Οὐχ ὁρᾶτε τοὺς Ἰουδαίους, τοὺς θεομάχους, τοὺς ἀντιπίπτοντας τῷ ἁγίῳ Πνεύματι, τοὺς σκληροτραχήλους; Τούτων οἱ μὴ παραγενόμενοι πάντων χείρους εἰσίν. Ἐκείνοις ἐὰν εἴπωσιν οἱ ἱερεῖς ἑπτὰ ἡμέρας ἀργῆσαι, καὶ δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα, οὐκ ἀντιλέγουσι· καίτοι τί τῆς ἀργίας ἐκείνης χαλεπώτερον; Τὰς θύρας ἀποκλείουσι, καὶ οὔτε πῦρ καίουσιν, οὐχ ὕδωρ φέρουσιν, οὐκ ἄλλο τι πρὸς τὴν χρείαν τὴν τοιαύτην μεταχειρίζειν ἐφίενται· ἀλλ' ἔστιν ἅλυσις αὐτοῖς ἡ ἀργία, καὶ οὐδὲ οὕτως ἀντιλέγουσιν. Ἐγὼ δὲ οὐδὲν τοιοῦτον λέγω, ὅτι Ἑπτὰ ἡμέρας ἄργησον, οὐδὲ δέκα ἡμέρας· ἀλλὰ δύο μοι δάνεισον ὥρας τῆς ἡμέρας, καὶ τὰς λοιπὰς αὐτὸς ἔχε· καὶ οὐδὲ τοῦτό μοι τὸ μέτρον εἰσφέρεις. Μᾶλλον δὲ μὴ ἐμοὶ δανείσῃς τὰς δύο ὥρας, ἀλλ' ἑαυτῷ· ἵνα παράκλησίν τινα εὐχῆς δέξῃ πατέρων, ἵνα εὐλογιῶν πεπληρωμένος ἀναχωρήσῃς, ἵνα πανταχόθεν ἀσφαλὴς ἀπέλθῃς, ἵνα τὰ ὅπλα λαβὼν τὰ πνευματικὰ ἀκαταγώνιστος γένῃ, ἀχείρωτος τῷ διαβόλῳ. Τί ἡδύτερον, εἰπέ μοι, τῆς ἐνταῦθα διαγωγῆς; Εἰ γὰρ διημερεύειν ἐνταῦθα ἐχρῆν, τί σεμνότερον; τί ἀσφαλέστερον, ὅπου ἀδελφοὶ τοσοῦτοι, ὅπου τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Ἰησοῦς μέσος, καὶ ὁ τούτου Πατήρ; Ποίαν ἑτέραν ζητεῖς συναγωγὴν τοιαύτην; ποῖον ἕτερον βουλευτήριον; ποίαν σύνοδον; Τοσαῦτα ἀγαθὰ ἐν τῇ τραπέζῃ, ἐν τῇ ἀκροάσει, ἐν ταῖς εὐλογίαις, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς συνουσίαις· καὶ σὺ πρὸς ἑτέρας βλέπεις διατριβάς; Καὶ ποίαν ἔχεις συγγνώμην; Ταῦτα οὐχ ἵνα ὑμεῖς ἀκούσητε εἶπον· οὐ γὰρ χρείαν ἔχετε τῶν φαρμάκων τούτων ὑμεῖς, οἱ διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὴν ὑγίειαν, τὴν ὑπακοὴν, οἱ διὰ τῆς σπουδῆς τὸν πόθον ἁπλώσαντες· ἀλλ' εἶπον ταῦτα πρὸς ὑμᾶς, ἵνα ἀκούσωσιν οἱ μὴ παρόντες δι' ὑμῶν. Μὴ εἴπητε, ὅτι κατηγόρησα τῶν μὴ παραγενομένων ἁπλῶς, ἀλλ' ὅλον ἄνωθεν αὐτοῖς διηγήσασθε τὸν λόγον. Ἀναμνήσατε αὐτοὺς τῶν Ἰουδαίων, ἀναμνήσατε αὐτοὺς τῶν βιωτικῶν πραγμάτων· εἴπατε πόσῳ βελτίων ἡ ἐνταῦθα σύναξις, εἴπατε πόσην σπουδὴν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπιδείκνυνται, εἴπατε πόσος μισθὸς ἕπεται τοῖς ἐνταῦθα συλλεγομένοις. Ἂν γὰρ μόνον εἴπητε, ὅτι κατηγόρησα, τὸν μὲν θυμὸν ἠγείρατε, καὶ τραῦμα εἰργάσασθε, τὸ δὲ φάρμακον οὐκ ἐπεθήκατε· ἂν δὲ διδάξητε αὐτοὺς, ὅτι οὐχ ὡς ἐχθρὸς κατηγόρησα, ἀλλ' ὡς φίλος ὀδυνώμενος, καὶ πείσητε αὐτοὺς, ὅτι Ἀξιοπιστότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν, δέξονται μετὰ πολλῆς ἡδονῆς τὴν κατηγορίαν· οὐ γὰρ τοῖς ῥήμασιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος προσέξουσιν. Οὕτω θεραπεύετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους. Ἡμεῖς τῆς σωτηρίας ὑπεύθυνοι τῶν παρόντων ὑμῶν, ὑμεῖς τῆς τῶν ἀπολειφθέντων. Οὐ δυνά-
Do you not see the Jews, the fighters against God, those who resist the Holy Spirit, the stiff-necked? Those of ours who have not come are worse than all of them. To them, if their priests tell them to keep idle for seven days, and ten, and twenty, and thirty, they do not gainsay it; and yet what is more irksome than that idleness? They shut up their doors, and neither kindle a fire, nor carry water, nor are permitted to put their hand to anything else for such need; rather, their idleness is a chain upon them, and not even so do they gainsay it. Yet I say nothing of the sort—Keep idle for seven days, nor for ten days—but lend me two hours of the day, and keep the rest yourself; and you do not contribute even this measure to me. Or rather, do not lend the two hours to me, but to yourself: so that you may receive some consolation of the fathers' prayer, that you may withdraw filled with blessings, that you may depart secure on every side, that having taken up spiritual weapons you may become invincible, unconquerable by the devil. What is sweeter, tell me, than passing one's time here? For even if one had to spend the whole day here, what is more venerable? What is more secure, where there are so many brethren, where the Holy Spirit is, where Jesus is in the midst, and His Father? What other such congregation do you seek? What other council-chamber? What synod? So many good things are at the table, in the hearing, in the blessings, in the prayers, in the fellowship—and yet you look towards other pastimes? And what pardon do you have? I have said these things not so that you yourselves might hear them—for you have no need of these medicines, you who through your deeds have displayed health and obedience, who through your zeal have unfolded your longing—but I have spoken these things to you so that those who are not present may hear them through you. Do not merely say that I accused those who did not come, but recount the whole discourse to them from the beginning. Remind them of the Jews, remind them of worldly affairs; tell them how much better the assembly here is, tell them how much zeal they display about the affairs of the world, tell them how great a reward attends those who gather here. For if you only say that I accused them, you have stirred up their anger and wrought a wound, yet have not applied the medicine; whereas if you teach them that I accused them not as an enemy, but as a grieving friend, and persuade them that More trustworthy are the wounds of friends than the willing kisses of enemies, they will receive the accusation with great pleasure; for they will pay heed not to the words, but to the intent of the speaker. Thus heal your brethren. We are answerable for the salvation of you who are present, and you for that of those left behind. We are not able