Migne Reading Room

PG 50 · cols. 813–816 bis · Read from the page

In Sancta et Magna Parasceve (Εἰς τὴν ἁγίαν καὶ μεγάλην Παρασκευήν)

In Sancta et Magna Parasceve (Εἰς τὴν ἁγίαν καὶ μεγάλην Παρασκευήν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:813Read from the page
νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δένδρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαίνοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπιθυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει· ἐδάκρυσα πολλάκις τὴν τοσαύτην μακαριότητα, αὐτὴν ἰδὼν ἐκπεσόντα· κοινὸν γὰρ ἦν τὸ πάθος, καὶ τοῦ ἡμετέρου γένους ἁπτόμενον. Ἐπειδὴ δὲ τοῖς Εὐαγγελίοις ἐνέτυχον, καὶ ἐλαβόμην ταύτης τῆς ἡμέρας (ἕκτη γὰρ ἦν κἀκείνη, καὶ αὕτη), ἀπώλεσά τε τὴν λύπην, καὶ λευχειμονῶ τῷ λόγῳ, καὶ λέγω ἐμαυτῷ καὶ ὑμῖν· Ἀπέδρα ὀδύνη, λύπη, στεναγμός· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ὥσπερ γὰρ ἰατρῶν παῖδες τὰς ὀφιώδεις πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πάθους τὸ πάθος πολεμοῦντες· οὕτως ὁ Σωτὴρ πάσαις ταῖς κακῶν ἀφορμαῖς πρὸς ἀγαθὸν συνεχρήσατο, τὸ πικρὸν γλυκὺ καταστήσας, τὸ χολῶδες εἰς θεραπείαν μεταβαλὼν, τὸ τοῦ θανάτου κέντρον κατ' αὐτοῦ περιστρέψας, τὴν τοῦ ξύλου βλάβην εἰς σωτηρίαν μετατιθεὶς, ἡμέραν λαβὼν τὸν κόσμον πτήσασαν, καὶ ἡμέραν ἀντιδιδοὺς τὸν κόσμον εὐφράνασαν. Ἐμοὶ μὴ πεισθῇς, ἀλλὰ τοῖς σοῖς ὀφθαλμοῖς· βλέπε τὴν παροῦσαν ἐκκλησίαν, καὶ πέπαυσο πρὸς ἡμᾶς ἐρίζων. Ἡμέρα σταυροῦ, καὶ πάντες ἀγαλλόμεθα, καὶ νηστεύομεν ἀπὸ κακῶν, καὶ καθαρεύομεν ἅπαντα, τὰ ἔσω, τὰ ἔξω. Οὗτος ὁ τῆς ἑορτῆς λόγος, οὗτος ὁ τῆς εὐφροσύνης τρόπος. Μικρὰ λέγω τῆς τοῦ σταυροῦ δυνάμεως θαύματα· βλέψον πρὸς τὴν κύκλον τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ, καὶ βαρβάρων γλῶσσαι· οὗτοι πάντες διὰ σταυρὸν ἀσιτοῦσι, τῇ ἐκείνου δυνάμει τὰ πάθη σταυρώσαντες· καὶ λύεται νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ὁ πόνος. Καὶ νῦν τί συνήλθομεν πάντες ἀκοῦσαί τι περὶ σταυροῦ, καὶ πληροῦμεν ἐκκλησίαν, καὶ ἀλλήλους ὠθοῦμεν, ἱδροῦντες, πονοῦντες, ἐπὶ μὲν δικαστῶν πολλάκις ἀξιούμενοι προεδρίας, ἐπὶ δὲ Ἰησοῦ ἡδέως ἑστῶτες; Ὅτι καὶ Ἰησοῦς ἔστη δι' ἡμᾶς, ἵνα στήσῃ κακίας ῥεύματα. Τί οὖν ἐπράχθη σήμερον; μὴ γὰρ ἁπλῶς ἡμᾶς παραδράμῃ τῆς ἡμέρας ταύτης τὰ θαύματα. Φέγγος ἦν λοιπὸν, καὶ αὐτὸ τὸ περίορθρον, καὶ εἰσάγεται δεδεσμένος τὰς χεῖρας εἰς τὸ πραιτώριον Πιλάτου. Χεῖρας ποίας; Τυφλῶν ἰατικὰς, χωλῶν θεραπευτικάς. Καὶ δάκτυλοι δεσμοῖς ἐνηλοῦντο βλέφαρα πλάσαντες, καὶ ὁ θεραπευτὴς τῆς φύσεως κατείχετο μη τὸ οἰκεῖον πληρῶσαι τῆς τέχνης ἔργον. Ταῦτα Κυρίῳ ἀνταποδέδοται. Ἐδέθη ὁ δεσμεύων νεφέλαις ὕδατα, ὁ λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁ αἰχμαλώτοις ἄφεσιν χαριζόμενος· ἐδέθη ὁ Λάζαρον λύσας τῶν τοῦ θανάτου δεσμῶν· ἤχθη εἰς τὸ πραιτώριον ὁ μυρίοις ἀγγέλοις δορυφορούμενος. Παρέστη τῷ Πιλάτῳ ὁ τὸν οὐρανὸν θρόνον ἔχων· καὶ ἠνείχετο ἑλκόμενος ὁ δημιουργὸς παρὰ τῶν δημιουργημάτων, ὁ πλάστης ὑπὸ τοῦ πλάσματος, ὁ ποιητὴς ὑπὸ τοῦ ποιηθέντος. Τί οὖν ἐπὶ τούτοις; τί γίνεται; Καὶ αὐτοὶ, φησὶν, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. Ὢ τῆς πολλῆς παρανομίας! φόνον ἀδικίας ἐργάζονται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται, φυλαττόμενοι μὴ μιανθῆναι οἱ ἤδη μεμιασμένοι, προβάτῳ τὸ πρόβατον λύοντες. Ἀνέμεινε τοίνυν κριτήριον ὁ πάσης τῆς οἰκουμένης κριτής· ἀνέμεινε μάρτυρας, ὁ τῶν ψυχῶν μάρτυς· πλάσας, καὶ κρινόμενος· καὶ ἄνθρωποι μὲν ἐκάθηντο δικάζοντες, Θεὸς δὲ εἱστήκει, καὶ ἑστὼς ἐσιώπα, παρὰ τὰ πρόθυρα τῶν ἀνθρώπων ἑστὼς, ὁ τῶν οὐρανίων πυλῶν Δεσπότης. Ἠρώτησεν ὁ Πιλᾶτος, τάχα Ἰουδαίων φιλανθρωπότερος. Τί λέγω τάχα; Δείξει τὰ πεπραγμένα τὴν ἀλήθειαν· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; τίς ἔχει Θεὸν αἰτιάσασθαι; ἀναγκάζομαι γὰρ τὰ Πιλάτου φθέγξασθαι. Ἰησοῦς γὰρ σιωπᾷ, οὐ λόγων ἀπορῶν ὁ Λόγος, ἀλλὰ μὴ
