Καθάπερ οὖν καὶ ὁ Παῦλος ἐποίησε· πρῶτος γὰρ ἁπάντων ὢν τῶν δικαίων, πρῶτον ἑαυτὸν τῶν ἁμαρτωλῶν ἔλεγεν εἶναι· οὐκ ἔλεγε δὲ μόνον, ἀλλὰ καὶ ἐπέπειστο παρὰ τοῦ Διδασκάλου μαθὼν, ὅτι μετὰ τὸ πάντα ποιῆσαι ἀχρείους δούλους ἑαυτοὺς χρὴ καλεῖν. Τοῦτό ἐστι ταπεινοφροσύνη, τοῦτον ζηλώσατε οἱ κατορθώματα ἔχοντες, τὸν δὲ τελώνην ὑμεῖς οἱ ἁμαρτημάτων γέμοντες, κ⟨α⟩ὶ ὁμολογῶμεν ὥσπερ ἐσμὲν, καὶ τὸ στῆθος πλήττωμεν, καὶ τὴν διάνοιαν πείθωμεν μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, ἀρκεῖ τοῦτο ἡμῖν εἰς προσφορὰν καὶ θυσίαν· καθάπερ καὶ ὁ Δαυῒδ ἔλεγε· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐχ ἁπλῶς εἶπε τεταπεινωμένην, ἀλλὰ καὶ συντετριμμένην· τὸ γὰρ συντετριμμένον, καὶ διακεκλασμένον· οὐδὲ γὰρ, ἐὰν βούληται, ἐπαρθῆναι δύναται. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ταπεινώσωμεν μόνον τὴν ψυχὴν τὴν ἡμετέραν, ἀλλὰ καὶ συντρίψωμεν καὶ κατανύξωμεν· συντρίβεται δὲ οἰκείων ἁμαρτημάτων μεμνημένη συνεχῶς. Ἂν οὕτως αὐτὴν ταπεινώσωμεν, οὐδὲ βουλομένη πρὸς τῦφον ἀναστῆναι δυνήσεται, ὥσπερ τινὸς χαλινοῦ τοῦ συνειδότος ἐπιλαμβανομένου διεγειρομένης αὐτῆς, καὶ καταστέλλοντος καὶ πείθοντος μετριάζειν ἐν ἅπασιν. Οὕτω δυνησόμεθα παρὰ τῷ Θεῷ καὶ χάριν εὑρεῖν· Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἐναντίον Κυρίου εὑρήσεις χάριν. Ὁ δὲ παρὰ τῷ Θεῷ χάριν εὑρὼν οὐδενὸς αἰσθήσεται χαλεποῦ, ἀλλὰ καὶ ἐνταῦθα δυνήσεται μετὰ τῆς τοῦ Θεοῦ χάριτος ἐκεῖνα ἅπαντα μετ' εὐκολίας διαδραμεῖν τὰ δεινὰ, καὶ τὰς ἐκεῖ κειμένας τοῖς ἁμαρτάνουσι διαφυγεῖν τιμωρίας, τῆς χάριτος τοῦ Θεοῦ πανταχοῦ προηγουμένης, καὶ πάντα ἐξευμενιζούσης αὐτῷ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Just as Paul also did: for though he was first of all the righteous, he said that he himself was first of sinners; nor did he merely say it, but he was also persuaded of it, having learned from the Teacher that after we have done all things we must call ourselves unprofitable servants. This is humility; emulate him, you who possess righteous deeds, and emulate the tax-collector, you who are full of sins; and let us confess just as we are, and beat our breast, and persuade our mind to imagine nothing great concerning ourselves. For if we are thus disposed, this suffices us for an offering and a sacrifice, just as David also said: "A sacrifice to God is a broken spirit; a broken and humbled heart God will not despise." He did not say simply "humbled," but also "broken"; for what is broken is also shattered, nor can it, even if it should wish, be lifted up. So then let us too not only humble our soul, but also crush it and pierce it with compunction; and it is crushed when it continually remembers its own sins. If we thus humble it, not even should it wish will it be able to rise up to pride, since conscience lays hold of it like a bridle whenever it is stirred up, checks it, and persuades it to be moderate in all things. Thus we shall also be able to find grace with God: "For the greater you are," says Scripture, "humble yourself the more, and before the Lord you shall find grace." And he who has found grace with God will feel nothing grievous, but both here will be able with the grace of God to pass easily through all those dreadful things, and will escape the punishments laid up there for those who sin, since the grace of God goes before him everywhere and renders all things favourable to him; which grace may it be ours all to enjoy in Christ Jesus our Lord, through Whom and with Whom be glory to the Father, together with the Holy Spirit, now and ever, and to the ages of ages. Amen.
