ἀξίαν τῶν δεδωρημένων ἡμῖν ἀγαθῶν, καὶ ἡμεῖς ἑορτάσωμεν, οὐ τὴν πύλην στεφανοῦντες, ἀλλὰ τὰς ψυχὰς καλλωπίζοντες· οὐ κοσμοῦντες τὴν ἀγορὰν παραπετάσμασιν, ἀλλὰ φαιδρύνοντες τὴν ψυχὴν τοῖς τῆς ἀρετῆς περιβολαίοις, ἵνα οὕτω δυνηθῶμεν καὶ τοῦ Πνεύματος τὴν χάριν ὑποδέξασθαι, καὶ τοὺς ἐντεῦθεν καρποὺς ἀποδέξασθαι.
the worth of the good things bestowed upon us, let us also keep the feast, not crowning the gate, but adorning our souls; not decking the market-place with hangings, but brightening the soul with the garments of virtue, so that thus we may be able both to welcome the grace of the Spirit and to receive the fruits that spring from thence.
Τίς δέ ἐστιν ὁ καρπὸς τοῦ Πνεύματος; Ἀκούσωμεν Παύλου λέγοντος· Ὁ δὲ καρπὸς τοῦ Πνεύματος, φησὶν, ἀγάπη, χαρὰ, εἰρήνη. Ὅρα λέξεως ἀκρίβειαν, διδασκαλίας ἀκολουθίαν· προέταξε τὴν ἀγάπην, καὶ τότε τῶν ἑξῆς ἐμνημόνευσεν· ἔθηκε τὴν ῥίζαν, καὶ τότε τὸν καρπὸν ὑπέδειξε· κατέβαλε τὸν θεμέλιον, καὶ τότε τὴν οἰκοδομὴν ἐπήγαγεν· ἀπὸ τῆς πηγῆς ἤρξατο, καὶ τότε ἦλθεν ἐπὶ τοὺς ποταμούς. Οὐδὲ γὰρ πρότερον ἡ τῆς χαρᾶς ἐπεισελθεῖν ὑπόθεσις δύναται, ἂν μὴ πρότερον ἑαυτῶν εἶναι νομίσωμεν τὴν ἑτέρων εὐημερίαν, καὶ οἰκεῖα τὰ τοῦ πλησίον ἀγαθὰ λογισώμεθα· ταῦτα δὲ οὐκ ἄν ποτε ἐξ ἑτέρου φανείη τινὸς, ἂν μὴ τῆς ἀγάπης ὑπερβάλῃ ἡ τυραννίς. Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν ἀγαθῶν. Καὶ γὰρ ὡς ῥίζα μυρίους τοὺς κλάδους τῆς ἀρετῆς ἀναδίδωσι, καὶ ὡς πηγὴ πολλὰ τίκτει τὰ νάματα, καὶ ὡς μήτηρ εἴσω τῶν ἑαυτῆς κόλπων περισφίγγει τοὺς εἰς αὐτὴν καταφεύγοντας. Ὃ δὴ καὶ ὁ μακάριος Παῦλος συνιδὼν, καρπὸν αὐτὴν τοῦ Πνεύματος ἐκάλεσεν· ἀλλαχοῦ δὲ τοσοῦτον αὐτῇ τὸ προτέρημα ἐχαρίσατο, ὡς καὶ πλήρωμα αὐτὴν τοῦ νόμου προσειπεῖν· Πλήρωμα γὰρ νόμου, φησὶν, ἡ ἀγάπη. Ὁ μέντοι τῶν ἁπάντων Δεσπότης καὶ ὅρον ἀρκοῦντα καὶ χαρακτῆρα ἀξιόπιστον, εἰς τὸ φανῆναι τοὺς ἑαυτοῦ μαθητὰς, οὐχ ἕτερόν τινα, ἢ τὸν ἀπὸ τῆς ἀγάπης ἡμῖν προεβάλετο εἰπών· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Διὸ, παρακαλῶ, ἐπ' αὐτὴν καταφύγωμεν ἅπαντες, καὶ ταύτῃ περιπλακῶμεν, καὶ μετ' αὐτῆς τὴν ἑορτὴν ταύτην ὑποδεξώμεθα· ὅπου γὰρ ἀγάπη, ἀργεῖ τῆς ψυχῆς τὰ ἐλαττώματα· ὅπου ἀγάπη, τὰ ἄλογα τῆς διανοίας σκιρτήματα πέπαυται. Ἡ ἀγάπη, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· ὅπου ἀγάπη πολιτεύεται, οὐδαμοῦ Κάϊν φονεύων τὸν ἀδελφόν. Ἄνελε τοῦ φθόνου τὴν πηγὴν, καὶ ἀνεῖλες τῶν κακῶν ἁπάντων τὸν ποταμόν· ἀπότεμε τὴν ῥίζαν, καὶ συνανεῖλες τὸν καρπόν. Ταῦτα δὲ λέγω τῶν φθονούντων κηδόμενος μᾶλλον ἢ τῶν φθονουμένων· καὶ γὰρ ἐκεῖνοι μάλιστά εἰσιν οἱ τὰ μέγιστα ζημιούμενοι, καὶ πολὺν ἑαυτοῖς τὸν ὄλεθρον ἐπάγοντες· ἐπεί γε ὅτι τοῖς φθονουμένοις καὶ στεφάνων ὑπόθεσίς ἐστιν, εἰ βούλοιντο, τὸ φθονεῖσθαι. Καὶ ὅρα μοι πῶς Ἄβελ ὁ δίκαιος ᾄδεται, καὶ καθ' ἑκάστην ἀνακηρύττεται τὴν ἡμέραν, καὶ ἡ τῆς σφαγῆς ὑπόθεσις εὐδοξίας αὐτῷ γέγονεν ἀφορμή. Καὶ ὁ μὲν καὶ μετὰ τὴν τελευτὴν διὰ τοῦ αἵματος παῤῥησιάζεται, καὶ λαμπρᾷ τῇ φωνῇ κατηγορεῖ τοῦ μιαι-