il or labour for life, exulting in evergreen trees, passing from flowers to flowers, going from fruits to fruits, having his use attending upon his desires, yet through the beauty of the things seen not knowing to what first to put forth his hands: I wept many times over such great blessedness, seeing him fallen out of it; for the calamity was common, and touched our whole race. Yet when I lighted upon the Gospels and laid hold of this day (for both that day and this was the sixth), I cast away my grief and clad myself in white in my discourse, and I say to myself and to you: Pain, grief, and groaning have fled away; old things have passed away, behold, all things have become new. For just as the sons of physicians heal serpent-bites by extracting the antidotes out of the serpents themselves, and having compounded them wage war on the affliction by the very occasions of the affliction, so the Saviour turned all the occasions of evils to good use, rendering the bitter sweet, changing the gall-like into healing, turning the sting of death round against death itself, transforming the harm of the tree into salvation, taking a day that had cowed the world and giving back in return a day that gladdened the world. Believe not me, but your own eyes: behold the present church, and cease wrangling against us. It is the day of the cross, and we all exult, and fast from evils, and keep pure in all things, the inner and the outer. This is the meaning of the feast, this is the manner of our gladness. Small wonders do I speak of the power of the cross: look towards the circle of the inhabited world—how many villages, how many cities, how many places, how many nations, how many islands, how many rivers, how many shores, how many races and tribes, and tongues of barbarians: all these keep fast on account of the cross, having crucified their passions by its power; and night closes for many, yet the toil of the fast is not closed. And now why did we all come together to hear something concerning the cross, and fill the church, and crowd one another, sweating, toiling, before judges often honoured with a front seat, yet before Jesus gladly standing? Because Jesus also stood on our account, that He might stay the streams of wickedness. What then was done today? For let not the wonders of this day simply pass us by. It was daybreak now, the very dawn, and He is led in with His hands bound into the praetorium of Pilate. What hands? Hands that healed the blind, that cured the lame. And fingers that had fashioned eyelids were fettered fast in bonds, and the Healer of nature was held fast from fulfilling the proper work of His art. These things have been paid back to the Lord. Bound was He Who binds up waters in clouds, Who looses the fettered in courage, Who grants release to captives; bound was He Who loosed Lazarus from the bonds of death; led into the praetorium was He Who is attended as bodyguard by myriads of angels. Before Pilate stood He Who has heaven for His throne; and the Creator endured being dragged along by His creatures, the Fashioner by what was fashioned, the Maker by what was made. What then upon these things? What takes place? And they themselves, it says, entered not into the praetorium, lest they should be defiled, but that they might eat the passover. O what vast lawlessness! They work unrighteous murder, and decline to enter the praetorium, guarding against being defiled when they are already defiled, ransoming the sheep with a sheep. The Judge of the whole inhabited world, therefore, awaited a tribunal; the Witness of souls awaited witnesses—He Who fashioned, and yet is judged; and men sat judging, while God stood, and standing kept silence, standing beside the vestibules of men, the Master of the heavenly gates. Pilate questioned them, perhaps more humane than the Jews. Why do I say perhaps? What was done will show the truth: What accusation do you bring against this Man? Who is able to accuse God? For I am compelled to utter Pilate's words. For Jesus keeps silence—the Word not at a loss for words, but lest
Notes, col. 813

