Migne Reading Room

PG 50 · cols. 809–812 bis · Read from the page

De Occursu D. N. Jesu Christi, deque Deipara et Symeone Oratio (Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου)

De Occursu D. N. Jesu Christi, deque Deipara et Symeone Oratio (Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:809Read from the page
τὸ ἔργον. Καὶ ὅτε ἐπληρώθησαν, φησὶν, αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωϋσέως. Τίνος καθαρισμοῦ; Τῆς Μαρίας καὶ τοῦ Ἰωσήφ· ἐκέλευσε γὰρ ὁ νόμος τὴν νεοτόκον γυναῖκα καθαρίζεσθαι, καὶ τηρεῖν τὰς ἡμέρας, καὶ ἀπρόϊτον εἶναι. Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι του καθαρισμοῦ κατὰ τὸν νόμον Μωϋσέως (καίτοι οὐκ ἀνάγκην εἶχεν ἡ Παρθένος, ἀλλ' ὅμως ὁ νόμος ἐπληροῦτο), ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου. Ὅπου καθαρισμὸς σωματικὸς, Κατὰ τὸν νόμον, φησὶν, Μωϋσέως· ὅπου παράστασις τοῦ ἁγίου, Καθὼς γέγραπται, φησὶν, ἐν νόμῳ Κυρίου· οὐχ ὅτι καὶ ὁ νόμος Μωϋσέως οὐκ ἦν νόμος Κυρίου· ὅσα γὰρ λαλεῖ προφήτης Πνεύματι ἁγίῳ διαλεγόμενος, οὐκ αὐτὸς λαλεῖ, ἀλλ' ὁ Κύριος ὑποβάλλει· ὅμως δὲ καὶ ὁ καθαρισμὸς ἐπειδὴ τύπον εἶχε σωματικὸν, λέγει, Μωϋσέως νόμον· ἐπειδὴ δὲ τὸ πρωτότοκον παρίστατο, λέγει, κατὰ τὸν νόμον Κυρίου, τιμῶν τὸ γεννώμενον· Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου· πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται. Ὁ λόγος οὖν οὗτος καὶ ὁ νόμος ὅλος καὶ ἡ αἰτία τοῦ νόμου διὰ τὸν μέλλοντα διανοίγειν μήτραν ἐτίθετο. Ὅλα γὰρ τὰ πρωτότοκα τῶν ζώων καὶ τῶν ἀνθρώπων οὐδέποτε διήνοιξαν μήτραν, ἀλλ' ἦν πρωτότοκα μόνον· ὃν δὲ Παρθένος ἐγέννησεν, αὐτὸς μόνος διήνοιξε μήτραν. Ὅρα μοι τοίνυν ὅλου τοῦ νόμου τὴν διατύπωσιν διὰ τὸν μέλλοντα μόνον ἐκ παρθένου γεννᾶσθαι. Πόθεν δὲ Ἰουδαίοις ταύτην νοῆσαι δυνατὸν ἦν; σαρκικοὶ γὰρ ὑπάρχοντες, τὰ νοήματα τῆς πνευματικῆς παρακολουθήσεως πλεῖστον ὅσον ἀπέχουσι νοῆσαι. Εἶτα ἀνέρχονται τοῦ δοῦναι θυσίαν, Κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. Ἐγένετο δὲ καὶ ταῦτα τυπικῶς κατὰ τὸν νόμον, ἵνα μηδὲν ἐλλείψῃ εἰς συμπλήρωσιν τοῦ νόμου. Ταῦτα αἰνίγματά εἰσι νομικά· ἔλθωμεν δὲ εἰς τὴν εὐαγγελικὴν ἐξήγησιν· Καὶ ἰδοὺ ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος ἐκεῖνος δίκαιος καὶ εὐλαβής· καὶ ἦν Πνεῦμα Θεοῦ ἐπ' αὐτόν. Οὗτος ἦν κεχρηματισμένος ὑπὸ τοῦ ἁγίου Πνεύματος μὴ πρότερον τελέσαι τὸν βίον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Πρεσβύτης ἦν ὁ Συμεὼν, καὶ ἐξεδέχετο τὴν εὐαγγελίαν· ἔμενεν ἐν τῷ ναῷ, ἔσω ἐκεῖνο λέγων παρ' ἑαυτῷ· Ὅπου ἐὰν γεννηθῇ, πάντως ἐνταῦθα ἀπαντᾷ. Οὗτος ἦλθεν ἐν τῷ Πνεύματι εἰς τό ἱερὸν κατ' ἐκείνην τὴν ὥραν, ὅτε οἱ γονεῖς τὸν παῖδα προσῆγον. Πολλάκις μὲν γὰρ ἤρχετο, ἀλλὰ κατ' ἰδίαν πρόφασιν· τότε δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος χειραγωγηθεὶς εὐκαίρως ἔρχεται πρὸς τὴν ἀποπλήρωσιν τῆς ἐπαγγελίας. Οὗτος ἐδέξατο ἐν ταῖς ἀγκάλαις αὐτοῦ τὸν Ἰησοῦν, καὶ εὐλόγησε τὸν Θεὸν, καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Πόθεν ἀπολύεις; Ἐκ τοῦ βιωτικοῦ σκάμματος· λυπηρὰ γὰρ τὰ πράγματα, δεσμωτήριον ὁ βίος. Ἐκεῖνος μὲν οὖν ἀπολυθῆναι ἤθελεν· εἴ τις δὲ ζημίαν ἡγεῖται τὴν ἐντεῦθεν ἀναχώρησιν, οὗτος οὐδέπω τέλειός ἐστιν τὴν πίστιν. Ὅμως ἔλεγε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Ὁ γὰρ μέλλων ποιεῖν εἰρήνην τῷ κόσμῳ παρεγένετο· ὁ εἰρηνοποιὸς ἐλήλυθεν, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, καὶ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, παραγέγονε. Συμεὼν βοᾷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, φησί. Τί ἐστιν ὃ λέγει; Πρότερον μὲν γὰρ ἐπίστευον τῇ διανοίᾳ, καὶ τῷ λογισμῷ ἐγίνωσκον· νῦν δὲ εἶδον καὶ οἱ ὀφθαλμοί μου· καὶ ὃ τῇ καρδίᾳ προσεδόκησα, ἰδοὺ εἶδον οἱ ὀφθαλμοί μου τετελειωμένον. Τί δέ; Εἶδον, φησὶ, τὸ σωτήριόν σου. Ποῖον; Ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, οὐ τοῦ λαοῦ τοῦ ἑνὸς, οὐδὲ τοῦ Ἰσραὴλ μόνον, ἀλλὰ κατὰ πρόσωπον πάντων τῶν λαῶν· καθολικὸς γὰρ ὁ τεχθεὶς διδάσκαλος. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Διὰ τί φῶς; Ἐπειδήπερ τὰ ἔθνη ἐν σκότει ὑπῆρχον· ἐπειδὴ τὰ ἐσκοτισμένα ἔθνη ἐφωτί-
