ἐνταῦθα πρὸς μίαν ἡμέραν ἡ τέρψις, ἐκεῖ διηνεκὲς τὸ κέρδος. Ἐννόησον ἡλίκον ἐστὶ τοσαύτας ἐπὶ τῆς κεφαλῆς εὐλογίας λαβοῦσαν τὴν νύμφην, εις τὴν οικίαν εισιέναι τοῦ νυμφίου. Πόσων στεφάνων ταῦτα σεμνότερα; πόσου χρησιμώτερα πλούτου; ὡς τά γε νῦν γινόμενα ἐσχάτης παραπληξίας καὶ παραφροσύνης ἐστίν. Εἰ γὰρ μηδὲ κόλασις, μηδὲ τιμωρία τις ἔκειτο τοῖς τὰ τοιαῦτα ἀσχημονοῦσιν, ἐννόησον ὅσης ἐστὶ τιμωρίας, ἀνέχεσθαι τοσαύταις πλυνομένους λοιδορίαις, δημοσίᾳ, πάντων ἀκουόντων, ὑπὸ ἀνθρώπων μεθυόντων καὶ διεφθαρμένων τὸν νοῦν. Οἱ μὲν γὰρ πένητες λαμβάνοντες εὐλογοῦσι, μυρία συνεύχονται τὰ ἀγαθά· ἐκεῖνοι δὲ μετὰ τὴν μέθην, μετὰ τὴν ἀδηφαγίαν, πάντα βόρβορον κωμμάτων κατὰ τῆς τῶν γαμούντων καταχέουσι κεφαλῆς, ἅμιλλάν τινα διαβολικὴν πρὸς ἀλλήλους ἔχοντες· καὶ καθάπερ ἐχθρῶν ὄντων τῶν συνιόντων, οὕτως οἱ προσήκοντες αὐτοῖς φιλοτιμοῦνται πρὸς ἀλλήλους, ἐν τῷ ῥητὰ καὶ ἄῤῥητα λέγειν ὀνείδη περὶ τῶν γημάντων, μιμῆσαι τοὺς ἀντιτεταγμένους· καὶ ἡ πρὸς ἀλλήλους τούτων φιλονεικία μεθ' ὑπερβολῆς ἁπάσης τὸν νυμφίον μετὰ τῆς νύμφης καταισχύνεσθαι παρασκευάζει.
3. And one may hear Paul also saying this, that a multitude of sins has often wrought untimely deaths. For on this account, says he, many among you are weak and sickly, and not a few sleep. And that the poor, when fed, suffer no such thing to befall, nay, even if something unexpected should happen, they bring on the most speedy setting right of it, learn from the maiden in Joppa. For when she once lay dead, the poor who were fed by her stood round her, and wept, and raised her up, and brought her back to life. So much more profitable than all laughter and dancing is the prayer of widows and the poor. Here the delight is for a single day; there the gain is perpetual. Consider how great a thing it is that the bride, having received so many blessings upon her head, should enter into the house of the bridegroom. Than how many crowns are these things more venerable? than how much wealth more profitable? Whereas the things now done belong to utter derangement and madness. For even if no chastisement nor any punishment were laid up for those who behave with such indecency, consider how great a punishment it is to endure being drenched with so many revilings, in public, with all men hearing, by men drunken and corrupted in mind. For the poor, when they receive, bless and jointly pray for ten thousand good things; whereas those men after drunkenness, after gluttony, pour down every mire of jeers upon the head of those who marry, holding a diabolical rivalry one with another; and just as though those who come together were enemies, so their own relatives vie one with another in uttering things speakable and unspeakable as reproaches concerning those who have married, to imitate men ranged in battle against them; and their contention one with another causes the bridegroom along with the bride to be put to shame beyond all measure.
Ἆρ' οὖν ἑτέραν ζητήσομεν ἀπόδειξιν, εἰπέ μοι, τῶν δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς ταῦτα καὶ γίνεσθαι καὶ λέγεσθαι παρ' αὐτῶν; Τίς οὖν ἀμφισβητήσει λοιπὸν, ὅτι δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς καὶ λέγεται ταῦτα πάντα καὶ γίνεται παρ' ἐκείνων; Οὐκ ἔστιν οὐδείς· καὶ γὰρ τοιαῦται τοῦ διαβόλου αἱ ἀντιδόσεις, λοιδορίαι, καὶ μέθαι, καὶ παραφροσύνη ψυχῆς. Εἰ δέ τις οἰωνίζοιτο τὸ πένητας ἀντὶ τούτων εισάγεσθαι, καὶ συμφορᾶς λέγοι εἶναι σύμβολα ταῦτα, μαθέτω καὶ τοῦτο, ὅτι οὐ τὸ πένητας τρέφεσθαι καὶ χήρας, ἀλλὰ τὸ μαλακοὺς καὶ πόρνας, τοῦτο ἁπάσης ἀηδίας καὶ μυρίων ἐστὶ σύμβολον κακῶν. Πολλάκις γὰρ ἀπ' αὐτῆς τῆς ἡμέρας ἐκ τῶν φίλων τὸν νυμφίον αιχμάλωτον λαβοῦσα ἀπῆλθεν ἡ πόρνη, καὶ τὸν ἔρωτα τὸν πρὸς τὴν νύμφην ἔσβεσε, καὶ τὴν εὔνοιαν ὑπέσυρε, καὶ τὴν ἀγάπην, πρὶν ἐξαφθῆναι, κατέλυσε, καὶ μοιχείας ἐγκατέβαλε σπέρματα. Ταῦτα δεδοικέναι τοὺς πατέρας ἐχρῆν, εἰ καὶ μηδὲν ἕτερον, καὶ κωλύειν τῶν μίμων καὶ τῶν ὀρχουμένων τὰς εἰς τοὺς γάμους παρουσίας. Γάμος γὰρ, οὐχ ἵνα ἀσελγῶ-
Shall we then seek another proof, tell me, that with the demons moving their souls these things are both done and spoken by them? Who then will dispute henceforth that with demons moving their souls all these things are both spoken and done by them? There is no one at all; for such are the requitals of the devil: revilings, and drunkenness, and delirium of soul. And if anyone should take as an ill omen the bringing in of the poor instead of these, and should say that these things are tokens of calamity, let him learn this also: that not the feeding of the poor and widows, but that of effeminates and harlots — this is the token of every unpleasantness and of ten thousand evils. For oftentimes from that very day the harlot has taken the bridegroom captive from among his friends and gone off, and quenched his love towards the bride, and swept away his goodwill, and dissolved his affection before it was kindled, and cast in the seeds of adultery. These things fathers ought to have feared, even if nothing else, and to have hindered the comings of mimes and dancers to marriages. For marriage, not that we may live licentious-
Notes, col. 212

