Migne Reading Room

PG 50 · cols. 817–820 bis · Read from the page

In Venerabilem atque Vivificam Crucem, et de Primorum Hominum Transgressione (Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν)

In Venerabilem atque Vivificam Crucem, et de Primorum Hominum Transgressione (Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:817Read from the page
καλέσω; καὶ γάρ ἐστε μιμούμενοι τὸν ἑαυτῶν Δεσπότην. Ναύτας ὑμᾶς καλέσω; καὶ γάρ ἐστε τῇ πείρᾳ τῶν κλυδωνίων χειμῶνα ὑπομείναντες. Κυβερνήτας ὑμᾶς καλέσω; καὶ γάρ ἐστε Καθάπερ γάρ τις ἄριστος κυβερνήτης καθήμενος ἐπὶ τῶν οἰάκων, τῇ τέχνῃ τὰς τρικυμίας διαφεύγων, καὶ σῶον ἀποσώζων τὸ σκάφος, ἐπ' εὔδιον λιμένα χειραγωγεῖ· οὕτω δὴ καὶ ὑμεῖς. Ἀλλὰ μαθητὰς ὑμᾶς καλέσω; καὶ γάρ ἐστε ἕτοιμοι πρὸς τὴν ὑπακοήν. Ἀλλὰ διδασκάλους ὑμᾶς καλέσω; Πάλιν ἐρῶ, Ἐστὲ, ἁπάσης γὰρ τῆς οἰκουμένης διδάσκαλοι Ἐγένεσθε. Τί οὖν ἐροῦμεν; Βούλομαι σήμερον ὑμῖν τράπεζαν παραθεῖναι πνευματικὴν, οὐ σῶμα τρέφουσαν, ἀλλὰ πνεῦμα τειχίζουσαν, μᾶλλον δὲ καὶ σῶμα τρέφουσαν, καὶ ψυχὴν ἀποσμήχουσαν. Τοιαύτη γάρ ἐστιν ἡ τράπεζα πνευματικὴ, οὐ καθὼς ἡ τράπεζα τῶν γαστριμάργων κόρον ἐμποιοῦσα. Λόγος γάρ ἐστι πνευματικὸς εὐωδίας πνέων· ὑπομιμνησκόμενος γὰρ αὐτὸν ἄνθρωπος, καθάπερ μύρον μασσώμενος, εὐωδίαν τινὰ ἐκπέμπει, οὐ μόνον ἑαυτὸν τῇ εὐωδίᾳ παραμυθούμενος, ἀλλὰ καὶ τοὺς παρεστῶτας αὐτῷ πληροῦσθαι τῆς εὐωδίας ἐκείνης παρασκευάζων. Συντείνατε δὴ ἑαυτούς· λόγον γὰρ ἐξαγαγεῖν βούλομαι. Καὶ γάρ τινές εἰσι τῶν κολυμβητῶν ῥίπτοντες ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὴν θάλασσαν, περιερχόμενοι τὸν βυθὸν, βουλόμενοι μαργαρίτην ἀνιμήσασθαι· ἡμεῖς δὲ ἔχοντες ἀντὶ σκάφους τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην, ἀντὶ πηδαλίου τὸν σταυρὸν, ἀντὶ κυβερνήτου τὸν Χριστὸν, ἀντὶ πρωρέως τὸν Πατέρα, ἀντὶ ζεφύρου τὸ Πνεῦμα τὸ ἅγιον, ἀντὶ ἱστίου τὴν χάριν, ἀντὶ ναυτῶν τοὺς μαθητὰς, ἀντὶ ἐπιβατῶν τοὺς προφήτας, οὐκοῦν καὶ ἡμεῖς ῥίψωμεν ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὸ πέλαγος τῶν νοημάτων, οὐχ ἵνα μαργαρίτην ἀνιμησώμεθα, ἀλλὰ μαργαρίτου τιμιώτερον. Συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, παρέχοντές μοι τὴν ὑπακοήν· καθὼς γὰρ προλαβὼν εἶπον, ὅτι μαργαρίτου τιμιώτερον μέλλω ἀνιμᾶσθαι ἐκ τοῦ βάθους τῶν νοημάτων. Μὴ οὖν παραπέμψησθε, καὶ ὡς ἀλογίστοις χρήσησθε ἑαυτοῖς. Γέγραπται γάρ· Μὴ βάλητε τὸν μαργαρίτην ὑμῶν ἔμπροσθεν τῶν χοίρων, καὶ μὴ ῥίπτητε τὰ ἅγια τοῖς κυσί. Χοίρους δὲ ὅταν ἀκούσῃς, μὴ τὰ ἄλογα ζῶα ταῦτα νομίσῃς· καὶ κύνας ὅταν ἀκούσῃς, μὴ τοὺς κύνας τούτους νομίσῃς. Χοίρους γὰρ λέγει τοὺς ἐν ἀσωτίᾳ ζῶντας· κύνας δὲ λέγει τοὺς εἰκῆ λυσσῶντας κατὰ τοῦ Δεσπότου. Ποιήσατε οὖν ἀξίους ἑαυτοὺς εἶναι τοῦ μαργαρίτου οὗ μέλλω ὑμῖν σήμερον παρατιθέναι. Καὶ γὰρ οἱ γηπόνοι οὐχ ἁπλῶς τὰ σπέρματα καταβάλλονται, ἐὰν μὴ πρῶτον βοῦς ζεύξωσι, καὶ ἄροτρον ἑλκύσωσι, καὶ ἀκάνθας ἀνασπάσωσι, καὶ αὔλακας ἀνατέμωσι, καὶ τότε τὰ σπέρματα καταβάλλονται ἐπὶ τὴν γῆν, ἵνα εὑρὼν αὐτὰ ὁ ὑετὸς κατενέγκῃ εἰς τὰς λαγόνας τῆς γῆς· καὶ τότε λαβοῦσα ἡ γῆ, τίκτει τὸν ἄσταχυν. Ἀλλὰ ἐκεῖνα μὲν ἐκδέχονται καὶ χειμῶνα, καὶ θέρος, καὶ ὄμβρον οὐράνιον, καὶ ἡλίου ἀκτῖνας, καὶ καιρὸν θερισμοῦ, καὶ τότε συνάγουσιν αὐτὰ εἰς τὰς ἀποθήκας· ἐγὼ δὲ οὐ χειμῶνα ἐκδέχομαι, οὐδὲ θέρος, οὐδὲ ἡλίου ἀκτῖνας, οὐδὲ ὄμβρον, οὐδὲ βόας ζευγνύω, οὐδὲ ἄροτρον ἑλκύω, οὐδὲ αὔλακας ἀνατέμνω, οὔτε ἀκάνθας ἀνασπῶ· σήμερον γὰρ σπείρω, σήμερον καὶ θερίζω. Οὐκ ἐργάζομαι γὰρ γῆν ἄλογον, ἀλλὰ γῆν λογικὴν, οὐκ ἀναίσθητον, ἀλλ' αἰσθητὴν, οὐκ ἄψυχον, ἀλλὰ ψυχικήν. Καὶ μακάριος ἐγὼ ποταπῆς γῆς γεωργὸς ἐκληρώθην· τότε γὰρ μακάριός εἰμι, ὅταν λαλῶ εἰς ὦτα ἀκουόντων. Καὶ πάλιν λέγει· Παρακοὴ θάνατον κατεργάζεται. Μακάριος οὖν ἐγώ· μακάριοι καὶ ὑμεῖς. Καὶ γὰρ Ἰησοῦς ἐν τῷ Εὐαγγελίῳ λέγει τοῖς μαθηταῖς· Μακάριοί ἐστε, ἐὰν τὸν ἐμὸν λόγον τηρήσετε. Συντείναντες οὖν ἑαυτοὺς προσέχετε τοῖς λεγομένοις. Βούλομαι δὲ ὑμῖν ἐν ὑποδείγμασι δεῖξαι τί ἐστι Θεός· λόγῳ χρησάμενος λέγω· Ἔοικεν ὁ Θεὸς ἀνδρὶ καθημένῳ ἐπὶ σκοπέλῳ, καὶ θεωροῦντι πᾶσαν τὴν θάλασσαν, πλοῖα δὲ βαδίζοντα ἐν αὐτῇ, τὴν δὲ ἐπίσαλον οὖσαν, τρικυμίαις δὲ ἐγείρουσαν ἑαυτὴν, διὰ τὸ σφοδροὺς ἐν αὐτῇ πνεῖν ἀνέ-
call you? For indeed you are imitating your own Master. Sailors shall I call you? For indeed through experience of the surges you have endured a tempest. Helmsmen shall I call you? For indeed you are. For just as some best helmsman sitting at the tillers, escaping the triple waves by his skill and preserving the vessel safe, guides it by the hand to a calm haven, so indeed are you also. Yet disciples shall I call you? For indeed you are ready for obedience. Yet teachers shall I call you? Again I shall say, You are, for you have become teachers of the whole inhabited world. What, then, shall we say? I wish today to set before you a spiritual table, not nourishing the body, but walling round the spirit, or rather both nourishing the body and cleansing the soul. For of such a sort is the spiritual table, not producing surfeit like the table of gluttons. For it is a spiritual word breathing sweet fragrance; for a man calling it to mind, just as if chewing myrrh, sends forth a certain sweet fragrance, not only comforting himself with the sweet fragrance, but also causing those standing beside him to be filled with that sweet fragrance. Brace yourselves, then; for I wish to bring forth a word. For