Migne Reading Room

PG 51 · cols. 19–22 bis · Read from the page

Homilia in parabolam debitoris decem millium talentorum (Matt. 18:23; Hom. I)

Homilia in parabolam debitoris decem millium talentorum (Matt. 18:23; Hom. I)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:19Read from the page
σθαι, οὐδὲ τοὺς οἰκέτας αὐτοῦ ἐπὶ τούτοις διορθοῦν; Οὐκ ἄν τις ἁμάρτοι τὴν τοιαύτην οἰκίαν ἐκκλησίαν Θεοῦ προσειπών. Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς μεριμνᾷν ὑπὲρ τῶν θείων νόμων, καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλήλους ἀγωνίζεσθαι καὶ φιλονεικεῖν, εὔδηλον, ὅτι δαίμων μὲν ἅπας καὶ πονηρὰ δύναμις ἀπελήλαται, Χριστὸς δὲ πάρεστι χαίρων ἐπὶ τῇ καλῇ τῶν δούλων φιλονεικίᾳ, πᾶσαν αὐτοῖς ἐπιδαψιλευόμενος εὐλογίαν. Διὰ δὴ ταῦτα ταύτην ἀφεὶς λοιπὸν τὴν εντολὴν (οἶδα γὰρ ὅτι Θεοῦ χάριτι πᾶσαν ἐπιδραμεῖται τὴν πόλιν ὑμῖν θερμὰ προοίμια ἀναλαβοῦσι καὶ ἀρχὴν ἰσχυρὰν), ἐφ' ἑτέραν μεταθήσομαι· τὴν τῆς ὀργῆς ὑπεροψίαν. Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργάσασθαι, ἀλλὰ πάσας ἐπιέναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος· οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ μόνος ἡμῖν εἰς σωτηρίαν εἷς νόμος, καθάπερ ἔφθην εἰπὼν, ἀλλὰ δεῖ πάντας αὐτοὺς μετὰ ἀκριβείας φυλάττειν, εἰ δὴ μέλλοιμεν τὴν ἁπάσης ἁρμονίας ἡδίω καὶ χρησιμωτέραν μελῳδίαν ἐργάζεσθαι. Ἔμαθέ σου τὸ στόμα μὴ ὀμνύναι; ἐπαιδεύθη ἡ γλῶττα Ναὶ καὶ Οὐ λέγειν πανταχοῦ; Μαθέτω καὶ λοιδορίαν ἀποστρέφεσθαι ἅπασαν, καὶ πλείονα περὶ τὴν ἐντολὴν ταύτην εἰσφέρειν σπουδὴν, ἐπειδὴ καὶ πλείονος ἡμῖν δεῖται καὶ πόνου. Ἐκεῖ μὲν γὰρ συνηθείας περιγενέσθαι μόνον ἔδει, ἐπὶ δὲ τῆς ὀργῆς εὐτονωτέρας δεῖ τῆς σπουδῆς· τυραννικὸν γὰρ τὸ πάθος, καὶ πολλάκις παρασύρει τοὺς νήφοντας, καὶ πρὸς τὸ βάραθρον αὐτὸ κατάγει τῆς ἀπωλείας. Ἀνάσχεσθε τοίνυν τοῦ μήκους τῶν λόγων. Καὶ γὰρ ἄτοπον καθ' ἑκάστην ἡμέραν τραυματιζομένους ἐν ἀγοραῖς, ἐν οἰκίαις, ὑπὸ φίλων, ὑπὸ συγγενῶν, ὑπὸ ἐχθρῶν, ὑπὸ γειτόνων, ὑπὸ οἰκετῶν, ὑπὸ γυναικὸς, ὑπὸ παιδίου, ὑπὸ οἰκείων λογισμῶν, μηδὲ ἅπαξ τῆς ἑβδομάδος ἁπάσης ὑπὲρ τῆς θεραπείας τῶν τραυμάτων ἐκείνων φροντίζειν, καὶ ταῦτα εἰδότας ὡς ἀδάπανός τε καὶ ἀνώδυνος οὗτος τῆς θεραπείας ὁ τρόπος. Οὐδὲ γὰρ τὸ σιδήριον ἐν τῇ χειρὶ κατέχω νῦν, ἀλλὰ λόγον ἀντὶ σιδηρίου μεταχειρίζομαι, σιδηρίου μὲν παντὸς ὄντα τομώτερον, καὶ πᾶσαν τῆς ἁμαρτίας ἐκκόπτοντα τὴν σηπεδόνα, οὐ παρέχοντα δὲ ὀδύνην τῷ τεμνομένῳ. Οὐκ ἔχω πῦρ ἐν τῇ δεξιᾷ, ἀλλ' ἔχω διδασκαλίαν πυρὸς σφοδροτέραν, ο⟨ὐ⟩ καυτῆρα ἐπάγουσαν, ἀλλ' ἀναστέλλουσαν μὲν τὴν νομὴν τῆς κακίας, ἀντὶ δὲ ἀλγηδόνος πολλὴν τῷ τῆς κακίας ἀπαλλαττομένῳ παρέχουσαν τὴν ἡδονήν.