On the reading

Printed εις, for εἰς.

Printed οικίαν, for οἰκίαν.

Printed εισιέναι, for εἰσιέναι.

Printed εισάγεσθαι, for εἰσάγεσθαι.

Printed αιχμάλωτον, for αἰχμάλωτον.

PG 51:213Read from the page
μεν εισενήνεκται, οὐδ' ἵνα πορνεύωμεν, ἀλλ' ἵνα σωφρονῶμεν. Ἄκουσον γοῦν τοῦ Παύλου λέγοντος· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Δύο γὰρ ταῦτά ἐστι, δι' ἅπερ εισενήνεκται γάμος, ἵνα τε σωφρονῶμεν, καὶ ἵνα πατέρες γινώμεθα· τῶν δὲ δύο τούτων προηγουμένη ἡ τῆς σωφροσύνης ἐστὶ πρόφασις. Ἐπειδὴ γὰρ εισῆλθεν ἐπιθυμία, εἰσῆλθε καὶ γάμος τὴν ἀμετρίαν ἐκκόπτων, καὶ πείθων μιᾷ χρῆσθαι γυναικί. Τὰς γὰρ παιδοποιίας οὐχ ὁ γάμος ποιεῖ πάντως, ἀλλ' ἐκεῖνο τὸ ῥῆμα τοῦ Θεοῦ τὸ λέγον, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν· καὶ μαρτυροῦσιν ὅσοι γάμῳ μὲν ἐχρήσαντο, πατέρες δὲ οὐκ ἐγένοντο. Ὥστε προηγουμένη αὕτη ἡ αἰτία, ἡ τῆς σωφροσύνης, καὶ μάλιστα νῦν, ὅτε ἡ οἰκουμένη πᾶσα τοῦ γένους ἡμῶν ἐμπέπλησται. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ποθεινὸν τὸ τῶν παίδων ἦν, διὰ τὸ μνημόσυνον καὶ λείψανα καταλιμπάνειν ἕκαστον τῆς ἑαυτοῦ ζωῆς. Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν ἀπόλλυσθαι ἐνόμιζον οἱ τελευτῶντες, ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων εἰκόνας ἐμψύχους μένειν, καὶ τὸ γένος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τοῖς ἐκείνων μεγίστην εἶναι παράκλησιν τὰ ἐκείνων ἔκγονα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο μάλιστα ποθεινὰ τὰ τέκνα ἦν, ἄκουσον τί πρὸς τὸν Ἰὼβ ἀποδύρεται μετὰ τὰς πολλὰς πληγὰς ἡ γυνή. Ἰδοὺ, φησὶν, ἀπώλετο τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Καὶ πάλιν ὁ Σαοὺλ πρὸς τὸν Δαυΐδ· Ὄμοσόν μοι, ἵνα μὴ ἀφανίσῃς τὸ σπέρμα μου, καὶ τὸ ὄνομά μου μετ' ἐμέ. Ἐπειδὴ δὲ λοιπὸν ἡ ἀνάστασις ἐπὶ θύραις, καὶ θανάτου λόγος οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν ὁδεύομεν βελτίω τῆς οὔσης, περιττὴ ἡ περὶ ταῦτα σπουδή. Εἰ γὰρ παίδων ἐπιθυμεῖς, πολλῷ βελτίους καὶ χρησιμωτέρους δυνήσῃ κτήσασθαι νῦν, ὅτε πνευματικαί τινες ὠδῖνες εἰσήχθησαν, καὶ βελτίων τόκος, καὶ γηροκόμοι χρησιμώτεροι. Ὥστε μία τίς ἐστι γάμου πρόφασις, τὸ μὴ πορνεύειν, καὶ διὰ τοῦτο τὸ φάρμακον εισενήνεκται τοῦτο. Εἰ δὲ μέλλοις καὶ μετὰ γάμον κεχρῆσθαι πορνείαις, περιττῶς ἦλθες ἐπὶ τὸν γάμον, καὶ εἰκῆ καὶ μάτην· μᾶλλον δὲ οὐκ εἰκῆ καὶ μάτην μόνον, ἀλλὰ καὶ ἐπὶ βλάβῃ. Οὐ γάρ ἐστιν ἴσον οὐκ ἔχοντα γυναῖκα πορνεύειν, καὶ μετὰ γάμον πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐδὲ γὰρ πορνεία τὸ τοιοῦτο λοιπόν ἐστιν, ἀλλὰ μοιχεία. Εἰ γὰρ καὶ παράδοξόν ἐστι τὸ εἰρημένον, ἀλλ' ἀληθές.
ly has it been brought in, nor that we may commit fornication, but that we may live chastely. Hear Paul, at any rate, saying: But because of fornications let each man have his own wife, and let each woman have her own husband. For there are these two things on account of which marriage has been brought in: both that we may live chastely, and that we may become fathers; yet of these two the primary reason is that of chastity. For when lust entered in, marriage also entered in, cutting off excess and persuading a man to cleave to one wife. For it is not marriage that altogether produces the begetting of children, but that word of God which says, Increase, and