there are certain divers who hurl themselves from their vessel into the sea, going round the deep, wishing to draw up a pearl; and we, having instead of a vessel the Old and New Covenant, instead of a rudder the cross, instead of a helmsman Christ, instead of a lookout at the prow the Father, instead of a west wind the Holy Spirit, instead of a sail grace, instead of sailors the disciples, instead of passengers the prophets — well then, let us also hurl ourselves from the vessel upon the ocean of thoughts, not so that we may draw up a pearl, but what is more precious than a pearl. Brace yourselves for me, I entreat you, affording me your obedience; for just as I said beforehand, I am about to draw up out of the depth of thoughts what is more precious than a pearl. Do not, therefore, brush it aside, and treat yourselves as unreasoning beasts. For it is written: Do not cast your pearl before swine, and do not hurl holy things to dogs. Yet whenever you hear of swine, do not suppose these irrational beasts; and whenever you hear of dogs, do not suppose these dogs. For He calls swine those who live in profligacy; and He calls dogs those who rave at random against the Master. Make yourselves worthy, therefore, of the pearl which I am about to set before you today. For husbandmen do not simply cast down their seeds unless they first yoke oxen, and draw a plough, and pull up thorns, and cut furrows, and then they cast down the seeds upon the earth, so that the rain finding them may bring them down into the flanks of the earth; and then the earth, taking them, brings forth the ear of corn. Yet those seeds await both winter, and summer, and heavenly rain, and the sun's rays, and the season of harvest, and then men gather them into the storehouses; whereas I do not await winter, nor summer, nor the sun's rays, nor rain, nor do I yoke oxen, nor draw a plough, nor cut furrows, neither do I pull up thorns; for today I sow, today I also reap. For I do not till an irrational earth, but a rational earth, not insensate, but sentient, not soulless, but endowed with soul. And blessed am I, to whom it has fallen by lot to be the husbandman of such an earth; for then am I blessed, whenever I speak into the ears of those who hear. And again it says: Disobedience works death. Blessed, therefore, am I; blessed also are you. For indeed Jesus in the Gospel says to the disciples: Blessed are you, if you keep My word. Having braced yourselves, therefore, give heed to the things being said. Now I wish by examples to show you what God is; using a figure of speech, I say: God is like a man sitting upon a lookout rock and beholding the whole sea, and ships travelling upon it, and the sea tossing restlessly and rousing itself with triple waves because fierce winds are blowing upon
PG 50:818Read from the page
μους· ἄριστος δέ τις κυβερνήτης φιλονεικῶν τοῖς κύμασιν ἐπ' εὔδιον λιμένα τὸ σκάφος ὁρμίσαι, διὰ τὸ ὀψίαν αὐτοὺς καταλαμβάνειν, δεδοικὼς μήποτε ὑποβρύχιον γένηται τὸ πλοῖον, ἄλλων πλοίων τὴν ὀρθὴν ὁδὸν βαδιζόντων, ἑτέρων δὲ τῇ ῥύμῃ τῶν ἀνέμων ὑποβρυχίων γενομένων καὶ διαλυθέντων, τεθνηκότων δέ τινων, τινῶν δὲ περιγενομένων, καὶ ἐπιλαβομένων οἰκτροῦ τινος πηδαλίου, καὶ ταῖς τρικυμίαις ἐπὶ τὴν στερεὰν ἐξελκομένων, καὶ τῶν ἤδη τεθνηκότων τὰ σώματα ἐξερριμμένα. Ταῦτα δὲ πάντα θεωρεῖ ὁ καθήμενος ἐπὶ τῷ σκοπέλῳ· οὗτός ἐστιν ὁ Θεός· καὶ καθὼς προλαβὼν εἶπον, ὅτι λόγῳ χρησάμενος λέγω. Ὅταν δὲ εἴπω Θεὸν καθήμενον ἐν ὑψηλοῖς, μὴ νομίζε αὐτὸν ἐν τοῖς ὑψηλοῖς εἶναι μόνον, ἀλλὰ καὶ πανταχοῦ. Οὐ γὰρ τόπου διάστασιν ἔχει, αὐτὸς ἑαυτοῦ τόπος ὢν, αὐτὸς τὰ πάντα χωρῶν, χωρεῖ δὲ αὐτὸν οὐδέν. Τί γὰρ δύναται χωρῆσαι τὴν ἀσώματον φύσιν καὶ ἄϋλον καὶ ἀπέραντον καὶ ἀνεξιχνίαστον, καὶ ἀνώλεθρον καὶ ἄφθαρτον καὶ ἀκατάληπτον; παρὰ γὰρ τοῖς εὐσεβοῦσιν οὕτω δεῖ νοεῖν Θεόν. Αὕτη γὰρ ἡμῶν ἡ ἐλπὶς, καθὼς γέγραπται· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐντεῦθεν ἡμῶν ἐπιλαμβάνονται οἱ αἱρετικοὶ, οἱ ὄντες ἀγνώμονες, οἱ ἀναγινώσκοντες, καὶ μὴ ἐπιγινώσκοντες· Χριστὸν δὲ σὺ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίζου μόνον, μήτε τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον, καὶ τὸν Θεὸν Λόγον καὶ τὴν ἔνσαρκον οἰκονομίαν. Ἐπεὶ οἶδα Χριστὸν τεινάσαντα, καὶ οἶδα Χριστὸν ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων θρέψαντα πεντακιςχιλίους χωρὶς γυναικῶν καὶ παιδίων· οἶδα Χριστὸν διψήσαντα, καὶ οἶδα Χριστὸν τὸ ὕδωρ εἰς οἶνον μεταβαλόντα· οἶδα Χριστὸν πλεύσαντα, καὶ οἶδα Χριστὸν ἐπὶ τῶν ὑδάτων περιπατήσαντα· οἶδα Χριστὸν ἀποθανόντα, καὶ οἶδα Χριστὸν νεκροὺς ἐγείραντα· οἶδα Χριστὸν Πιλάτῳ παρεστῶτα, καὶ οἶδα Χριστὸν τῷ Πατρὶ συγκαθεζόμενον· οἶδα Χριστὸν ὑπὸ Ἰουδαίων ἐμπτυόμενον, καὶ οἶδα Χριστὸν ὑπὸ ἀγγέλων προσκυνούμενον· καὶ τὸ μὲν ἐπάγω τῇ θεότητι, τὸ δὲ τῇ ἀνθρωπότητι. Διὰ γὰρ τοῦτο συναμφότερον εἴρηται, ἐπεὶ οἶδα Χριστὸν ἐκ Μαρίας γεννηθέντα, καὶ οἶδα Χριστὸν πρὸ τῶν αἰώνων ὄντα. Δοξάσωμεν μὲν οὖν Ἰησοῦν τὸν Χριστὸν, τὸ τεῖχος τὸ ἄρρηκτον, τὸν θεμέλιον τὸν ἐπὶ τὴν πέτραν τεθεμελιωμένον. Αὐτὸς λέγει τῷ Πέτρῳ· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ὁμοίως δὲ καὶ Παῦλος λέγει· Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Παρακαλῶ οὖν ὑμᾶς ἵνα πάσῃ πραότητι προσέχωμεν ἀλλήλοις. Ἐν μὲν γὰρ τῷ παρόντι βίῳ βρώσει καὶ πόσει καὶ ποικίλαις