work. And when the days of their purification were fulfilled, he says, according to the law of Moses. Of whose purification? Of Mary and of Joseph; for the law commanded the woman who had newly given birth to be purified, and to observe the days, and not to go abroad. When, therefore, the days of purification were fulfilled according to the law of Moses (although the Virgin had no necessity, yet nevertheless the law was being fulfilled), they brought Him up to Jerusalem, to present Him to the Lord, as it is written in the law of the Lord. Where bodily purification is spoken of, According to the law, he says, of Moses; where the presentation of the Holy One, As it is written, he says, in the law of the Lord: not that the law of Moses also was not the law of the Lord; for whatsoever things a prophet speaks while conversing in the Holy Spirit, he speaks not of himself, but the Lord suggests them; yet nevertheless, because the purification held a bodily type, he says, the law of Moses; whereas because the firstborn was being presented, he says, according to the law of the Lord, honouring Him Who was born: As it is written in the law of the Lord, Every male opening the womb shall be called holy to the Lord. This saying, then, and the whole law and the cause of the law were laid down on account of Him Who was going to open the womb. For all the firstborn of beasts and of men never opened the womb, but were firstborn only; whereas He Whom the Virgin brought forth alone opened the womb. Behold for me, therefore, the framing of the whole law on account of Him alone Who was going to be born of a virgin. Yet whence was it possible for Jews to understand this? For being carnal, they are as far removed as can be from understanding the meanings of spiritual sequence. Then they go up to offer a sacrifice, According to that which is said in the law of the Lord, a pair of turtledoves or two young pigeons. And these things also took place typically according to the law, lest anything be wanting for the completion of the law. These things are legal riddles; let us come now to the evangelical narrative: And behold, a man in Jerusalem, whose name was Symeon; and that man was righteous and devout, and the Spirit of God was upon him. This man had been divinely instructed by the Holy Spirit not to end his life before he should see the Christ of the Lord. Symeon was an old man, and was awaiting the good tidings; he remained in the temple, saying that thing within himself: Wheresoever He may be born, by all means He comes to meet us here. This man came in the Spirit into the temple at that hour, when the parents were bringing the child in. For often indeed he used to come, yet upon his own private occasion; whereas then, led by the hand by the Holy Spirit, he comes seasonably towards the fulfilment of the promise. This man received Jesus in his arms, and blessed God, and said: Now dost Thou dismiss Thy servant, Master, according to Thy word, in peace. Whence dost Thou dismiss? Out of the wrestling-pit of this life; for grievous are its affairs, and life is a prison-house. He indeed, then, wished to be dismissed; whereas if anyone deems departure hence a loss, this man is not yet perfect in faith. Nevertheless he said: Now dost Thou dismiss Thy servant, Master, according to Thy word, in peace. For He Who was about to make peace for the world was present; the Peacemaker has come; He Who joins heaven to earth, and fashions earth into heaven through the evangelical teaching, has arrived. Symeon cries aloud: Now dost Thou dismiss Thy servant, Master, according to Thy word, in peace; for mine eyes have seen Thy salvation, he says. What is it that he says? For formerly I believed with the mind, and knew by reasoning; whereas now mine eyes also have seen; and what I awaited in heart, behold, mine eyes have seen brought to perfection. And what? Mine eyes have seen, he says, Thy salvation. Of what sort? Which Thou hast prepared before the face of all peoples—not of the one people, nor of Israel only, but before the face of all peoples; for catholic is the Teacher Who was born. A light unto revelation of the Gentiles, and the glory of Thy people Israel. Why a light? Because the Gentiles were in darkness; because the darkened Gentiles were illu-
Notes, col. 809