multiply, and fill the earth; and all those bear witness who entered into marriage, yet did not become fathers. So that this is the primary cause, that of chastity, and especially now, when the whole inhabited earth has been filled with our race. For at the beginning the having of children was a thing to be longed for, because each man left behind a memorial and remains of his own life. For since there were not yet hopes of a resurrection, but death prevailed, and those who died supposed that after the life hence they perished, God gave the comfort that comes from children, so that living images of the departed might remain, and our race might be preserved, and both to those about to die and to their kindred their offspring might prove the greatest consolation. And in order that you may learn that on this account chiefly children were longed for, hear what Job's wife laments to him after his many blows: Behold, says she, your memorial has perished from the earth, your sons and your daughters. And again Saul says to David: Swear to me that you will not blot out my seed, and my name after me. But since henceforth the resurrection is at the doors, and there is no account made of death, nay, we journey on towards another life better than the present one, eagerness concerning these things is superfluous. For if you desire children, you will be able to acquire far better and more profitable ones now, when spiritual birth-pangs have been brought in, and a nobler child-bearing, and more profitable cherishers of old age. So that there is one single reason for marriage, not to commit fornication, and on this account this remedy has been brought in. Now if even after marriage you should indulge in fornications, superfluously have you come to marriage, and aimlessly and in vain; nay rather, not aimlessly and in vain only, but even to your harm. For it is not an equal thing for a man who has no wife to commit fornication, and after marriage again to do this very same thing. For such a deed is no longer fornication henceforth, but adultery. For even though what has been said is paradoxical, yet it is true.
δʹ. Οὐκ ἀγνοοῦμεν γὰρ ἔτι πολλοὶ μοιχείαν νομίζουσιν, ὅταν τις ὕπανδρον φθείρῃ γυναῖκα μόνον· ἐγὼ δὲ κἂν δημοσίᾳ πόρνῃ, κἂν θεραπαινίδι, κἂν ἄλλῃ τινὶ γυναικὶ ἄνδρα οὐκ ἐχούσῃ πρόσχῃ κακῶς καὶ ἀκολάστως, ἔχων γυναῖκα, μοιχείαν τὸ τοιοῦτον εἶναί φημι. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῶν ὑβριζομένων, ἀλλὰ καὶ ἀπὸ τῶν ὑβριζόντων τὸ τῆς μοιχείας συνίσταται ἔγκλημα. Μὴ γάρ μοι τοὺς ἔξωθεν νόμους εἴπῃς νῦν, οἳ τὰς μὲν γυναῖκας μοιχευομένας εἰς δικαστήριον ἕλκουσι
4. For we are not ignorant that many suppose it to be adultery only when a man corrupts a married woman; whereas I say that even if a man who has a wife gives himself wickedly and licentiously to a public harlot, or to a maidservant, or to any other woman who has no husband, such a deed is adultery. For the charge of adultery is constituted not indeed from the persons wronged only, but also from those who do the wrong. Do not speak to me now of the laws of those without, which drag wives who commit adultery into a court of justice
Notes, col. 213

