Migne Reading Room

PG 50 · cols. 455–458 bis · Read from the page

De Sancta Pentecoste Homiliae II (Εἰς τὴν ἁγίαν Πεντηκοστὴν ὁμιλίαι αʹ-βʹ)

De Sancta Pentecoste Homiliae II (Εἰς τὴν ἁγίαν Πεντηκοστὴν ὁμιλίαι αʹ-βʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:455Read from the page
Ὥστὲ ἑορτάζωμεν. Καίτοι οὐκ ἦν τότε ἑορτὴ, ὅτε ταῦτα ἔγραφεν· οὐκ ἦν Πάσχα, οὐκ ἦν ἐπιφάνια, οὐκ ἦν πεντηκοστή· ἀλλὰ δεικνὺς, ὅτι οὐ καιρὸς ποιεῖ ἑορτὴν, ἀλλὰ σ⟨υν⟩ειδὸς καθαρόν· ἑορτὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ εὐφροσύνη· εὐφροσύνην δὲ πνευματικὴν καὶ νοερὰν οὐδὲν ἄλλο ποιεῖ, ἀλλ' ἢ συνειδὸς πράξεων ἀγαθῶν· ὁ δὲ συνειδὸς ἔχων ἀγαθὸν καὶ πράξεις τοιαύτας, ἀεὶ ἑορτάζειν δύναται. Τοῦτο οὖν αὐτὸ δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ὁρᾷς πῶς οὐ καιρῶν σε κατέδησεν ἀνάγκῃ, ἀλλὰ συνειδὸς καθαρὸν ἔχειν παρεκελεύσατο; Ἐβουλόμην πᾶσαν τὴν διάλεξιν εἰς τοῦτο καταναλῶσαι· οἱ γὰρ διὰ χρόνου τινὰς λαβόντες εἰς τὰς χεῖρας τὰς ἑαυτῶν οὐκ εὐκόλως αὐτοὺς ἀφιᾶσιν· ἐπεὶ οὖν καὶ ὑμᾶς ἡμεῖς τοὺς δι' ἐνιαυτοῦ παραγινομένους εἴσω τῶν δικτύων ἐλάβομεν τῶν ἡμετέρων, οὐ βουλόμεθα ἀφεῖναι τήμερον, ἀλλ' ἵνα μὴ κενοὶ τῶν περὶ τῆς ἑορτῆς ἀναχωρήσητε λόγων, ἀπὸ τῆς παραινέσεως ταύτης ἐπὶ τὴν ὑπόθεσιν τῆς ἑορτῆς ἀγαγεῖν χρὴ τὴν διάλεξιν. Πολλὰ μὲν οὖν πολλάκις ἐξ οὐρανοῦ κατῆλθεν εἰς τὴν γῆν ἀγαθὰ τῷ κοινῷ τῶν ἀνθρώπων γένει· οἷα δὲ σήμερον, οὐδέποτε κατηνέχθη πρὸ τούτου. Μάθετε γοῦν οἷα τὰ πρότερα, οἷα τὰ σήμερον, ἵνα καὶ ἑκατέρων ἴδητε τὴν διαφοράν. Ἔβρεξεν ὁ Θεὸς μάννα ἐπὶ τὴν γῆν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον γὰρ ἀγγέλων ἔφαγεν ἄνθρωπος· μέγα ὄντως καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἄξιον. Μετ' ἐκεῖνο κατηνέχθη πῦρ, καὶ πλανώμενον τὸν Ἰουδαϊκὸν δῆμον διώρθωσε, καὶ ἥρπασε τὴν θυσίαν ἀπὸ τοῦ βωμοῦ κατηνέχθη πάλιν ὑετὸς λιμῷ τηκομένων ἁπάντων, καὶ πολλὴν τὴν εὐετηρίαν εἰργάσατο. Μεγάλα ταῦτα καὶ θαυμαστά· ἀλλὰ τὰ παρόντα πολλῷ μείζονα· οὐ γὰρ μάννα καὶ πῦρ καὶ ὑετὸς κατηνέχθη σήμερον, ἀλλ' ὄμβρος χαρισμάτων πνευματικῶν· νιφάδες ἠνέχθησαν ἄνωθεν, οὐχὶ τὴν γῆν πρὸς καρποφορίαν ἐγείρουσαι, ἀλλὰ τὴν ἀνθρωπίνην πείθουσαι φύσιν τὸν καρπὸν τῆς ἀρετῆς τῷ τῶν ἀνθρώπων ἀποδοῦναι γεωργῷ. Καὶ οἱ ῥανίδα ἐκεῖθεν δεξάμενοι εὐθέως τῆς φύσεως ἐπελανθάνοντο τῆς ἑαυτῶν, καὶ ἐξαίφνης ἀγγέλων ἐπληροῦτο πᾶσα ἡ γῆ· ἀγγέλων οὐχὶ ἐπουρανίων, ἀλλ' ἐν ἀνθρωπίνῳ σώματι τῶν ἀσωμάτων δυνάμεων τὴν ἀρετὴν ἐπιδεικνυμένων. Οὐ γὰρ ἐκεῖνοι κάτω κατέβησαν, ἀλλ' ὃ θαυμαστότερον ἦν, οἱ κάτω πρὸς τὴν ἀρετὴν ἀνέβησαν τὴν ἐκείνων· οὐ γὰρ τὴν σάρκα ῥίψαντες γυμναῖς ταῖς ψυχαῖς περιῄεσαν, ἀλλὰ μένοντες ἐν τῇ φύσει, τῇ προαιρέσει ἄγγελοι ἐγένοντο. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲ ἡ προτέρα τιμωρία τιμωρία ἦν, ὅτε εἶπεν, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτό σε ἀφῆκε μένειν ἐν τῇ γῇ, ἵνα μειζόνως ἡ τοῦ Πνεύματος δειχθῇ δύναμις, διὰ χοϊκοῦ σώματος τοιαῦτα ἐργαζομένη. Ἦν γὰρ ἰδεῖν γλῶτταν πηλίνην δαίμοσιν ἐπιτάττουσαν· ἦν ἰδεῖν χεῖρα πηλίνην ἰωμένην νοσήματα· μᾶλλον δὲ οὐ χεῖρα πηλίνην μόνον ἦν ἰδεῖν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, πηλίνων σωμάτων σκιὰς καὶ θανάτου καὶ δυνάμεων ἀσωμάτων περιγενομένας, τῶν δαιμόνων λέγω. Καθάπερ γὰρ ἡλίου φανέντος ἐλαύνεται τὸ σκότος, καταδύεται θηρία πρὸς τοὺς οἰκείους φωλεοὺς, ἀνδροφόνοι καὶ λησταὶ καὶ τυμβωρύχοι πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀνατρέχουσιν·