ἡδοναῖς δελεαζόμεθα, ἐν δὲ τῷ μέλλοντι, κρίσις καὶ δίκη. Μὴ δώσωμεν οὖν τόπον τῷ διαβόλῳ. Οὐ γὰρ ἡμῖν ἐστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Σπεύσωμεν οὖν φυγεῖν τὴν αἰώνιον κόλασιν. Οὐ γὰρ ἐποίησεν ὁ Θεὸς τὴν κόλασιν, ἵνα ἡμᾶς ἐμβάλῃ, ἀλλ' ἵνα ἐμπεσόντα σε ἐκβάλῃ· τοιοῦτον γὰρ ἔχομεν φιλάνθρωπον Θεὸν καὶ ἐλεήμονα. Μαρτυρεῖ γὰρ Δαυῒδ λέγων· Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Ταῦτα λέγει ὁ Θεὸς, οὐχ ἵνα ἡμᾶς κρίνῃ, ἀλλ' ἵνα μὴ ῥαθυμότεροι γενώμεθα. Εἰ γὰρ ἐβούλετο ἡμᾶς ἀπολέσαι, οὐκ ἂν τὸ αἷμα αὐτοῦ ἐξέχεεν ὑπὲρ ἡμῶν. Ἀπέθανεν οὖν, ἵνα σοι ἀθανασίαν χαρίσηται· ἐπείνασεν, ἵνα σε τὴν ἑαυτοῦ σάρκα χορτάσῃ· ἐδίψησεν, ἵνα σε τὸ ἑαυτοῦ αἷμα ποτίσῃ· ἐν πλοίῳ ἐκάθισεν, ἵνα σε ὑπεράνω τῶν Χερουβὶμ καθίσῃ· ἐβαπτίσθη, ἵνα σε φωτίσῃ· ἐρραπίσθη, ἵνα σε ἐλευθερώσῃ· ὡδοιπόρησεν, ἵνα σε ἀκάματον ποιήσῃ· ἔπλευσε, ἵνα σε ἄφοβον καταστήσῃ· ἐκοιμήθη, ἵνα σε ἀμέριμνον ποιήσῃ· ἐκ γυναικὸς προῆλθεν, ἵνα τὴν παράβασιν τὴν ἐν τῷ παραδείσῳ οἰκτειρήσῃ· ἐκλήθη ἄνθρωπος, ἵνα σε θεὸν
it; and some best helmsman striving against the waves to moor his vessel in a calm haven, because late evening is overtaking them, dreading lest the ship become sunken, while other ships travel the straight road, and yet others become sunken by the rush of the winds and are broken up, and some men have died, while some have survived and laid hold of some pitiful rudder and are dragged out by the triple waves upon dry land, and the bodies of those already dead have been cast out. All these things he who sits upon the lookout rock beholds; this One is God; and just as I said beforehand, I speak using a figure of speech. Yet whenever I speak of God sitting in the heights, do not suppose that He is in the heights alone, but everywhere also. For He has no interval of place, being Himself His own place, Himself containing all things, while nothing contains Him. For what can contain the bodiless nature, immaterial and boundless and unsearchable, and imperishable and incorruptible and incomprehensible? For among the pious thus must one conceive of God. For this is our hope, just as it is written: This is eternal life, that they may know Thee, the only true God, and Jesus Christ Whom Thou didst send. From this the heretics lay hold of us — those who are senseless, who read and do not understand; yet whenever you hear of Christ, do not reckon God alone, nor the incarnate dispensation alone, but both together, both God the Word and the incarnate dispensation. Since I know Christ hungering, and I know Christ feeding five thousand from five loaves and two fishes apart from women and children; I know Christ thirsting, and I know Christ changing water into wine; I know Christ sailing, and I know Christ walking upon the waters; I know Christ having died, and I know Christ raising the dead; I know Christ standing beside Pilate, and I know Christ sitting together with the Father; I know Christ spat upon by Jews, and I know Christ worshipped by angels; and the one I refer to the Godhead, the other to the humanity. For on this account both together have been spoken, since I know Christ born of Mary, and I know Christ being before the ages. Let us, then, glorify Jesus the Christ, the unbreakable wall, the foundation founded upon the rock. He Himself says to Peter: You are Peter, and upon this rock I will build My Church, and the gates of Hades shall not prevail against it. And in like manner Paul also says: No one can lay another foundation beside that which is laid, which is Jesus Christ. I exhort you, therefore, that with all meekness we give heed to one another. For in the present life we are lured by eating and drinking and various pleasures, whereas in the life to come there are judgement and justice. Let us not, therefore, give place to the devil. For our wrestling is not against blood and flesh, but against the rulers, against the authorities, against the world-rulers of the darkness of this age. Let us hasten, therefore, to flee eternal chastisement. For God did not make chastisement so as to cast us in, but so as to cast you out when you have fallen in; for such a man-loving and merciful God do we have. For David bears witness, saying: God is a righteous judge, and strong, and long-suffering, and not bringing on wrath each day. Unless you turn back, He will furbish His sword; He has bent His bow, and prepared it, and on it He has prepared instruments of death. God says these things, not so as to judge us, but lest we become more slothful. For if He had willed to destroy us, He would not have poured out His blood on our behalf. He died, therefore, so as to grant you immortality; He hungered, so as to satisfy you with His own flesh; He thirsted, so as to give you His own blood to drink; He sat in a boat, so as to seat you high above the Cherubim; He was baptized, so as to enlighten you; He was slapped, so as to set you free; He travelled the road, so as to make you unwearied; He sailed, so as to render you fearless; He fell asleep, so as to make you free from care; He came forth from a woman, so as to take pity on the transgression in paradise; He was called man, so that He might call you a god
Notes, col. 818

On the reading

Printed τεινάσαντα, for πεινάσαντα.