On the reading

Printed εισενήνεκται, for εἰσενήνεκται.

Printed εισῆλθεν, for εἰσῆλθεν.

Printed ἔτι, for ὅτι.

PG 51:214Read from the page
καὶ εὐθύνας ἀπαιτοῦσιν, ἄνδρας καὶ γυναῖκας ἔχοντας καὶ θεραπαινίσι προφθειρομένους οὐκ ἀπαιτοῦσιν εὐθύνας· ἀλλ' ἐγώ σοι τὸν τοῦ Θεοῦ νόμον ἀναγνώσομαι, ὁμοίως καὶ ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τοῦ ἀνδρὸς ἀγανακτοῦντα, καὶ μοιχείαν εἶναι τὸ πρᾶγμα λέγοντα. Εἰπὼν γὰρ, Καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ἐπήγαγε· Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω. Τί ποτε δηλοῦν βουλόμενος τοῦτο εἶπεν; ἆρα ἵνα τὰς προσόδους αὐτῇ τῶν χρημάτων διατηρήσῃ; ἵνα τὴν προῖκα σώαν; ἵνα ἱμάτια παράσχῃ πολυτελῆ; ἵνα τράπεζαν δαψιλεστέραν, ἵνα ἐξόδους λαμπράς; ἵνα οἰκετῶν θεραπείαν πολλήν; Τί λέγεις; ποῖον εὐνοίας εἶδος ζητεῖς; καὶ γὰρ ταῦτα πάντα εὐνοίας ἐστίν. Οὐδέν τι τοιοῦτο λέγω, φησὶν, ἀλλὰ τὴν σωφροσύνην καὶ τὴν σεμνότητα. Τὸ σῶμα τοῦ ἀνδρὸς οὐκέτι τοῦ ἀνδρὸς, ἀλλὰ τῆς γυναικός. Τηρείτω τοίνυν αὐτῇ τὸ κτῆμα σῶον, καὶ μὴ μειούτω, μηδὲ παραφθειρέτω· καὶ γὰρ τῶν οἰκετῶν ἐκεῖνος εὔνους λέγεται, ὃς ἂν τὰ δεσποτικὰ δεξάμενος χρήματα, μηδὲν ἐξ αὐτῶν διαφθείρῃ. Ἐπειδὴ τοίνυν τῆς γυναικός ἐστι κτῆμα τὸ τοῦ ἀνδρὸς σῶμα, εὔνους ἔστω περὶ τὴν παρακαταθήκην ὁ ἀνήρ. Ὅτι γὰρ τοῦτό φησιν, εἰπὼν, Τὴν εὔνοιαν ἀποδιδότω, ἐπήγαγεν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή Ὅταν τοίνυν ἴδῃς πόρνην δελεάζουσαν, ἐπιβουλεύουσαν, ἐρῶσαν τοῦ σώματος, εἰπὲ πρὸς αὐτήν· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα, τῆς γυναικός ἐστι τῆς ἐμῆς· οὐ τολμῶ καταχρήσασθαι, οὔτε ἑτέρᾳ τοῦτο ἐνδοῦναι γυναικί. Τοῦτο καὶ γυνὴ ποιείτω. Πολλὴ γὰρ ἐνταῦθα ἡ ἰσοτιμία· καίτοι γε ἐν τοῖς ἄλλοις πολλὴν δίδωσιν ὑπεροχὴν ὁ Παῦλος, οὕτω λέγων· Πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν· ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ, Κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, καὶ, Ὀφείλει ἡ γυνὴ ὑποτάσσεσθαι τῷ ἀνδρί. Καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Πῶς οὖν ἐνταῦθα ἴσην ἀντίδοσιν δουλείας καὶ δεσποτείας εισήγαγε; Τὸ γὰρ εἰπεῖν, Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνὴ, ισότητά τινα πολλήν ἐστιν εισάγοντος. Καὶ καθάπερ ἐκεῖνος δεσπότης ἐστὶ τοῦ σώματος αὐτῆς, οὕτω καὶ αὕτη δέσποινα τοῦ ἐκείνου σώματος. Τίνος οὖν ἕνεκεν τοσαύτην ισοτιμίαν εισήγαγεν; Ὅτι ἐνταῦθα ἀναγκαία ἡ ὑπεροχή· ἔνθα δὲ σωφροσύνης καιρὸς καὶ σεμνότητος, οὐδὲν ἔχει πλέον τῆς γυναι⟨κὸ⟩ς ὁ ἀνὴρ, ἀλλ' ὁμοίως ἐκείνῃ κολάζεται, τοὺς τοῦ γάμου παραφθείρας νόμους· καὶ μάλα εικότως. Οὐ γὰρ διὰ τοῦτο ἦλθεν ἡ γυνὴ πρὸς σὲ, καὶ πατέρα καὶ μητέρα ἐγκατέλιπε καὶ τὸν οἶκον ἅπαντα, ἵνα καθυβρίζηται, ἵνα θεραπαινίδιον εὐτελὲς ἐπεισάγῃς αὐτῇ, ἵνα μυρίους ποιῇς πολέμους, συνέμπορον ἔλαβες, καὶ κοινωνὸν τοῦ βίου, καὶ ἐλευθέραν, καὶ ὁμότιμον. Πῶς γὰρ οὐκ ἄτοπον τὴν προῖκα αὐτῆς ὑποδεχόμενον, πᾶσαν ἐπιδείκνυσθαι εὔνοιαν, καὶ μηδὲν αὐτῆς ἐλαττοῦν· ὃ δὲ τῆς προικός ἐστιν ἁπάσης τιμιώτερον, τὴν σωφροσύνην καὶ τὴν σεμνότητα