αʹ. Ἐπίπονον μὲν γηπόνῳ τὸ ζεῦξαι βόας, καὶ ἄροτρον ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα καταβαλεῖν, καὶ ἀνασχέσθαι χειμῶνος, καὶ κρυμὸν ἐνεγκεῖν, καὶ περιελάσαι τάφρον, καὶ πλεονεξίαν ὑδάτων ἐπιοῦσαν τοῖς σπέρμασιν ἀποκρούσασθαι, καὶ ὄχθας ποταμῶν ὑψηλοτέρας ἐργάσασθαι, καὶ διὰ μέσης τῆς ἀρούρας βαθυτέρας αὔλακας ἀνατεμεῖν· ἀλλὰ τὰ ἐπίπονα ταῦτα, καὶ μόχθον ἔχοντα, κοῦφα γίνεται καὶ ῥᾷστα, ὅταν ταῖς ἐλπίσιν ὁ γεωργὸς ἴδῃ κομῶντα τὰ λήϊα, καὶ τὴν δρεπάνην ἠκονημένην, καὶ τὴν ἅλωνα τῶν δραγμάτων ἐμπεπλησμένην, καὶ τὸν καρπὸν ὥριμον μετὰ πολλῆς τῆς εὐφροσύνης οἴκαδε εἰσκομιζόμενον. Οὕτω καὶ κυβερνήτης ἀγρίων κυμάτων κατατολμᾷ, καὶ χειμῶνος, καὶ μαινομένης θαλάττης πολλάκις καταφρονεῖ, καὶ πνευμάτων ἀστάτων, καὶ διαποντίους κλύδωνας καὶ μακρὰς οἶδε φέρειν ἀποδημίας, ὅταν τὰ φορτία ἀναλογίζηται, καὶ τοὺς τῆς ἐμπορίας λιμένας, καὶ τὸν ἐκ τούτων ἄπειρον πλοῦτον τικτόμενον ἴδῃ. Οὕτω καὶ στρατιώτης τραύματα φέρει, καὶ νέφη βελῶν ἀποδέχεται, καὶ λιμὸν ὑποφέρει, καὶ κρυμὸν, καὶ τὰς μακρὰς ἀποδημίας, καὶ τοὺς ἐπὶ τῆς παρατάξεως κινδύνους, ἐντεῦθεν τὰ τρόπαια καὶ τὰς νίκας καὶ τοὺς στεφάνους ἀναλογιζόμενος. Ἀλλὰ τίνος ἕνεκεν τούτων ἐμνήσθην; ἢ τί μοι βούλεται ταῦτα τὰ παραδείγματα; Παράκλησιν ὑμῖν ἐντεῦθεν πρὸς τὴν ἀκρόασιν εἰσαγαγεῖν βούλομαι, καὶ παραμυθίαν πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας. Εἰ γὰρ τῶν εἰρημένων ἕκαστος τὸ ἐπίπονον κοῦφον ἡγεῖται διὰ τὴν τῶν μελλόντων ἐλπίδα, καὶ ταῦτα, εἰ καί τις αὐτῶν ἐπιτυχεῖν δυνηθείη, τῷ παρόντι συγκαταλυόμενα βίῳ, πολλῷ μᾶλλον ὑμᾶς τὴν ὑπὲρ τῆς πνευματικῆς διδασκαλίας ἀκρόασιν ἀνέχεσθαι χρὴ, καὶ τὴν ὑπὲρ τῆς αἰωνίου ζωῆς παράταξίν τε καὶ τοὺς ἱδρῶτας γενναίως φέρειν. Τοῖς μὲν γὰρ ἄδηλα τὰ τῆς προσκαίρου ἐλπίδος ἐστὶ, καὶ ἐν προσδοκίᾳ μόνῃ τῶν χρηστῶν πολλάκις γενόμενοι, τὸν βίον οὕτω κατέλυσαν, ἐντρυφήσαντες μὲν ταῖς ἐλπίσιν, ἐπὶ δὲ τῶν ἔργων αὐτῶν οὐκ ἐγγίσαντες, καὶ δὴ διὰ ταῦτα τὰ χαλεπώτερα ὑπομείναντες. Οἷόν τι λέγω· Μετὰ τοὺς πολλοὺς ἐκείνους πολλάκις πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπάνην ἀκονᾷν, καὶ πρὸς τὸν ἄμητον παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης, ἢ πλήθους ἀκρίδων, ἢ πέρα τοῦ μέτρου τῆς ἐπομβρίας γενομένης, ἢ ἑτέρας τινὸς πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνωμαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον ἅπαντα ὑπομείνας, τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκπεσών. Καὶ ὁ κυβερνήτης δὲ ὁμοίως χαίρων τῷ πλήθει τῶν φορτίων, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ ἱστία πετάσας, καὶ περάσας πολὺ πέλαγος, ἐν αὐτῷ πολλάκις τῷ στόματι τοῦ λιμένος, ἢ σπιλάδος ἐμπεσούσης, ἢ ὑφάλῳ καὶ σκοπέλῳ τινὶ προσαράξας, ἢ ἄλλῃ τινὶ τοιαύτῃ ἀδοκήτῳ περιστάσει πληγεὶς, πάντα τὸν φόρτον ἀπώλεσε, καὶ μόλις τὸ ἑαυτοῦ σῶμα γυμνὸν διέσωσε μετὰ τοὺς μυρίους κινδύνους