PG 50:817 bisRead from the page
etenim vestrum Dominum estis imitati. Nautas appellabo? tales enim estis, cum experimento ipso procellam fluctuum sustineatis. Gubernatores vos dicam? etenim estis. Sicut peritissimus gubernator, qui ad clavum sedens artis peritia tempestatem evitat, et incolumem servatam navem ad tranquillum portum deducit: sic et vos estis. Sed et discipulos vos vocabo? parati enim estis ad obedientiam. At magistros vos dicam? Rursus dicam, Estis: totius enim orbis magistri fuistis. Quid ergo dicemus? Hodie vobis apponere spiritualem mensam volo, quae non corpus reficit, sed spiritum confirmat: imo vero, quae et corpus reficit, et animam purgat. Talis enim est mensa spiritualis, non sicut illa gulosorum, quae satietatem parit. Sermo quippe spiritualis est, bonum emittens odorem 1: quem qui revocat in memoriam, non aliter atque is qui unguentum comedit, odorem suavitatis eructat, et non solum odore suavi seipsum recreat, sed et proximos sibi suaveolentia replet. Attendite, quaeso: verbum enim proferre volo; nam sunt quidam ex urinatoribus, qui se e navi in mare dejiciunt, ut profundum percurrant, et extrahant margaritam: nos vero navis loco vetus ac novum Testamentum habentes, pro gubernaculo crucem, pro gubernatore Christum, loco proretae Patrem, pro zephyro Spiritum sanctum, pro velo gratiam, pro nautis discipulos, pro vectoribus prophetas, projiciamus nosmet ipsos de navi in pelagus sententiarum, non ut margaritam, sed ut quod margarita est pretiosius, extrahamus. Parate animos vestros, quaeso, et tota intentione mentis, quae dicuntur, audite: sicut enim ante dixi, margarita pretiosius quiddam ex profundo sententiarum sum extracturus. Ne igitur vosmet negligatis, nec brutorum instar vos geratis: scriptum est enim: Nolite mittere margaritas ante porcos, et nolite projicere sancta canibus (Matth. 7. 6). Cum autem porcos audis, non de brutis animalibus aestimes dici; et canes cum audis, non de canibus istis dici putes. Porcos enim vocat eos qui luxuriose vivunt; canes vocat eos, qui temere in Dominum rabie perciti insurrexerunt. Facite ergo vos dignos ad suscipiendam margaritam quam vobis hodie sum oblaturus. Siquidem agricolae non incassum seminant, nisi boves prius junxerint, et aratrum duxerint, spinas eradicarint, sulcos prosciderint; et sic demum semina terrae committunt, et cum descenderit pluvia, in terrae viscera ea deferat; et mox terra iis exceptis spicam producit. Verumtamen illa semina hyemem exspectant, et aestatem et imbrem caelestem, et solis radios, et messis tempus, et illa tunc in horrea convehunt: at ego non hyemem, non aestatem, nec radios solis exspecto, non imbrem; neque boves jungo, neque aratrum duco, neque sulcos proscindo, neque spinas evello: siquidem hodie semino, hodie meto. Non enim excolo rationis expertem terram, sed ratione praeditam terram; non sensus expertem, sed sensu praeditam; non anima carentem, sed animatam. Et felix ego quod talis terrae sum agricola constitutus: tunc enim beatus sum, cum in aures loquor eorum qui audiunt. Et iterum dicit: Inobedientia mortem operatur (Eccli. 25. 12) (a). Beatus igitur ego, beati et vos. Nam Jesus in Evangelio dicit ad discipulos suos: Beati estis, si sermonem meum servaveritis (Joan. 8. 50. 51). Attendite igitur, et arrectis auribus, quae dicuntur, excipite. Volo enim quadam comparatione vobis, quid sit Deus ostendere. Fingamus enim Deum quasi hominem in scopulo sedentem, et exinde prospicientem in universum mare, et naves in eo transeuntes, quod ob ventorum violentiam fluctus excitet ac procellas: sed peritissimus gubernator aliquis contendens cum fluctibus, navim ad tranquillum portum deducere studet, quod serotinum tempus eos urgeat, timens ne forte navigium undis obruatur, cum aliae naves prospero cursu rectam viam teneant, aliae ventorum impetu submergantur et dissolvantur, dum quidam moriuntur, quidam superstites fiunt, et misero temone correpto evadunt, fluctibus decumanis in terram ejecti, et aliorum corpora jam mortuorum projecta cernuntur.