Let us therefore keep the feast. And yet it was not a feast then, when he wrote these things; it was not Pascha, it was not Epiphany, it was not Pentecost; but showing that a season does not make a feast, but a pure conscience: for a feast is nothing else than gladness; and spiritual and intellectual gladness nothing else produces than a conscience of good deeds; and he who has a good conscience and such deeds is always able to keep the feast. Showing therefore this very thing, Paul said: Let us therefore keep the feast, not with old leaven, nor with the leaven of malice and wickedness, but with the unleavened bread of sincerity and truth. Do you see how he did not bind you by the necessity of seasons, but exhorted you to have a pure conscience? I was wishing to spend the whole discourse upon this; for those who after a time take certain people into their own hands do not easily let them go; since therefore we also have caught within our nets you who come afore us once a year, we do not wish to let you go to-day, but so that you may not depart empty of the words concerning the feast, from this exhortation we must lead the discourse on to the subject of the feast. Many good things indeed often came down from heaven to the earth for the common race of men; yet such things as to-day were never brought down before this. Learn therefore of what sort the former things were, and of what sort those of to-day are, so that you may also see the difference between both. God rained manna upon the earth, and gave them bread of heaven; for man ate the bread of angels: a thing truly great and worthy of God's loving-kindness towards mankind. After that, fire was brought down, and set right the Jewish people that was going astray, and snatched up the sacrifice from the altar; rain again was brought down when all were wasting away with famine, and wrought great abundance. Great are these things and wondrous; yet the present things are far greater: for not manna and fire and rain were brought down to-day, but a shower of spiritual gifts; snowflakes were borne from above, not rousing the earth to fruit-bearing, but persuading human nature to render the fruit of virtue to the Husbandman of men. And those who received a drop from there straightway forgot their own nature, and suddenly the whole earth was filled with angels: angels not heavenly, but in a human body displaying the virtue of the bodiless powers. For those did not come down below, but, what was more wondrous, those below went up to the virtue of those; for not having cast off the flesh did they go about with bare souls, but abiding in nature, by choice they became angels. And so that you may learn that not even the former punishment was a punishment, when He said, Earth you are, and to earth you shall depart, on account of this He let you remain on the earth, so that the power of the Spirit might be shown more greatly, working such things through an earthen body. For one could see a tongue of clay commanding demons; one could see a hand of clay healing diseases; rather, one could see not only a hand of clay, but, what was far more wondrous, the shadows of bodies of clay overcoming both death and bodiless powers, I mean the demons. For just as when the sun appears darkness is driven away, wild beasts sink into their own dens, murderers and robbers and tomb-breakers run up to the summits of the mountains;
Notes, col. 455