1. Laborious indeed it is for the husbandman to yoke oxen, draw the plough, cut a furrow, cast seed, endure winter, bear frost, dig a trench round about, beat back an inrushing surfeit of waters threatening the seeds, build higher the banks of rivers, and cut deeper furrows right through the midst of the tillage; yet these laborious tasks, fraught with toil, become light and most easy when in his hopes the farmer sees the standing corn waving thick, the sickle sharpened, the threshing-floor filled with sheaves, and the ripe fruit brought home with great gladness. So too the pilot braves savage waves, and often scorns tempest, a raging sea, and shifting winds, and knows how to bear cross-sea surges and long voyages abroad, whenever he reckons up his cargoes and the harbours of commerce, and beholds the boundless wealth begotten therefrom. So too the soldier bears wounds, welcomes clouds of darts, and endures famine, frost, long campaigns abroad, and the perils of the battle-line, reckoning up the trophies, victories, and crowns that spring therefrom. Yet for what cause have I mentioned these things, or what do these examples mean for me? Thence I wish to introduce an exhortation for you towards hearing, and encouragement towards the toils undertaken for virtue's sake. For if each of those just mentioned deems what is laborious light on account of the hope of things to come — and things, at that, which, even if one should succeed in obtaining them, come to an end together with the present life — much more ought you to persevere in listening on behalf of spiritual teaching, and nobly bear the battle-array and the toils undertaken for eternal life. For to those men the things of temporal hope are uncertain, and often, having come only into the expectation of good things, they have thus ended their life, having luxuriated indeed in their hopes, yet never having drawn near to the realities themselves, and on this very account having endured harder sufferings. What do I mean? After those many frequent labours and toils, the husbandman at times, in the very act of sharpening his sickle and making ready for the harvest, when blight has swept down, or a multitude of locusts, or rainfall beyond measure has occurred, or some other plague has been brought on by disorder of the skies, goes home with empty hands, having endured all the toil, yet having forfeited the fruit of his hope. And the pilot likewise, rejoicing in the abundance of his cargoes, having spread his sails with great pleasure and crossed a vast sea, often right at the very mouth of the harbour, whether a squall has struck, or he has dashed upon a submerged reef and crag, or has been smitten by some other such unlooked-for calamity, loses all his freight and scarcely saves his own body naked after ten thousand perils