nor to correct his household servants upon these matters? One would not err in calling such a house a church of God. For where there is such sobriety as to take thought for the divine laws in a time of luxury, and for all present to strive and vie with one another over this, it is plain that every demon and wicked power has been driven away, while Christ is present rejoicing in the noble emulation of His servants, lavishing every blessing upon them. On this very account, leaving this commandment aside for the rest (for I know that by the grace of God it will overrun the whole city, since you have taken up fervent beginnings and a strong foundation), I shall pass over to another: the contempt of anger. For just as upon the lyre it does not suffice to work out the melody from a single string alone, but one must go over them all with fitting rhythm, so also in virtue of soul a single law alone does not suffice us for salvation, as I said before, but we must keep them all with exactness, if indeed we are to produce the melody sweeter and more profitable than all harmony. Has your mouth learnt not to swear? Has your tongue been trained to say Yea and Nay everywhere? Let it learn also to turn away from all reviling, and to bring in greater earnestness concerning this commandment, since it requires of us more labour also. For there one had only to overcome habit, whereas in the case of anger there is need of more vigorous earnestness; for the passion is tyrannical, and often sweeps away the sober, and brings them down to the very pit of perdition. Bear, therefore, with the length of our words. For it is absurd that men who are wounded every day in marketplaces, in houses, by friends, by kinsmen, by enemies, by neighbours, by domestics, by wife, by child, by their own thoughts, should not even once in the whole week take thought for the healing of those wounds, even though they know that this method of healing is both free of expense and free of pain. For neither do I now hold the knife in my hand, but I wield the word in place of a knife—sharper indeed than any knife, and cutting out all the putrefaction of sin, yet causing no pain to him who is cut. I have no fire in my right hand, but I have teaching more vehement than fire, not applying a cautery, but checking the spreading ulcer of wickedness, and in place of pain affording much pleasure to him who is set free from wickedness.
Οὐ χρεία χρόνων ἐνταῦθα, οὐ χρεία πόνων, οὐ χρεία χρημάτων· ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα τὰ τῆς ἀρετῆς ἡμῖν κατώρθωται· κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν καὶ παραίνεσιν· οὐδὲ γὰρ οἴκοθεν φθεγγόμεθα, ἀλλ' ἐπὶ τὸν νομοθέτην ἅπαντας ὑμᾶς ἄγομεν. Ἕπεσθε τοίνυν, τῶν θείων ἀκούετε νόμων. Ποῦ τοίνυν περὶ ὀργῆς καὶ τοῦ μνησικακεῖν διελέχθη; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ, μάλιστα δὲ διὰ τῆς παραβολῆς ἐκείνης, ἣν πρὸς τοὺς μαθητὰς ἔλεγεν, οὑτωσί πως ἀρξάμενος· Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν
There is no need of time here, no need of toils, no need of money; it suffices merely to will, and all the things of virtue have been rightly accomplished by us; and if we consider the dignity of God Who commands and legislates, we shall receive sufficient teaching and exhortation; for we do not utter anything of our own, but lead you all to the Lawgiver. Follow, therefore, hearken to the divine laws. Where, then, did He discourse concerning anger and bearing malice? In many other places indeed, but especially through that parable which He spoke to the disciples, beginning somewhat thus: Therefore is the kingdom of heaven likened to a man who was a king, who wished to settle accounts with
Notes, col. 19

On the reading

Printed εντολὴν, for ἐντολὴν.

PG 51:20Read from the page
δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος ἐκεῖνος εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν, λέγων· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι ὅ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ ἠγανάκτησαν, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν. Τότε καλέσας αὐτὸν ὁ κύριος αὐτοῦ εἶπε· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Τότε παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ Πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
his servants. And when he had begun to settle accounts, one was brought to him who owed ten thousand talents. And since he had not wherewith to pay, he commanded him to be sold, and his wife, and his children, and all that he had, and payment to be made. Falling down therefore at his feet, that servant besought him, saying: Lord, have patience with me, and I will pay you all. And moved with compassion, the lord of that servant released him, and forgave him the loan. But that servant, going out, found one of his fellow-servants who owed him a hundred denarii; and seizing him, he throttled him, saying: Pay me whatever you owe. Falling down therefore at his feet, his fellow-servant besought him, saying: Have patience with me, and I will pay you all. Yet he would not, but went away and cast him into prison, till he should pay what was owed. So when his fellow-servants saw what had happened, they were greatly grieved, and came and made it clear to their lord. Then his lord, having called him, said to him: Wicked servant, I forgave you all that debt because you besought me; ought you not also to have had mercy on your fellow-servant, even as I too had mercy on you? Then he delivered him to the torturers, till he should pay all that was owed to him. So also shall My heavenly Father do to you, if you do not forgive each one his brother from your hearts their trespasses.
