χῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Μὴ γὰρ ἴδῃς, ὅτι ῥῆμα ἦν, ἀλλ' ὅτι ῥῆμα Θεοῦ. Καὶ γὰρ τὸν οὐρανὸν ῥήματι ἐστερέωσεν ὁ Θεὸς, καὶ τὴν γῆν ῥήματι ἐθεμελίωσεν ἐπὶ τῶν ὑδάτων, τὴν πυκνὴν ταύτην καὶ βαρεῖαν φύσιν ἐπὶ τῆς χαυνοτάτης ἐκείνης καὶ διαῤῥεούσης ποιήσας φέρεσθαι· καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχουσαν κύματα, ἀσθενεῖ τειχίῳ τῇ ψάμμῳ πανταχόθεν ἐτείχισε διὰ ῥήματος. Ὁ τοίνυν διὰ ῥήματος τὸν οὐρανὸν στερεώσας, τὴν γῆν θεμελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυμάζεις, εἰ τὴν οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης τιμιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήματος τούτου πάλιν ἐτείχισεν;
of hers it did not touch, on account of that saying which says, That the gates of Hades shall not prevail against her. For do not look at the fact that it was a word, but that it was a word of God. For indeed God made firm the heaven by a word, and founded the earth by a word upon the waters, making this dense and heavy nature to be borne upon that most yielding and flowing one; and the sea unendurable in its violences, that sea possessing so many waves, with a weak little wall, the sand, He walled around on every side through a word. If He, therefore, Who through a word made firm the heaven, founded the earth, and fenced around the sea, walled about again through this word the Church that is more precious than heaven and earth and sea, why do you marvel?
βʹ. Ἀλλ' ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν. Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. Διὰ τί; Παλαιὸν εὗρον θεμέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Καθάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδομεῖν, ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ' ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ' ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεμέλιον, ἀλλ' ἐπάνω αὐτοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχιτέκτονος Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον τέθεικα. Ἀλλ' ἴδωμεν πῶς αὐτὸν τέθεικε τὸν θεμέλιον. Ἐπάνω, φησὶν, ἑτέρου θεμελίου παλαιοῦ, τοῦ τῶν προφητῶν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν, ἀλλὰ συμπολῖται τῶν ἁγίων, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Εἶδες θεμέλιον καὶ θεμέλιον, τὸν μὲν τῶν προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείμενον. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο χρόνος. Τί δήποτε; Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν· ἐπειδὰν καταβάλλωνται θεμέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδομήν, ἵνα μὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεμελίου ἡ ἐργασία, ἀδυνατήσῃ τῶν τειχῶν ἐνεγκεῖν τὸ βάρος. Διὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ βάρος. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκοδομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστε
2. However, since the building is thus unshaken, the wall thus unbreakable, let us see how the apostles laid the foundations, how great a depth they dug, so that the building might become unshaken. They did not dig a depth, they did not need so great labour. Why? They found an old and ancient foundation, that of the prophets. Just as, therefore, a man about to build a very great house, when he finds an old and strong and unbreakable foundation, does not pry up the foundation, does not move the stones, but leaving it to stand immovable, thus places upon it the new and fresh building; so too the apostles, about to build this great edifice, the Church established everywhere in the inhabited world, did not dig through a depth, but having found an old foundation, that of the prophets, did not pry that up, did not move the building and the teaching, but leaving it to remain immovable, thus placed upon it the teaching from themselves, this new faith of the Church. And so that you may learn that they did not move the old foundation, but built upon top of it, hear the wise master-builder Paul himself telling us the exactness of the building; for he himself is the wise master-builder. For as a wise master-builder, he says, I have laid a foundation. However, let us see how he has laid the foundation itself. Upon top, he says, of another old foundation, that of the prophets. Whence is this evident? You are no longer strangers, he says, but fellow-citizens of the saints, built upon the foundation of the apostles and prophets. Did you see foundation and foundation, the one of the prophets, and the other of the apostles lying above? And what is truly marvellous, not straightway after the prophets did the apostles come, but much time intervened between. Why ever? Because the best of builders do this: when they lay down a foundation, they do not straightway place the building upon it, lest the work of the foundation, being softer and fresh, be unable to bear the weight of the walls. Wherefore, having allowed the stones to set firm over a long time, when they see them accurately compacted, then they place upon them the weight of the walls also. So too did Christ do: having allowed the foundation of the prophets to set firm in the souls of the hearers, and the teaching to become steadfast, when He saw the building being unshaken, when He saw the sacred doctrines set firm, so as