and demand an account of them, whereas of husbands who both have wives and corrupt themselves with maidservants they demand no account; nay, I will read to you the law of God, which is indignant alike in the case of the wife and in the case of the husband, and says that the deed is adultery. For having said, And let each woman have her own husband, he added: Let the husband render to the wife the due goodwill. What ever wishing to signify did he say this? Was it that he should preserve for her the revenues of her property? that he should keep her dowry safe? that he should furnish costly garments? a more lavish table, splendid processions abroad? numerous attendance of household servants? What do you say? What kind of goodwill do you seek? For all these things also belong to goodwill. I mean nothing of that sort, says he, but chastity and modesty. The body of the husband is no longer the husband's, but the wife's. Let him therefore keep her possession safe for her, and neither diminish it nor corrupt it; for among household servants also that one is called well-disposed who, having received his master's moneys, wastes nothing thereof. Since, therefore, the husband's body is the wife's possession, let the husband be well-disposed concerning the deposit. For to show that he means this, having said, Let him render the goodwill, he added: The wife has not authority over her own body, but the husband; likewise also the husband has not authority over his own body, but the wife. Whenever, therefore, you see a harlot alluring, plotting, lusting after your body, say to her: The body is not mine, it is my wife's; I dare not misuse it, nor give it over to another woman. Let the wife also do this. For great here is the equality of honour; and yet in other matters Paul grants great pre-eminence to the husband, speaking thus: Nevertheless do you also severally love each one his own wife even as himself; and the wife, see that she fear her husband; and, The head of the woman is the man; and, The wife ought to be subject to her husband. And again in the Old Testament, Towards your husband shall be your recourse, and he shall rule over you. How then did he here bring in an equal reciprocal exchange of servitude and lordship? For to say, The wife has not authority over her own body, but the husband; likewise also the husband has not authority over his own body, but the wife, is the mark of one bringing in a great equality. And just as he is lord of her body, so she also is mistress of his body. On what account, then, did he bring in such great equality of honour? Because there pre-eminence is necessary; whereas where it is the season for chastity and modesty, the husband has nothing more than the wife, but is chastised in like manner with her if he corrupts the laws of marriage; and very reasonably so. For the wife did not come to you on this account, and leave behind father and mother and her whole house, that she should be treated with outrage, that you should bring in a paltry maidservant beside her, that you should stir up ten thousand wars: you received a fellow-traveller, and a partner of life, and a free woman, and one equal in honour. For how is it not absurd that, when receiving her dowry, you display all goodwill and diminish nothing thereof, while as to that which is more precious than her whole dowry — chastity and modesty,
Notes, col. 214

On the reading

Printed εισήγαγε, for εἰσήγαγε.