On the reading

Printed Ὥστὲ, for Ὥστε.

PG 50:456Read from the page
οὕτω Πέτρου φανέντος καὶ φωνὴν ἀφιέντος, ἠλαύνετο τὸ σκότος τῆς πλάνης, ἀνεχώρει διάβολος, ἐδραπέτευον δαίμονες, ἀνῄρητο παθήματα σωμάτων, ἐθεραπεύετο νοσήματα ψυχῶν, ἠλαύνετο κακία πᾶσα, ἀρετὴ πρὸς τὴν γῆν ἐπανήγετο. Καὶ καθάπερ ἐκ ταμιείων βασιλικῶν ἐχόντων χρυσίον καὶ λίθους τιμίους κἂν μικρόν τις δυνηθῇ ἐξενεγκεῖν τῶν ἀποκειμένων ἐνδόξως, κἂν ἕνα λίθον μόνον, πολὺν ἐργάζεται τὸν πλοῦτον τῷ κατεχομένῳ· οὕτω καὶ ἀπὸ τῶν στομάτων τῶν ἀποστολικῶν· ταμιεῖα γὰρ βασιλικὰ ἦν τὰ στόματα ἐκείνων θησαυρὸν ἰαμάτων ἔχοντα ἀποκείμενον· καὶ ἕκαστον ῥῆμα ἐξιὸν πολὺν εἰργάζετο πλοῦτον πνευματικόν. Ἦν τότε ἀληθῶς ἰδεῖν, ὅτι τὰ λόγια Κυρίου ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· ὅπερ γὰρ οὐκ ἠδύναντο χρυσὸς, οὐδὲ λίθος τίμιος, τοῦτο ἐποίει τὰ ῥήματα Πέτρου. Πόσα γὰρ τάλαντα χρυσίου τὸν χωλὸν ἐκ γενετῆς διορθώσασθαι ἴσχυον; Ἀλλὰ τὸ ῥῆμα Πέτρου ἴσχυσε τῆς φύσεως ἀνελεῖν ταύτην τὴν πήρωσιν. Εἶπεν, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει, καὶ ὁ λόγος ἔργον ἐγένετο. Εἶδες πῶς ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν; εἶδες πῶς ταμιεῖα βασιλικὰ ἦν ἐκείνων τὰ στόματα; Ὄντως ἰατροὶ τῆς οἰκουμένης ἐκεῖνοι, καὶ γεωργοὶ, καὶ κυβερνῆται ἰατροὶ μὲν, ἐπειδὴ νοσήματα ἐθεράπευον· γεωργοὶ δὲ, ἐπειδὴ τὸν λόγον τῆς εὐσεβείας κατέσπειρον· κυβερνῆται δὲ, ἐπειδὴ τὸ κλυδώνιον τῆς πλάνης ἔπαυσαν. Διὰ τοῦτο ποτὲ μέν φησι· Πορευθέντες ἀσθενοῦντας θεραπεύετε, ὡς πρὸς ἰατροὺς διαλεγόμενος· ποτὲ δὲ, Ἰδοὺ ἀποστέλλω ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε, ὡς πρὸς γεωργοὺς διαλεγόμενος· καὶ πάλιν ἀλλαχοῦ· Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· καὶ τῷ Πέτρῳ, Μὴ φοβοῦ, φησὶν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν, ὡς πρὸς κυβερνήτας καὶ ἁλιεῖς ὁμιλῶν· καὶ ἦν ἰδεῖν θαύματα ἐπὶ θαύμασι. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα πρὸ δέκα ἡμερῶν εἰς τὸν θρόνον ἀνέβη τὸν βασιλικὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κατέβη σήμερον πρὸς τὴν φύσιν τὴν ἡμετέραν· ἀνήνεγκεν ὁ Κύριος τὴν ἀπαρχὴν τὴν ἡμετέραν, καὶ κατήνεγκε τὸ Πνεῦμα τὸ ἅγιον. Ἕτερος Κύριος διανέμων τὰ δῶρα ταῦτα· καὶ γὰρ τὸ Πνεῦμα Κύριός ἐστι, καὶ διενείμαντο τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Οὔπω δέκα ἡμέρας εἶχεν ἀνελθὼν ὁ Χριστὸς, καὶ χαρίσματα ἡμῖν ἔπεμψε πνευματικὰ, δῶρα τῆς καταλλαγῆς ἐκείνης. Ἵνα γὰρ μηδεὶς ἀμφιβάλλῃ, καὶ διαπορῇ τί ποτε ἄρα ἂν ἀνελθὼν ὁ Χριστὸς ἐποίησεν· ἆρα κατήλλαξε τὸν Πατέρα; ἆρα ἵλεων αὐτὸν εἰργάσατο; βουλόμενος ἡμῖν δηλῶσαι, ὅτι κατήλλαξεν αὐτὸν τῇ φύσει τῇ ἡμετέρᾳ, τὰ δῶρα τῆς καταλλαγῆς ἔπεμψεν ἡμῖν εὐθέως. Τῶν γὰρ ἐχθρῶν ἑνουμένων καὶ καταλλαγέντων ἀλλήλοις, μετὰ τὴν καταλλαγὴν εὐθὺς ἐφέπονται αἵ τε φιλοτησίαι καὶ δεξιώσεις καὶ τὰ χαρίσματα. Ἐπέμψαμεν τοίνυν ἡμεῖς πίστιν, καὶ ἐλάβομεν ἐκεῖθεν χαρίσματα· ἐπέμψαμεν ὑπακοὴν, καὶ ἐλάβομεν δικαιοσύνην.
so when Peter appeared and uttered his voice, the darkness of error was driven away, the devil withdrew, demons ran away, afflictions of bodies were done away with, diseases of souls were healed, all wickedness was driven away, virtue was brought back to the earth. And just as from royal treasuries that hold gold and precious stones, even if someone is able to carry out a little of the things gloriously stored up, even if a single stone only, it works great wealth for the one possessed of it; so also from the apostolic mouths: for royal treasuries were their mouths, holding a treasure of healings stored up; and each word going forth wrought great spiritual wealth. One could then truly see that the oracles of the Lord are to be desired above gold and much precious stone; for what gold was not able to do, nor precious stone, this the words of Peter did. For how many talents of gold had strength to set right the man lame from birth? Yet the word of Peter had strength to take away this maiming of nature. He said, In the name of Jesus Christ rise up, and walk, and the word became deed. Did you see how they are to be desired above gold and much precious stone? Did you see how royal treasuries their mouths were? Truly