On the reading

Printed του καθαρισμοῦ, for τοῦ καθαρισμοῦ.

Printed τό ἱερὸν, for τὸ ἱερὸν.

PG 50:810Read from the page
ζετο. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὧδε δόξα, κἀκεῖ ἀποκάλυψις· ἐκεῖ διδασκαλίας ἀρχὴ, ἐνταῦθα δὲ ἀκόλουθος μάθησις. Δόξαν λαοῦ σου Ἰσραήλ. Ἀλλὰ πάντως ἐρεῖ τις· Καὶ ποῦ εἰσὶν οἱ Ἰσραηλῖται; Ἔχεις Πέτρον, ἔχεις Παῦλον, ἔχεις Ἰωάννην, ἔχεις τοὺς τρισχιλίους, ἔχεις τοὺς πεντακισχιλίους, ἔχεις τὴν τῆς Ἱερουσαλὴμ Ἐκκλησίαν, ἔχεις τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας· ἐν γὰρ τοῖς πεπιστευκόσιν ἦν τὸ ἔθνος. Εἰ μὴ γὰρ ὁ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Καὶ γὰρ λέγει ὁ Θεός· Εἶτα κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὕτως ἐν τῷ λαῷ ἐφυλάττετο τὸ σπέρμα τῆς πίστεως, καὶ οὐκ ἀπύλετο ὅλος ὁ λαός· μὴ γένοιτο! οὐδὲ διεφθάρησαν πάντες οἱ Ἰουδαῖοι· ἐπειδὴ καὶ νῦν ἐν ταύτῃ τῇ μακαρίᾳ καταστάσει καὶ κλήσει πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Ἐκάλεσε γὰρ ὁ Χριστὸς πᾶσαν τὴν οἰκουμένην, καὶ παρεσκεύασε τὴν ἁγίαν τοῦ Εὐαγγελίου ἑστίασιν. Ἀλλ' ὅταν ἔλθῃ ἐν τῇ δευτέρᾳ παρουσίᾳ, εἰσέρχεται καὶ ποιεῖ ἐκλογὴν, καὶ περιεργάζεται τοὺς ἀνακειμένους· κἂν εὕρῃ τῶν ἀνακειμένων τινὰ μὴ ἔχοντα ἔνδυμα γάμου, λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου; Καὶ ἀποβαλεῖ αὐτὸν, καθὼς ἠκούσαμεν ἐν τοῖς Εὐαγγελίοις. Ὥστε κἀκεῖ γέγονεν ἐκλογὴ, καὶ ἐνταῦθα γενήσεται ἐκλογή. Μὴ γὰρ ἐπειδὴ ἐκλήθημεν, ὀφείλομεν ἀπεντεῦθεν ἤδη αὐθαδιάζεσθαι, ὡς δὴ τὸ τέλειον κατεσχηκότες· τῶν γὰρ πρώτων τὸ πτῶμα, ἡμῶν ἀσφάλεια γενέσθω. Οὕτως, ἀγαπητὲ, καὶ ὁ λαὸς οὐχ ἅπας ἀπώλετο, οὐδ' ὅλος διεφθάρη, οὐδ' ὅλος ἠπίστησεν, οὐδ' ὅλος ἐδίωξε τοὺς ἀποστόλους, ἀλλ' ἐπίστευσαν διὰ τῶν ἀποστόλων ἅμα τρισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων· καὶ ἐγένετο ἐν Ἱερουσαλὴμ μυρίανδρος Ἐκκλησία μηδέπω τοῦ ναοῦ καταστραφέντος, μηδέπω τῶν Ἰουδαίων ἐκβληθέντων, μηδέπω τῆς Ἱερουσαλὴμ κατενεχθείσης. Ὠκοδομήθη Ἐκκλησία, καὶ ἐγένετο τοῦ Ἰωάννου τὰ ῥήματα ἀλήθεια ἐναργής· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὁ τοίνυν Συμεὼν προφήτης ὑπάρχων λέγει· Δόξαν λαοῦ σου Ἰσραήλ. Δόξα γὰρ ἦν τῶν προσδοκώντων ἡ ἀπάντησις τοῦ προσδοκωμένου· καὶ δοξάζουσιν ὅ τε Ἰωσὴφ καὶ ἡ Μαρία τὰ λεγόμενα· ἄγγελος εὐηγγελίσατο, μάγοι ἐπέγνωσαν, ποιμένες ἤκουον, στρατιαὶ ἀγγέλων ἐχόρευον, ἀστὴρ ἐμήνυσεν ἄνωθεν, Συμεὼν προφητεύει, Ἄννα θυγάτηρ Φανουὴλ προφητεύει, ἡ γῆ ἠγάλλετο, ὁ οὐρανὸς δι' ἀστέρος ἐφθέγξατο, μάγοι τὸν τύραννον ἠρνήσαντο, οἱ ποιμένες τὸν ἀρχιποιμένα προσεκύνησαν, τὰ πάντα ἐπέγνω, ἡ μήτηρ ᾔδει, ὁ Ἰωσὴφ ἤκουσεν, ἔτρεμον ἐπὶ τοῖς πράγμασι, συνῆκαν δὲ καὶ τῶν πραγμάτων τὴν ἔκβασιν. Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Τίνων εἰς πτῶσιν; Δηλονότι τῶν ἀπιστούντων, τῶν ἀντιλεγόντων, τῶν σταυρούντων. Τίνων εἰς ἀνάστασιν; Τῶν ἐπιγινωσκόντων καὶ εὐγνωμόνως ὁμολογούντων. Καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Ποῖον σημεῖον ἀντιλεγόμενον; Τὸ σημεῖον τοῦ σταυροῦ, ὃ οἶδεν ἡ Ἐκκλησία σωτήριον τοῦ κόσμου, ᾧ ἐχθραίνουσιν οἱ Ἰουδαῖοι, ὅπερ πολλάκις καὶ ὁ οὐρανὸς ἐκήρυξεν. Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα νικήσῃ ἡ ἀλήθεια· ἄνευ γὰρ ἀντιλογίας ὁλόκληρος οὐ γίνεται νίκη. Ἔδει τοίνυν τὴν ἀντιλογίαν εἰσαχθῆναι, ἵνα ὁ δικαστὴς μακροθυμίᾳ τὴν ψῆφον δι' ὅλου τοῦ αἰῶνος προσενέγκῃ. Διό φησι· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον· ἀντιλέγουσι δὲ αἱ ἀπιστοῦντες. Καὶ σὺ δὲ, φησὶ, δοκεῖς εἶναι μήτηρ· ἆρα οὖν σὺ ἀπείραστος γενήσῃ, ἐπειδὴ ὡμολόγησας εἶναι μήτηρ, ἐπειδὴ ἔτεκες αὐτὸν, ἐπειδὴ ἔδοξας αὐτῷ κιχρᾷν σου τὴν μήτραν; ἐγένετο γάρ σου ἡ κοιλία ἄγγος τῆς ἐνεργείας τοῦ Πνεύματος. Ἆρα οὖν ἀπείραστος γε-
mined. A light unto revelation of the Gentiles, and the glory of Thy people Israel. Here glory, and there revelation; there the beginning of teaching, and here the consequent learning. The glory of Thy people Israel. Yet by all means someone will say: And where are the Israelites? You have Peter, you have Paul, you have John, you have the three thousand, you have the five thousand, you have the Church of Jerusalem, you have those from among the Jews who have believed; for in those who had believed was the nation. For unless the Lord of hosts had left us a seed, we should have become as Sodom, and should have been made like unto Gomorrah. For God indeed says: Then I left for Myself seven thousand men, who bowed not the knee to Baal. Thus in the people the seed of faith was preserved, and the whole people did not perish—far be it!—nor were all the Jews corrupted; since even now in this blessed state and calling many are called, whereas few are chosen. For Christ called the whole inhabited world, and prepared the holy banquet of the Gospel. Yet when He comes in His second coming, He enters and makes a selection, and scrutinizes those reclining at table; and if He finds anyone of those reclining not having a wedding garment, He says to him: Friend, how did you enter here not having a wedding garment? And He will cast him out, just as we heard in the Gospels. So there too a selection took place, and here a selection shall take place. For we ought not, because we were called, straightway from now on to grow presumptuous, as though having already obtained perfection; for let the fall of the first men become our safety. Thus, beloved, neither did the people altogether perish, nor was it wholly corrupted, nor did it wholly disbelieve, nor did it wholly persecute the apostles, but through the apostles three thousand believed at once, apart from women and children; and there came to be in Jerusalem a Church of ten thousand men when the temple was not yet overthrown, when the Jews were not yet cast out, when Jerusalem was not yet razed down. The Church was built, and the words of John became manifest truth: He must increase, but I must decrease. Symeon, therefore, being a prophet, says: The glory of Thy people Israel. For the meeting with Him Who was awaited was the glory of those who awaited Him; and both Joseph and Mary glorify the things spoken: an angel brought good tidings, Magi recognized Him, shepherds heard, hosts of angels danced in chorus, a star gave word from above, Symeon prophesies, Anna daughter of Phanuel prophesies, the earth exulted, heaven uttered its voice through a star, Magi denied the tyrant, the shepherds worshipped the Chief Shepherd, all things recognized Him, the mother knew, Joseph heard; they trembled at the deeds, yet they also understood the issue of the deeds. And Symeon blessed them, and said unto Mary His mother: Behold, this Child is set for the fall and rising up of many in Israel, and for a sign spoken against. For the fall of whom? Plainly of those who disbelieve, who speak against Him, who crucify Him. For the rising up of whom? Of those who acknowledge Him and thankfully confess Him. And for a sign spoken against. What sort of sign spoken against? The sign of the cross, which the Church knows as the salvation of the world, which the Jews hate, which heaven also often proclaimed. And the sign is spoken against, so that truth may conquer; for without contradiction victory does not become complete. Contradiction, therefore, had to be brought in, so that the Judge in long-suffering might deliver the verdict throughout the whole age. Wherefore he says: And for a sign spoken against; and those who disbelieve speak against it. And you also, says he, appear to be His mother: shall you then prove untried by temptation, because you confessed to be His mother, because you bore Him, because you seemed to lend Him your womb? For your womb became a vessel of the energy of the Spirit. Shall you then prove untried by-
Notes, col. 810

On the reading

Printed ἀπύλετο, for ἀπώλετο.

