ραφεὶμ ἰδεῖν καταξιωθεὶς ἔτι ὢν ἐν σαρκὶ, ὁ τοῦ μυστικοῦ μέλους ἐκείνου, οὗτος εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρωπον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλόμενος δεῖξαι, ὅτι ὁ μὴ ἀκούων τῶν λόγων τῶν προφητικῶν, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὑπακουσόμενος. Καὶ ὅτι οὐ διὰ τὴν ἐρημίαν τῶν παρόντων, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκροωμένων τοῦτο εἶπεν, εἰπὼν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐπήγαγε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ὥστε παρῆσαν μὲν, οὐκ ἐνομίζοντο δὲ παρεῖναι, ἐπειδὴ τοῦ προφήτου οὐκ ἤκουον· διὰ τοῦτο ἐπειδὴ ἦλθε, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἐγὼ μὲν γὰρ, φησὶ, πρὸς ἀνθρώπους ἀπεστάλην, πρὸς ἀνθρώπους νοῦν ἔχοντας· ἐπειδὰν δὲ οὔτε λόγον, οὔτε αἴσθησιν ἔχοντες ὦσι, διὰ τοῦτο τοῖς οὐκ ἔχουσιν αἴσθησιν στοιχείοις διαλέγομαι, εἰς κατηγορίαν τῶν αἰσθήσει τετιμημένων μὲν, οὐ χρωμένων δὲ τῇ τιμῇ. Οὕτω καὶ ἕτερος προφήτης φησὶν ὁ Ἱερεμίας. Καὶ γὰρ καὶ ἐκεῖνος ἐν μέσῳ πλήθει τῶν Ἰουδαίων ἑστὼς, ἐν αὐτῇ τῇ πόλει, ὥσπερ οὐδενὸς παρόντος, οὕτως ἐβόα· Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; Τί λέγεις; τοσοῦτον πλῆθος ὁρῶν, ἐρωτᾷς, πρὸς τίνα λαλήσεις; Ναὶ, φησί· τὸ πλῆθος γὰρ τῶν σωμάτων ἐστὶν, ἀλλ' οὐ πλῆθος ἀνθρώπων· σωμάτων ἐστὶ πλῆθος οὐκ ἐχόντων ἀκοήν. Διά τοι τοῦτο καὶ ἐπήγαγεν· Ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ὁρᾷς ὅτι πάντες οὗτοι διὰ τὸ μὴ ἀκούειν οὐκ εἰσὶν ἄνθρωποι; Ἐκεῖνός φησιν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· οὗτός φησι, Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Εἰ δὲ τοὺς παρόντας, ἐπειδὴ μὴ προσεῖχον μετὰ σπουδῆς τοῖς λεγομένοις, οὐδὲ ἀνθρώπους εἶναί φασιν οἱ προφῆται, τί ἂν εἴποιμεν ἡμεῖς περὶ τῶν οὐ μόνον οὐκ ἀκουομένων, ἀλλ' οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν τούτων προθύρων ἀνεχομένων, περὶ τῶν ἔξω τῆς ἱερᾶς ταύτης ἀγέλης πλανωμένων, πόῤῥωθεν ὄντων τῆς μητρικῆς ταύτης οἰκίας, ἐν ἀμφόδοις καὶ στενωποῖς, καθάπερ τὰ ἄτακτα καὶ ῥᾴθυμα τῶν παιδίων; καὶ γὰρ ἐκεῖνα τὸν πατρῷον οἶκον ἀφέντα, ἔξω που πλανᾶται, ἐν ἀθύρμασι διημερεύοντα παιδικοῖς· διά τοι τοῦτο καὶ τῆς ἐλευθερίας καὶ τῆς ζωῆς πολλάκις ἐξέπεσε τὰ τοιαῦτα παιδία. Περιτυγχάνοντα γὰρ ἀνδραποδιστῶν ἢ λωποδυτῶν χερσὶ, θάνατον πολλάκις τὴν τιμωρίαν τῆς ῥᾳθυμίας ἔδωκαν. Λαμβάνοντες γὰρ ἐκεῖνοι αὐτὰ, καὶ τὸν χρυσοῦν ἀφελόμενοι κόσμον, ἢ ῥεύμασι ποταμῶν ἀποπνίγουσιν, ἢ ὅταν φιλανθρωπότερόν τι περὶ αὐτῶν βουλεύσωνται, εἰς τὴν ἀλλοτρίαν ἀπαγαγόντες γῆν, τὴν ἐλευθερίαν αὐτῶν ἀποδίδονται. Τοῦτο καὶ οὗτοι πάσχουσιν. Ἐπειδὰν γὰρ τοῦ πατρῴου οἴκου καὶ τῆς ἐνταῦθα διατριβῆς ἀποπλανηθῶσι, περιτυγχάνουσι στόμασιν αἱρετικῶν, καὶ ταῖς γλώσσαις τῶν τῆς ἀληθείας ἐχθρῶν· εἶτα, καθάπερ ἀνδραποδισταὶ λαβόντες
raphim, counted worthy to behold them while still in the flesh, he of that mystical melody—this man, having entered into the populous metropolis of the Jews, I mean Jerusalem, standing in the midst of the marketplaces, with all the people standing round him, wishing to show that he who does not hearken to the words of the prophets is not a man, cried aloud, saying: I came, and there was no man; I called, and there was none to obey. And that he said this not on account of the scarcity of those present, but on account of the sloth of the hearers, after saying, I came, and there was no man, he added, and there was none to obey. Thus they were indeed present, yet were not reckoned to be present, since they did not hearken to the prophet; therefore, since he came and there was no man, he called and there was none to obey, he turns his speech to the elements, and says: Hear, O heaven, and give ear, O earth. For I indeed, he says, was sent to men, to men possessing mind; but whenever they possess neither reason nor sense, on this account I converse with the elements that have no sense, for the accusation of those who have been honoured with sense, yet do not make use of the honour. So another prophet also says, Jeremiah. For he too, standing in the midst of the multitude of the Jews, in that very city, cried aloud as though no one were present: To whom shall I speak and testify? What do you say? Beholding so great a multitude, do you ask to whom you shall speak? Yea, he says; for the multitude is of bodies, not a multitude of men; it is a multitude of bodies that have no hearing. On this very account he also added: Uncircumcised are their ears, and they cannot hear. Do you see that all these, because they do not hear, are not men? The former says: I came, and there was no man; I called, and there was none to obey; the latter says: To whom shall I speak and testify? Uncircumcised are their ears, and they cannot hear. Now if the prophets say that those who were present, because they did not give heed with earnestness to what was spoken, were not even men, what should we say concerning those who not only do not listen, but do not even endure to set foot in these sacred porches—concerning those who wander outside this sacred flock, far away from this maternal house, in streets and alleys, like unruly and idle children? For those too, having left their father's house, wander somewhere outside, spending the day in childish games; on this very account such children have often forfeited both their freedom and their life. For falling into the hands of kidnappers or robbers, they have often paid death as the penalty of their idleness; for those men, taking them and stripping off their golden ornament, either drown them in the streams of rivers, or, when they resolve upon something more humane concerning them, leading them away into a foreign land, sell their freedom. This these men also suffer. For whenever they wander away from their father's house and their resort here, they fall upon the mouths of heretics and the tongues of the enemies of the truth; then, just as kidnappers, seizing