physicians of the inhabited world were they, and husbandmen, and pilots: physicians on the one hand, since they healed diseases; husbandmen on the other, since they sowed the word of piety; and pilots, since they stilled the surge of error. On account of this He at one time says: Going forth, heal the sick, discoursing as to physicians; and at another time, Behold, I send you to reap what you have not laboured at, discoursing as to husbandmen; and again elsewhere: I will make you fishers of men; and to Peter, Fear not, He says, from now on you shall be catching men alive, conversing as with pilots and fishers; and one could see wonders upon wonders. For indeed our nature ten days ago went up to the royal throne, and the Holy Spirit came down to-day to our nature; the Lord brought up our first-fruits, and brought down the Holy Spirit. Another Lord distributing these gifts: for indeed the Spirit is Lord, and Father and Son and Holy Spirit divided among Themselves the dispensation on our behalf. Not yet had Christ ten days since going up, and He sent us spiritual gifts, presents of that reconciliation. For so that no one might doubt, and be at a loss as to what at all Christ had done upon going up—had He reconciled the Father? had He wrought Him to be gracious?—wishing to make clear to us that He had reconciled Him to our nature, He straightway sent us the presents of the reconciliation. For when enemies are united and reconciled to one another, after the reconciliation straightway there follow upon it both tokens of friendship and welcomes and gifts. We therefore sent faith, and received from there gifts; we sent obedience, and received righteousness.
PG 50:457Read from the page
γʹ. Καὶ ἵνα μάθητε, ὅτι τῆς καταλλαγῆς τοῦ Θεοῦ δῶρόν ἐστι τὸ δοθῆναι τὸ Πνεῦμα τὸ ἅγιον, ἀπὸ τῶν Γραφῶν ὑμᾶς πεῖσαι πειράσομαι, πρότερον ἀπὸ τοῦ ἐναντίου φανερὸν ποιῶν τὸν λόγον, καὶ δεικνὺς ὅτι ἀναστέλλει τοῦ Πνεύματος τὴν χάριν, ἐπειδὰν ἡμῖν ὀργίζηται· ἵνα ὅταν πεισθῇς, ὅτι τῆς ὀργῆς αὐτοῦ τεκμήριον τὸ μὴ εἶναι Πνεῦμα ἅγιον, καὶ ἴδῃς πάλιν Πνεῦμα καταπεμπόμενον, μάθῃς ὅτι εἰ μὴ κατηλλάγη, οὐκ ἂν ἔπεμψε Πνεῦμα ἅγιον. Πόθεν οὖν εἰσόμεθα τοῦτο; Ὁ Ἠλὶ πρεσβύτης ἄνθρωπος ἦν, τὰ μὲν ἄλλα ἐπιεικὴς καὶ σώφρων, παίδων δὲ πονηρίαν οὐκ εἰδὼς διορθώσασθαι, ἀλλὰ πέρα τοῦ μέτρου φιλῶν τὰ ἔκγονα. Ἀκούετε ὅσοι παῖδας ἔχετε, ὥστε μεμετρημένην ποιεῖσθαι τὴν φιλίαν καὶ τὴν αἰδῶ. Ὁ γὰρ Ἠλὶ ἐντεῦθεν παροξύνας τὸν Θεὸν, εἰς ὀργὴν αὐτὸν ἔῤῥιψε τοσαύτην, ὥς ἅπαν αὐτὸν ἀποστραφῆναι τὸ ἔθνος. Δεικνὺς τοίνυν ὁ ταῦτα γράψας, ὅτι σφόδρα αὐτοὺς ἀπέστραπτο ὁ Θεὸς, ἔλεγε· Ῥῆμα τίμιον ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα, τίμιον ἐνταῦθα τὸ σπάνιον λέγων· διὰ γὰρ τούτων ἐδήλωσεν, ὅτι τὰ τῆς προφητείας ἐσπάνιζε τότε. Πάλιν θρηνῶν ἄλλος καὶ ἀποδυρόμενος ἐπὶ τῇ ὀργῇ τοῦ Θεοῦ ἔλεγεν· Οὐκ ἔστιν ἄρχων, οὐδὲ προφήτης ἐν τῷ καιρῷ τούτῳ· καὶ πάλιν ὁ εὐαγγελιστής φησιν· Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἐπειδὴ γὰρ οὐδέπω ἐσταυρώθη, φησὶν, οὐκ ἦν Πνεῦμα ἅγιον ἐν τοῖς ἀνθρώποις δοθέν· τὸ γὰρ, ἐσταυρώθη, ἐστὶν Ἐδοξάσθη. Εἰ γὰρ καὶ φύσει τὸ πρᾶγμα ἐπονείδιστον, ἀλλ' ἐπειδὴ ὑπὲρ τῶν φιλουμένων ἐγένετο, δόξαν αὐτὸ καλεῖ ὁ Χριστός. Καὶ τίνος ἕνεκεν, εἰπέ μοι, πρὸ τοῦ σταυροῦ οὐκ ἐδόθη τὸ Πνεῦμα; Ὅτι ἐν ἁμαρτίαις ἦν ἡ οἰκουμένη, ἐν προσκρούσμασι, καὶ ἔχθρᾳ, καὶ ἀτιμίᾳ· οὐδέπω τοῦ ἀμνοῦ προσενεχθέντος τοῦ τὴν ἁμαρτίαν αἴροντος τοῦ κόσμου. Ἐπεὶ οὖν οὐδέπω ἦν ὁ Χριστὸς σταυρωθεὶς, οὐδέπω ἦν καταλλαγὴ γενομένη· τῆς δὲ καταλλαγῆς μηδέπω γενομένης, εἰκότως οὐδὲ τὸ Πνεῦμα ἐπέμπετο, ὥστε καταλλαγῆς τεκμήριον τὸ Πνεῦμα ἀποσταλῆναι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς φησι· Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ· ἐὰν μὴ ἀπέλθω, καὶ καταλλάξω τὸν Πατέρα, φησὶν, οὐ πέμπω ὑμῖν τὸν παράκλητον. Εἴδετε διὰ πόσων ἀπεδείξαμεν ὑμῖν, ὅτι τῆς ὀργῆς τοῦ Θεοῦ σημεῖόν ἐστι τὸ μὴ εἶναι Πνεῦμα ἅγιον ἐν ἀνθρώποις; Ῥῆμα τίμιον ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα· Οὐκ ἔστι γὰρ ἄρχων οὐδὲ προφήτης ἐν τῷ καιρῷ τούτῳ· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ. Οὐκοῦν σημεῖόν ἐστι τῆς ὀργῆς τοῦ Θεοῦ τὸ μὴ εἶναι Πνεῦμα ἅγιον. Ὅταν ἴδῃς Πνεῦμα ἅγιον καταπεμπόμενον δαψιλῶς, μηδὲν λοιπὸν ἀμφιβάλλῃς περὶ τῆς καταλλαγῆς. Καὶ ποῦ, φησὶν, ἔστι Πνεῦμα ἅγιον νῦν; Τότε μὲν γὰρ καλῶς λέγει, ὅτε σημεῖα ἐγίνετο, καὶ νεκροὶ ἠγείροντο, καὶ λεπροὶ πάντες ἐκαθαίροντο· νῦν δὲ πόθεν δείξομεν, ὅτι πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον ἡμῖν; Μὴ δείσητε· ἀποδείκνυμι γὰρ, ὅτι καὶ νῦν Πνεῦμα ἅγιόν ἐστιν ἐν ἡμῖν. Πῶς καὶ τίνι τρόπῳ; Καὶ γὰρ εἰ μὴ Πνεῦμα ἅγιόν ἐστιν ἐν ἡμῖν, πῶς ἂν οὗτοι οἱ κατὰ τὴν ἱερὰν νύκτα ταύτην φωτισθέντες τῶν ἁμαρτιῶν ἀπηλλάγησαν; οὐδὲ γὰρ ἔστιν ἁμαρτημάτων