Printed αἱ ἀπιστοῦντες, for οἱ ἀπιστοῦντες.

PG 50:809 bisRead from the page
Porro Jesus appellatus est, quia Salvatoris opus susceperat. Et postquam impleti sunt, inquit, dies purgationis eorum secundum legem Moysi (Luc. 2. 22). Cujusnam purgationis? Mariae scilicet et Joseph. Praecepit enim lex, ut mulier quae recens peperisset, domi se contineret, et observaret dies, nec foras prodiret: postquam igitur impleti sunt dies purgationis secundum legem Moysi (tametsi necesse non erat hoc Virgini; verumtamen lex adimplebatur); Tulerunt eum in Jerusalem, ut sisterent eum Domino, sicut scriptum est in lege Domini (Ib. v. 22. 23). Ubi de purificatione corporis fit mentio, Secundum legem, inquit, Moysi: ubi de sistendo sancto, Sicut scriptum est in lege Domini: non quod lex Moysi Dei lex non esset: nam quaecumque propheta loquitur ex Spiritu sancto verba faciens, non ipse loquitur, sed Dominus suggerit. Verumtamen et ipsa purgatio figuram habuit corporalem, quia legem Moysi dicit: quia vero primogenitum sistebatur, Secundum legem Domini dicit, ut honorem deferat ei, quod genitum est. Sicut scriptum est in lege Domini, Omne masculinum adaperiens vulvam, sanctum Domino vocabitur (Ibid.) Hic igitur sermo, et haec sanctio tota ejusque ratio ferebatur propter eum qui vulvam erat aperturus. Numquam enim ulli fetus animalium hominumve primogeniti vulvam aperuerunt, sed sunt tantum primogenita: quem autem Virgo peperit, is solus vulvam aperuit. Considera ergo, quaeso, totius legis constitutionem, quae ad eum referebatur, qui solus ex Virgine nasciturus erat. Unde vero poterant eam intelligere Judaei? cum enim carnales sint, a spiritualis consequentiae sensibus absunt quam longissime. Ascendunt deinde, ut dent hostiam, Secundum quod dictum est in lege Domini, par turturum, aut duos pullos columbarum (Ibid. v. 24). Haec autem et figurate secundum legem fiebant, ut ad legem adimplendam nihil deesset. Hae legales sunt figurae: veniamus ad evangelicam narrationem. Et ecce vir in Jerusalem, cui nomen Symeon, et homo ille justus, et timoratus, et Spiritus sanctus erat in eo (Ib. v. 25. 26). Hic responsum acceperat a Spiritu sancto non prius se vitam finiturum, quam videret Christum Domini (Ib. v. 27). Senex erat Symeon et promissionem exspectabat: in templo manebat, intra illud sic apud se dicens: Ubicumque natus fuerit, huc omnino veniet. Hic venit in Spiritu in templum illa hora, qua parentes puerum inducebant. Saepe namque venerat, sed occasione rerum suarum; tum vero a Spiritu sancto peropportune deductus advenit, ut promissum impleretur. Hic in ulnis suis Jesum accepit, et benedixit Deum, et dixit: Nunc dimittis servum tuum, Domine, secundum verbum tuum, in pace (Ib. v. 29). Unde dimittis? E scammate vitae hujus: tristia namque sunt negotia, et carcer haec vita. Ille quidem dimitti volebat: ac si quis jacturam fieri arbitratur, cum ex hac vita disceditur, hic nondum in fide perfectus est. Verumtamen dicebat: Nunc dimittis servum tuum, Domine, secundum verbum tuum, in pace. Qui enim pacem facturus est mundo, adest: conciliator pacis venit, qui caelum cum terra conjungit: adest is qui terram caelum per evangelicam doctrinam efficit. Clamat Symeon: Nunc dimittis servum tuum, Domine, secundum verbum tuum, in pace: quia viderunt oculi mei salutare tuum (Ib. v. 29. 30), inquit. Quid est, quod ait? Antea quidem credebam mente, ac ratione cognoscebam: jam vero viderunt etiam oculi mei; et quod exspectavi corde, ecce viderunt oculi mei consummatum. Quid tandem? Viderunt, inquit, salutare tuum. Qualenam illud? Quod parasti ante faciem omnium populorum (Ib. v. 31): non unius populi, neque Israelis solum, sed ante faciem omnium populorum: nam qui natus est, in universum magister est. Lumen ad revelationem gentium, et gloriam plebis tuae, Israel (Ib. v. 32). Quare lumen? Quoniam in tenebris erant gentes: quoniam tenebris obductas gentes illuminavit. Lumen ad revelationem gentium et gloriam plebis tuae, Israel. Hic gloria et illic revelatio: in uno principium magisterii, in altero consequens disciplina.
Moreover he was called Jesus because he had undertaken the work of Saviour. And after the days of their purification were fulfilled, says he, according to the law of Moses (Luke 2:22). Of whose purification? Namely, of Mary and Joseph. For the law commanded that a woman who had newly given birth should keep herself at home, observe the days, and not go abroad: after the days of purification, therefore, were fulfilled according to the law of Moses (although this was not necessary for the Virgin, yet the law was being fulfilled), They brought him into Jerusalem, to present him to the Lord, as it is written in the law of the Lord (Ibid. vv. 22–23). Where mention is made of the purification of the body, he says, According to the law of Moses; where of presenting the holy one, As it is written in the law of the Lord: not that the law of Moses was not the law of God—for whatsoever words the prophet speaks in utterance from the Holy Spirit, it is not he himself who speaks, but the Lord who prompts them. Nevertheless, the purification itself also had a bodily figure, wherefore he calls it the law of Moses; whereas because the first-begotten was being presented, he says, According to the law of the Lord, to pay honour to that which was begotten: As it is written in the law of the Lord, Every male that opens the womb shall be called holy to the Lord (Ibid.). This saying, therefore, and this whole ordinance and its reason were framed on account of him who was to open the womb. For never did any firstborn offspring of animals or of men open the womb, but they are merely firstborn; whereas he whom the Virgin bore alone opened the womb. Consider, therefore, I pray, the framework of the whole law, which referred to him who alone was to be born of a Virgin. Yet how could the Jews understand it? For being carnal, they are at the furthest remove from the meanings of spiritual sequence. Next they go up to offer a sacrifice, According to what is said in the law of the Lord, a pair of turtle-doves, or two young pigeons (Ibid. v. 24). And these things also were done figuratively according to the law, that nothing might be wanting for the fulfilment of the law. These are figures of the law; let us come to the gospel narrative. And behold, there was a man in Jerusalem whose name was Simeon, and that man was righteous and devout, and the Holy Spirit was in him (Ibid. vv. 25–26). He had received an answer from the Holy Spirit that he would not end his life before he saw the Christ of the Lord (Ibid. v. 27). Simeon was an old man and awaited the promise; he remained in the temple, saying thus within himself inside it: Wherever he may be born, hither he will assuredly come. He came in the Spirit into the temple at that hour when the parents were bringing the child in. For often had he come, yet on the occasion of his own affairs; then, however, led most seasonably by the Holy Spirit, he arrived that the promise might be fulfilled. He took Jesus into his arms, and blessed God, and said: Now you dismiss your servant, O Lord, according to your word, in peace (Ibid. v. 29). Whence do you dismiss him? From the arena of this life: for its affairs are sorrowful, and this life is a prison. He indeed wished to be dismissed; and if anyone deems a loss to be incurred when one departs from this life, such a man is not yet perfect in faith. Nevertheless he kept saying: Now you dismiss your servant, O Lord, according to your word, in peace. For he who is to make peace for the world is present; the mediator of peace has come, who joins heaven with earth; present is he who makes earth heaven through the teaching of the gospel. Simeon cries aloud: Now you dismiss your servant, O Lord, according to your word, in peace; for my eyes have seen your salvation (Ibid. vv. 29–30), says he. What is it that he says? Formerly indeed I believed with my mind and recognized by reason; now, however, my eyes also have seen, and what I awaited in heart, behold, my eyes have seen accomplished. What, pray? They have seen, says he, your salvation. Of what sort is that? Which you have prepared before the face of all peoples (Ibid. v. 31): not of one people, nor of Israel alone, but before the face of all peoples; for he who has been born is the Teacher universally. A light for the revelation of the Gentiles, and the glory of your people Israel (Ibid. v. 32). Why a light? Because the Gentiles were in darkness; because he enlightened the Gentiles shrouded in darkness. A light for the revelation of the Gentiles and the glory of your people Israel. Here glory and there revelation: in the one the beginning of teaching, in the other the instruction that follows.
PG 50:810 bisRead from the page
Gloriam plebis tuae, Israel. Sed omnino dicet aliquis: Ubinam autem sunt Israelitae? Habes Petrum, habes Paulum, habes Joannem, habes illa tria millia, habes illa quinque millia (Act. 2. 41. et 4. 4), habes Ecclesiam Jerusalem, habes eos qui ex Judaeis crediderunt, siquidem in iis qui crediderunt natio fuit. Nisi Dominus Sabaoth reliquisset nobis semen, quasi Sodoma facti essemus, et quasi Gomorrha similes essemus (Isai. 1. 9; Rom. 9. 29). Siquidem inquit Deus, Dereliqui mihi septem millia virorum, qui non curvaverunt genua ante Baal (3. Reg. 19. 18). Sic in populo fidei semen conservabatur, neque populus totus periit: absit; neque in interitum ruerunt omnes Judaei, quandoquidem et in hoc felici statu ac vocatione multi quidem vocati sunt, pauci vero electi (Matth. 20. 16). Totum enim orbem terrarum vocavit Christus, et sacrum epulum Evangelii paravit, sed in secundo adventu ingreditur, et delectum habet: in eosque, qui recumbunt, inquirit: quod si quem reperit recumbentium, qui nuptialem vestem non habeat, ait illi: Amice, quomodo huc intrasti non habens vestem nuptialem (Matth. 22. 12)? Tum illum ejicit, ut audivimus in Evangeliis. Itaque illic etiam delectus habitus est, et hic habebitur. Num enim, quia vocati sumus, ex hoc tempore nos jactare debemus, quasi jam ad perfectionem pervenerimus? nam primorum lapsus nostrae securitas ut fiat, opus est. Ita, dilectissime, neque totus populus periit, neque in universum interiit, neque in universum incredulus fuit, neque in universum apostolos est persequutus, sed apostolorum opera simul tria millia crediderunt absque mulieribus et puerulis (Act. 2. 41. et 4. 4), et in Jerusalem multorum millium collecta est Ecclesia nondum everso templo, nondum ejectis Judaeis, nondum Jerusalem solo adaequata. Aedificata est Ecclesia, et quae dixerat Joannes, revera contigerunt: Illum oportet crescere, me autem minui (Joan. 3. 30). Cum igitur propheta sit Symeon, ait, Gloriam plebis tuae, Israel. Fuit enim exspectantium gloria ejus qui exspectabatur adventus: et glorificant cum Joseph, tum Maria, quae dicuntur: angelus nuntium attulit, magi agnoverunt, pastores audierunt, angelorum agmina choreas duxerunt, stella desuper indicavit, Anna filia Phanuel prophetat, Symeon prophetat, exsultavit terra, vociferatum est per stellam caelum, magi tyrannum abnegarunt, pastores principem pastorum adorarunt, omnia agnoverunt: vidit mater, audivit Joseph; his rebus attoniti metuerunt, sed rerum eventum intellexerunt. Et benedixit illis Symeon, et dixit ad Mariam matrem ejus, Ecce positus est hic in ruinam et resurrectionem multorum in Israel, et in signum, cui contradicitur (Luc. 2. 34). Quorum in ruinam? Haud dubium, quin incredulorum, eorum qui contradicunt, qui crucifigunt. Quorum in resurrectionem? Eorum qui agnoscunt, et bona fide confitentur. Et in signum, cui contradicitur. Quodnam signum cui contradicitur? Signum crucis, quod salutem esse mundi novit Ecclesia, cui sunt infensi Judaei, quod caelum saepenumero divulgavit. Contradicitur signo, ut veritas vincat: nam sine contradictione integra non obtinetur victoria. Itaque contradictionem oportuit introduci, ut patienter sententiam judex per totum saeculum proferret. Propterea dicit, Et in signum, cui contradicitur: contradicunt autem increduli. Et tu, inquit, esse mater videris: an tu igitur tentationis expers eris, quandoquidem esse te matrem confessa es, quandoquidem illum peperisti, quandoquidem uterum tuum visa es commodasse? vas enim et receptaculum illius Spiritus operationis venter tuus fuit. Num tu igitur tentationis expers eris? numquid quia Deipara facta es, nullasque nuptias experta concepisti, quia conditoris tui mater effecta es, num tu tentationis expers eris? Ne tu quidem tentationis expers eris: sed Et tuam ipsius animam pertransibit gladius (Luc. 2. 35). Quare vero, Domine? quid enim ego peccavi?
The glory of your people Israel. Yet someone will surely say: Where then are the Israelites? You have Peter, you have Paul, you have John, you have those three thousand, you have those five thousand (Acts 2:41 and 4:4), you have the Church of Jerusalem, you have those of the Jews who believed, since in those who believed the nation stood. Unless the Lord of hosts had left us a seed, we would have become like Sodom, and would have been made like unto Gomorrah (Isa. 1:9; Rom. 9:29). For God says: I have left for myself seven thousand men who have not bowed their knees before Baal (3 Kgs. 19:18). Thus the seed of faith was preserved among the people, and the whole people did not perish—far be it! Nor did all the Jews rush into destruction, inasmuch as even in this blessed state and calling many indeed are called, but few are chosen (Matt. 20:16). For Christ called the whole world, and prepared the sacred banquet of the Gospel, yet at his second coming he enters in and holds a sifting, and examines those who recline at table; and if he finds any of those reclining who does not have a wedding garment, he says to him: Friend, how did you come in hither without having a wedding garment (Matt. 22:12)? Then he casts him out, as we have heard in the Gospels. Thus a sifting was held there also, and shall be held here. For because we have been called, ought we from this time forth to boast, as though we had already attained perfection? Rather, the fall of the former men must become our safeguard. Thus, most beloved, the whole people neither perished, nor was utterly destroyed, nor was universally unbelieving, nor universally persecuted the apostles; instead, through the labour of the apostles three thousand believed at once, apart from women and little children (Acts 2:41 and 4:4), and in Jerusalem a Church of many thousands was gathered before the temple was overthrown, before the Jews were driven out, before Jerusalem was levelled to the ground. The Church was built, and what John had spoken truly came to pass: He must increase, but I must decrease (John 3:30). Since Simeon, then, is a prophet, he says: The glory of your people Israel. For the coming of him who was awaited was the glory of those who awaited him; and both Joseph and Mary glorify what is spoken: an angel brought the tidings, the Magi recognized him, shepherds heard, hosts of angels led the choirs, a star pointed him out from above, Anna the daughter of Phanuel prophesies, Simeon prophesies, the earth leapt for joy, heaven cried aloud through the star, the Magi renounced the tyrant, the shepherds worshipped the Prince of shepherds, all things recognized him: the mother saw, Joseph heard; struck with amazement at these things they feared, yet understood the outcome of events. And Simeon blessed them, and said to Mary his mother: Behold, this child is set for the fall and the rising again of many in Israel, and for a sign that is gainsaid (Luke 2:34). For the fall of whom? Beyond doubt, of the unbelieving—of those who gainsay, who crucify. For the rising again of whom? Of those who recognize him and in good faith confess him. And for a sign that is gainsaid. What is the sign that is gainsaid? The sign of the cross, which the Church knows to be the salvation of the world, to which the Jews are hostile, which heaven has oftentimes proclaimed abroad. The sign is gainsaid so that the truth may conquer: for without gainsaying no complete victory is won. Gainsaying, therefore, had to be brought in, so that the Judge in long-suffering might pronounce sentence throughout the whole age. Wherefore he says: And for a sign that is gainsaid; and it is the unbelieving who gainsay. And you, says he, seem to be his mother: shall you then be exempt from trial, inasmuch as you have confessed that you are his mother, inasmuch as you have borne him, inasmuch as you were seen to lend your womb? For your womb was the vessel and receptacle of the working of that Spirit. Shall you then be exempt from trial? Because you have become Mother of God, and have conceived without knowing wedlock, because you have been made the mother of your Creator, shall you be exempt from trial? Not even you shall be exempt from trial; rather, A sword shall pierce through your own soul also (Luke 2:35). Yet why, O Lord? For in what have I sinned?
Notes, col. 810 bis