What then is the fruit of the Spirit? Let us hear Paul saying: But the fruit of the Spirit, he says, is love, joy, peace. Behold the exactness of his expression, the sequence of his teaching: he set love first, and then made mention of the things that follow; he laid down the root, and then pointed out the fruit; he cast the foundation, and then brought on the building; he began from the fountain, and then came to the rivers. For neither can the ground of joy enter in beforehand, unless we first deem the prosperity of others to be our own, and reckon our neighbour's good things as belonging to ourselves; and these things could never appear from any other source, unless the sovereign sway of love prevailed. Love is the root and fountain and mother of all good things. For indeed as a root it sends up ten thousand branches of virtue, and as a fountain it brings forth many streams, and as a mother it clasps fast within its own bosom those who flee to it for refuge. Perceiving which very thing, the blessed Paul also called it the fruit of the Spirit; and elsewhere he granted it so great a pre-eminence as even to address it as the fulness of the law: For love, he says, is the fulness of the law. Moreover, the Master of all set before us as a sufficient standard and a trustworthy mark for His disciples to become manifest none other than that drawn from love, saying: By this shall all men know that you are My disciples, if you have love one for another. Wherefore, I exhort you, let us all flee for refuge to it, and cleave fast to it, and with it welcome this feast; for where love is, the defects of the soul are idle; where love is, the irrational impulses of the mind have ceased. Love, he says, does not vaunt itself, is not puffed up, does not behave unseemly. Love works no ill to one's neighbour; where love governs, nowhere is Cain slaying his brother. Take away the fountain of envy, and you have taken away the river of all evils; cut off the root, and you have taken away the fruit together with it. And I say these things caring more for those who envy than for those who are envied; for indeed it is they above all who suffer the greatest loss, and bring much destruction upon themselves; since for those who are envied, being envied is even a matter for crowns, if they should wish. And behold, I pray you, how righteous Abel is sung in praise, and is proclaimed each day, and the matter of his slaughter has become an occasion of renown for him. And even after his end he speaks boldly through his blood, and with a clear voice accuses the mur-