On the reading

Printed αὐτὴν ἰδὼν, for αὐτὸν ἰδὼν.

Printed τὴν κύκλον, for τὸν κύκλον.

Printed μη τὸ, for μὴ τὸ.

PG 50:814Read from the page
τῇ ἀποκρίσει λύσῃ τοῦ σταυροῦ τὸν στέφανον. Καὶ κτημάτων ἐπεθύμησεν ὁ ἀκτήμων; οἴκων ἀλλοτρίων, ὁ μηδέποτε ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι; χρημάτων, ὁ καὶ τοὺς οἰκείους μαθητὰς ἄχρι τῆς ζώνης γυμνώσας; Ὄνον οὐκ ἔχων, ἀλλότριον ἐκτήσατο, ἵνα τοὺς ὑμετέρους παῖδας εὐλογήσῃ. Εἴπατε πρόφασιν, πλάσατε, δικαίως ἀνέλετε. Ἀπεκρίθησαν σύτῷ οἱ Ἰουδαῖοι· Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Μεγάλη πραγμάτων ἀπόδειξις, ἀόριστος ἀπόφασις· εἰπὲ τὴν κακίαν, καὶ μὴ περιπλάνα τὸν ἀκροατήν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Εὐγνώμων δικαστὴς ἀπέθετο τὸ βάρος κατὰ τῆς τῶν Ἰουδαίων κεφαλῆς· ὑμεῖς λάβετε τῆς κακίας κοινωνόν. Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀνελεῖν οὐδένα. Πῶς οὖν ἀνείλετε Ἠσαΐαν, πῶς Ζαχαρίαν, πῶς ἕκαστον τῶν προφητῶν; Ἀλλ' οὐκ ἔστιν ὑμῖν ἀνελεῖν, οὐ διὰ τὸ μὴ βούλεσθαι, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι· ἤδη γὰρ ἦσαν τῆς τοιαύτης ἐξουσίας παρὰ Ῥωμαίων ἀφῃρημένοι. Λέλυται τοίνυν ὁ νόμος ἤδη, ἐν μὲν πράγμασιν ἀργῶν, ἐν δὲ μέλανι κείμενος· ἔλυσε δὲ αὐτὸν ὁ δεδεμένος Ἰησοῦς. Ὁ δὲ Πιλᾶτος· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Οὐ σὺ μόνον, ὦ Πιλᾶτε, ἀλλ' οὐδὲ Ἰουδαῖοι, ἀλλ' οὐδὲ τυφλοὶ, ἀλλ' οὐδὲ νεκροὶ, οὐδὲ ἥλιος, οὐδὲ σελήνη, οὐδὲ ὁ κόσμος, οὐδὲ οἱ δίκαιοι πάντες προφῆται καὶ μάρτυρες, οὐδὲ ὁ λέγων προφήτης· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πάντες Πιλάτῳ συντρέχουσι δικαίαν φέροντες ψῆφον· μόνοι μάχονται Ἰουδαῖοι, κραυγῇ δικαζόμενοι, καὶ θορύβῳ τὴν ἀλήθειαν ἐπισκιάζειν φιλονεικοῦντες, καὶ τὸ τοῦ Ἠσαΐου βεβαιοῦντες· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐν ὅσῳ ταῦτα ἐπράττετο, καὶ ὁ Πιλᾶτος οὔτε λέγειν οὔτε ἀκούειν ἠδύνατο διὰ τὴν σύμμικτον ταραχὴν, καὶ στάσις ἐμελετᾶτο. Ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, καλὴ βοηθὸς, ἱέμενον ἄνδρα κατέχουσα, Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ, λέγουσα· εἰ μὲν δύνασαι, σῶσον αὐτόν· εἰ δὲ οὐ δύνασαι, σαυτὸν διάσωσον· μονονουχὶ λέγουσα τὸ τοῦ Δαυΐδ λόγιον, Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν σου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν σου. Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον κατ' ὄναρ δι' αὐτόν. Ἄλλος Ἰωσὴφ, διὰ τῶν ἐνυπνίων τὴν ἀλήθειαν ὁρῶσα, ταῖς Ἰουδαίων κραυγαῖς ἀντιμαρτυροῦσα· ἔπρεπε γὰρ αὐτοὺς ὑπὸ γυναικῶν ἡττᾶσθαι. Ἐνίκησεν αὐτοὺς Ῥαὰβ ἡ πόρνη, ἐνίκησεν αὐτοὺς ἡ αἱμοῤῥοοῦσα, ἐνίκησεν ἡ Χαναναία· καὶ νῦν πάλιν γυνὴ κατ' αὐτῶν. Στενοῦνται· ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν. Ποῖον νόμον; ποίαις λέξεσι βεβαιούμενον; τάχα ταῖς σήμερον ἀναγνωσθείσαις; Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ταύτας εὑρίσκω χρησίμους ἐκείνοις τὰς συλλαβάς· ἀλλαχοῦ δὲ οὐδαμῶς Ἰησοῦν δικαίως σφαττόμενον. Εἰσῆλθεν ὁ Πιλᾶτος εἰς τὸ πραιτώριον, ἐνδιδοὺς τὸν Ἰουδαίων θυμὸν, σβέσαι φιλονεικῶν ἄσβεστον φλόγα. Εἰσῆλθε, καὶ ἐξῆλθε· μᾶλλον τὸ πῦρ ἐξῆψεν. Ἐξῆλθε γὰρ ἔχων τὸν Ἰησοῦν ἐστεφανωμένον, ἀβούλητον Ἰουδαίοις θαῦμα, δεικνὺς τὸν πολέμιον αὐτοῖς ἤδη στεφανωθέντα, ἤδη νενικηκότα, ἤδη βασιλικὸν σχῆμα περιβεβλημένον. Τὸ μὲν γὰρ ἦν γενόμενον ἐφ' ὕβρει, αἴνιγμα δὲ ἦν τῆς κατὰ φύσιν βασιλείας. Ὡς δὲ εἶδον αὐτὸν, ὃν πολλάκις εἶδον, ὃν οὐδέποτε εἶδον, ὃν ἀεὶ βλέποντες ὑφάπτονται, τῷ οἰκείῳ δαπανώμενοι πυρὶ (θελήσουσι γὰρ, εἰ ἐγένοντο
