νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δένδρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαίνοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπιθυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει· ἐδάκρυσα πολλάκις τὴν τοσαύτην μακαριότητα, αὐτὴν ἰδὼν ἐκπεσόντα· κοινὸν γὰρ ἦν τὸ πάθος, καὶ τοῦ ἡμετέρου γένους ἁπτόμενον. Ἐπειδὴ δὲ τοῖς Εὐαγγελίοις ἐνέτυχον, καὶ ἐλαβόμην ταύτης τῆς ἡμέρας (ἕκτη γὰρ ἦν κἀκείνη, καὶ αὕτη), ἀπώλεσά τε τὴν λύπην, καὶ λευχειμονῶ τῷ λόγῳ, καὶ λέγω ἐμαυτῷ καὶ ὑμῖν· Ἀπέδρα ὀδύνη, λύπη, στεναγμός· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ὥσπερ γὰρ ἰατρῶν παῖδες τὰς ὀφιώδεις πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πάθους τὸ πάθος πολεμοῦντες· οὕτως ὁ Σωτὴρ πάσαις ταῖς κακῶν ἀφορμαῖς πρὸς ἀγαθὸν συνεχρήσατο, τὸ πικρὸν γλυκὺ καταστήσας, τὸ χολῶδες εἰς θεραπείαν μεταβαλὼν, τὸ τοῦ θανάτου κέντρον κατ' αὐτοῦ περιστρέψας, τὴν τοῦ ξύλου βλάβην εἰς σωτηρίαν μετατιθεὶς, ἡμέραν λαβὼν τὸν κόσμον πτήσασαν, καὶ ἡμέραν ἀντιδιδοὺς τὸν κόσμον εὐφράνασαν. Ἐμοὶ μὴ πεισθῇς, ἀλλὰ τοῖς σοῖς ὀφθαλμοῖς· βλέπε τὴν παροῦσαν ἐκκλησίαν, καὶ πέπαυσο πρὸς ἡμᾶς ἐρίζων. Ἡμέρα σταυροῦ, καὶ πάντες ἀγαλλόμεθα, καὶ νηστεύομεν ἀπὸ κακῶν, καὶ καθαρεύομεν ἅπαντα, τὰ ἔσω, τὰ ἔξω. Οὗτος ὁ τῆς ἑορτῆς λόγος, οὗτος ὁ τῆς εὐφροσύνης τρόπος. Μικρὰ λέγω τῆς τοῦ σταυροῦ δυνάμεως θαύματα· βλέψον πρὸς τὴν κύκλον τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ, καὶ βαρβάρων γλῶσσαι· οὗτοι πάντες διὰ σταυρὸν ἀσιτοῦσι, τῇ ἐκείνου δυνάμει τὰ πάθη σταυρώσαντες· καὶ λύεται νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ὁ πόνος. Καὶ νῦν τί συνήλθομεν πάντες ἀκοῦσαί τι περὶ σταυροῦ, καὶ πληροῦμεν ἐκκλησίαν, καὶ ἀλλήλους ὠθοῦμεν, ἱδροῦντες, πονοῦντες, ἐπὶ μὲν δικαστῶν πολλάκις ἀξιούμενοι προεδρίας, ἐπὶ δὲ Ἰησοῦ ἡδέως ἑστῶτες; Ὅτι καὶ Ἰησοῦς ἔστη δι' ἡμᾶς, ἵνα στήσῃ κακίας ῥεύματα. Τί οὖν ἐπράχθη σήμερον; μὴ γὰρ ἁπλῶς ἡμᾶς παραδράμῃ τῆς ἡμέρας ταύτης τὰ θαύματα. Φέγγος ἦν λοιπὸν, καὶ αὐτὸ τὸ περίορθρον, καὶ εἰσάγεται δεδεσμένος τὰς χεῖρας εἰς τὸ πραιτώριον Πιλάτου. Χεῖρας ποίας; Τυφλῶν ἰατικὰς, χωλῶν θεραπευτικάς. Καὶ δάκτυλοι δεσμοῖς ἐνηλοῦντο βλέφαρα πλάσαντες, καὶ ὁ θεραπευτὴς τῆς φύσεως κατείχετο μη τὸ οἰκεῖον πληρῶσαι τῆς τέχνης ἔργον. Ταῦτα Κυρίῳ ἀνταποδέδοται. Ἐδέθη ὁ δεσμεύων νεφέλαις ὕδατα, ὁ λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁ αἰχμαλώτοις ἄφεσιν χαριζόμενος· ἐδέθη ὁ Λάζαρον λύσας τῶν τοῦ θανάτου δεσμῶν· ἤχθη εἰς τὸ πραιτώριον ὁ μυρίοις ἀγγέλοις δορυφορούμενος. Παρέστη τῷ Πιλάτῳ ὁ τὸν οὐρανὸν θρόνον ἔχων· καὶ ἠνείχετο ἑλκόμενος ὁ δημιουργὸς παρὰ τῶν δημιουργημάτων, ὁ πλάστης ὑπὸ τοῦ πλάσματος, ὁ ποιητὴς ὑπὸ τοῦ ποιηθέντος. Τί οὖν ἐπὶ τούτοις; τί γίνεται; Καὶ αὐτοὶ, φησὶν, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. Ὢ τῆς πολλῆς παρανομίας! φόνον ἀδικίας ἐργάζονται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται, φυλαττόμενοι μὴ μιανθῆναι οἱ ἤδη μεμιασμένοι, προβάτῳ τὸ πρόβατον λύοντες. Ἀνέμεινε τοίνυν κριτήριον ὁ πάσης τῆς οἰκουμένης κριτής· ἀνέμεινε μάρτυρας, ὁ τῶν ψυχῶν μάρτυς· πλάσας, καὶ κρινόμενος· καὶ ἄνθρωποι μὲν ἐκάθηντο δικάζοντες, Θεὸς δὲ εἱστήκει, καὶ ἑστὼς ἐσιώπα, παρὰ τὰ πρόθυρα τῶν ἀνθρώπων ἑστὼς, ὁ τῶν οὐρανίων πυλῶν Δεσπότης. Ἠρώτησεν ὁ Πιλᾶτος, τάχα Ἰουδαίων φιλανθρωπότερος. Τί λέγω τάχα; Δείξει τὰ πεπραγμένα τὴν ἀλήθειαν· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; τίς ἔχει Θεὸν αἰτιάσασθαι; ἀναγκάζομαι γὰρ τὰ Πιλάτου φθέγξασθαι. Ἰησοῦς γὰρ σιωπᾷ, οὐ λόγων ἀπορῶν ὁ Λόγος, ἀλλὰ μὴ