γʹ. Ἡ μὲν παραβολὴ αὕτη· δεῖ δὲ εἰπεῖν, τίνος ἕνεκεν μετὰ αἰτίας αὐτὴν προτέθεικεν· οὐ γὰρ ἁπλῶς εἶπεν, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ, Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν. Τίνος οὖν ἕνεκεν ἡ αἰτία πρόσκειται; Περὶ ἀνεξικακίας τοῖς μαθηταῖς διελέγετο, καὶ κρατεῖν ὀργῆς αὐτοὺς ἐπαίδευε, καὶ τῶν παρ' ἑτέρων εἰς ἡμᾶς γινομένων ἀδικημάτων μὴ πολὺν ποιεῖσθαι λόγον, οὕτω λέγων· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου τοῖς μαθηταῖς καὶ φιλοσοφεῖν διδάσκοντος, Πέτρος, ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος, τὸ στόμα τῶν μαθητῶν, ὁ στῦλος τῆς Ἐκκλησίας, τὸ στερέωμα τῆς πίστεως, ὁ τῆς ὁμολογίας θεμέλιος, ὁ τῆς οἰκουμένης ἁλιεὺς, ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς πλάνης εἰς τὸν οὐρανὸν ἀναγαγὼν, ὁ πανταχοῦ θερμὸς καὶ παῤῥησίας γέμων, μᾶλλον δὲ ἀγάπης, ἢ παῤῥησίας, σιγώντων ἁπάντων προσελθὼν τῷ διδασκάλῳ φησί· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὁμοῦ καὶ ἐρωτᾷ καὶ ὑπισχνεῖται, καὶ πρὶν μάθῃ, φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς, ὅτι πρὸς φιλανθρωπίαν ῥέπει, καὶ πλέον ἐκεῖνος μάλιστα πάντων αὐτῷ χαρίζεται ὁ μάλιστα πάντων τὰ ἁμαρτήματα τῶν πλησίον παρατρέχων καὶ μὴ πικρῶς ἐξετάζων, βουλόμενος ἀρέσαι τῷ νομοθέτῃ, φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τούτου φιλοτιμία, ὅπουπερ ἂν ἀφίκηται, πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρινομένη, πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα, καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, εἰπόντος αὐτοῦ, Ἕως ἑπτάκις; καὶ νομίσαντος αὐτοῦ
3. Such, indeed, is the parable; now we must say for what reason He set it forth with a cause prefixed: for He did not say simply, The kingdom of heaven is likened, but, Therefore is the kingdom of heaven likened. For what reason, then, is the cause added? He was discoursing to the disciples concerning forbearance, and teaching them to master anger, and not to make much account of the wrongs done to us by others, speaking thus: If your brother sin against you, go and reprove him between you and him alone; if he hearken to you, you have gained your brother. While Christ was discoursing of these and such things to the disciples and teaching them true wisdom, Peter, the chief of the choir of the apostles, the mouth of the disciples, the pillar of the Church, the bulwark of the faith, the foundation of the confession, the fisherman of the inhabited world, who brought our race up from the depth of error to heaven, everywhere fervent and full of boldness of speech, or rather of love than of boldness, when all were silent, came up to the Teacher and says: How often shall my brother sin against me, and I forgive him? Until seven times? At once he both asks and promises, and before he learns, he displays generous zeal. For knowing clearly the mind of the Teacher, that He inclines towards loving-kindness, and that above all others that man gratifies Him most who most of all passes over the offences of his neighbours and does not bitterly scrutinize them, wishing to please the Lawgiver, he says: Until seven times? Then, that you may learn what man is and what God is, and how man's munificence, however far it may go, when compared with His abundance, is more paltry than any poverty, and that as much as a drop is to a boundless sea, so much is our goodness towards His ineffable loving-kindness—when he had said, Until seven times? and when he supposed
PG 51:21Read from the page
μεγάλα φιλοτιμεῖσθαι, καὶ δαψιλεύεσθαι, ἄκουσον τί φησιν· Οὐ λέγω σοι, ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· τινὲς ἑπτὰ καὶ ἑβδομήκοντα νομίζουσιν, οὐκ ἔστι δέ· ἀλλὰ παρολίγον πεντακοσιοστόν ἐστι· τὸ γὰρ ἑπτάκις ἑβδομήκοντα, τετρακόσια καὶ ἐννενήκοντά ἐστι. Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ ἐπίταγμα, ἀγαπητέ. Ἐὰν γὰρ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἁμαρτόντι συγχωρήσῃς τῆς ἡμέρας, κἂν σφόδρα ᾖ λίθινος, κἂν αὐτῶν τῶν δαιμόνων ἀγριώτερος ὁ λελυπηκὼς, οὐκ ἔσται οὕτως ἀναίσθητος, ὡς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, ἀλλὰ τῇ πυκνότητι τῆς συγχωρήσεως σωφρονισθεὶς, βελτίων ἔσται καὶ ἐπιεικέστερος· σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασάμενος, οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ, μελετήσας καθάπαξ τῇ πυκνότητι τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων. Ταῦτα ἀκούσας ὁ Πέτρος, ἀχανὴς εἱστήκει, οὐχ ὑπὲρ ἑαυτοῦ φροντίζων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων αὐτῷ ἐμπιστεύεσθαι. Ἵνα οὖν μὴ τὸ αὐτὸ ποιήσῃ, ὅπερ καὶ ἐφ' ἑτέρων ἐντολῶν ἐποίησε, προλαβὼν ἀπέκλεισεν αὐτῷ πᾶσαν ἐρώτησιν. Τί δὲ ἐπὶ τῶν λοιπῶν ἐντολῶν ἐποίησεν; Εἴ ποτέ τι τοιοῦτον ὁ Χριστὸς ἐπέταττεν, ὃ δυσκολίαν τινὰ ἔχειν ἐδόκει, προπηδῶν τῶν ἄλλων ἠρώτα καὶ ἐπυνθάνετο περὶ τῆς ἐντολῆς. Καὶ γὰρ ὅτε προσελθὼν ὁ πλούσιος περὶ τῆς αἰωνίου ζωῆς τὸν Χριστὸν ἠρώτα, καὶ μαθὼν τὰ ποιητικὰ τῆς τελειότητος, ἀπῄει λυπούμενος ὑπὸ τῶν χρημάτων, εἰπόντος τοῦ Χριστοῦ, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν· ὁ Πέτρος, καίτοι πάντων ἑαυτὸν γυμνώσας, καὶ οὐδὲ τὸ ἄγκιστρον κατέχων λοιπὸν, ἀλλὰ καὶ τῆς τέχνης καὶ τοῦ ἀκατίου καταφρονήσας, προσελθὼν ἔλεγε τῷ Χριστῷ· Καὶ τίς δύναται σωθῆναι; Καὶ ὅρα καὶ ἐπιείκειαν μαθητοῦ, καὶ θερμότητα· οὔτε γὰρ εἶπεν· Ἀδύνατα ἐπιτάττεις, δύσκολον τὸ ἐπίταγμα, χαλεπὸς ὁ νόμος· οὔτε ἐσίγησεν, ἀλλὰ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν κηδεμονίαν ἐπεδείξατο, καὶ τὴν διδασκάλῳ παρὰ μαθητοῦ τιμὴν ὀφειλομένην ἀπένειμεν, οὕτως εἰπών· Καὶ τίς δύναται σωθῆναι; καὶ μηδέπω γενόμενος ποιμὴν, ποιμένος εἶχε ψυχὴν, καὶ μηδέπω τὴν ἀρχὴν ἐγχειρισθεὶς, τὴν πρέπουσαν ἄρχοντι κηδεμονίαν ἐφύλαττεν, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης φροντίζων. Εἰ μὲν γὰρ πλούσιος ἦν, καὶ πολλὰ χρήματα περιβεβλημένος, ἴσως εἶπέ τις ἂν, ὅτι οὐ τῶν λοιπῶν, ἀλλ' ἑαυτοῦ κηδόμενος, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν πραγμάτων φροντίζων, ταύτην προσῆγε τὴν πεῦσιν· νυνὶ δὲ ἡ πενία ταύτης αὐτὸν ἀπαλλάττει τῆς ὑποψίας, καὶ δείκνυσιν ὡς τῆς ἑτέρων κηδόμενος σωτηρίας ἐμερίμνα καὶ περιειργάζετο, καὶ παρὰ τοῦ διδασκάλου μαθεῖν ἐβούλετο τὴν τῆς σωτηρίας ὁδόν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς αὐτὸν παραθαρῥύνων λέγει· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, παρὰ τῷ Θεῷ δυνατά ἐστι. Μὴ γὰρ νομίσῃς, φησὶν, ὑμᾶς ἐρήμους ἐγκαταλιμπάνεσθαι· ἐγὼ συνεφάπτομαι ταύτης ὑμῖν τῆς σπουδῆς, καὶ τὰ ἄπορα ποιῶ ῥᾴδια γενέσθαι καὶ εὔκολα. Πάλιν περὶ γάμου καὶ γυναικὸς διαλεγομένου τοῦ Χριστοῦ καὶ λέγοντος, ὅτ⟨ι⟩ Ὁ ἀπολύων γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ πᾶσαν κακίαν γυναικὸς παραινοῦντος φέρειν πλὴν πορνείας μόνης, ὁ Πέτρος, τῶν ἄλλων σιγώντων, προσελθὼν ἔλεγε τῷ Χριστῷ·
that he was showing great generosity and munificence, hear what He says: I do not say to you, Until seven times, but, Until seventy times seven. Some suppose this means seventy-seven, yet it is not so; rather, it is almost the fifth hundred, for seventy times seven is four hundred and ninety. And do not suppose that the injunction is difficult, beloved. For if once and a second and a third time in the day you pardon one who has sinned, even if he who has grieved you be exceedingly stony-hearted, even if he be more savage than the very demons, he will not be so insensate as to fall into the same faults again, but, chastened by the frequency of forgiveness, will become better and more gentle; and you, in turn, if you are prepared so many times to disregard the offences committed against you, having trained yourself by a first and a second and a third pardon, will henceforth have no toil in such wisdom, having practised once for all through the frequency of forgiveness not even to be wounded by the offences of your neighbour. Having heard these things, Peter stood speechless, taking thought not for himself alone, but also for those who were about to be entrusted to him. Lest, therefore, he should do the same thing that he did also in the case of other commandments, He anticipated him and barred all questioning from him. And what did he do in the case of the other commandments? Whenever Christ enjoined anything of such a kind that seemed to involve some difficulty, leaping forward ahead of the others he would ask and inquire concerning the commandment. For when the rich man came up and asked Christ concerning eternal life, and, having learnt the things productive of perfection, went away sorrowing because of his possessions, and Christ said that it is easier for a camel to pass through the eye of a needle than for a rich man to enter into the kingdom of heaven, Peter, although he had stripped himself of all things and no longer held even his fish-hook, but had despised both his craft and his skiff, came up and said to Christ: Who then can be saved? And behold both the modesty and the fervour of the disciple; for he neither said: You enjoin impossible things, the injunction is difficult, the law is harsh; nor did he keep silent, but both showed his solicitude on behalf of the rest and rendered the honour owed by a disciple to his Teacher, speaking thus: Who then can be saved? And though not yet become a shepherd, he possessed the soul of a shepherd, and though not yet entrusted with rule, he guarded the solicitude befitting a ruler, taking thought for the whole inhabited world. For if he had been rich and surrounded with much wealth, perhaps someone might have said that, caring not for the rest but for himself, and taking thought for his own affairs, he brought forward this inquiry; but as it is, poverty frees him from this suspicion, and shows that, caring for the salvation of others, he was anxious and busied himself, and wished to learn from the Teacher the way of salvation. Therefore Christ also, encouraging him, says: The things impossible with men are possible with God. For do not suppose, He says, that you are left desolate; I take part with you in this earnestness, and I make impassable things become easy and light. Again, when Christ was discoursing concerning marriage and a wife and saying that Whoever puts away his wife, saving for the cause of fornication, causes her to commit adultery, and was exhorting men to bear with every wickedness of a wife save fornication alone, Peter, while the others were silent, came up and said to Christ:
PG 51:22Read from the page
Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι.
