δʹ. Καὶ οὐ μόνον ἡμέραν παρετήρει, ἀλλὰ καὶ τόπον· οὐ γὰρ μόνον τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἔσπευδε ποιῆσαι, ἀλλὰ καὶ ἐν Ἰεροσολύμοις αὐτὴν ἐπιτελέσαι. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; Τὰ Ἰεροσόλυμα κατελύθη, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων τῇ τοῦ Θεοῦ ψήφῳ, ἡ πολιτεία ἡ προτέρα ἐλύθη. Σὺ πρὸς Γαλάτας βοᾷς λέγων· Οἱ ἐν νόμῳ δικαιοῦσθαι προσδοκῶντὲς, τῆς χάριτος ἐξεπέσατε· καὶ τί πάλιν ἡμᾶς πρὸς τὴν δουλείαν ἄγεις τοῦ νόμου; Οὐκ ἔστι μικρὸν τὸ κινούμενον, μαθεῖν εἰ μάχεται ἑαυτῷ ὁ Παῦλος. Οὐδὲ γὰρ ἡμέρας μόνον παρατηρεῖ ὁ Παῦλος, ἀλλὰ καὶ ἄλλα φυλάττει νομικὰ παραγγέλματα, καὶ βοᾷ λέγων τοῖς Γαλάταις· Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
4. And not only did he observe a day, but also a place; for he hastened not only to keep the day of Pentecost, but also to celebrate it in Jerusalem. Why do you do this, O blessed Paul? Jerusalem has been overthrown, the Holy of Holies has been laid desolate by the decree of God, the former polity has been dissolved. You cry aloud to the Galatians, saying: You who expect to be justified in the law have fallen from grace; why then do you again lead us towards the bondage of the law? Not small is the question raised, to learn whether Paul fights against himself. For Paul not only observes days, but also keeps other legal precepts, and yet cries aloud to the Galatians, saying: Behold, I Paul say to you that if you be circumcised, Christ will profit you nothing.
Οὗτος τοίνυν ὁ Παῦλος, ὁ λέγων ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, φαίνεται αὐτὸς περιτέμνων τὸν Τιμόθεον. Εὑρὼν γὰρ, φησὶν, ὁ Παῦλος ἐν Λύστροις τινὰ νεανίαν, υἱὸν Ἰουδαίας γυναικὸς πιστῆς, πατρὸς δὲ Ἕλληνος, περιέτεμεν αὐτόν· οὐκ ἐβούλετο γὰρ ἀκρόβυστον πέμπειν διδάσκαλον. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; ἀναιρεῖς τῷ λόγῳ τὴν περιτομὴν, καὶ βεβαιοῖς τῷ ἔργῳ πάλιν; Οὐ βεβαιῶ, φησὶν, ἀλλ' ἀναιρῶ διὰ τῶν ἔργων. Καὶ γὰρ υἱὸς γυναικὸς ἦν Ἰουδαίας πιστῆς ὁ Τιμόθεος, πατρὸς δὲ Ἕλληνος, ἀκροβύστου δὲ γένους. Ἐπεὶ οὖν ἔμελλεν αὐτὸν ὁ Παῦλος προπέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, οὐκ ἐβούλετο δὲ ἀκρόβυστον πέμψαι, ἵνα μὴ εὐθέως ἀπὸ τῶν προοιμίων ἀποκλείσῃ τὰς θύρας τῷ λόγῳ. Προοδοποιῶν τοίνυν τῇ ἀναιρέσει τῆς περιτομῆς, καὶ ἀνοίγων ὁδὸν τῇ διδασκαλίᾳ τοῦ Τιμοθέου, περιέθηκεν αὐτῷ περιτομὴν, ἵνα ἀνέλῃ περιτομήν. Διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐχ ἵνα Ἰουδαῖος γένηται, τοῦτο εἴρηκεν ὁ Παῦλος, ἀλλ' ἵνα τοὺς μένοντας Ἰουδαίους πείσῃ μηκέτι εἶναι Ἰουδαίους· διὰ τοῦτο καὶ τοῦτον περιέτεμεν, ἵνα ἀνέλῃ τὴν περιτομήν. Τῇ περιτομῇ τοίνυν κατὰ τῆς περιτομῆς ἐχρήσατο. Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα δυνηθῇ παραδεχθῆναι ὑπὸ τῶν Ἰουδαίων, καὶ εἰσελθὼν κατὰ μικρὸν ἐξελκύσῃ ταύτης αὐτοὺς τῆς παρατηρήσεως. Εἶδες τίνος ἕνεκεν καὶ Πεντηκοστὴν καὶ περιτομὴν ἐτήρησεν ὁ Παῦλος; Βούλεσθε καὶ ἄλλα ὑμῖν ἀποδείξω νόμιμα τηροῦντα αὐτόν; Προσέχετε ἀκριβῶς. Ἀνῆλθέ ποτε εἰς Ἰεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ· Θεωρεῖς, ἀδελφὲ Παῦλε, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τί οὖν; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶ παρ' ἡμῖν ἄνδρες εὐχὴν ἔχοντες ἐν ἑαυτοῖς· τούτους λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ ξύρησαι τὴν κεφαλὴν μετ' αὐτῶν, ἵνα ἔργῳ πιστωθῶσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ τηρεῖς καὶ αὐτὸς τὸν νόμον τοῦ Μωϋσέως. Εἴδετε συγκατάβασιν θαυμασίαν; Καιροὺς παρατηρεῖ, ἵνα ἀνέλῃ καιρῶν παρατήρησιν· περιτομὴν περιτίθησιν, ἵνα παύσῃ περιτομήν· θυσίαν προσάγει, ἵνα καθέλῃ τὴν παρατήρησιν τῶν θυσιῶν. Καὶ ὅτι διὰ τοῦτο ταῦτα ἐποίει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγενόμην τοῖς ὑπὸ νόμον, ὡς ὑπο νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, καὶ ἐλεύθερος ὢν ἐκ πάντων,
This Paul, therefore, who says, If you be circumcised, Christ will profit you nothing, is seen himself circumcising Timothy. For having found, says he, in Lystra a certain young man, the son of a believing Jewish woman, but of a Greek father, Paul circumcised him; for he did not wish to send forth an uncircumcised teacher. Why do you do this, O blessed Paul? Do you abolish circumcision by word, and confirm it again by deed? I do not confirm it, says he, but I abolish it through deeds. For Timothy was indeed the son of a believing Jewish woman, but of a Greek father, and of uncircumcised lineage. Since, then, Paul was about to send him forth as a teacher to the Jews, yet did not wish to send him uncircumcised, lest straightway from the very outset he should shut the doors against the word: preparing the way, therefore, for the abolition of circumcision, and opening a path for the teaching of Timothy, he imposed circumcision upon him, so that he might abolish circumcision. On this account he says, To the Jews I became as a Jew: Paul has spoken this not that he might become a Jew, but that he might persuade those remaining Jews to be Jews no longer; on this account he also circumcised this man, so that he might abolish circumcision. He therefore used circumcision against circumcision. For Timothy also received circumcision so that he might be able to be accepted by the Jews, and, having entered in, might little by little draw them away from this observance. Did you see for what reason Paul kept both Pentecost and circumcision? Do you wish that I should also show you other legal customs which he kept? Attend exactly. He once went up to Jerusalem, and when the apostles saw him, they said to him: You behold, brother Paul, how many myriads there are of Jews who have come together, and all these have been informed concerning you, that you teach apostasy from the law. What then? Do what we tell you. There are with us men who have a vow upon themselves; take these men, purify yourself with them, and shave your head with them, so that they may be assured by deed that there is nothing in the things whereof they have been informed concerning you, but that you yourself also keep the law of Moses. Did you see a marvellous condescension? He observes seasons, so that he may abolish the observance of seasons; he imposes circumcision, so that he may put an end to circumcision; he offers sacrifice, so that he may pull down the observance of sacrifices. And that it was on this account that he did these things, hear him saying: To those under the law I became as under the law, that I might gain those under the law, and though free from all,