il or labour for life, exulting in evergreen trees, passing from flowers to flowers, going from fruits to fruits, having his use attending upon his desires, yet through the beauty of the things seen not knowing to what first to put forth his hands: I wept many times over such great blessedness, seeing him fallen out of it; for the calamity was common, and touched our whole race. Yet when I lighted upon the Gospels and laid hold of this day (for both that day and this was the sixth), I cast away my grief and clad myself in white in my discourse, and I say to myself and to you: Pain, grief, and groaning have fled away; old things have passed away, behold, all things have become new. For just as the sons of physicians heal serpent-bites by extracting the antidotes out of the serpents themselves, and having compounded them wage war on the affliction by the very occasions of the affliction, so the Saviour turned all the occasions of evils to good use, rendering the bitter sweet, changing the gall-like into healing, turning the sting of death round against death itself, transforming the harm of the tree into salvation, taking a day that had cowed the world and giving back in return a day that gladdened the world. Believe not me, but your own eyes: behold the present church, and cease wrangling against us. It is the day of the cross, and we all exult, and fast from evils, and keep pure in all things, the inner and the outer. This is the meaning of the feast, this is the manner of our gladness. Small wonders do I speak of the power of the cross: look towards the circle of the inhabited world—how many villages, how many cities, how many places, how many nations, how many islands, how many rivers, how many shores, how many races and tribes, and tongues of barbarians: all these keep fast on account of the cross, having crucified their passions by its power; and night closes for many, yet the toil of the fast is not closed. And now why did we all come together to hear something concerning the cross, and fill the church, and crowd one another, sweating, toiling, before judges often honoured with a front seat, yet before Jesus gladly standing? Because Jesus also stood on our account, that He might stay the streams of wickedness. What then was done today? For let not the wonders of this day simply pass us by. It was daybreak now, the very dawn, and He is led in with His hands bound into the praetorium of Pilate. What hands? Hands that healed the blind, that cured the lame. And fingers that had fashioned eyelids were fettered fast in bonds, and the Healer of nature was held fast from fulfilling the proper work of His art. These things have been paid back to the Lord. Bound was He Who binds up waters in clouds, Who looses the fettered in courage, Who grants release to captives; bound was He Who loosed Lazarus from the bonds of death; led into the praetorium was He Who is attended as bodyguard by myriads of angels. Before Pilate stood He Who has heaven for His throne; and the Creator endured being dragged along by His creatures, the Fashioner by what was fashioned, the Maker by what was made. What then upon these things? What takes place? And they themselves, it says, entered not into the praetorium, lest they should be defiled, but that they might eat the passover. O what vast lawlessness! They work unrighteous murder, and decline to enter the praetorium, guarding against being defiled when they are already defiled, ransoming the sheep with a sheep. The Judge of the whole inhabited world, therefore, awaited a tribunal; the Witness of souls awaited witnesses—He Who fashioned, and yet is judged; and men sat judging, while God stood, and standing kept silence, standing beside the vestibules of men, the Master of the heavenly gates. Pilate questioned them, perhaps more humane than the Jews. Why do I say perhaps? What was done will show the truth: What accusation do you bring against this Man? Who is able to accuse God? For I am compelled to utter Pilate's words. For Jesus keeps silence—the Word not at a loss for words, but lest