If the case of the man with his wife be so, it is not expedient to marry.
Ὅρα καὶ ἐνταῦθα πῶς καὶ τὴν πρέπουσαν διδασκάλῳ τιμὴν ἐφύλαξε, καὶ τῆς τῶν λοιπῶν ἐφρόντισε σωτηρίας, οὐδὲ ἐνταῦθα ὑπὲρ τῶν καθ' ἑαυτὸν μεριμνῶν. Ἵνα οὖν μὴ καὶ ἐνταῦθα εἴπῃ τι τοιοῦτον, προλαβὼν διὰ τῆς παραβολῆς προανεῖλεν αὐτοῦ τὴν ἀντίῤῥησιν. Τούτου χάριν καὶ ὁ εὐαγγελιστὴς εἶπε· Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· δεικνὺς ὅτι διὰ τοῦτο λέγει τὴν παραβολὴν ταύτην, ἵνα μάθῃς ὅτι κἂν ἑβδομηκοντάκις ἑπτὰ ἀφῇς τῆς ἡμέρας τῷ ἀδελφῷ τὰ ἁμαρτήματα, οὐδέπω οὐδὲν μέγα εἰργάσω, ἀλλὰ πολὺ καὶ ἄφατον ἀπολείπῃ τῆς δεσποτικῆς φιλανθρωπίας, καὶ οὐ τοσοῦτον δίδως ὅσον λαμβάνεις.
Behold here too how he both guarded the honour befitting a Teacher and took thought for the salvation of the rest, not even here being anxious about his own affairs. Lest, therefore, here too he should say anything of the sort, anticipating him through the parable He removed his objection in advance. For this sake the evangelist also said: Therefore is the kingdom of heaven likened to a man who was a king, who wished to settle accounts with his servants; showing that He utters this parable for this reason, that you may learn that even if seventy times seven in the day you forgive your brother his offences, you have not yet wrought anything great, but fall far and ineffably short of the Master's loving-kindness, and do not give so much as you receive.
δʹ. Ἐπακούσωμεν τοίνυν τῆς παραβολῆς· εἰ γὰρ δοκεῖ καὶ αὐτόθεν εἶναι σαφὴς, ἀλλ' ἔχει καὶ ἐναποκεκρυμμένον τινὰ θησαυρὸν νοημάτων ἄφατον. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Μὴ παραδράμῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλὰ καὶ ἀνάπτυξόν μοι τὸ δικαστήριον ἐκεῖνο, καὶ εἰς τὸ συνειδὸς εἰσελθὼν τὸ σεαυτοῦ, ἀναλόγισαι τὰ πεπραγμένα σοι παρὰ πᾶσαν τὴν ζωὴν· καὶ ὅταν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ βασιλεῖς, καὶ στρατηγοὺς; καὶ ἐπάρχους, καὶ πλουσίους καὶ πένητας, καὶ δούλους καὶ ἐλευθέρους, καὶ πάντας ἀναλογίζου· Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Κἂν πλούσιος ᾖς, ἐννόησον ὅτι δώσεις λόγον, πότερον εἰς πάρνας, ἢ εἰς πένητας τὰ χρήματα κατηνάλωσας, πότερον εἰς παρασίτους καὶ κόλακας, ἢ εἰς τοὺς δεομένους, πότερον εἰς ἀσέλγειαν ἢ εἰς φιλανθρωπίαν, πότερον εἰς τρυφὴν καὶ ἀσωτίαν καὶ μέθην, ἢ εἰς τὴν τῶν ἐπηρεαζομένων βοήθειαν. Οὐχ ὑπὲρ τῆς δαπάνης δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς κτήσεως ἀπαιτηθήσῃ λόγον, πότερον ἐκ δικαίων πόνων, ἢ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συνέλεξας, πότερον κλῆρον διαδεξάμενος πατρῷον, ἢ τὰς τῶν ὀρφανῶν καταστρέψας οἰκίας, καὶ τὰς τῶν χηρῶν διαρπάσας οὐσίας. Καὶ καθάπερ ἡμεῖς τοῖς οἰκέταις τοῖς ἡμετέροις οὐχὶ τῆς ἐξόδου μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς εἰσόδου ἀπαιτοῦμεν τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο τὰ χρήματα, καὶ παρὰ τίνων, καὶ πῶς, καὶ πόσα· οὕτω δὴ καὶ ὁ Θεὸς οὐχὶ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς κτήσεως ἡμᾶς ἀπαιτεῖ τὰς εὐθύνας. Οὐχ ὁ πλούσιος δὲ μόνον, ἀλλὰ καὶ ὁ πένης τῆς πενίας δίδωσι λόγον· εἰ γενναίως καὶ εὐχαρίστως τὴν πενίαν ἤνεγκεν, εἰ μὴ ἀπεδυσπέτησεν, εἰ μὴ ἐδυσχέρανεν, εἰ μὴ κατηγόρησε τῆς τοῦ Θεοῦ προνοίας, ἕτερον ὁρῶν τρυφῶντα καὶ σπαταλῶντα, ἑαυτὸν δὲ ὄντα ἐν ἐνδείᾳ. Ὥσπερ γὰρ ὁ πλούσιος τῆς ἐλεημοσύνης, οὕτω καὶ ὁ πένης τῆς ὑπομονῆς ἀπαιτεῖται λόγον· μᾶλλον δὲ οὐδὲ τῆς ὑπομονῆς μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ἐλεημοσύνης· οὐ γάρ ἐστι κώλυμα πρὸς ἐλεημοσύνην
4. Let us hearken, therefore, to the parable; for even if it seems at first glance to be plain, yet it has also a certain ineffable treasure of thoughts hidden within it. The kingdom of heaven is likened to a man who was a king, who wished to settle accounts with his servants. Do not merely hurry past the saying, but unfold for me that court of judgement also, and, entering into your own conscience, reckon up the things done by you throughout your whole life; and when you hear that he settles accounts with his servants, reckon there both kings, and generals, and prefects, and rich and poor, and slaves and freemen, and all men: For we must all be made manifest before the judgement-seat of Christ. Even if you are rich, consider that you will render an account whether you spent your money upon harlots or upon the poor, whether upon parasites and flatterers or upon the needy, whether upon licentiousness or upon loving-kindness, whether upon luxury and profligacy and drunkenness or upon the succour of those suffering wrong. And not concerning expenditure alone, but also concerning acquisition will an account be demanded of you: whether you gathered it from righteous toils or from rapine and covetousness, whether having inherited an ancestral patrimony, or having overthrown the houses of orphans and plundered the estates of widows. And just as we demand an account from our own domestics not only of the outgoing of money, but also of the income, examining whence they received the money, and from whom, and how, and how much, so indeed does God also demand of us a reckoning not only of expenditure, but also of acquisition. Nor does the rich man alone, but the poor man also renders an account of his poverty: whether he bore his poverty nobly and thankfully, whether he did not lose heart, whether he did not chafe, whether he did not accuse the providence of God when seeing another living in luxury and revelling, while he himself is in want. For just as the rich man is required to give an account of almsgiving, so also is the poor man of endurance; or rather, not even of endurance alone, but also of almsgiving itself; for there is no hindrance to almsgiving
Notes, col. 22

On the reading

Printed στρατηγοὺς;, for στρατηγοὺς,.

Printed πάρνας, for πόρνας.