Printed ισότητά, for ἰσότητά.

Printed εισάγοντος, for εἰσάγοντος.

Printed ισοτιμίαν, for ἰσοτιμίαν.

Printed εισήγαγεν, for εἰσήγαγεν.

Printed εικότως, for εἰκότως.

PG 51:213 bisRead from the page
Audi sane Paulum dicentem : Propter fornicationes autem unusquisque suam uxorem habeat, et unaquaeque suum virum habeat (1 Cor. 7. 2). Haec enim duo sunt, quorum causa nuptiae sunt institutae, ut caste vivamus et ut patres fiamus, horum autem duorum antecedens castitatis est occasio. Postquam enim ingressa est libido, conjugium quoque ingressum est, ut immoderatum usum resecaret, et persuaderet, ut una muliere contenti essemus. Non enim omnino conjugium efficit, ut liberos suscipiamus, sed illud Dei verbum, quod dicit : Crescite et multiplicamini, et replete terram (Gen. 1. 28). Testes sunt quicumque conjugio sunt usi, sed liberos minime genuerunt. Itaque antecedens est haec causa castitatis, atque hoc praecipue tempore, cum genere humano totus orbis terrarum repletus est. Nam a principio quidem expetenda res erat habere liberos, ut monumentum ac reliquias vitae suae quisque relinqueret. Quoniam enim resurrectionis spes nondum erat, sed mors dominabatur, seque post hanc vitam perire censebant, qui moriebantur, solatium istud ex susceptione liberorum largitus est Deus, ut animatae defunctorum imagines remanerent, genusque nostrum conservaretur, et mortem obituris eorumque propinquis maximam consolationem id pareret, quod posteros haberent superstites. Atque ut intelligas idcirco liberos expetendos fuisse, audi, quo pacto apud Jobum queratur ac lamentetur post multas plagas uxor : Ecce, inquit, memoriale tuum periit de terra, et filii tui, et filiae tuae (Job 18. 17). Et rursus ad Davidem Saul : Jura mihi in Domino, quia non exterminabis semen meum, et nomen meum post me (1. Reg. 24. 22). Postquam autem in foribus est resurrectio, neque mortis jam ulla ratio habetur, sed ad aliam pergimus vitam hac multo meliorem, supervacaneum studium est ejusmodi. Si enim liberorum desiderio teneris, multo meliores atque utiliores acquirere poteris, nunc cum spiritualis quaedam pariendi ratio introducta est, meliorque partus, et utiliores senectutis altores. Itaque una quaedam est occasio conjugii, ut non scortemur, et idcirco remedium hoc invectum est. Quod si post conjugium scortationibus te inquinaturus sis, supervacanee, frustra et incassum ad conjugium venisti : imo vero non frustra et incassum tantum, sed etiam cum damno. Non enim par ratio est, si quis uxorem non habens scortetur, et si quis matrimonio contracto rursus idipsum agat. Neque enim jam illud scortatio est, sed adulterium. Quamvis enim mirum et insolens sit quod diximus, est tamen verum.
Hear Paul himself saying: Because of fornications, let each man have his own wife, and let each woman have her own husband (1 Cor. 7:2). For there are these two ends on account of which marriage was instituted — that we may live chastely and that we may become fathers — and of these two the primary motive is chastity. For once lust had entered in, marriage also entered in to prune away immoderate indulgence and persuade us to be content with one wife. For it is not marriage by itself that causes us to beget children, rather that word of God which says: Increase and multiply, and fill the earth (Gen. 1:28). Witnesses to this are all who have made use of marriage yet have begotten no children at all. Therefore this motive of chastity takes precedence, especially at the present time when the whole world has been filled with the human race. For in the beginning indeed it was a desirable thing to have children, so that each man might leave behind a memorial and remnant of his own life. Because there was not yet the hope of the resurrection, rather death held sway and those who died supposed that they perished after this life, God bestowed that solace through the begetting of children, so that living images of the departed might remain, our race might be preserved, and having descendants surviving them might afford the greatest consolation to those about to die and to their kinsfolk. And that you may understand that children were desired on this account, hear how in the book of Job his wife complains and laments after his many blows: Behold, says she, your memorial has perished from the earth, both your sons and your daughters (cf. Job 18:17 LXX). And again Saul says to David: Swear to me by the Lord that you will not destroy my seed nor my name after me (1 Sam. 24:22). Now, however, that the resurrection stands at the doors and no account is made any longer of death, rather we are journeying on towards another life far better than this one, eagerness of that sort is superfluous. For if you are held by a desire for children, you will be able to gain far better and more profitable ones now that a spiritual manner of child-bearing has been introduced, a nobler offspring, and more helpful supporters of old age. Thus there remains one single purpose for marriage — that we do not commit fornication — and on this account this remedy was brought in. If after marriage you mean to defile yourself with fornications, you have come to marriage superfluously, in vain, and to no purpose; nay, not merely in vain and to no purpose, rather to your own ruin as well. For it is not the same thing if an unmarried man commits fornication and if someone after contracting marriage does that very thing again. For in that case it is no longer fornication, rather adultery; and strange and unaccustomed though what we have said may seem, it is nevertheless true.
4. Adulterium etiam cum libera committitur. — Non ignoramus plurimos adulterium arbitrari tantum, cum quis marito junctam mulierem corrumpit : ego vero sive cum vulgari scorto, sive cum ancilla, sive cum alia quapiam muliere non maritata, illegitimo lascivoque congressu jungatur, cum uxorem habeat, adulterium hoc esse contendo. Non enim ex eorum tantum qui contumeliam patiuntur, sed ex eorum etiam, qui contumeliam inferunt, conditione hoc crimen adulterii metimur.
4. Adultery is committed even with an unmarried woman. — We are not unaware that very many reckon it adultery only when someone corrupts a woman joined to a husband; whereas I maintain that whether a man who has a wife joins himself in unlawful and wanton intercourse with a common harlot, or with a maidservant, or with any other unmarried woman whatsoever, this is adultery. For we measure this crime of adultery not merely by the status of those who suffer outrage, rather also by the status of those who inflict it.
Notes, col. 213 bis

