ἐκείνων, ἀλλ' ὅλοι τῆς ἱκετηρίας ἐγίνοντο, καὶ τὴν θαυμαστὴν ἐκείνην ὑμνῳδίαν ἀνέφερον, καὶ λοιπὸν ἐκκλησία ἐγένετο τὸ δεσμωτήριον, καὶ ὁ τόπος ἅπας ἡγιάζετο διὰ τῆς ὑμνῳδίας τῶν ἁγίων ἐκείνων. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, ἀνθρώπους τῷ ξύλῳ προσδεδεμένους, καὶ οὐδὲν ἐμποδιζομένους πρὸς τὴν ὑμνῳδίαν. Τὸν γὰρ νήφοντα, καὶ ἐγρηγορότα, καὶ ζέοντα πόθον ἔχοντα περὶ τὸν Θεὸν, οὐδὲν κωλῦσαι δυνήσεταί ποτε τῆς πρὸς τὸν Δεσπότην συνουσίας· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν ἀλλαχοῦ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Ἔνθα γὰρ ἂν ᾖ διάνοια νήφουσα, πτεροῦται ὁ λογισμὸς καὶ ἀπαλλάττεται, ὡς εἰπεῖν, τοῦ συνδέσμου τοῦ σώματος, καὶ πρὸς τὸν ποθούμενον ἀνίπταται, καὶ τῆς γῆς ὑπερορᾷ, καὶ τῶν ὁρωμένων ἀνωτέρω γενόμενος, πρὸς ἐκεῖνον ἐπείγεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἁγίων τούτων γεγένηται. Ὅρα γὰρ τὴν παραχρῆμα τῶν ὕμνων ἐνέργειαν, καὶ ὅπως καὶ ἐν δεσμωτηρίῳ γενόμενοι καὶ τῷ ξύλῳ προσδεδεμένοι, καὶ μετὰ γοήτων καὶ δεσμίων συναναμιγέντες, οὐ μόνον οὐδὲν παρεβλάβησαν, ἀλλὰ καὶ ταύτῃ μᾶλλον ἐξέλαμψαν, καὶ τῷ φωτὶ τῆς οἰκείας ἀρετῆς κατηύγασαν ἅπαντας τοὺς τὸ δεσμωτήριον οἰκοῦντας. Ἡ γὰρ φωνὴ τῶν ἱερῶν ὕμνων ἐκείνων εἰς τὴν ἑκάστου τῶν δεσμωτῶν εἰσιοῦσα ψυχὴν, μετέπλαττεν αὐτὴν, ὡς εἰπεῖν, καὶ μετεῤῥύθμιζεν. Ἄφνω γὰρ, φησὶ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι ἅπασαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες τῶν ὕμνων τῶν εἰς τὸν Θεὸν τὴν δύναμιν; Οὐ μόνον αὐτοὶ παρακλήσεως ἀπέλαυσαν οἱ τοὺς ὕμνους ἀναφέροντες, ἀλλὰ καὶ πάντων τὰ δεσμὰ λυθῆναι παρεσκεύασαν· ἵνα δειχθῇ διὰ τῶν πραγμάτων αὐτῶν, ὅπως Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ἰδοὺ γὰρ καὶ πληγαὶ, καὶ δεσμωτήριον, καὶ ξύλον, καὶ μετὰ τῶν δημίων διαγωγὴ, καὶ ὅμως ταῦτα ἀγαθῶν ὑπόθεσις γεγένηται καὶ εὐδοκιμήσεως ἀφορμὴ, οὐκ αὐτοῖς μόνον, οὐδὲ τοῖς οἰκοῦσι τὸ δεσμωτήριον δεσμίοις, ἀλλὰ καὶ αὐτῷ τῷ δεσμοφύλακι. Ἔξυπνος γὰρ, φησὶ, γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν τὰς θύρας ἀνεῳγμένας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίσας ἐκπεφευγέναι τοὺς δεσμίους. Ὅρα μοι ἐνταῦθα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Τίνος γὰρ ἕνεκεν κατὰ τὸ μεσονύκτιον ἅπαντα ταῦτα γίνεται; Οὐδενὸς ἑτέρου χάριν, ἀλλ' ἵνα ἀθόρυβον καὶ ἐν ἡσυχίᾳ τὸ πρᾶγμα οἰκονομηθῇ, καὶ τὴν σωτηρίαν πραγματεύσωνται τοῦ δεσμοφύλακος. Τοῦ γὰρ σεισμοῦ γενομένου καὶ τῶν θυρῶν ἀνοιχθεισῶν, τὰ δεσμὰ ἀνέθη πάντων τῶν αὐτόθι, καὶ οὐδεὶς αὐτῶν ἐκπηδῆσαι συνεχωρήθη Σκόπει μοι καὶ ἄλλην ἐνταῦθα Θεοῦ σοφίαν. Τὰ μὲν γὰρ ἄλλα πάντα γέγονεν, ὁ σεισμὸς, λέγω, καὶ ἡ τῶν θυρῶν ἄνοιξις, ἵνα μάθωσι διὰ τῶν ἔργων ἅπαντες, τίνες ἦσαν οἱ τότε τὸ δεσμωτήριον οἰκοῦντες, καὶ ὅτι οὐχ οἱ τυχόντες εἰσὶν ἄνθρωποι· οὐδενὶ δὲ ἐξελθεῖν ἐγένετο, ἵνα μὴ κινδύνων ἀφορμὴ γένηται τοῦτο τῷ δεσμοφύλακι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον πῶς, ὅτε μόνον ὑπώπτευσε τοῦτο γεγενῆσθαι ὁ δεσμοφύλαξ, καὶ ἐνόμισέ τινας ἐκπεφευγέναι, καὶ τῆς