by His answer He undo the crown of the cross. Did He Who owned nothing lust after possessions? After others' houses, He Who never had where to lay His head? After moneys, He Who stripped even His own disciples down to their girdle? Having no ass, He acquired another's, that He might bless your children. Name a pretext, fabricate one, put Him to death justly! The Jews answered him: If this Man were not an evildoer, we would not have delivered Him up to you. A great proof of deeds, an indefinite verdict! Name the wickedness, and do not lead the hearer astray in circles. Pilate says to them: Take Him yourselves, and judge Him according to your law. The fair-minded judge laid down the burden upon the head of the Jews: do you take a sharer in wickedness. The Jews say to him: It is not lawful for us to put anyone to death. How then did you put Isaiah to death, how Zachariah, how each of the prophets? Nay, it is not in your power to put to death, not because you do not wish it, but because you are not able; for they had already been stripped of such authority by the Romans. The law, therefore, has already been dissolved, standing idle in deeds while lying in ink; and the bound Jesus dissolved it. And Pilate says: I find no fault in Him. Not you alone, O Pilate, nor the Jews, nor the blind, nor the dead, nor the sun, nor the moon, nor the world, nor all the righteous prophets and martyrs, nor the prophet who says: Who did no sin, neither was guile found in His mouth. All run together with Pilate, bringing a just vote; the Jews alone fight against Him, going to law by clamour, and striving to overshadow the truth by tumult, and confirming the word of Isaiah: I waited for it to bring forth grapes, and it brought forth thorns, and not righteousness, but a cry. While these things were being done, Pilate could neither speak nor hear because of the confused uproar, and sedition was brewing. His wife sent unto him, a goodly helper, holding back her eager husband, saying: Have nothing to do with that righteous Man: if you are able, save Him; if you are not able, save yourself throughout—almost speaking the oracle of David: Destroy not my soul together with the ungodly, nor my life with men of blood. Have nothing to do with that righteous Man; for I suffered many things in a dream on account of Him. Another Joseph, seeing the truth through dreams, bearing counter-witness against the cries of the Jews; for it was fitting that they be defeated by women. Rahab the harlot conquered them, the woman with an issue of blood conquered them, the Canaanite woman conquered them; and now again a woman stands against them. They are hemmed in; the Jews answered him: We have a law, and according to our law He ought to die. What sort of law? Confirmed by what expressions? Perhaps by those read today? Like a sheep He was led to slaughter; and as a lamb before him who shears it is voiceless, so He opens not His mouth; because of the iniquities of my people He was led to death. These syllables I find serviceable for them, whereas nowhere else do I find Jesus justly slaughtered. Pilate entered into the praetorium, yielding way to the wrath of the Jews, striving to quench an unquenchable flame. He entered, and he came out: all the more did he kindle the fire. For he came out having Jesus crowned, an unwished-for wonder to the Jews, showing them their foe already crowned, already victorious, already invested with royal semblance. For though it had been done in outrage, yet it was a riddle of His kingship by nature. And when they saw Him, Whom they often saw, Whom they never saw, at Whom ever looking they catch fire, consumed by their own fire (for they will wish, if they had become
Notes, col. 814

On the reading

Printed σύτῷ, for αὐτῷ.