3. And so that you may learn that the giving of the Holy Spirit is a gift of the reconciliation of God, from the Scriptures I shall endeavour to persuade you, first making the argument manifest from the opposite, and showing that He withholds the grace of the Spirit whenever He is angry with us; so that when you are persuaded that the absence of the Holy Spirit is a token of His wrath, and you see again the Spirit being sent down, you may learn that if He had not been reconciled, He would not have sent the Holy Spirit. From where then shall we know this? Eli was an aged man, gentle and sober-minded in other respects, yet not knowing how to set right the wickedness of his children, but loving his offspring beyond measure. Hear, all you who have children, so as to make your affection and regard measured. For Eli, having therefrom provoked God, cast Him into such wrath that He turned away from the whole nation. Showing therefore that God had very greatly turned away from them, he who wrote these things said: A word was precious, and there was no distinct vision, calling what was scarce precious here; for through these words he made clear that the things of prophecy were scarce at that time. Again, another lamenting and bewailing over the wrath of God said: There is no ruler, nor prophet at this time; and again the evangelist says: For the Holy Spirit was not yet, because Jesus was not yet glorified. For since He had not yet been crucified, he says, the Holy Spirit was not given among men; for He was crucified is He was glorified. For even if by nature the matter is reproachful, yet since it took place on behalf of those loved, Christ calls it glory. And on what account, tell me, before the cross was the Spirit not given? Because the inhabited world was in sins, in offences, and enmity, and dishonour, the Lamb not yet having been offered Who takes away the sin of the world. Since therefore Christ had not yet been crucified, reconciliation had not yet taken place; and since the reconciliation had not yet taken place, reasonably the Spirit also was not being sent, so that the sending forth of the Spirit is a token of reconciliation. On account of this Christ also says: It is expedient for you that I depart; for if I do not depart, He will by no means come; if I do not depart, and reconcile the Father, He says, I do not send you the Comforter. Did you see through how many passages we have demonstrated to you that it is a sign of the wrath of God that the Holy Spirit is not among men? A word was precious, and there was no distinct vision; For there is no ruler nor prophet at this time; For the Holy Spirit was not yet, because Jesus was not yet glorified; It is expedient for you that I depart; for if I do not depart, He will by no means come. Therefore the absence of the Holy Spirit is a sign of the wrath of God. Whenever you see the Holy Spirit being sent down abundantly, doubt no longer at all concerning the reconciliation. And where, one says, is the Holy Spirit now? For at that time one speaks well, when signs were taking place, and the dead were being raised, and all lepers were being cleansed; but now from where shall we show that the Holy Spirit is present with us? Do not fear; for I demonstrate that now also the Holy Spirit is in us. How and in what way? For indeed, if the Holy Spirit is not in us, how would these who have been illumined during this sacred night have been freed from their sins? For neither is it possible of sins
Notes, col. 457