of theirs, but gave themselves wholly to supplication and offered up that wondrous psalmody; and thenceforth the prison became a church, and the whole place was sanctified through the psalmody of those saints. And one might behold wondrous and marvellous things—men bound fast to the stocks, and in no wise hindered from singing hymns. For him who is sober and watchful, and who cherishes a fervent longing for God, nothing will ever be able to hinder from communion with the Master; for I am a God at hand, He says, and not a God afar off; and again elsewhere: While you are yet speaking, I will say, Behold, here I am. For wheresoever there is a wakeful mind, reason takes wing and is freed, so to speak, from the bond of the body; it soars up to Him Whom it longs for, looks down upon the earth, and, rising above things seen, hastens towards Him—which very thing came to pass with these saints as well. For behold the immediate efficacy of their hymns, and how, even when cast into prison, bound fast to the stocks, and mingled with sorcerers and prisoners, not only did they suffer no harm at all, but even shone forth all the more in this way, and illumined with the light of their own virtue all who dwelt in the prison. For the voice of those sacred hymns, entering the soul of each of the prisoners, remoulded it, so to speak, and transformed its temper. For suddenly, he says, there was a great earthquake, so that the foundations of the prison were shaken; and immediately all the doors were opened, and everyone's bands were loosed. Did you see the power of hymns sung to God? Not only did those who offered up the hymns enjoy consolation themselves, but they also caused everyone's bonds to be loosed, so that through the events themselves it might be shown how To them that love God all things work together for good. For behold, stripes, and prison, and stocks, and abiding with executioners—and yet these things became a matter of blessings and an occasion of renown, not for them alone, nor only for the prisoners who dwelt in the jail, but even for the jailer himself. For the jailer, he says, awaking out of sleep and seeing the prison doors open, drew his sword and was about to kill himself, supposing that the prisoners had fled. Behold here, I pray you, the loving-kindness of God surpassing all speech. For on what account do all these things come to pass at midnight? For no other reason than that the matter might be dispensed without tumult and in quiet, and that they might work out the jailer's salvation. For when the earthquake occurred and the doors were opened, the bands of all who were there were loosed, and yet none of them was permitted to rush out. Mark for me another wisdom of God here as well. For all the other things took place—the earthquake, I mean, and the opening of the doors—that all men might learn through the deeds who they were that then dwelt in the prison, and that they were no ordinary men; yet it fell to no one to go out, lest this should become an occasion of peril to the jailer. And that this is true, hear how, when the jailer merely suspected that this had happened and supposed that some had escaped, even