PG 50:813 bisRead from the page
O diem varium! o luctuosum et luctu vacuum! o mane quidem tristitiam afferentem, vespere autem exhilarantem: vel potius, o qui quam multa sanavit! Magno meo cum dolore fateor vobis, cum mihi veteres occurrunt calamitates: Adamum audiens paterna domo excidisse, hominem paradisi civem absque agricultura nutritum fuisse, absque pluvia in deliciis versatum, nihil sudoribus, aut ligone aut laboribus aut fatigationibus ad vitam sustentandam opus illi fuisse, arboribus gaudentem semper florentibus, a floribus in flores transeuntem, a fructibus ad fructus transilientem, usum habuisse cupiditatibus obsequentem, saepe autem nescivisse cui potissimum manus injiceret prae pulchritudine eorum quae sese offerebant: saepenumero tantam felicitatem deflevi, cum eum tot bonis cernerem excidisse: communis quippe erat calamitas, et quae totum genus nostrum attingebat. Postea vero quam in Evangelia incidi, et hanc mihi diem speciatim delegi (sexta enim erat et illa, et haec): tum omnem abjeci tristitiam, et sermone laetitiam prae me tuli; sic apud me cogitare coepi, et apud vos effari: Jam dolor abscessit, tristitia, gemitus: vetera transierunt, ecce nova facta sunt omnia. Nam quemadmodum medici vulnera a serpentibus illata, ex ipsis mutuati remedia, sanare solent, et ipsa morbi materia ad morbum profligandum utuntur: ita Salvator noster omnibus malorum occasionibus ad bonum usus est, amarum in dulce convertit, felleum ad curationem traduxit, mortis stimulum adversus ipsam retorsit, ligni noxam in salutem transmutavit, diem assumpsit quae mundum perculerat, et pro illa diem reddidit, quae mundum exhilaravit. Mihi vero noli credere, sed oculis tuis: hunc intuere conventum, et nobiscum contendere desine. Dies est crucis, et gaudemus omnes, et jejunamus a malis, et puri sumus in omnibus, in interioribus, in exterioribus. Haec est festivitatis ratio, hic laetitiae modus. Parva dico virtutis crucis miracula: intuere totum orbem terrarum, quam multi pagi, quam multae urbes, quam multa loca, quam multae nationes, quam multae insulae, quam multa flumina, quam multa litora, quam multae sint gentes et familiae, et linguae barbarorum: hi omnes propter crucem jejunant, ejus virtute suos affectus crucifigentes, multisque nox absolvitur, neque tamen jejunii labor absolvitur. Nunc etiam quid convenimus ad audiendum aliquid de cruce, et ecclesiam implemus, nosque invicem trudimus, sudantes, laborantes, et quidem coram judicibus saepe in prima sede collocati, coram Jesu vero libenter etiam stantes, nisi quod Christus stetit propter nos, ut malitiae fluenta sisteret? Quid igitur hodie factum est? non enim fas est nos aure surda hujus diei miracula praeterire. Lux erat deinceps, ipsumque diluculum, et introducitur vinctis manibus in praetorium Pilati. Quibus manibus? Quae caecos sanabant, claudos curabant. Et digiti vinculis obstringebantur, qui palpebras efformarunt: et qui naturam curabat, colligabatur, ne proprium munus exsequi posset. Haec merces Domino. Ligatus est qui ligat aquas in nubibus (Job 26. 8), qui solvit vinctos in fortitudine, qui captivis dimissionem largitur (Psal. 67. 7; Isai. 61. 1); ligatus est qui Lazarum solvit a vinculis mortis: pertractus est ad praetorium, quem mille angeli tamquam stipatores ac satellites sequuntur. Adstitit coram Pilato is cujus thronus est caelum: et tentus trahebatur a creaturis creator, opifex ab opificio, auctor ab opere. Quid ergo postea factum est? Et ipsi non introierunt in praetorium, ut non contaminarentur, sed ut manducarent pascha. (Joan. 18. 28). O ingentem iniquitatem! caedem injustitiae perpetrant, et in praetorium ingredi recusant, caventes ne contaminentur, qui jam contaminati sunt, ovem ove redimentes. Judicium itaque subiit totius orbis terrarum judex: expositus fuit testibus qui animarum testis est: et qui condidit, judicatur: atque homines quidem judicium exercentes sedebant.
O changeful day! O day at once mournful and free from mourning! O day bringing sorrow indeed at morning, yet gladdening at evening—or rather, O day that healed how many ills! With great grief of my own I confess to you, when ancient calamities come to my mind: hearing that Adam fell from his Father's house, that man, a citizen of paradise, was nourished without tillage, lived amid delicacies without rain, had no need of sweat, or mattock, or labours, or fatigues to sustain life, rejoiced in trees ever blooming, passed from blossoms to blossoms, leapt across from fruits to fruits, enjoyed use that answered to his desires, and often did not know upon which above all to lay his hands by reason of the beauty of the things that offered themselves—oftentimes I bewailed such great happiness when I saw that he had fallen from so many good things; for the calamity was common and touched our whole race. Afterwards, however, when I came upon the Gospels and singled out this day especially for myself (for both that day and this were the sixth day), then I cast aside all sorrow and bore gladness before me in my speech; thus I began to ponder within myself and to proclaim among you: Pain has now passed away, sorrow, and groaning; the old things have passed away—behold, all things have been made new. For just as physicians are wont to heal wounds inflicted by serpents by borrowing remedies from those very creatures, and employ the very matter of the disease to rout the disease: so our Saviour turned all the occasions of evils to good, changed bitter into sweet, brought gall over to healing, turned the sting of death back against death itself, transformed the harm of the tree into salvation, took up the day that had smitten the world, and in its place gave back a day that gladdened the world. Yet do not believe me, but your own eyes: gaze upon this assembly, and cease to contend with us. It is the day of the cross, and we all rejoice, and fast from evils, and are pure in all things, inward and outward. This is the meaning of the feast, this the manner of our gladness. Small do I call these miracles of the power of the cross: gaze upon the whole world—how many villages, how many cities, how many places, how many nations, how many islands, how many rivers, how many shores, how many peoples and families and tongues of barbarians there are: all these fast on account of the cross, crucifying their passions by its power, and for many the night is brought to a close, yet the labour of fasting is not brought to a close. Why now also have we gathered to hear something concerning the cross, and fill the church, and crowd one another, sweating and toiling—we who before judges are often placed in the front seat, yet before Jesus gladly stand—save because Christ stood for our sake, that he might stay the streams of wickedness? What then took place today? For it is not right for us to pass over with a deaf ear the miracles of this day. Daylight came next, the very dawn, and he is led with bound hands into Pilate's praetorium. With what hands? Those that healed the blind and cured the lame. And the fingers that fashioned eyelids were bound fast with chains; and he who healed nature was fettered, lest he should be able to carry out his own work. Such is the recompense paid to the Lord. Bound was he who binds up the waters in the clouds (Job 26:8), who looses the fettered in might, who grants release to captives (Ps. 67:7; Isa. 61:1); bound was he who loosed Lazarus from the bonds of death; dragged off to the praetorium was he whom a thousand angels attend as guards and escorts. Before Pilate stood he whose throne is heaven; and held fast and dragged along by creatures was the Creator, the Artificer by his handiwork, the Maker by his work. What then took place afterwards? And they themselves did not enter into the praetorium, so that they might not be defiled, but might eat the Passover (John 18:28). O monstrous iniquity! They perpetrate unrighteous murder, and refuse to enter the praetorium, taking care lest they be defiled when they are already defiled, ransoming a sheep with a sheep. Thus the Judge of the whole world underwent judgement; he who is the witness of souls was exposed to witnesses; and he who created is judged: and men indeed sat exercising judgement.
Notes, col. 813 bis