PG 51:21 bisRead from the page
Illud autem septuagies septies quidam septem et septuaginta arbitrantur: caeterum ita non est: habet enim hic numerus ferme quingenta: septies enim septuaginta quadringenta et nonaginta conficiunt. Ne existimes difficile esse hoc praeceptum, carissime: si enim semel, iterum, ac tertio, intra diem peccanti veniam impartieris, etiam si admodum lapideus sit, etiam si ipsis daemonibus efferatior sit ille, qui te laesit, non erit ita sensus expers, ut denuo ad easdem offensas recidat: sed frequentia indultae veniae castigatus, melior erit, et probior: tuque si fueris instructus ad toties contemnendam injuriam tibi illatam, una atque altera, et tertia condonatione culpae exercitatus, nihil difficultatis senties in posterum in hoc genere philosophiae: quippe qui iteranda toties venia eum jam usum collegeris, ut nihil te percellant proximorum injuriae. Quibus auditis Petrus, ore hiante stupens constitit: non de se tantummodo sollicitus, sed et de illis, qui ejus fidei committendi erant. Ne igitur idem faceret, quod in aliis mandatis fecerat, anticipatione exclusit ei omnem percontationem. Quid autem in aliis mandatis fecit? Si quando Christus istiusmodi aliquid imperaret, quod difficultatem aliquam habere videretur, prosiliens ante alios interrogabat et sciscitabatur de praecepto. Cum enim prodiisset dives, de aeterna vita Christum percontans, et cognitis illis, quae pariunt beatitudinem, moestus ob pecunias abiisset, dicente Christo, quod facilius esset camelum transire per foramen acus, quam divitem intrare in regnum caelorum (Marc. 10. 25): Petrus tametsi se omnibus nudavisset, neque jam vel hamum retineret, quippe qui et totum quaestum piscatorium, et navem contempserat, accedens ad Christum ita loquutus est: Et quis potest salvus fieri (Ib. v. 26)? Vide probitatem et fervorem discipuli: non enim inquit, Impossibilia injungis, grave hoc mandatum, difficilis ista lex: neque in silentio perstitit: sed curam suam, quam de omnibus habebat, ostendit, et praeceptori a discipulo debitam reverentiam impartivit, dicens: Et quis potest salvus fieri? nondum factus pastor, pastoris animum habebat: nondum in imperio et principatu constitutus, principi congruentem curam servabat, de universo orbe sollicitus. Si enim dives fuisset, et multis pecuniis circumfusus, diceret fortasse quispiam, eum non de reliquis, sed de seipso suisque rebus anxium istam interrogationem protulisse: nunc autem paupertas ipsum liberat ab hac suspicione, ostenditque eum de aliorum salute anxium, sollicitudinem istam et curam gessisse, et a magistro cognoscere viam salutis voluisse. Quapropter et Christus ei fiduciam indens dixit, Quae apud homines impossibilia sunt, ea apud Deum possibilia sunt (Ib. v. 27). Et ne putes, inquit, vos desertos relinqui, ego in hoc negotio etiam meas manus admovebo, et ardua facilia et expedita faciam. Rursus de matrimonio et uxore disputante Christo ac dicente, Si quis repudiarit uxorem, excepta fornicationis causa, facit eam moechari (Matth. 5. 32): et omnem malitiam uxoris ferendam esse admonente, praeter crimen fornicationis, Petrus aliis omnibus tacentibus, Christum alloquitur: Si istiusmodi conditio est hominis cum uxore, non expedit matrimonium inire (Id. 19. 10).
Now some suppose that seventy times seven means seventy-seven; yet it is not so, for this number contains nearly five hundred, since seven times seventy makes four hundred and ninety. Do not suppose that this precept is difficult, most beloved: for if once, twice, and a third time within a single day you grant pardon to one who sins against you—even if he who wronged you be utterly of stone, even if he be fiercer than the very demons—he will not be so devoid of feeling as to fall back afresh into the same offences; rather, chastened by the frequency of the pardon granted, he will grow better and more upright; and you yourself, once trained so often to disregard wrong done to you, and practised by a first, a second, and a third pardoning of an offence, will feel no difficulty hereafter in this kind of philosophy, inasmuch as by repeating pardon so often you will already have acquired such habit that the wrongs of neighbours do not disturb you at all. Upon hearing these words, Peter stood amazed and open-mouthed—concerned not for himself alone, but also for those who were to be entrusted to his charge. Lest, therefore, he should do the same thing he had done in the case of other commands, Christ shut off every question from him beforehand. Now what had he done in the case of other commands? Whenever Christ enjoined something of that sort which seemed to involve some difficulty, leaping forward ahead of the others he would ask and inquire about the precept. For when the rich man had come forward, inquiring of Christ concerning eternal life, and upon learning the things that bring blessedness had gone away sorrowful on account of his possessions, and Christ said that it was easier for a camel to pass through the eye of a needle than for a rich man to enter the kingdom of heaven (Mark 10:25), Peter, even though he had stripped himself of everything and no longer retained so much as a fish-hook—inasmuch as he had spurned both his whole fishing trade and his boat—came up to Christ and spoke thus: Then who can be saved (Ib. v. 26)? See the uprightness and fervour of the disciple: for he does not say, You enjoin impossibilities, this command is burdensome, that law is difficult; nor yet did he remain in silence; rather, he displayed the care he held for all, and rendered the reverence due from a disciple to his Master, saying: Then who can be saved? Not yet made a shepherd, he possessed the heart of a shepherd; not yet established in authority and primacy, he kept a care befitting a ruler, anxious for the whole world. For had he been rich and surrounded by great wealth, someone might perchance have said that he put forward that question out of anxiety not for the rest, but for himself and his own affairs; as it is, however, poverty frees him from this suspicion, and shows that out of anxiety for the salvation of others he bore that solicitude and care, and wished to learn the way of salvation from his Master. Wherefore Christ too, inspiring him with confidence, said: The things that are impossible with men are possible with God (Ib. v. 27). And lest you suppose, says He, that you are left forsaken, in this matter I too will lend My own hands, and make what is arduous easy and ready. Again, when Christ was discoursing concerning marriage and a wife, and saying, Whoever puts away his wife, save on account of fornication, makes her commit adultery (Matt. 5:32), and admonishing that every fault of a wife must be endured except the crime of fornication, Peter, while all the rest kept silence, addressed Christ: If the case of a man with his wife is such, it is not expedient to enter into marriage (Matt. 19:10).