On the reading

Printed ὥς ἅπαν, for ὡς ἅπαν.

Printed Χριστὸς φησι, for Χριστός φησι.

PG 50:458Read from the page
ἀπαλλαγῆναι ἄνευ τῆς τοῦ Πνεύματος ἐνεργείας. Ἀκούσατε γοῦν τοῦ Παύλου λέγοντος· Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις ποικίλαις· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· καὶ πάλιν ἀλλαχοῦ· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὐ κλέπται, οὐ πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ [οὐ] κληρονομήσουσιν. Εἶδες ἅπαντα τὰ εἴδη τῆς κακίας; Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε. Πῶς; τοῦτο γὰρ τὸ ζητούμενον, εἰ διὰ τοῦ ἁγίου Πνεύματος τὴν κακίαν ἀπεθέμεθα. Οὐκοῦν ἄκουσον· Ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοὺ Θεοῦ ἡμῶν. Εἶδες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τὴν κακίαν ἅπασαν ἐκείνην ἀπήλειψε;
to be freed without the working of the Spirit. Hear therefore Paul saying: For we also were once foolish, disobedient, going astray, serving manifold lusts; but when the kindness and the loving-kindness towards mankind of our Saviour God appeared, not out of works in righteousness which we did, but according to His mercy He saved us through the washing of regeneration and renewal of the Holy Spirit; and again elsewhere: Do not be led astray: neither fornicators, nor idolaters, nor adulterers, nor the effeminate, nor sodomites, nor thieves, nor the covetous, nor drunkards, nor revilers, nor extortioners shall [not] inherit the kingdom of God. Did you see all the forms of wickedness? And such things some of you were, but you washed yourselves off, but you were sanctified, but you were justified. How? For this is what is sought, whether through the Holy Spirit we put off wickedness. Therefore hear: But you were sanctified, but you were justified in the name of the Lord Jesus, and in the Spirit of our God. Did you see that the Holy Spirit wiped away all that wickedness?
δʹ. Ποῦ νῦν εἰσιν οἱ βλασφημοῦντες τοῦ Πνεύματος τὴν ἀξίαν; Εἰ μὲν γὰρ μὴ ἀφίησιν ἁμαρτήματα, εἰκῆ παραλαμβάνεται εἰς τὸ βάπτισμα· εἰ δὲ ἀφίησιν ἁμαρτήματα, εἰκῆ βλασφημεῖται ὑπὸ τῶν αἱρετικῶν. Εἰ μὴ Πνεῦμα ἦν ἅγιον, Κύριον Ἰησοῦν εἰπεῖν οὐκ ἠδυνάμεθα· Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Εἰ μὴ Πνεῦμα ἦν ἅγιον, τὸν Θεὸν παρακαλέσαι οὐκ ἠδυνάμεθα οἱ πιστοί· λέγομεν γὰρ, Πάτερ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν Κύριον καλέσαι οὐκ ἠδυνάμεθα, οὕτως οὐδὲ Πατέρα τὸν Θεὸν καλέσαι ἠδυνάμεθα. Πόθεν δῆλον; Ἐκ τοῦ αὐτοῦ ἀποστόλου λέγοντος, Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ Πατήρ. Ὥστε ὅταν καλέσῃς τὸν Πατέρα, ἀναμνήσθητι, ὅτι τοῦ Πνεύματος τὴν ψυχὴν κινοῦντος ἠξιώθης τῆς προσηγορίας ἐκείνης. Εἰ μὴ Πνεῦμα ἦν, λόγος σοφίας καὶ γνώσεως ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἦν· ᾯ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως. Εἰ μὴ Πνεῦμα ἅγιον ἦν, ποιμένες καὶ διδάσκαλοι ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἦσαν· καὶ γὰρ οὗτοι διὰ τοῦ Πνεύματος γίνονται, καθὼς καὶ ὁ Παῦλός φησιν· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Ὁρᾷς ὅτι καὶ τοῦτο διὰ τοῦ Πνεύματος; Εἰ μὴ Πνεῦμα ἅγιον ἦν ἐν τῷ κοινῷ τούτῳ πατρὶ καὶ διδασκάλῳ, οὐκ ἂν ὅτε πρὸ μικροῦ ἀνέβη ἐπὶ τὸ ἱερὸν βῆμα τοῦτο, καὶ πᾶσιν ὑμῖν ἔδωκεν εἰρήνην, καὶ ἐπεφθέγξασθε αὐτῷ κοινῇ πάντες, Καὶ τῷ Πνεύματί σου· διὰ τοῦτο οὐκ ἀναβαίνοντι μόνον, οὐδὲ διαλεγομένῳ πρὸς ὑμᾶς, οὐδὲ εὐχομένῳ ὑπὲρ ὑμῶν ταύτην ἐπιφθέγγεσθε τὴν ῥῆσιν, ἀλλ' ὅταν παρὰ τὴν ἱερὰν ταύτην ἑστήκῃ τράπεζαν, ὅταν τὴν φρικτὴν ἐκείνην θυσίαν ἀναφέρειν μέλλῃ· ἴσασι γὰρ οἱ μεμυημένοι τὸ λεγόμενον· οὐ πρότερον ἅπτεται τῶν προκειμένων, ἕως ἂν ὑμῖν αὐτὸς ἐπεύξηται τὴν παρὰ τοῦ Κυρίου χάριν, καὶ ὑμεῖς ἐπιφθέγξησθε αὐτῷ, Καὶ τῷ Πνεύματί σου, διὰ τῆς ἀποκρίσεως αὐτῆς
4. Where now are those who blaspheme the dignity of the Spirit? For if on the one hand He does not forgive sins, in vain is He received for baptism; and if on the other He does forgive sins, in vain is He blasphemed by the heretics. If the Holy Spirit were not, we could not say Jesus is Lord; For no one is able to say Jesus is Lord, except in the Holy Spirit. If the Holy Spirit were not, we the faithful could not call upon God; for we say, Your Father Who is in the heavens. Just as, therefore, we could not call Him Lord, so neither could we call God Father. From where is this clear? From the same apostle saying, And because you are sons, God sent forth the Spirit of His Son into your hearts, crying, Abba, Father. So that whenever you call upon the Father, call to mind that as the Spirit moved your soul you were counted worthy of that appellation. If the Spirit were not, there would be no word of wisdom and of knowledge in the Church; For to one there is given through the Spirit a word of wisdom, and to another a word of knowledge. If the Holy Spirit were not, there would be no shepherds and teachers in the Church; for indeed these come to be through the Spirit, even as Paul also says: In which the Holy Spirit set you as shepherds and overseers. Do you see that this also is through the Spirit? If the Holy Spirit were not in this common father and teacher, you would not, when a little while ago he went up upon this sacred tribunal and gave peace to you all, also have acclaimed to him all in common, And with your spirit; on account of this not only when he goes up, nor when he discourses to you, nor when he prays on your behalf do you acclaim this utterance, but whenever he stands beside this sacred table, whenever he is about to offer up that awesome sacrifice—for the initiated know what is said—he does not touch the things set forth before he himself prays upon you the grace from the Lord, and you acclaim to him, And with your spirit, through this very answer
Notes, col. 458

On the reading

Printed τοὺ Θεοῦ, for τοῦ Θεοῦ.

Printed Πάτερ ὑμῶν, for Πάτερ ἡμῶν.