On the reading

Printed iniquitatam, for iniquitatem.

PG 50:814 bisRead from the page
Deus autem stabat, et stans silebat, juxta vestibulum hominum adstans, caelestium Dominus januarum. Interrogabat Pilatus, forte humanior quam Judaei: quid forte dico? Res gestae id verum comprobabunt. Quam accusationem affertis adversus hominem hunc (Joan. 18. 29)? quis Deum potest accusare? cogor siquidem ex Pilati persona loqui: Jesus quippe tacebat, non quod verbis indigeret Verbum, sed ne responsione crucis coronam dissolveret. An vero possessiones concupivit, qui nihil possidet? domos alienas, qui numquam habuit ubi caput reclinaret? pecunias, qui proprios discipulos usque ad zonam nudavit? Cum non haberet asinum, alienum sibi comparavit, ut vestris liberis benediceret. Causam afferte, fingite, juste e medio tollite. Responderunt ipsi Judaei: Si non esset hic malefactor, non tibi tradidissemus eum (Joan. 18. 30). Magna rerum demonstratio, indefinita declaratio: dic flagitium, neque per ambages protrahe auditorem. Dixit eis Pilatus: Accipite eum vos, et secundum legem vestram judicate (Ibid. v. 31). Aequus judex rejiciebat onus in caput Judaeorum: vos accipite sceleris participem. Dicunt ei Judaei: Nobis non licet interficere quemquam. Quomodo ergo Isaiam interfecistis? quomodo Zachariam, quomodo unumquemque ex prophetis? Enimvero non licet vobis interficere, non quia non vultis, sed quia non potestis: jam enim erant tali potestate a Romanis privati. Lex ergo jam soluta est, in operibus quidem otiosa, in atramento autem consistens: eam vero solvit qui colligatus est Jesus. Tum Pilatus: Ego nullam invenio in eo causam (Joan. 18. 38). Non tu tantum, Pilate, sed neque Judaei, neque caeci, neque mortui, neque sol, neque luna, neque mundus, neque justi omnes prophetae, et martyres, neque propheta qui dicit: Qui peccatum non fecit, neque inventus est dolus in ore ejus (Isai. 53. 9). Omnes Pilato suffragantur in justa sententia ferenda: soli adversantur Judaei, cum clamore accusantes, et veritatem inobscurare tumultu contendunt, illudque Isaiae dictum confirmant: Exspectavi ut faceret uvam, et fecit spinas; et non justitiam, sed clamorem (Isai. 5. 2. et 7). Dum gererentur ista, Pilatus neque dicere neque audire ob confusum tumultum poterat, resque ad seditionem vergebat. Misit enim ad ipsum uxor ejus, egregia auxiliatrix, quae virum properantem retineret, dicens: Nil tibi et justo illi (Matth. 27. 19): si quidem possis, salvum fac illum; si vero nequeas, salva temetipsum: tantum non proferens illud Davidis eloquium: Ne perdas cum impiis animam tuam, et cum viris sanguinum vitam tuam (Psal. 25. 9). Nihil tibi et justo illi: multa enim passa sum hodie per somnium propter eum (Matth. 27. 19). Alter Joseph, per insomnia veritatem cernit, Judaeorum clamoribus testimonium suum opponit: conveniebat enim, ut ipsi a mulieribus superarentur. Vicit eos Rahab meretrix: vicit eos quae sanguinis fluxum patiebatur: vicit Chananaea, et nunc rursus mulier contra illos. In angustias rediguntur: respondent illi Judaei: Nos legem habemus, et secundum legem nostram debet mori (Joan. 19. 7). Quam vero legem? quibus dictionibus stabilitam? an forte iis quae hodie lectae sunt? Tamquam ovis ad occisionem ductus est: et sicut agnus coram tondente se obmutescens, sic non aperit os suum: ab iniquitatibus populi mei ductus est ad mortem (Isai. 53. 7. 8). Has ego reperio voces illis utiles, alibi nequaquam, unde constet jure occisum esse Jesum. Ingressus est praetorium Pilatus iracundiae cedens Judaeorum, exstinguere contendens flammam inexstinctam. Ingressus est, et egressus est, vel potius ignem accendit. Exiit enim secum habens Jesum coronatum: quod spectaculum praeter illorum voluntatem apparuit: dum illis hostem jam coronatum ostendit, jam victorem, jam regio habitu convestitum. Nam illud quidem ignominiae causa fiebat, sed nativae tamen regiae dignitatis subobscurum erat indicium. Ut autem viderunt eum, quem saepe viderant, quem numquam viderant, quem semper videntes inflammabantur, propria consumpti flamma (cupient enim, si fiant igne consumpti): clamorem suum Sodomiticum sustulerunt, sustulerunt et sublati sunt: Tolle, tolle, crucifige eum.
Yet God stood, and standing kept silence, standing beside the vestibule of men, the Lord of the heavenly gates. Pilate questioned them, perchance more humane than the Jews—why do I say perchance? The deeds done will prove that true. What accusation do you bring against this man (John 18:29)? Who is able to accuse God? For I am forced to speak in the person of Pilate, since Jesus kept silence, not that the Word lacked words, but lest by answering he should undo the crown of the cross. Did he covet possessions, who possesses nothing? Other men's houses, who never had where to lay his head? Moneys, who stripped his own disciples down to their very girdle? Having no ass, he procured another's for himself, that he might bless your children. Bring forward a charge, fashion it, do away with him justly. The Jews themselves answered: If this man were not an evildoer, we would not have delivered him up to you (John 18:30). A grand proof of facts, an undefined declaration! Name the crime, and do not put off the hearer with evasions. Pilate said to them: Take him yourselves, and judge him according to your law (Ibid. v. 31). The fair-minded judge cast the burden back upon the head of the Jews: Do you take the sharer in crime. The Jews say to him: It is not lawful for us to put anyone to death. How then did you slay Isaiah? How Zachariah, how each one of the prophets? Assuredly it is not lawful for you to put to death, not because you do not wish to, but because you cannot: for they had already been stripped of such power by the Romans. The law, therefore, has already been dissolved, lying idle indeed in deeds and subsisting only in ink; and he who has dissolved it is Jesus, who stands bound. Then Pilate: I find no fault in him (John 18:38). Not you alone, Pilate, but neither the Jews, nor the blind, nor the dead, nor the sun, nor the moon, nor the world, nor all the righteous prophets and martyrs, nor the prophet who says: Who did no sin, neither was guile found in his mouth (Isa. 53:9). All cast their vote with Pilate in passing a just sentence; the Jews alone oppose him, accusing with clamour, and strive by tumult to obscure the truth, confirming that saying of Isaiah: I waited that it should bring forth grapes, and it brought forth thorns; and not righteousness, but a cry (Isa. 5:2, 7). While these things were going on, Pilate was able neither to speak nor to hear on account of the confused tumult, and the affair was verging upon riot. For his wife, an admirable helper, sent word to him to hold back her husband in his haste, saying: Have nothing to do with that righteous man (Matt. 27:19): if indeed you can, save him; if you cannot, save yourself—all but uttering that word of David: Destroy not your soul with the ungodly, nor your life with men of blood (Ps. 25:9). Have nothing to do with that righteous man: for I have suffered many things today in a dream on account of him (Matt. 27:19). A second Joseph, she beholds the truth through dreams, and sets her witness against the clamours of the Jews: for it was fitting that they should be bested by women. Rahab the harlot bested them; she who suffered from the issue of blood bested them; the Canaanite woman bested them; and now once more a woman stands against them. They are driven into straits; those Jews answer him: We have a law, and according to our law he ought to die (John 19:7). What law, pray? Established by what words? Perchance by those that have been read today? Like a sheep he was led to the slaughter, and like a lamb dumb before his shearer, so he does not open his mouth; because of the iniquities of my people was he led to death (Isa. 53:7–8). These are the words I find serviceable to them—nowhere else—whereby it might be established that Jesus was put to death justly. Pilate entered the praetorium, yielding to the wrath of the Jews, striving to quench an unquenchable flame. He entered and came out, or rather kindled the fire. For he came out having Jesus crowned with him—a spectacle that appeared contrary to their wish, as he showed them their enemy already crowned, already victor, already arrayed in royal attire. For that indeed was done for the sake of mockery, yet it was a dimly veiled token of his native royal dignity. And when they saw him whom they had often seen, whom they had never seen, seeing whom they were ever inflamed, consumed by their own flame (for they will long for it, when they come to be consumed by fire), they raised up their Sodomite cry—they raised it up and were swept away: Away with him, away with him, crucify him.
Notes, col. 814 bis