PG 51:22 bisRead from the page
Petrus de aliorum salute sollicitus. Accepti et expensi ratio Deo reddenda.—Et hic quoque vide quomodo decentem magistro reverentiam conservavit, et reliquorum salutis curam gessit, ne istic quidem de rebus suis sollicitus. Ne autem hic istiusmodi quidpiam dicat, anticipans per parabolam, ejus contradictionem antevertit. Hac de causa evangelista dixit, Ideo assimilatum est regnum caelorum homini regi, qui voluit ponere rationem cum servis suis: ostendens, se ideo parabolam hanc dicere, ut discas te, etsi septuagies septies in die fratri peccata remiseris, nihil magnificum fecisse, sed multum adhuc et immensum a Domini clementia abesse, ac non tantum dedisse, quantum receperis.
Peter anxious for the salvation of others; an account of receipts and expenditure must be rendered to God.—Here too see how he preserved fitting reverence towards the Master, and took care for the salvation of the rest, not even here concerned for his own affairs. Lest, therefore, he should say something of that sort here as well, forestalling him through the parable Christ anticipated his objection. For this reason the Evangelist said: Therefore has the kingdom of heaven been likened to a man that is a king, who wished to settle accounts with his servants—showing that He utters this parable to this end, that you may learn that even if seventy times seven in a day you forgive your brother his sins, you have wrought nothing grand, but still fall vastly and immeasurably short of the Lord's clemency, and have not given so much as you have received.
4. Audiamus igitur parabolam, quae tametsi clara videatur, habet tamen occultum quemdam et ineffabilem sententiarum thesaurum. Assimilatum est regnum caelorum homini regi, qui voluit rationem ponere cum servis suis. Ne mihi praetercurras simpliciter has voces, sed evolve et explica naturam ejus judicii, tuamque conscientiam ingressus, computa quidquid a te factum est per omnem vitam, et cum audieris rationem dominum conferre cum servis suis, cogita in his verbis reges et duces, et praesides, et divites, et pauperes, et servos, et liberos, et quidquid est hominum, intelligi: Omnes enim nos manifestari oportet ante tribunal Christi (2. Cor. 5. 10). Quod si dives sis, cogita quod rationem dabis, utrum in meretrices, an in pauperes, pecunias insumpseris: utrum in parasitos et assentatores, an in egentes: utrum in libidinem, an in humanitatem: utrum in delicias, prodigalitatem, ebrietatem, an in afflictorum subsidium. Non de expensis solummodo, sed de acquisitionis modo rationem postulaberis: utrum justis laboribus, an rapinis et avaritia pecuniam collegeris: utrum sit patrimonii hereditas, an id coactum sit ex pupillorum eversis domibus, et spoliationibus viduarum. Quemadmodum nos non solum a servis nostris rationem elatae pecuniae, sed etiam illatae exposcimus, excutientes unde pecunias, a quibus, et quomodo, et quantas acceperint: ita et Deus non solum expensi, sed etiam accepti et acquisiti rationes postulat. Non solum vero dives, sed et pauper rationes vel ipsius paupertatis subit: an generoso et grato animo paupertatem tulerit, an non aegre tulerit, an non indignatus fuerit, an non incusaverit Dei providentiam, cum videret alium in voluptatibus deliciantem, se autem 1 in egestate versari. Ut enim a divite eleemosynae, ita a paupere tolerantiae requiritur ratio: imo non solum tolerantiae, sed etiam ipsius eleemosynae: non enim habet impedimentum ad eleemosynam paupertas.
4. Let us hear the parable, therefore, which, clear though it may seem, nevertheless holds a certain hidden and ineffable treasury of meanings. The kingdom of heaven has been likened to a man that is a king, who wished to settle accounts with his servants. Do not pass lightly over these words, I pray, but unfold and lay bare the nature of that judgement, and, entering into your own conscience, reckon up whatever has been done by you throughout your whole life; and when you hear that the lord settles accounts with his servants, reflect that in these words kings and generals, and governors, and rich and poor, and slaves and free, and all mankind whatsoever are understood: For we must all be made manifest before the judgement-seat of Christ (2 Cor. 5:10). And if you are rich, reflect that you will render an account whether you have spent your money upon harlots or upon the poor; whether upon parasites and flatterers, or upon the needy; whether upon lust, or upon benevolence; whether upon luxuries, prodigality, and drunkenness, or upon the relief of the afflicted. Nor will an account be demanded of you concerning your expenditure only, but also concerning the manner of your acquisition: whether you gathered your money by honest labours, or by plunder and avarice; whether it is an inheritance of patrimony, or has been scraped together from the ruined houses of orphans and the despoliations of widows. Just as we demand from our servants an account not only of money paid out, but also of money brought in, sifting whence, from whom, how, and in what amounts they received the funds, so too God demands accounts not only of what is spent, but also of what is received and acquired. Nor does the rich man alone, however, undergo an accounting, but the poor man as well, even for his very poverty: whether he bore poverty with a noble and thankful spirit, whether he did not bear it ill, whether he was not indignant, whether he did not blame the providence of God when he saw another revelling in pleasures while he himself 1 dwelt in want. For just as an account of almsgiving is required of the rich man, so an account of endurance is required of the poor man—nay, not of endurance only, but of almsgiving itself as well: for poverty has no hindrance to almsgiving.
Notes, col. 22 bis

On the reading

Printed sallicitus, for sollicitus.

Printed abosse, for abesse.