PG 50:457 bisRead from the page
Unde igitur hoc intelligemus? Heli senex vir fuit, alias quidem aequus et probus, sed qui filiorum improbitatem nesciret corrigere, verum ultra modum liberos amaret. Audite quotquot filios habetis, ut amori vestro pudorique modum faciatis : hinc enim Heli cum Deum irritasset, in tantam illum iracundiam impulit, ut totam gentem fuerit aversatus. Itaque ut indicaret is, qui haec scripsit, Deum illos admodum aversatum esse, dicebat : Verbum erat pretiosum : et non erat visio distinguens (1. Reg. 3. 1) : pretiosum hoc loco rarum appellans : per haec enim ostendit rarum fuisse tum donum prophetiae. Ac rursus lugens alius et lamentans ob iram Dei dicebat, Et non est in hoc tempore princeps, neque propheta (Dan. 3. 38); et rursus ait evangelista : Nondum enim erat Spiritus sanctus : quia Jesus nondum erat glorificatus (Joan. 7. 39). Quoniam enim nondum fuerat crucifixus, non erat Spiritus sanctus in hominibus datus : illud quippe, glorificatus, idem valet, quod crucifixus. Nam etsi res est natura sua ignominiosa, quia tamen eorum causa fiebat quos amabat, gloriam illam Christus appellat. Quare vero, dic quaeso, ante passionem non est Spiritus datus? Quoniam in peccatis erat orbis terrarum, in offensionibus, odio et ignominia, cum nondum oblatus agnus esset, qui mundi tollit peccatum. Quoniam igitur nondum crucifixus fuerat Christus, reconciliatio nondum facta erat : cum vero nondum esset facta reconciliatio, merito neque Spiritus mittebatur, ita ut reconciliationis indicium Spiritus mitteretur. Propterea dicit etiam Christus, Expedit vobis, ut ego vadam : si enim non abiero, ille non veniet (Joan. 16. 7) : si non abiero, et Patrem reconciliavero, inquit, Paracletum vobis non mittam. Videtis quam multis ex locis vobis demonstrarim illud irae divinae signum esse, quod non sit in hominibus Spiritus sanctus? Verbum erat pretiosum, et visio non erat distinguens (1. Reg. 3. 1) : Non enim est princeps, neque propheta in tempore isto (Dan. 3. 38). Nondum enim erat Spiritus sanctus : quia Jesus nondum erat glorificatus (Joan. 7. 39). Expedit vobis, ut ego vadam : si enim ego non abiero, ille non veniet (Joan. 16. 7). Itaque signum est irae divinae, quod non sit Spiritus sanctus : cum copiose missum videris Spiritum sanctum, nihil de reconciliatione dubites amplius. Verum ubi nunc est Spiritus sanctus? dicet aliquis. Nam tum quidem recte dicit, cum signa fiebant, et mortui suscitabantur, et leprosi omnes mundabantur : jam vero unde planum faciemus adesse nobis Spiritum sanctum? Nolite timere; ostendam enim in nobis esse nunc quoque Spiritum sanctum. Qua tandem ratione? nam si non esset in nobis Spiritus sanctus, quomodo isti, qui hac sacra nocte illuminati sunt, a peccatis liberari potuissent?
Whence then shall we understand this? Eli was an aged man, upright and honourable in other respects indeed, yet one who knew not how to chastise the wickedness of his sons, but loved his children beyond measure. Hearken, all you who have children, so that you may set a limit to your affection and forbearance: for when Eli had provoked God hereby, he drove Him to such wrath that He turned away from the whole nation. Accordingly, to indicate that God had utterly turned away from them, the writer of these things said: The word was precious, and there was no distinct vision (1. Reg. 3. 1), calling what was rare in this passage precious: for by these words he showed that the gift of prophecy was scarce at that time. And again another, mourning and lamenting on account of the wrath of God, said, Neither is there at this time prince or prophet (Dan. 3. 38); and again the evangelist says: For the Holy Spirit was not yet, because Jesus was not yet glorified (Joan. 7. 39). For because He had not yet been crucified, the Holy Spirit had not been given among men: since that word glorified means the same thing as crucified. For although the thing is shameful in its own nature, nevertheless because it was done for the sake of those whom He loved, Christ calls it glory. And why, tell me, pray, was the Spirit not given before the Passion? Because the world lay in sins, in offences, in enmity and disgrace, since the Lamb that taketh away the sin of the world had not yet been offered. Seeing therefore that Christ had not yet been crucified, reconciliation had not yet been wrought; and while reconciliation had not yet been wrought, rightly was the Spirit not sent either, so that the Spirit's being sent might serve as the token of reconciliation. On that account Christ also says, It is expedient for you that I go away: for if I go not away, He will not come (Joan. 16. 7): if I do not go away and reconcile the Father, says He, I shall not send the Comforter unto you. Do you see from how many passages I have demonstrated to you that the absence of the Holy Spirit among men is a sign of divine wrath? The word was precious, and there was no distinct vision (1. Reg. 3. 1); Neither is there at this time prince or prophet (Dan. 3. 38); For the Holy Spirit was not yet, because Jesus was not yet glorified (Joan. 7. 39); It is expedient for you that I go away: for if I go not away, He will not come (Joan. 16. 7). Therefore the absence of the Holy Spirit is a sign of divine wrath; when you see the Holy Spirit lavishly sent down, doubt no more concerning our reconciliation. Yet where is the Holy Spirit now? someone will say. For he speaks rightly of that former time, when signs were wrought, and the dead were raised, and all lepers were cleansed; but now, whence shall we make it plain that the Holy Spirit is present with us? Fear not; for I shall show that the Holy Spirit is in us now also. In what way, pray? For if the Holy Spirit were not in us, how could these persons who have been illuminated during this sacred night have been freed from their sins?
Notes, col. 457 bis

On the reading

Printed fillorum, for filiorum.