On the reading

Printed peccatum ncu, for peccatum non.

PG 50:815 bisRead from the page
πυρίκαυστοι), ἐπῆραν αὐτῶν τὴν Σοδομιτικὴν κραυγὴν, ἐπῆραν καὶ ἐπήρθησαν· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸν βασιλέα ὑμῶν θέλετε σταυρώσω; Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, φασίν. Ἄρνησις χωρὶς διωγμοῦ, ἀθεΐα μετὰ τὰ Αἰγύπτου κακά· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ συνάγοντές σε ἐκ γῆς Αἰγύπτου. Οὐκ ἔχετε βασιλέα, εἰ μὴ Καίσαρα; Τίς οὖν ὡδήγησεν ὑμᾶς ἐπὶ τῆς ἐρήμου; ἢ τίς ἔθρεψε; τίνα ἐπιβοᾶται Μωϋσῆς, λέγων· Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι; Οὐκοῦν, ἐπείπερ ἠρνήσασθε τὸν ἑαυτῶν βασιλέα, μείνατε λοιπὸν ἀβασίλευτοι, ζυγὸν δουλείας αἰώνιον ἕλκοντες. Ταῦτα μέχρι ὥρας ἐπράχθη. Ἴδωμεν δὲ καὶ τὸ λειπόμενον μέρος τῆς ἡμέρας· πᾶσα γάρ ἐστιν ἁγία. Ἔλαβον αὐτὸν ἐστεφανωμένον· τίσιν; Ἀκάνθαις, τοῖς Ἰουδαίων δώροις. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· ἐρραπίσθη, ἐτυπήθη, μάστιγας ἔλαβεν· ἀλλὰ μηδὲν ἐπαισχυνθείς. Στῆθι μετὰ Ἠσαΐου, καὶ βλέπε Θεὸν τοῖς ἐκείνου βλεφάροις. Τί οὖν ἐκεῖνός φησι; Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐκ εἶχε κάλλος, οὐδὲ εἶδος, ὁ παντὸς κάλλους τεχνίτης· ἐθρήνει γὰρ τῶν Ἰουδαίων τὰ κακὰ, ἄνθρωπος, ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ἄνθρωπος, οὐ Θεός· ἄνθρωπος γὰρ ἦν, καὶ οὐ Θεὸς, ὁ πληττόμενος. Τίς οὖν οὗτος ὁ πολύπονος καὶ πολυώδυνος καὶ ὑπὸ πάντων βαλλόμενος; μήπου καὶ δικαίως ἃ πάσχει πάθῃ; Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται. Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Ἀλλὰ μὴ αἰσχύνου τοῖς ἐπονειδίστοις ἀγαθοῖς. Τοσαῦτα γὰρ παθὼν, ἔμεινεν ἀπαθής· ἐτρώθη, ἐνεπτύσθη, τὰ αἴσχιστα ὑπέμεινε, καὶ ὁ αὐτὸς μένει ἔντιμος, ἔνδοξος, τῶν πεπληγμένων ὥς τις, φησὶν αὐτὸς ὁ Ἠσαΐας· Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν. Οὐκοῦν καὶ αὐτὸς καὶ ἡμεῖς τραυματίαι κείμεθα. Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Νεκρὸς νεκρῶν ἰατρός· τραυματίας πολυπόνων ἀνθρώπων ἀντιφάρμακον. Ἀλλ' ἕως πότε τὴν ἡμετέραν ἄδειαν περιπλανᾷς, ὦ ἄνθρωπε; εἰπὲ σαφέστερον τὸ ζητούμενον. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος. Χρηστὸν πρόβατον κακοῖς μαγείροις ἐκδοθέν· εἰ σφάττετε, ὦ Ἰουδαῖοι, μὴ κείρετε· εἰ δὲ κείρετε, φείσασθε προβάτου χρηστὰ καρποφοροῦντος. Ἤγοντο δὲ καὶ ἄλλοι μετ' αὐτοῦ κακοῦργοι δύο. Περιήκει γὰρ ἡμῖν ὁ λόγος εἰς τὴν ἑνδεκάτην ὥραν τῆς ἡμέρας, ἵνα μηδεὶς τὴν ἑαυτοῦ ζωὴν ἀπαγορεύσῃ. Καὶ ἐβουλόμην μὲν ὑπερβῆναι τὴν ἱστορίαν, διὰ τὸ
burnt with fire), they lifted up their Sodomitish outcry, they lifted it up and were lifted away: Away with Him, away with Him, crucify Him! Shall I crucify your King? We have no king except Caesar, they say. Denial without persecution, ungodliness after the evils of Egypt: These are your gods, O Israel, who brought you together out of the land of Egypt. Have you no king except Caesar? Who, then, guided you in the wilderness? Or who nourished you? Upon whom does Moses call aloud, saying: The Lord reigning for ever, and for ever and beyond? Well then, inasmuch as you denied your own King, remain henceforth kingless, drawing an eternal yoke of slavery. These things were done up to this hour. Let us see also the remaining part of the day; for the whole of it is holy. They took Him crowned; with what? With thorns, the gifts of the Jews. I waited for it to bring forth a cluster of grapes, and it brought forth thorns; He was slapped, He was beaten, He received scourges; yet being in no way ashamed. Stand with Isaiah, and behold God through his eyelids. What, then, does that man say? Lord, who has believed our report? We saw Him, and He had no form nor beauty; nay, His form was without honour, failing beyond the sons of men. He had no beauty, nor form, the Craftsman of all beauty; for He was bewailing the evils of the Jews, a man being under a blow, and knowing how to bear infirmity. Man, not God; for it was man, and not God, who was struck. Who, then, is this man of many toils and many pains and pelted by all? Can it be that He also justly suffers what He suffers? This One bears our sins, and suffers pain on our behalf. I find no fault in Him. Yet do not be ashamed of reproachful goods. For having suffered so many things, He remained impassible; He was wounded, He was spat upon, He endured the most shameful things, and the same One remains honoured, glorious, like one of those struck, says Isaiah himself: And we reckoned Him to be in toil, and under a blow, and in ill-treatment; whereas He Himself was wounded on account of our sins, and made infirm on account of our lawless deeds. Well then, both He Himself and we lie wounded. By His wale we were healed. A corpse is the physician of corpses; a wounded man is the antidote of much-toiling men. Yet up to what point do you lead our licence round in circles, O man? State more clearly what is sought. Like a sheep He was led to slaughter, and like a lamb before its shearer He is voiceless. A good sheep given up to wicked butchers: if you slaughter, O Jews, do not shear; and if you shear, spare a sheep bearing good fruit. And two other evil-doers also were led with Him. For our discourse has come round to the eleventh hour of the day, lest anyone despair of his own life. And I wished indeed to pass over the history, on account of
ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ καὶ ζωοποιὸν σταυρὸν, καὶ περὶ τῆς τῶν πρώτων ἀνθρώπων παραβάσεως.
On the Venerable and Life-Giving Cross, and on the Transgression of the First Men.
Τί εἴπω, ἢ τί λαλήσω; ἢ τίνας ὑμᾶς καλέσω; πρόβατα, ἢ ποιμένας; ναύτας, ἢ κυβερνήτας; μα-
What shall I say, or what shall I speak? Or what shall I call you? Sheep, or shepherds? Sailors, or helmsmen? Dis-
PG 50:816 bisRead from the page
πολλάκις αὐτὴν εἰρῆσθαι, ὁρῶ δὲ λῃστὴν ἀεί με βιαζόμενον. Καὶ οὐ μέγα· καὶ γὰρ παραδείσου θύρας ἐβιάσατο, τὴν τέχνην εἰς σωτηρίαν μεταβαλών. Εἱστήκει ἐπὶ τοῦ σταυροῦ ἀμνὸς, καὶ δύο λύκοι· ἀλλ' ὁ μὲν ἔμεινεν ἐπὶ τῆς γῆς γνώμῃ· ὁ δὲ ἤδη μετεβάλλετο, Μνήσθητί μου, λέγων, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὢ τῆς δυνάμεως Ἰησοῦ! ὁ λῃστὴς ἤδη προφήτης ἀπὸ σταυροῦ κηρύσσων· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί γὰρ ὁρᾷς βασιλέως, ὦ λῃστά; Ῥάπισμα, ἔμπτυσμα, ἥλους καὶ ξύλον, καὶ τὰ Ἰουδαίων σκώμματα, καὶ ἤδη τὴν λόγχην τῶν στρατιωτῶν γυμνουμένην. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, τὰ φαινόμενα· ἀγγέλους περιεστῶτας ὁρῶ, ἥλιον φεύγοντα, καταπέτασμα ῥηγνύμενον, τὴν γῆν τρέμουσαν, νεκροὺς ἤδη φεύγειν μελετῶντας· Ἰησοῦς πάντας δεχόμενος, ὁ καὶ τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν ἐλθοῦσιν ἐργάταις δοὺς τὸ αὐτὸ δηνάριον· Ἀμὴν λέγω σοι (λάβε καὶ σὺ τὸ ἀμὴν, ὦ λῃστὰ, ὁ σήμερον λῃστὴς), σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐγώ σε ἐκβαλὼν, εἰσάγω, ὁ τὰς θύρας τοῦ παραδείσου κλείσας, ὁ ῥομφαίᾳ πυρίνῃ τειχίσας· ἂν γὰρ ἐγὼ μὴ εἰσάγω, μένουσιν αἱ θύραι κεκλεισμέναι. Δεῦρο, ὦ λῃστὰ, τὸν διάβολον λῃστεύσας, καὶ κατ' αὐτοῦ στεφανωθείς· ἄνθρωπον ἰδὼν, καὶ Θεὸν προσεκύνησας, τὰ μὲν πάλαι ῥίψας ὅπλα, τὰ δὲ τῆς πίστεως ἀναλαβών. Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαρρήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων πηγῶν, αἵματος καὶ ὕδατος προχυθέντος, ὁ Σωτὴρ τὸ ἑαυτοῦ ἐποίει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τίσιν ἄφεσις; Ἕλλησιν, Ἰουδαίοις, ξένοις, βαρβάροις, πᾶσιν ἁπλῶς· ἅπαξ γὰρ εἶπε, καὶ ἀεὶ τὸ ἔργον τελεῖται. Μὴ γὰρ ἐπὶ τῶν πολεμίων μόνον, Ἄφες, εἶπε· καθ' ἕκαστον ἔτος λέγει, καὶ ἀεὶ λέγει, καὶ ὁ βουλόμενος λαμβάνει. Συνῆλθον πάντες ἐπὶ τὸ πραιτώριον Πιλάτου· τί λέγοντες; Οἴδαμεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ὅλως οἶδας; ὅλως μέμνησαι ὅτι ἐγήγερται; Ἀσφαλίζου τὸν τάφον· ἐμοὶ γὰρ ἀσφαλίζῃ· φρούρησον νεκρὸν, μὴ φύγῃ. Ἔχετε, φησὶ, κουστωδίαν, ὑπάγετε· ἀσφαλίσασθε ὡς οἴδατε· ἀποκλείετε ὡς οἴδατε, ὡς οἴδατε σκευάσατε, ὡς οἴδατε φρουρήσατε· εἰ μὴ ἐφυλάξατε, ἐμοὶ προφάσεως λόγον καταλιμπάνετε. Νυνὶ δὲ ὑμῖν αὐτοῖς παραδίδωμι, ὅτε μὲν ἔζη παρ' ὑμῶν κατασχεθέντα, ὅτε δὲ ἀνῃρέθη, πάντας ὑμᾶς λαθόντα. Μείνωμεν τοίνυν νήφοντες, ἵνα τὸν βαθὺν ὕπνον τῶν Ἰουδαίων ἴδωμεν, καὶ ταῖς ἐπουρανίαις στρατιαῖς συνεορτάσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
its having been spoken many times, yet I see a robber always forcing me. And it is no great wonder; for he also took the doors of paradise by force, changing his craft into salvation. On the cross stood a lamb, and two wolves; yet the one remained upon the earth in purpose, while the other was already changing, saying: Remember me when Thou comest in Thy kingdom. O the power of Jesus! The robber is already a prophet proclaiming from the cross: Remember me, O Lord, when Thou comest in Thy kingdom. For what mark of a king do you see, O robber? A slap, spittle, nails and wood, and the jeers of the Jews, and the spear of the soldiers already being bared. Nay, I do not see, he says, the things that appear: I see angels standing round, the sun fleeing, the veil being rent, the earth trembling, the dead already practising flight; Jesus receiving all, Who also gave the same denarius to the labourers who came about the eleventh hour: Amen I say to you (take the Amen yourself also, O robber, you who today are a robber), today you shall be with Me in paradise. I Who cast you out lead you in, I Who shut the doors of paradise, Who walled it off with a fiery sword; for if I do not lead you in, the doors remain shut. Come hither, O robber, who robbed the devil and were crowned against him; having seen a man, you also worshipped God, having cast away your weapons of old and taken up those of faith. While these things were so, and all things were being sanctified — from the ether, the sun; from plants, the wood; from living creatures, gall; from woven fabrics, the seamless tunic; from the sea, the purple robe; from metals and iron, the spear and nails; and twin springs of blood and water poured forth — the Saviour was doing His own work: Father, forgive them their sin. Forgiveness for whom? For Greeks, Jews, strangers, barbarians, simply for all; for once He spoke, and the work is always accomplished. For not over His enemies alone did He say, Forgive; each year He says it, and always He says it, and he who wishes receives it. They all came together to Pilate's praetorium; saying what? We know that that deceiver said while still alive: After three days I rise. Do you know at all? Do you remember at all that He has risen? Make the tomb secure; for you make it secure for Me; guard a corpse, lest it flee. You have, he says, a guard, go; make it as secure as you know how; shut it off as you know how, prepare it as you know how, guard it as you know how; if you did not keep watch, you leave behind for Me a word of pretext. Yet now I hand Him over to you yourselves — Him Who while He lived was held fast by you, yet when He was slain escaped the notice of you all. Let us remain sober, therefore, so that we may see the deep sleep of the Jews, and keep the feast together with the heavenly hosts, in Christ Jesus our Lord, to Whom be the glory and the might, now, and always, and unto the ages of the ages. Amen.
θητὰς, ἢ διδασκάλους; πῶς ὑμῶν θαυμάσω τὸν ζῆλον τὸν πυρὸς λαβρότερον; Πρόβατα ὑμᾶς καλέσω, καὶ γάρ ἐστε πραεῖς καὶ ἡσύχιοι. Ποιμένας ὑμᾶς
ciples, or teachers? How shall I marvel at your zeal fiercer than fire? Shall I call you sheep? For indeed you are meek and quiet. Shepherds shall I