On the reading

Printed virum hubeat, for virum habeat.

PG 51:214 bisRead from the page
Noli enim mihi leges externas objicere, quae mulieres quidem adulterium committentes in judicium pertrahunt, et poenas ab eis repetunt : a viris vero ancillas vitiantibus non item : at ego legem tibi Dei recitabo, quae pari ratione in mulierem et in virum excandescit, et rem adulterium appellat. Cum enim dixisset, Et unaquaeque suum virum habeat, adjecit : Uxori vir debitam benevolentiam reddat (1. Cor. 7. 3). Quid tandem innuere volens hoc dixit ? num ut ei pecuniae reditus conservaret ? ut dotem illaesam? ut vestes sumptuosas suppeditaret ? ut lautiorem mensam ? ut splendidos sumptus ? ut multum servorum obsequium ? Quid ais ? quodnam benevolentiae genus exigis? nam et haec omnia sunt benevolentiae. Nihil tale commemoro, inquit, sed castitatem ac pudicitiam. Viri corpus non amplius est viri, sed uxoris. Suam igitur possessionem illaesam illi servet, neque imminuat, nec corrumpat ; siquidem inter famulos ille benevolus dicitur, qui herilibus acceptis pecuniis, nihil ex ipsis interverterit. Quando igitur uxoris possessio est viri corpus, benevolum vir erga depositum suum se praebeat. Ut enim scias hoc eum innuere, cum ait, Benevolentiam reddat, adjecit : Mulier sui corporis potestatem non habet, sed vir : similiter et vir sui corporis potestatem non habet, sed mulier (Ib. v. 4). Cum ergo meretricem allicientem videris, insidiantem, corpus adamantem, dic illi : Non est meum corpus, uxoris est meae : illo abuti non audeo, neque alteri mulieri id exponere. Hoc et faciat mulier. Magna quippe hic est honoris aequalitas : tametsi multam in caeteris tribuit excellentiam et juris praerogativam Paulus ita dicens : Verumtamen et vos singuli, ut unusquisque suam uxorem ita diligat, ut seipsum: uxor autem ut timeat virum suum (Ephes. 5. 33) : et, Caput mulieris est vir : et, Debet mulier viro esse subjecta (Ibid. v. 23. 22). Et rursus in Veteri Testamento : Ad virum conversio tua, et ipse tui dominabitur (Gen. 3. 16). Quomodo igitur hoc loco aequalem remunerationem servitutis et dominatus induxit? Cum enim dixerit, Mulier sui corporis potestatem non habet, sed vir : similiter et vir sui corporis potestatem non habet, sed mulier (1. Cor. 7. 4), magnam aequalitatem constituit. Et quemadmodum ille corporis ejus est dominus, sic et ista corporis illius est domina. Cur igitur tantam aequalitatem honoris introduxit? Quod nimirum hic necessaria sit eminentia : ubi vero castitatis tempus est et pudicitiae, nihil amplius habet vir, quam mulier, sed pari ratione cum illa plectitur, si leges conjugii violaverit, ac merito sane. Non enim ad te mulier idcirco venit, et patrem et matrem totamque domum dereliquit, ut a te contumeliis afficeretur, et vilem ancillulam ipsi superinduceres, ut innumeras pugnas excitares : comitem et sociam vitae, liberam et honore parem accepisti. Annon enim absurdum est, ut cum dotem acceperis, omnem exhibeas benevolentiam, nihilque ex illa imminuas : quod autem quavis dote pretiosius est, castitatem et pudicitiam, tuumque corpus, quod illius est possessio, corrumpas et polluas? Si dotem imminueris, socero rationem reddes : si castitatem imminueris, Deus a te poenas exiget, qui nuptias introduxit, et uxorem tibi tradidit.