PG 50:458 bisRead from the page
Non enim absque Spiritus efficacitate possumus a peccatis liberari, quod quemadmodum doceat Paulus audite. Eramus enim aliquando et nos insipientes, increduli, errantes, servientes desideriis variis : cum autem benignitas et humanitas apparuit Salvatoris nostri Dei, non ex operibus justitiae, quae fecimus nos, sed secundum misericordiam suam salvos nos fecit, per lavacrum regenerationis et renovationis Spiritus sancti (Tit. 3. 3-5) : et rursus alibi, Nolite errare : neque fornicarii, neque idololatrae, neque adulteri, neque molles, neque masculorum concubitores, neque fures, neque avari, neque ebriosi, neque maledici, neque rapaces regnum Dei possidebunt (1. Cor. 6. 9-10). Vides omnia genera improbitatis? Et haec quidem fuistis; sed abluti estis, sed sanctificati estis, sed justificati estis. Quo pacto? hoc enim est, quod quaeritur, num per Spiritum sanctum nequitiam deposuerimus. Audi ergo : Sed sanctificati estis, sed justificati estis in nomine Domini nostri Jesu Christi, et in Spiritu Dei nostri (Ib. v. 11). Videsne Spiritum sanctum omnem illam improbitatem delevisse?
For without the efficacy of the Spirit we cannot be freed from sins; and hear how Paul teaches this. For we ourselves also were sometimes foolish, disobedient, deceived, serving divers lusts; but after that the kindness and love of God our Saviour toward man appeared, not by works of righteousness which we have done, but according to His mercy He saved us, by the washing of regeneration and renewing of the Holy Spirit (Tit. 3. 3-5); and again elsewhere, Be not deceived: neither fornicators, nor idolaters, nor adulterers, nor effeminate, nor abusers of themselves with mankind, nor thieves, nor covetous, nor drunkards, nor revilers, nor extortioners, shall inherit the kingdom of God (1. Cor. 6. 9-10). Do you see every kind of wickedness? And such were some of you: but ye are washed, but ye are sanctified, but ye are justified. In what manner? For this is the question at issue, whether we have put off iniquity through the Holy Spirit. Hear, therefore: But ye are sanctified, but ye are justified in the name of our Lord Jesus Christ, and by the Spirit of our God (Ib. v. 11). Do you see that the Holy Spirit blotted out all that wickedness?
4. Haeretici in Spiritum S. blasphemabant. — Ubi nunc sunt, qui Spiritus majestatem blasphemant? Si enim peccata non dimittit, frustra accipitur in baptismate; si peccata dimittit, frustra blasphemiis ab haereticis incessitur. Si non esset Spiritus sanctus, Dominum Jesum dicere non possemus : Nemo enim potest dicere Dominum Jesum, nisi in Spiritu sancto (1. Cor. 12. 3). Si non esset Spiritus sanctus, Deum orare fideles non possemus : dicimus enim Pater noster qui es in caelis (Matth. 6. 9). Ut igitur Dominum vocare non possemus, sic neque Patrem Deum vocare possemus. Unde id constat? Ex eodem Apostolo, qui ait : Quoniam autem estis filii, misit Deus Spiritum Filii sui in corda vestra clamantem, Abba, Pater (Galat. 4. 6). Itaque dum Patrem vocas, recordare Spiritu animam commovente illa te fuisse appellatione donatum. Nisi esset Spiritus sanctus, sermo sapientiae ac scientiae in Ecclesia non esset : nam Alii quidem datur per Spiritum sermo sapientiae, alii vero sermo scientiae (1 Cor. 12. 8). Nisi esset Spiritus sanctus, pastores et doctores in Ecclesia non essent : nam et isti per Spiritum fiunt, sicut et Paulus dicit, In quo vos Spiritus sanctus posuit pastores et episcopos (Act. 20. 28). Vides hoc quoque per Spiritum fieri? Nisi esset Spiritus sanctus in hoc communi patre ac doctore (a), cum paulo ante sacrum hoc in tribunal ascendit, ac vobis omnibus pacem dedit, non simul omnes acclamassetis, Et cum Spiritu tuo : idcirco non cum ascendit tantum, neque cum vos affatur, neque cum pro vobis orat, hac illi voce acclamatis, sed cum huic sacrae mensae assistit, cum tremendum sacrificium est oblaturus : nam quid dicam, norunt qui sunt mysteriis initiati; non prius attingit proposita, quam vobis ipse gratiam fuerit precatus a Domino, vosque illi acclamaveritis : Et cum Spiritu tuo, qua responsione vobismet ipsis in memoriam revocatis nihil eum praestare, qui adest, neque naturae humanae opera esse proposita dona, sed praesentem Spiritus gratiam, et ad omnia advolantem, mysticum illud perficere sacrificium.
4. Heretics blasphemed against the Holy Spirit. — Where now are those who blaspheme the majesty of the Spirit? For if He does not remit sins, He is received in vain in baptism; if He does remit sins, He is assailed in vain with blasphemies by heretics. Were there no Holy Spirit, we could not call Jesus Lord: For no man can say that Jesus is the Lord, but by the Holy Spirit (1. Cor. 12. 3). Were there no Holy Spirit, we the faithful could not pray to God: for we say, Our Father who art in heaven (Matth. 6. 9). Just as we could not call Him Lord, therefore, so neither could we call God Father. Whence is this clear? From the same Apostle, who says: And because ye are sons, God hath sent forth the Spirit of His Son into your hearts, crying, Abba, Father (Galat. 4. 6). Accordingly, when you call upon the Father, remember that it was through the Spirit stirring your soul that you were endowed with that address. Were there no Holy Spirit, there would be no word of wisdom and knowledge in the Church: for To one indeed is given by the Spirit the word of wisdom, and to another the word of knowledge (1 Cor. 12. 8). Were there no Holy Spirit, there would be no pastors and teachers in the Church: for these too are made through the Spirit, even as Paul also says, Wherein the Holy Spirit hath set you as pastors and bishops (Act. 20. 28). Do you see that this also comes to pass through the Spirit? Were the Holy Spirit not in this common father and teacher of ours (a), when a little while ago he went up into this sacred sanctuary and gave peace to you all, you would not all together have acclaimed, And with thy spirit; wherefore not only when he goes up, nor when he addresses you, nor when he prays for you, do you acclaim him with this utterance, but when he stands beside this sacred table, when he is about to offer that awful sacrifice: for the initiated know what I mean; he does not touch the gifts set forth before he himself has invoked grace upon you from the Lord, and you have acclaimed to him: And with thy spirit, by which response you remind yourselves that he who is present accomplishes nothing of himself, nor are the gifts set forth works of human nature, but that the grace of the Spirit, being present and hovering over all, perfects that mystical sacrifice.