On the reading

Printed habes ilia, for habes illa.

Printed z0. 16, for 20. 16.

Printed resurrestionem, for resurrectionem.

Printed Coutradicitur, for Contradicitur.

Printed quid euim, for quid enim.

PG 50:811 bisRead from the page
νησῃ, ἐπειδὴ γέγονας Θεοτόκος, ἐπειδὴ ἀπειρόγαμος οὖσα συνέλαβες, ἐπειδὴ κατεσκευάσθης μήτηρ τοῦ σοῦ δημιουργοῦ; ἆρα σὺ ἀπείραστος γενήσῃ; Οὐδὲ σὺ ἀπείραστος ἔσῃ, ἀλλὰ Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Διὰ τί, ὦ Κύριε; τί γὰρ ἐγὼ ἥμαρτον; Ἥμαρτες μὲν οὐδέν· ὅταν δὲ ἴδῃς αὐτὸν ἐν σταυρῷ κρεμάμενον, ὅταν ἴδῃς αὐτὸν πάσχοντα ὑπὲρ τοῦ κόσμου, ὅταν ἴδῃς αὐτοῦ τὰς χεῖρας ἡπλωμένας ἐν τῷ σταυρῷ, καὶ ἐν τῷ ξύλῳ προσηλωμένας, τότε ἄρχῃ ἀμφιβάλλειν καὶ λέγειν· Οὗτός ἐστι περὶ οὗ ἄγγελός μοι διελέχθη; οὗτός ἐστιν ἐφ' οὗ γέγονε τῆς ἐμῆς συλλήψεως τὸ θαῦμα; Παρθένος ἤμην καὶ τέτοκα καὶ ἔμεινα παρθένος. Διὰ τί οὗτος σταυροῦται; Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Ὥστε οὐδεὶς ἀπείραστος γέγονε, κατὰ τὴν προφητείαν τοῦ δικαίου Συμεών. Πέτρος ὁ κορυφαῖος τῶν μαθητῶν τρὶς ἠρνήσατο· οἱ ἄλλοι μαθηταὶ καταλιπόντες αὐτὸν ἔφυγον. Οὐδὲ γὰρ χρείαν εἶχεν ὁ ποιμὴν προστασίας προβάτων, λύκους ἐκδιώκων· οὐδὲ ὁ ἀγωνιστὴς εἶχε χρείαν τῶν βοηθούντων, ἀλλὰ πάντες ἀνεχώρησαν· Χριστὸς δὲ μόνος ἦν ὡσεὶ κριὸς κρεμάμενος. Διῆλθε τοίνυν καὶ αὐτῆς τὴν ψυχὴν ῥομφαία· τὸ πειρατήριον, καὶ ἡ ἀμφιβολία· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ὥστε πάσχει ὁ Ἰησοῦς εἰς ἔλεγχον τῆς ἀπιστίας, εἰς σύστασιν τῆς τῶν πιστευόντων εὐγνωμοσύνης. Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα ἐλεγχθῶσιν οἱ διὰ πονηρίαν ἀντιλέγοντες. Εἰ γὰρ πάντα τρόπον ἀναντίῤῥητος ἦν παρὰ ἀνθρώποις ἡ ἀλήθεια, ἀδόκιμος ἔμελλεν εἶναι καὶ ἡ εὐσέβεια· ἡ δὲ συγχώρησις τῆς ἀντιλογίας δοκιμὴν ποιεῖ τῇ αἱρέσει τῆς ἀληθείας. Ἀντιλέγεται τὸ σημεῖον· ἐπεὶ πῶς ἂν ἐδοκιμάσθησαν μάρτυρες ἐν διωγμοῖς; πῶς ἂν ἠγωνίσαντο, νικηταὶ διὰ τῆς καρτερίας ἀναδεικνύμενοι; Ὅρα ὅσον ὠφέλησεν ἡ ἀντιλογία, ὅτι κατεσκεύασεν οὐ πιστοὺς ἁπλῶς, ὡς ἄν τις εἴποι, ἀλλὰ καὶ μάρτυρας ἕως βασάνων καὶ
temptation, because you have become Theotokos, because while unwedded you conceived, because you were prepared as mother of your Creator? Shall you prove untried by temptation? Not even you shall be untried, but Yea, a sword shall pierce through your own soul also. Why, O Lord? For in what did I sin? You sinned nothing; yet when you see Him hanging upon a cross, when you see Him suffering on behalf of the world, when you see His hands spread out upon the cross and nailed fast to the wood, then you begin to doubt and to say: Is this He concerning Whom an angel conversed with me? Is this He in Whom the wonder of my conception took place? I was a virgin and I have borne a Child and I remained a virgin. Why is this One crucified? Yea, a sword shall pierce through your own soul also. So no one has proved untried by temptation, according to the prophecy of the righteous Symeon. Peter, the chief of the disciples, thrice denied Him; the other disciples left Him behind and fled. For neither did the Shepherd have need of the protection of sheep while driving away wolves, nor did the Combatant have need of helpers, but all withdrew, while Christ alone was hanging like a ram. A sword, therefore, pierced through her soul also—the trial, and the doubt: Yea, a sword shall pierce through your own soul also, that thoughts out of many hearts may be revealed. So Jesus suffers for the reproof of unbelief, for the confirmation of the right-mindedness of believers. And the sign is spoken against, so that those who speak against it out of wickedness may be convicted. For if truth were in every way beyond gainsaying among men, piety also would be unproved; whereas the permission of contradiction works proof by the choice of truth. The sign is spoken against: since how else would martyrs have been proved in persecutions? How would they have contended, shown forth as victors through endurance? See how greatly contradiction benefited us, in that it fashioned not believers simply, as one might say, but even martyrs who advanced as far as torments and
ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ.
ON HOLY AND GREAT FRIDAY.
Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν· ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ ὁ σταυρός· ἅπαξ μὲν παγεὶς, ἀεὶ δαίμονας τρέπει. Ποῦ γὰρ εἴδωλα, καὶ ζώων ματαίων οἱ φόνοι; ποῦ ναοὶ, καὶ δυσσεβείας πῦρ; Ἐσβέσθη, πάντα δι' ἓν ἅγιον αἷμα πέπτωκε. Καὶ ἔστι σταυρὸς πολυδύναμος δύναμις, βέλος ἀόρατον, φάρμακον ἄϋλον, πηγὴ λυσίπονος, ἐπονείδιστος δόξα· ὥστε κἂν μυρία ἕτερα λέγω περὶ Χριστοῦ, κἂν μυρία θαύματα διηγούμενος καταπλήξω τὸν ἀκροατὴν, οὐχ οὕτως ἐπ' ἐκείνοις, ὡς ἐπὶ σταυρῷ σεμνύνομαι. Οἷόν τι λέγω· Ἐκ παρθένου προῆλθεν Ἰησοῦς· μέγα τὸ θαῦμα γάμον ὑπερβῆναι, καὶ φύσιν καινοτομῆσαι· ἀλλ' εἰ μὴ σταυρὸς ἦν, οὐκ ἂν ἐσώθη τοῖς ἔργοις ἡ πρώτη του παραδείσου Παρθένος· νυνὶ δὲ ἐν τῷ τοῦ σταυροῦ καιρῷ πρώτη σώζεται γυνὴ, τὸ παλαιὸν κακὸν νέοις χαρίσμασι θεραπεύουσα. Ἀνέστη γὰρ νεκρὸς ἐν τῇ Γαλιλαίᾳ, ἀλλὰ πάλιν ἀπέθανεν· ἐγὼ δὲ διὰ σταυρου ἀναστὰς, οὐκέτι δύναμαι πρὸς θάνατον πεσεῖν. Ἔπλευσεν Ἰησοῦς τὴν θάλασσαν, Θεὸς ἐν σκάφῃ· τὸ ξύλον ἐφήμερον ἔδωκε τὴν ὠφέλειαν· ἐγὼ δὲ ἔλαβον ξύλον αἰώνιον, ἀγαθὸν, ᾧ κεχρημένος ἀντὶ πηδα-
The contest of the fast has now been fulfilled by us, and it ended in the cross; for where ought the end of victory to cease, save at a trophy? For the cross is a trophy: once fixed fast, it always routs demons. For where are idols, and the slaughters of vain beasts? Where are temples, and the fire of impiety? It has been quenched; all things have fallen through one holy blood. And the cross is a manifoldly powerful might, an invisible shaft, an immaterial medicine, a toil-loosing fountain, a reproached glory; so that though I say ten thousand other things concerning Christ, though by recounting ten thousand wonders I astonish the hearer, I do not so glory in those things as in the cross. Just see what I mean: Jesus came forth from a virgin—great is the wonder to surpass marriage and make nature new; yet had there not been a cross, the first virgin of paradise would not have been saved by her works; whereas now in the season of the cross woman is saved first, healing the ancient evil by new gifts of grace. For a dead man rose in Galilee, yet he died again; whereas I, having risen through the cross, can no longer fall unto death. Jesus sailed the sea, God in a skiff: the wood gave a day-long benefit; whereas I received an everlasting, goodly wood, using which in place of a rud-
Notes, col. 811 bis

On the reading

Printed νησῃ, for νήσῃ.

Printed του παραδείσου, for τοῦ παραδείσου.

Printed σταυρου, for σταυροῦ.