For you have imitated your Lord. Shall I call you sailors? For such you are, since by very experience you endure the tempest of the waves. Shall I call you helmsmen? For so you are: just as a most skilful helmsman, sitting at the tiller, escapes the storm by mastery of his craft, and brings his preserved ship safe and sound into a tranquil haven, so too are you. Yet shall I also call you disciples? For you are ready for obedience. Or shall I call you teachers? Again I shall say, You are: for you have been teachers of the whole world. What then shall we say? Today I wish to set before you a spiritual table, which refreshes not the body, but strengthens the spirit—nay rather, which both refreshes the body and cleanses the soul. For such is the spiritual table—not like that of gluttons, which breeds surfeit. For our discourse is spiritual, sending forth a sweet odour 1: he who calls it to remembrance breathes forth an odour of sweetness no otherwise than one who partakes of ointment, and not only refreshes himself with the sweet odour, but also fills his neighbours with fragrance. Give heed, I pray: for I wish to bring forth a word; for there are certain divers who cast themselves from a ship into the sea to range through the deep and draw up a pearl; whereas let us, having the Old and New Testaments in place of a ship, the cross for rudder, Christ for helmsman, the Father in place of lookout, the Holy Spirit for zephyr, grace for sail, the disciples for sailors, and the prophets for passengers, cast ourselves from the ship into the sea of spiritual meanings, that we may draw up not a pearl, but that which is more precious than a pearl. Prepare your minds, I pray, and with full attention of mind hear what is said: for, as I said before, I am about to draw up something more precious than a pearl from the deep of spiritual meanings. Do not neglect yourselves, therefore, nor behave like brute beasts; for it is written: Do not cast pearls before swine, and do not throw what is holy to dogs (Matt. 7:6). Yet when you hear of swine, do not suppose that brute beasts are meant; and when you hear of dogs, do not think that yonder dogs are meant. For He calls swine those who live in wanton luxury; He calls dogs those who, stung with madness, rashly rose up against the Lord. Make yourselves worthy, therefore, to receive the pearl which I am about to offer you today. For husbandmen do not sow at random unless they have first yoked oxen, drawn the plough, uprooted thorns, and cleft furrows; and only thus do they commit the seeds to the earth, so that when the rain comes down it may carry them into the bosom of the earth, and presently the earth, having received them, brings forth the ear. Yet those seeds await winter, and summer, and rain from heaven, and the rays of the sun, and the time of harvest, and then men gather them into barns; whereas I await neither winter, nor summer, nor the rays of the sun, nor rain; nor do I yoke oxen, nor draw the plough, nor cleave furrows, nor pluck up thorns: for today I sow, and today I reap. For I till not a soil devoid of reason, but a soil endowed with reason; not one devoid of perception, but endowed with perception; not one lacking a soul, but ensouled. And happy am I that I have been appointed husbandman of such a soil: for then am I blessed, when I speak into the ears of those who hear. And again it says: Disobedience works death (Sir. 25:12) (a). Blessed, therefore, am I, and blessed too are you. For Jesus in the Gospel says to His disciples: Blessed are you, if you keep My word (John 8:50–51). Give heed, therefore, and with attentive ears receive what is said. For I wish by a certain comparison to show you what God is. Let us picture God as though a man sitting upon a headland, and looking out from thence over the whole sea and the ships passing upon it, while through the violence of the winds it stirs up billows and tempests: yet some most skilful helmsman, contending with the waves, strives to bring his ship into a tranquil haven because the late hour presses upon them, fearing lest perchance the vessel be overwhelmed by the waves, while other ships hold a straight course on a prosperous voyage, and others are sunk and broken up by the onrush of the winds, as some men perish, and some survive and escape by clutching a wretched steering-oar, cast ashore by monstrous waves, while the bodies of others already dead are seen cast up.
PG 50:818 bisRead from the page
Haec autem qui sedet in scopulo contuetur: hic vero Deus est, et, ut ante dixi, haec in oratione ficta propono. Quando autem dixero Deum sedentem in excelsis, noli existimare in excelsis tantum esse illum, sed etiam ubique: neque enim locorum distantia separatur, cum ipse sibi sit locus, et ipse omnia capiat, nihil autem illum capiat. Quid enim incorpoream naturam capere potest, expertem materiae, interminatam, investigabilem, expertem interitus, immortalem et incomprehensibilem? Sic enim apud pios concipere oportet Deum. Haec enim est spes nostra, sicut scriptum est: Haec est vita aeterna, ut cognoscant te solum verum Deum, et quem misisti Jesum Christum (Joan. 17. 3). In hoc capitulo nos reprehendunt haeretici, et ut imperiti sunt, legunt et non intelligunt. Christum vero cum audis, non solummodo Deum putes, neque solam dispensationem in carne, sed utrumque simul, et Deum Verbum, et dispensationem in carne. Siquidem esuriisse Christum scio, et scio Christum de quinque panibus et duobus piscibus satiasse quinque hominum millia, praeter mulieres et parvulos: scio Christum sitim passum esse, et scio Christum aquam in vinum mutasse: scio Christum navigasse, et scio Christum super aquas ambulasse: scio Christum esse mortuum, et scio Christum mortuos suscitasse: scio Christum Pilato adstitisse, et scio Christum ad Patris dexteram consedisse: scio Christum a Judaeis sputis fuisse conspersum, et scio Christum ab angelis adorari: et hoc quidem ad deitatem refero, illud vero assigno humanitati. Propterea namque utrumque diximus, quoniam scio Christum de Maria natum, et scio Christum, qui est ante saecula. Glorificemus ergo Christum Jesum murum inexpugnabilem, fundamentum, quod supra petram fundatum est. Dicit ipse Petro, Tu es Petrus, et super hanc petram aedificabo Ecclesiam meam, et portae inferi non praevalebunt adversus eam (Matth. 16. 18). Similiter autem et Paulus dicit, Fundamentum aliud nemo potest ponere, praeter id quod positum est, quod est Jesus Christus (1. Cor. 3. 11). Rogo ergo vos ut cum omni mansuetudine nobis mutuo attendamus. Nam in hac quidem vita esca et potu, et variis voluptatibus inescamur: in futura vero judicium et supplicium. Ne igitur locum demus diabolo. Non enim est nobis colluctatio adversus carnem et sanguinem, sed adversus principatus, adversus potestates, adversus mundi rectores tenebrarum saeculi hujus (Ephes. 6. 12). Studeamus igitur aeternam poenam effugere. Non enim poenam constituit Deus, ut in eam mittamur; sed ut te in eam prolapsum eripiat: talem enim clementem habemus Deum, ac misericordem. Testificatur namque David dicens, Deus judex justus, et fortis, et patiens, et non infert iram per singulos dies. Nisi conversi fueritis, gladium suum vibrabit; arcum suum tetendit, et paravit illum, et in eo paravit vasa mortis (Psal. 7. 12). Haec dicit Deus, non ut nos judicet, sed ne desides simus. Si enim nos perdere voluisset, non utique proprium pro nobis sanguinem fudisset. Mortem igitur obiit, ut te immortalitate donaret: esuriit, ut te sua carne satiaret: sitivit, ut te proprio sanguine potaret: in navi consedit, ut te supra Cherubim collocaret: baptizatus est, ut te illuminaret: alapis caesus est, ut te in libertatem vindicaret: viator factus est, ut te omni labore liberaret: navigavit, ut tibi metum eximeret: dormivit, ut omnem a te curam abigeret: ex muliere prodiit, ut transgressionis Evae in paradiso misereretur: homo appellatus est, ut te deum vocaret: Filius hominis dictus est, ut te in filium adoptaret Dei; accepit quae nostra erant, et dedit nobis sua; oravit ut fidelem te faceret; sicut dicit super Lazarum: Pater, glorifica Filium tuum, ut et Filius tuus glorificet te.