Do not cite secular laws to me, which drag women who commit adultery into court and exact punishment from them, yet do not do the same to husbands who corrupt maidservants; rather I shall read out to you the law of God, which burns with equal indignation against the woman and against the man, and calls the deed adultery. For after saying, And let each woman have her own husband, he added: Let the husband render to his wife due goodwill (1 Cor. 7:3). What then did he mean to signify when he said this? Was it that he should preserve her revenues of money for her? Her dowry intact? That he should supply costly garments? A more sumptuous table? Lavish expenditures? A large retinue of servants? What are you saying? What sort of goodwill are you demanding? For all these things too belong to goodwill. I mean nothing of that sort, says he, rather chastity and modesty. The husband's body no longer belongs to the husband, rather to the wife. Let him therefore keep her possession intact for her, and neither diminish nor corrupt it; for among household servants too that man is called faithful and well-disposed who, upon receiving his master's moneys, has embezzled nothing from them. Since therefore the husband's body is the wife's possession, let the husband show himself faithful towards the trust committed to him. And so that you may know that he means this when he says, Let him render due goodwill, he added: The wife does not have authority over her own body, rather the husband does; and likewise the husband does not have authority over his own body, rather the wife does (ibid., v. 4). Whenever, therefore, you see a harlot enticing you, laying snares, and lusting after your body, say to her: My body is not my own; it belongs to my wife; I dare not misuse it nor expose it to another woman. Let the wife do this as well. For here there is great equality of honour, even though in other matters Paul grants much pre-eminence and prerogative of authority when he speaks thus: Nevertheless let each one of you in particular so love his own wife as himself, and let the wife reverence her husband (Eph. 5:33); and, The husband is the head of the wife; and, The wife ought to be subject to her husband (cf. ibid., vv. 23, 22, 24). And again in the Old Testament: Your turning shall be towards your husband, and he shall rule over you (Gen. 3:16). How then in this passage did he introduce an equal reciprocity of servitude and lordship? For in saying, The wife does not have authority over her own body, rather the husband does; and likewise the husband does not have authority over his own body, rather the wife does (1 Cor. 7:4), he established a great equality; and just as he is lord of her body, so she too is mistress of his body. Why then did he introduce so great an equality of honour? Because elsewhere pre-eminence is needful, whereas when it is a matter of chastity and modesty the husband holds no advantage over the wife, rather is punished on equal terms with her if he violates the laws of marriage — and quite rightly. For your wife did not come to you and leave behind her father and mother and her whole household in order to be treated insolently by you, or that you might bring in some paltry maidservant over her head and stir up countless quarrels; you received her as a companion and partner of your life, free-born and equal in honour. Is it not absurd that upon receiving her dowry you display every care and diminish nothing of it, yet corrupt and defile what is more precious than any dowry — chastity and modesty, and your own body, which is her possession? If you diminish her dowry, you will render an account to your father-in-law; if you violate chastity, God will exact punishment from you — he who instituted marriage and entrusted your wife to you.
Notes, col. 214 bis

On the reading

Printed unaqnaeque, for unaquaeque.

Printed virum hubeat, for virum habeat.