PG 50:812 bisRead from the page
θανάτου προελθόντας, καὶ δεῖγμα τῆς τοῦ Χριστοῦ χάριτος διὰ τῆς αὐτῶν καρτερίας παρασχόντας. Ὅταν οὖν Συμεὼν λέγῃ· Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον, νοητέον, ὅτι οὔτε τὴν πτῶσιν ἐργάζεται, οὔτε τὴν ἀνάστασιν βίᾳ προσάγει· ἀλλὰ κεῖται μὲν εἰς πτῶσιν τοῖς προσκόπτουσι τῷ λίθῳ τοῦ προσκόμματος· εἰς ἀνάστασιν δὲ τοῖς ἐκ προαιρέσεως πιστεύουσι· κεῖται γάρ· ὥσπερ ἄν τις εἴποι· Τὸ φῶς ἀνατέλλει, ἵνα οἱ ὑγιαίνοντες βλέπωσιν· οἱ δὲ τοὺς ὀφθαλμοὺς ἀλγοῦντες, ἐπὶ πλεῖον φύγωσι τοῦ φέγγους τὰς αὐγάς. Πῶς δ' ἂν οἱ μὲν ἔπεσον ἄξιοι ὄντες τοῦ διελεγχθῆναι, οἱ δὲ ἀνέστησαν ἐλπίδας ἀγαθὰς ἔχοντες ἐκ προαιρέσεως, εἰ μὴ τὸ σημεῖον ἀντελέγετο; Πῶς λέγει Συμεὼν, Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ἵνα μὴ ξενίσῃ τοὺς πιστεύοντας ἡ ἀντιλογία. Ὅτι δὲ καὶ ἡ κατὰ Θεὸν ἀλήθεια ἀντιλέγεται, δῆλον ὅτι τοῦ Θεοῦ συγχωροῦντος· οὐδεὶς γὰρ ἂν ἠδύνατο ἀντειπεῖν, εἰ μὴ Θεὸς συνεχώρει· ἀναγκαία δὲ ἡ συγχώρησις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Ἔσται γὰρ καιρὸς ὅτε οὐκ ἔτι ἀντίῤῥησις· ὅταν γὰρ τὸ σημεῖον προλάμψῃ ἀπ' οὐρανῶν, τότε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Χριστὸς Κύριος εἰς δόξαν Θεοῦ Πατρός. Ἕως μὲν γὰρ τὸ σημεῖον αὐτὸ μόνον ὑποφαίνεται, καὶ σημεῖον αὐτὸ μόνον ἐστὶν, καὶ τοῦ σημαινομένου ὁρωμένου οὐδαμοῦ, ἀντιλέγεται τὴ σημεῖον· ἐπειδὰν δὲ αὐτὸς ὁ σημαινόμενος ἀποκαλυφθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, οὐκ ἔτι τολμᾷ τις ἀντειπεῖν τῷ σημείῳ, τοῦ σημαινομένου τρανεῖ τῇ θεότητι παραγενομένου κατὰ τῶν ἀντειπόντων. Τότε οἱ μὲν δεξάμενοι τὸ σημεῖον δοξατθήσονται ὑπὸ τοῦ σημανθέντος, οἱ δὲ ἀντειπόντες τῷ σημείῳ κατακριθήσονται ὑπὸ τοῦ δηλωθέντος· καὶ ἔσται τότε τὸ τέλος τῆς ἀντιλογίας, τέλος τῆς πλάνης, τέλος τῆς ἀμφιβολίας, τέλος τῆς ἀπιστίας, ἀρχὴ δὲ βραβείων καὶ στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
death, and furnished a proof of the grace of Christ through their endurance! When Symeon says, therefore: This Child is set for the fall and rising up of many in Israel, and for a sign spoken against, we must understand that He neither works the fall nor brings on the rising up by force; but He is set for the fall of those who stumble against the stone of stumbling, and for the rising up of those who believe out of free choice; for He is set: just as one might say, The light rises so that those who are sound may see, while those whose eyes ache may flee all the more the rays of brightness. Yet how would the one group have fallen as worthy of being convicted, and the others have risen as having good hopes out of free choice, unless the sign were spoken against? Why does Symeon say, And for a sign spoken against? Lest contradiction take believers by surprise. And that even the truth according to God is spoken against is plainly by God's permission; for no one would have been able to gainsay it unless God permitted it; and the permission is necessary, so that the approved may become manifest. For there shall be a season when there is no longer gainsaying: for when the sign shines forth from the heavens, then every knee shall bow, of things in heaven and things on earth and things under the earth, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father. For so long as the sign itself alone gleams faintly forth, and is a sign alone, while He Who is signified is nowhere seen, the sign is spoken against; yet when He Who is signified is Himself revealed in His second coming, no one any longer dares gainsay the sign, once He Who is signified has arrived in manifest Divinity against the gainsayers. Then those who received the sign shall be glorified by Him Who was signified, whereas those who gainsaid the sign shall be condemned by Him Who was declared; and then shall be the end of contradiction, the end of error, the end of doubt, the end of unbelief, and the beginning of prizes and crowns: which may it befall us all to attain in Christ Jesus our Lord, to Whom be glory and might unto the ages of the ages. Amen.
λίου, τὰ πνευματικὰ τῆς πονηρίας ἀπωθοῦμαι κύματα. Ἐτράφησαν πεντακισχίλιοι ὑφ' ἑνὶ τῷ τοῦ σταυροῦ συνθήματι. Ποῦ οὖν τῆς τροφῆς τὰ λείψανα; πῶς ὁ μὴ παρων, τὰ τῶν παρόντων λείψανα λάβω; Δώδεκα γὰρ ἦσαν περισσεύσαντες κλασμάτων κόφινοι· σύμμετρος χάρις. Ἐσταυρώθη Χριστὸς, καὶ ἀεὶ τρεφόμεθα· καὶ κορεννύμενοι, πάλιν ζητοῦμεν, καὶ πλέον τὸ λειπόμενον· ἀζήμιος γὰρ ἡ χάρις. Ἐπαινείσθω ἡμέρα φωτὸς γεννητικὴ, δι' ἣν αἱ λοιπαὶ ἡμέραι πρὸς εὐφροσύνην ἐκλήθησαν. Πῶς; Ἄκουε· Σήμερον Ἀδὰμ ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, σήμερον μορφὴν ἐφόρεσε θείαν, σήμερον μικρὸς κόσμος ἐν κόσμῳ συνέστη, σήμερον κυβερνήτης ὁ ἄνθρωπος καλὰ τῆς ἀνθρωπίνης κατέσχε πηδάλια, ζώων ἁπάντων ἡγεμονεύων· σήμερον ἐντολὰς ἔλαβεν αὐτεξουσίους, σήμερον ἐξέπεσε τοῦ παραδείσου, σήμερον πάλιν εἰσήχθη. Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμαλογῶ, τοῖς παλαιοῖς ἐντυγχάνων πάθεσιν, ἀκούων τὴν Ἀδὰμ τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον παραδείσου πολίτην ἄνευ γεωπονίας τρεφόμενον, ἄνευ ὄμβρου τρυφωντα, μηδὲν ἱδρώτων ἢ δικέλλης ἢ πό-
der, I thrust back the spiritual waves of wickedness. Five thousand were fed under one watchword of the cross. Where, then, are the remnants of the food? How shall I, who was not present, receive the remnants of those who were present? For twelve were the baskets of fragments left over: a measured grace. Christ was crucified, and we are fed always; and though satisfied, we seek again, and what remains over is still more, for the grace knows no loss. Praised be the day begetting light, through which the remaining days were called unto gladness! How? Hear: Today Adam was formed on the sixth day, today he wore a divine form, today a little world was framed within the world, today man as helmsman laid hold of the goodly rudders of human nature, ruling over all living creatures; today he received commandments of free will, today he fell out of paradise, today he was brought back in again. O day of many turns! O day of much grief and free of grief! O day that grieved in the morning, yet gladdened at evening—or rather, O day that healed so many things! Sorrowfully do I confess to you, when I light upon the ancient sufferings, hearing that Adam fell out of his father's hearth, a man and citizen of paradise nourished without tillage, living in delight without rain,standing in need of nothing of sweat or mattock or to-
Notes, col. 812 bis

On the reading

Printed τὴ σημεῖον, for τὸ σημεῖον.

Printed δοξατθήσονται, for δοξασθήσονται.

Printed παρων, for παρὼν.

Printed ὁμαλογῶ, for ὁμολογῶ.

Printed τὴν Ἀδὰμ, for τὸν Ἀδὰμ.

Printed τρυφωντα, for τρυφῶντα.