Now he who sits upon the headland beholds all these things: and this is God, though, as I said before, I set these things forth in a figurative discourse. Yet when I speak of God as sitting on high, do not suppose that He is only on high, but everywhere as well: for He is not parted by distance of places, since He Himself is His own place, and He Himself contains all things, while nothing contains Him. For what can contain an incorporeal nature, free from matter, unbounded, unsearchable, exempt from perishing, immortal, and incomprehensible? For thus ought men of piety to conceive of God. For this is our hope, just as it is written: This is eternal life, that they may know You, the only true God, and Jesus Christ whom You have sent (John 17:3). At this passage the heretics find fault with us, and, unskilled as they are, they read and do not understand. Yet when you hear of Christ, do not reckon Him to be God alone, nor alone the dispensation in the flesh, but both together—both God the Word and the dispensation in the flesh. For I know that Christ hungered, and I know that from five loaves and two fishes Christ satisfied five thousand men, besides women and little children; I know that Christ suffered thirst, and I know that Christ changed water into wine; I know that Christ sailed in a ship, and I know that Christ walked upon the waters; I know that Christ died, and I know that Christ raised the dead; I know that Christ stood before Pilate, and I know that Christ sat down at the right hand of the Father; I know that Christ was bespattered with spittle by the Jews, and I know that Christ is worshipped by angels: and the one I refer to His Godhead, while the other I ascribe to His humanity. For on this account we have spoken both, because I know Christ born of Mary, and I know Christ who is before the ages. Let us therefore glorify Christ Jesus, the impregnable wall, the foundation laid upon the rock. He Himself says to Peter: You are Peter, and upon this rock I will build My Church, and the gates of hell shall not prevail against it (Matt. 16:18). And likewise Paul also says: For no one can lay any foundation other than that which is laid, which is Jesus Christ (1 Cor. 3:11). I beseech you, therefore, that with all meekness we pay heed to one another. For in this present life we are allured by food and drink and varied pleasures; whereas in the life to come there is judgement and punishment. Let us give no place, therefore, to the devil. For our struggle is not against flesh and blood, but against principalities, against powers, against the world-rulers of the darkness of this age (Eph. 6:12). Let us strive, therefore, to escape eternal punishment. For God did not appoint punishment in order that we might be cast into it, but in order to snatch you out once you had fallen into it: for so clement and merciful a God do we have. For David bears witness, saying: God is a just judge, strong and patient, and does not bring wrath every day. Unless you turn back, He will brandish His sword; He has bent His bow and made it ready, and on it He has prepared the instruments of death (Ps. 7:12). God says these things not in order to judge us, but lest we become slothful. For had He wished to destroy us, He would certainly not have shed His own blood on our behalf. He underwent death, therefore, that He might bestow immortality upon you; He hungered, that He might satisfy you with His flesh; He thirsted, that He might give you His own blood to drink; He sat in a boat, that He might set you above the Cherubim; He was baptized, that He might enlighten you; He was struck with buffets, that He might set you free; He became a wayfarer, that He might free you from all toil; He voyaged by sea, that He might take away your fear; He slept, that He might drive away all anxiety from you; He came forth from a woman, that He might have mercy on Eve's transgression in Paradise; He was called man, that He might call you god; He was called Son of Man, that He might adopt you as a son of God; He took what was ours, and gave us what was His; He prayed, that He might make you faithful, just as He says over Lazarus: Father, glorify Your Son, that Your Son also may glorify You.
Notes, col. 818 bis

On the reading

Printed dispeusationem, for dispensationem.

PG 50:819 bisRead from the page
καλέσῃ· ἐκλήθη Υἱὸς ἀνθρώπου, ἵνα σε υἱὸν Θεοῦ καλέσῃ· ἔλαβε τὰ ἡμέτερα, καὶ ἔδωκεν ἡμῖν τὰ ἑαυτοῦ· ηὔξατο, ἵνα σε πιστὸν ποιήσῃ, καθὼς λέγει ἐπὶ τοῦ Λαζάρου· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Καὶ ἦλθε φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Οἶδα ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον εἶπον, ἵνα πάντες πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Εἴ τι οὖν ὑπέστη, οὐ δι' ἑαυτὸν ὑπέστη, οὐδὲ διὰ τὸν Πατέρα τὸν ἑαυτοῦ, ἀλλ' ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος διὰ τοῦ σταυροῦ. Καὶ εἰ θέλεις γνῶναι, ἀγαπητὲ, τὴν δύναμιν τοῦ σταυροῦ, καὶ ὅσα δὴ ἐγκώμια περὶ τοῦ σταυροῦ, ἄκουε. Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων σοφία, σταυρὸς ἀνόμων νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων σκάνδαλον, σταυρὸς ἀσεβῶν ἀπώλεια, σταυρὸς ἀδυνάμων δύναμις, σταυρὸς νοσούντων ἰατρὸς, σταυρὸς λεπρῶν καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις, σταυρὸς πεινώντων ἄρτος, σταυρὸς διψώντων πηγὴ, σταυρὸς γυμνῶν σκέπη· γυμνότητα δὲ ὅταν εἴπω, οὐ τὴν τοῦ σώματος λέγω, ἀλλὰ τὴν τῆς πίστεως. Ὅταν δὲ πιστεύσας βαπτισθῇς, τότε ἀκούσεις ἐνδεδυμένος. Καὶ ἄκουε Παύλου λέγοντος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Χριστὸν δὲ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίσῃ μόνον, μηδὲ τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον. Πολλάκις γὰρ εἶπον, καὶ νῦν λέγων οὐ παύσομαι· Ἐμοὶ μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· βούλομαι γὰρ πάντας διδασκάλους εἶναι. Χριστὸς οὖν εἴρηται, ἐπειδὴ σάρκα ἐνεδύσατο· Ἰησοῦς Χριστὸς εἴρηται, τὸ ὄνομα τῆς σαρκὸς αὐτοῦ· Λόγος εἴρηται, ἐπειδὴ ἔκ τινος Υἱός· Υἱὸς, ἐπειδὴ ἐκ Πατρός· Μονογενὴς, ἐπειδὴ μόνος ἐκ μόνου Θεοῦ· Θεὸς, ἐπειδὴ ποιητής. Καὶ ἄκουε Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν. Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ λόγῳ τὸν οὐρανὸν ἐκτείνας, καὶ τὸν ποικίλον χορὸν τῶν ἄστρων κοσμήσας, καὶ δείξας καθάπερ λειμῶνα τὸν οὐρανόν; Οὗτός ἐστιν ὁ τὸν ἥλιον ἀνάψας, καὶ τοὺς αὐτῷ τάξας δρόμους· οὗτός ἐστιν ὁ τὴν σελήνην ὁρίσας εἰς δυσμάς· οὗτός ἐστιν ὁ τὴν γῆν θεμελιώσας ἐπὶ τῶν ὑδάτων· οὗτός ἐστιν, ὁ τῇ γῇ ἐπιτάξας ἀνατεῖλαι βοτάνην χόρτου, καὶ ταῖς πηγαῖς βρύειν ὕδατα, καὶ ποταμοῖς ῥέειν, καὶ λίμναις συναχθῆναι· καὶ τῇ θαλάσσῃ ὅρια θεὶς διὰ ψάμμου, καὶ τοῖς ὕδασιν ἐπι-
in name; He was called Son of man, so that He might call you a son of God; He took the things that were ours, and gave us the things that were His own; He prayed, so as to make you faithful, just as He says over Lazarus: Father, glorify Thy Son, so that Thy Son also may glorify Thee. And there came a voice out of the heavens, saying: I have both glorified it, and will glorify it again. I know that Thou always hearest Me, yet on account of the crowd standing by I spoke, so that all may believe that Thou didst send Me. If, therefore, He underwent anything, not on His own account did He undergo it, nor on account of His own Father, but so as to save the human race through the cross. And if you wish to know, beloved, the power of the cross, and how many encomiums there are concerning the cross, hear. The cross is the hope of Christians, the cross the resurrection of the dead, the cross the guide of the blind, the cross the hope of the despairing, the cross the road of those gone astray, the cross the avenger of the wronged, the cross the staff of the lame, the cross the consolation of the poor, the cross the bridle of the rich, the cross the pulling down of the haughty, the cross the repentance of the licentious, the cross the trophy against demons, the cross the conquest of the devil, the cross the tutor of babes, the cross the plenty of the destitute, the cross the helmsman of those sailing, the cross the haven of the storm-tossed, the cross the wall of the beleaguered, the cross the father of orphans, the cross the protector of widows, the cross the judge of the unjust, the cross the pillar of the righteous, the cross the relief of the afflicted, the cross the guardian of babes, the cross the head of men, the cross the goal of elders, the cross a light to those sitting in darkness, the cross the magnificence of kings, the cross the humanity of barbarians, the cross the freedom of slaves, the cross the wisdom of the untaught, the cross the law of the lawless, the cross the proclamation of prophets, the cross the announcement of apostles, the cross the boast of martyrs, the cross the ascetic practice of monastics, the cross the chastity of virgins, the cross the joy of priests, the cross the foundation of the Church, the cross the safety of the inhabited world, the cross the pulling down of temples, the cross the overthrow of altars, the cross the abolishing of sacrificial savour, the cross the stumbling-block of Jews, the cross the ruin of the impious, the cross the power of the powerless, the cross the physician of the ailing, the cross the cleansing of lepers, the cross the bracing of paralytics, the cross the bread of the hungry, the cross the spring of the thirsty, the cross the shelter of the naked; yet whenever I speak of nakedness, I do not mean that of the body, but that of faith. And whenever having believed you are baptized, then you will be called clothed. And hear Paul saying: As many of you as were baptized into Christ have put on Christ. Yet whenever you hear of Christ, do not reckon God alone, nor the incarnate dispensation alone, but both together. For many times I have said it, and I shall not cease saying it now: For to me to say the same things is not irksome, while for you it is safe; for I wish all to be teachers. He has been called Christ, therefore, since He put on flesh; He has been called Jesus Christ, the name of His flesh; He has been called Word, since He is Son from One; Son, since from the Father; Only-begotten, since He alone is from the only God; God, since He is Maker. And hear John saying: In the beginning was the Word, and the Word was with God, and the Word was God; this One was in the beginning with God; all things came to be through Him, and apart from Him came to be not even one thing that has come to be. Do you see that this One is He Who stretched out the heaven by a word, and adorned the varied choir of the stars, and showed forth the heaven just like a meadow? This One is He Who kindled the sun, and ordered for it its courses; this One is He Who bounded the moon unto its settings; this One is He Who founded the earth upon the waters; this One is He Who enjoined the earth to send up herbage of grass, and the springs to gush with waters, and rivers to flow, and lakes to be gathered together; and Who set boundaries for the sea through sand, and to the waters
PG 50:820 bisRead from the page
τάξας ἐκβαλεῖν ψυχὰς ζώσας, καὶ τοῖς ἀνέμοις πνέειν, καὶ τὰ ὄρη σταθμήσας ζυγῷ, νεφέλαις κινεῖσθαι, κτήνεσι, τετράποσιν, ἑρπετοῖς, πετεινοῖς διατρέχειν ἐπὶ τῆς γῆς. Τί δὲ λέγω ἀγγέλους, ἀρχαγγέλους, θρόνους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, Ἀρχὰς, Ἐξουσίας, τάξεις, χρόνους, καὶ ἐνιαυτοὺς, καὶ μῆνας, καὶ ἑβδομάδας, καὶ ἡμέρας, καὶ ὥρας, καὶ νύκτας, καὶ φῶς, καὶ σκότος, καὶ τὰς τῶν πραγμάτων οὐσίας; Ἔσχατον δὲ ποιήσας τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἑαυτοῦ, ἐν τῷ παραδείσῳ ἔθετο αὐτόν. Ἰδὼν δὲ τὸ ἀνθρώπινον γένος νικώμενον ὑπὸ τῆς τοῦ διαβόλου κακίας, ἐβουλήθη τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἐνδύσασθαι, καὶ προσηλῶσαι αὐτὴν ἐν τῷ ξύλῳ, ἵν', ὥσπερ διὰ τοῦ ξύλου ἡ παράβασις, οὕτω πάλιν διὰ τοῦ ξύλου ἡ σωτηρία. Ζηλώσας οὖν ὁ διάβολος ὅτι αὐτὸς μὲν ἐκ τοῦ οὐρανοῦ ἐρρίφη, ὁ δὲ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἦν, καθάπερ ὅπλῳ χρησάμενος τῷ ὄφει ἐνήργησεν εἰς αὐτόν· καὶ οὕτω προδιελέχθη αὐτοῖς οὖσιν ἐν τῷ παραδείσῳ· ἀσώματος γὰρ σωματικοῖς διαλεχθῆναι οὐκ ἠδύνατο· καί φησι πρὸς τὴν Εὔαν, ὅτι Καλὸν τὸ ξύλον τοῦτο καὶ ὡραῖον εἰς βρῶσιν· καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, ἔσεσθε ὡς θεοὶ πάντα γινώσκοντες. Πείσας οὖν τὴν Εὔαν, ἠπάτησεν· εἶτα ἐκείνη συνέπεισε τὸν ἑαυτῆς ἄνδρα, καὶ ἔφαγον ἀπὸ τοῦ ξύλου. Φαγόντων δὲ αὐτῶν ὤφθησαν γυμνοί· καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· Ποῦ εἶ; Ὅταν ἀκούσῃς, Ποῦ εἶ, μὴ ἄγνοιαν λογίσῃ τῷ Θεῷ· ἔλεγε δὲ, Ποῦ εἶ, ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διάβολος, ὅτι Εν ᾗ ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί· ὡς ὑπολαμβανόντων αὐτῶν, ὅτι μέλλουσι γενέσθαι ὡς θεοὶ, διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς αὐτῷ· Ἀδὰμ, ποῦ εἶ; ἀνθ' ὧν, ὅτι ἔφαγες καὶ ἔμεινας ἄνθρωπος· οὐ παρήγγειλά σοι ἐκ τοῦ ξύλου τούτου μὴ φαγεῖν; ἔφαγες δὲ, καὶ παρέβης· τοῦτό ἐστι τὸ, Ποῦ εἶ; Φύλλα δὲ συκῆς ἦσαν περιβεβλημένοι, σκέποντες τὸ εἶδος τῆς ἁμαρτίας. Καὶ τί φησιν ὁ Ἀδάμ; Ἤκουσά σου τῆς φωνῆς περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐκρύβην. Καί φησι· Τί τοῦτο ἐποίησας; Καί φησι πρὸς τὸν Θεόν· Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη με ἠπάτησεν. Εἶτα πρὸς τὴν Εὔαν, Τίς σέ; Καὶ τί φησιν ἐκείνη; Ὁ ὄφις ἠπάτησέ με. Ὦ Εὔα, ἔστω, σὲ τῷ ἀνδρί σου ἔδωκα, μὴ καὶ τῷ ὄφει σε ἔδωκα; Ταῦτα δὲ προεφασίζοντο, ὡς βουλόμενοι ἑαυτοὺς ὑπεξαιρεῖν τῆς τιμωρίας. Καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Εἶτα πρὸς τὴν γυναῖκα· Ἐν λύπαις τέξῃ τέκνα, καὶ πληθύνων πληθυνῶ τὰς λύπας σου· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Εἶτα πρὸς τὸν ὄφιν· Ἐν τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὁ ἄνθρωπος σοῦ κυριεύσει· αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ αὐτοῦ πτέρναν. Διὰ τί δὲ τῷ ὄφει ἐπικατηράσατο ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύεσθαι, καὶ γῆν τρώγειν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ; Τὸ στῆθος κατηράσατο, ἐπειδὴ ἐν αὐτῷ ἐγκάθηται ἡ καρδία ἡ ἐνθυμηθεῖσα τὸ κακόν· τὴν κοιλίαν, ἐπειδὴ διὰ βρώσεως ἠπάτησε· γῆν δὲ ἐκέλευσε φαγεῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐπειδὴ ὁ Ἀδὰμ ἐκ γῆς χοϊκὸς ἦν. Ἔλαβον οὖν οἱ τρεῖς τὴν ἀπόφασιν, ἐπειδὴ καὶ οἱ τρεῖς τὴν παράβασιν ἐποιήσαντο. Ἐπειδὴ ἀπὸ ξύλου ἡ παράβασις ἐγένετο. καθὼς προλαβὼν εἶπον, διὰ τοῦτο εἰς ξύλον ἠβουλήθη τὴν ἀπαρχὴν ταύτην προσηλῶσαι, ἵν' ὥσπερ διὰ ξύλου ἡ παράβασις, οὕτω διὰ ξύλου ἡ σωτηρία. Ὑπὲρ δὲ τούτων ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
enjoined that they bring forth living souls, and to the winds to blow, and Who weighed the mountains in a balance, and enjoined the clouds to move, and cattle, four-footed beasts, creeping things, and winged birds to run to and fro upon the earth. And why do I speak of angels, archangels, thrones, the Cherubim, the Seraphim, Rulers, Authorities, ranks, times, and years, and months, and weeks, and days, and hours, and nights, and light, and darkness, and the substances of things? And last of all, having made man according to His own image and according to His likeness, He placed him in paradise. And seeing the human race conquered by the wickedness of the devil, He willed to put on our first-fruits, and to nail them to the wood, so that just as through the wood came the transgression, so again through the wood might come salvation. Being jealous, therefore, the devil, because he himself had been cast out of heaven, while Adam was in paradise, using the serpent just like a weapon, wrought upon him; and thus he first conversed with them while they were in paradise — for being bodiless he was not able to converse with bodily beings; and he says to Eve: Good is this wood and comely for eating; and, In whatever day you eat of it, you shall be like gods, knowing all things. Having persuaded Eve, therefore, he deceived her; then she persuaded her own husband with her, and they ate from the wood. And when they had eaten, they appeared naked; and God says to Adam: Where are you? Whenever you hear, Where are you, do not reckon ignorance to God; nay, He said, Where are you, since the devil had said to them, In what day you eat, you shall be like gods; because they supposed that they were about to become like gods, on this account God said to him: Adam, where are you? — that is to say, because you ate and remained a man; did I not charge you not to eat of this wood? Yet you ate, and transgressed; this is the meaning of, Where are you? Now they were clothed about with fig-leaves, sheltering the form of their sin. And what does Adam say? I heard Thy voice walking in paradise, and I hid myself. And He says: Why did you do this? And he says to God: The woman whom Thou gavest to me — she deceived me. Then to Eve, Who deceived you? And what does she say? The serpent deceived me. O Eve, be it so, I gave you to your husband — did I give you to the serpent also? Now they put forward these pretexts as wishing to exempt themselves from punishment. And God says to Adam: Accursed is the earth in your works; thorns and thistles shall it bring forth for you; in the sweat of your face shall you eat your bread. Then to the woman: In sorrows shall you bring forth children, and multiplying I will multiply your sorrows; and to your husband shall be your turning, and he shall rule over you. Then to the serpent: Upon your breast and your belly shall you go, and earth shall you eat all the days of your life; and man shall rule over you; he shall watch your head, and you his heel. And why did He curse the serpent to go upon its breast and its belly, and to gnaw earth all the days of its life? He cursed its breast, since in it sits the heart that devised the evil; its belly, since through eating it deceived; and He ordered it to eat earth all the days of its life, since Adam was of dust from the earth. The three, therefore, received the sentence, since the three also had wrought the transgression. Since from wood the transgression came to be, just as I said beforehand, on this account He willed to nail these first-fruits to wood, so that just as through wood came the transgression, so through wood might come salvation. And on behalf of all these things let us send up glory to the Father, and to the Son, and to the Holy Spirit, now and always, and unto the ages of the ages. Amen.
Notes, col. 820 bis

On the reading

Printed Εν, for Ἐν.