Migne Reading Room

PG 50 · cols. 807 bis–808 bis · Read from the page

In Sancta Theophania (Εἰς τὰ ἅγια Θεοφάνια)

In Sancta Theophania (Εἰς τὰ ἅγια Θεοφάνια)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:807 bisRead from the page
καὶ γινώσκεις ὅτι οἶδά σε. Τί με κρύπτεις τὸν εἰδότα σε; Ἐν τῇ νηδύϊ τῆς μητρός μου ὑπάρχων κατεσφαλισμένος, καὶ πρὸ καιροῦ τὴν ἔξοδον μὴ εὑρίσκων, μόνον ἐθεασάμην σε φερόμενον ὑπὸ της παρὰ σοῦ φερομένης· ἐγνώρισά σε, καὶ τί λαλεῖν μὴ εὑρίσκων, τὸ της μητρός μου χρησάμενος στόμα, ἐβόησα δι' αὐτῆς τὰ ἐμὰ λέγων· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἐκεῖ οὐκ ἐσφάλην, καὶ ὧδε οὐ γινώσκω; Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ὁ δὲ Κύριος πρὸς αὐτὸν, καθὼς ἀρτίως ἤκουες· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι· οὐκ οἶδας ὃ λέγεις· ἐγὼ οἶδα ὃ πραγματεύομαι. Τὴν δόξαν τῆς θεότητός μου ζητεῖς ἀποκαλυφθῆναί σοι· οὐκ ἔχει ὁ καιρός· πάντα καλὰ ἐν καιρῷ αὐτῶν. Σὺ ἀληθεύεις, ἀλλ' οὐ πιστεύῃ· ἄπιστον γὰρ τὸ τῶν Ἰουδαίων ἔθνος· οὐ γεννήματα ἐχιδνῶν αὐτοὺς προσηγόρευσας; Πῶς οὖν τούτοις ἀνακαλυφθῆναί με θέλεις; Οὐ δέχονταί σου τὴν περὶ ἐμοῦ μαρτυρίαν· ὑπονοοῦσί σε διὰ τὸ ὕποπτον, ὡς εἶναι πρόδρομον· Ἄφες ἄρτι, μείζονα μαρτυρίαν δέξονται. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὁ δὲ Ἰωάννης λέγει πρὸς αὐτόν· Πῶς, Δέσποτα; Καὶ ὁ Κύριος πρὸς αὐτόν· Ὥσπερ περιετμήθην, ἵνα τὸν νόμον πληρώσω, βαπτίζομαι ἵνα τὴν χάριν κυρώσω. Ἐὰν μέρος πληρώσω, καὶ μέρος καταλείψω, κολοβὸν καταλιμπάνω τὴν οἰκονομίαν· δεῖ με πάντα πληρῶσαι, ἵνα μετὰ ταῦτα γράψῃ Παῦλος· Πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμιν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες, Ἰωάννη, τὴν τοῦ
and Thou knowest that I know Thee. Why dost Thou hide Thyself from me who know Thee? While existing fast shut up in my mother's womb, and not finding a way out before due season, I only beheld Thee borne by her who was borne by Thee; I recognized Thee, and not finding what to speak, using my mother's mouth, I cried out through her, speaking my own words: Whence is this to me, that the mother of my Lord should come unto me? Did I not err there, and here do I not know? I have need to be baptized by Thee, and dost Thou come unto me? And the Lord says to him, just as you heard right now: Suffer it now; for thus it is fitting for us to fulfil all righteousness. Suffer it now: you know not what you say; I know what I am transacting. You seek the glory of My Divinity to be revealed to you: the season holds it not; all things are goodly in their season. You speak the truth, yet you are not believed; for unbelieving is the nation of the Jews: did you not address them as brood of vipers? How then do you wish Me to be uncovered to these men? They do not accept your witness concerning Me; out of suspicion they suspect you of being a forerunner: Suffer it now, they shall accept a greater witness. Suffer it now; for thus it is fitting for us to fulfil all righteousness. And John says unto Him: How, Master? And the Lord says unto him: Just as I was circumcised that I might fulfil the law, I am baptized that I may ratify grace. If I fulfil a part and leave a part behind, I leave the dispensation maimed; I must fulfil all things, so that after these things Paul may write: Christ is the fulness of the law unto righteousness for every one who believes. Suffer it now; for thus it is fitting for us to fulfil all righteousness. Suffer, John, the
ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα, λόγος.
ON THE PRESENTATION OF OUR LORD JESUS CHRIST, AND ON THE MOTHER OF GOD AND ON SIMEON, A DISCOURSE.
Οὐ μόνον φορεῖ σάρκα ὁ Κύριας ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλὰ καὶ κατὰ νόμον περιτέμνεται, ἵνα περιέλῃ τῆς Ἰουδαϊκῆς ἀπιστίας τὴν πρόφασιν. Ἔρχεται γὰρ πρὸς νόμον ὑπὲρ νόμου, ἵνα τοὺς μαθητὰς ἐλευθερώσῃ διὰ τῆς πίστεως τοῦ νόμου· καὶ λαμβάνει σάρκα, καὶ περιτέμνεται μετὰ Ἰουδαίων. Ἐκοινώνησε σαρκὸς, ἐκοινώνησε καὶ περιτομῆς· ἐβεβαίωσε τὴν συγγένειαν, ἵνα μὴ ἀρνήσωνται τὸν ἐρχόμενον ἐκ σπέρματος Δαυΐδ Χριστὸν, ὃν καὶ προσεδόκων· ἔδειξε τὸ τεκμήριον τῶν συγγενείας. Εἰ γὰρ καὶ περιτεμνομένου αὐτοῦ ἔλεγον· Οὐκ οἴδαμεν πόθεν ἐστίν· εἰ μὴ περιετμήθη κατὰ σάρκα, ἔσχεν ἂν πρόφασιν εὔλογον αὐτῶν ἡ ἄρνησις. Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, ἦν Ἰησοῦς ἐκδεχόμενος τὴν αὔξησιν τοῦ ὀργάνου. Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι ὀκτώ· κελεύει γὰρ ὁ νόμος, τῇ ὀγδόῃ περιτέμνειν, καὶ ἐὰν ἀπαντήσῃ ἡ ὀγδόη, παρέρχεται εἰς μέσον ὁ ἰατρὸς καὶ μεταχειρίζεται τὸ σιδήριον, καὶ ἐργάζεται τὴν τέχνην· καὶ ἀργεῖ τὸ σάββατον διὰ τὴν περιτομήν. Ἐρωτήσωμεν τοίνυν Ἰουδαίους· Ἄνεσις τὸ σάββατον· ἀργία τελεία ἡ ἡμέρα· τίνος ἕνεκεν ἐκβάλλει ἡ ὀγδόη τὴν ἑβδόμην; διὰ τί ἡ ὀγδόη γίνεται ἐπάνω τῆς ἑβδόμης; Ἀλλὰ Ἰουδαῖοι μὲν τὰ Ἰουδαϊκὰ οὐκ οἴδασιν· ἡ δὲ Ἐκκλησία τοῦ Χριστοῦ τὸν Χριστὸν οἶδε καὶ τὰ Ἰουδαϊκὰ μαθήματα. Περιτέμνεται γὰρ τὸ παιδίον
Not only does our Lord Jesus Christ wear flesh, but He is also circumcised according to the law, that He may strip away the pretext of Jewish unbelief. For He comes unto the law on behalf of the law, that through faith He may free the disciples from the law; and He takes flesh, and is circumcised with Jews. He shared in flesh, He shared also in circumcision; He confirmed His kinship, lest they deny the Christ Who comes from the seed of David, Whom also they were awaiting; He displayed the token of kinship. For if even when He was circumcised they said, We know not whence He is, had He not been circumcised according to the flesh, their denial would have had a plausible pretext. When, therefore, eight days were fulfilled for circumcising the child, Jesus was awaiting the growth of the instrument. When eight days were fulfilled: for the law commands to circumcise on the eighth day, and if the eighth day arrives, the physician steps forth into the midst and wields the steel blade, and plying his craft works on, and the sabbath rests idle on account of circumcision. Let us, therefore, question the Jews: The sabbath is repose; the day is complete rest from work: for what sake does the eighth day drive out the seventh? Why does the eighth day come to stand above the seventh? Yet the Jews do not know Jewish things, whereas the Church of Christ knows Christ and the Jewish lessons. For the child is circumcised
Notes, col. 807 bis

On the reading

Printed της, for τῆς.

Printed της, for τῆς.

Printed ἡμιν, for ἡμῖν.

Printed Κύριας, for Κύριος.

Printed τῶν συγγενείας, for τῆς συγγενείας.

PG 50:808 bisRead from the page
ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἵνα μὴ ἄρχωνται οἱ Ἰουδαῖοι λέγειν υἱὸν τοῦ τέκτονος, ἀλλὰ τοῦ ἐπουρανίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημμελημάτων ἐκπλῦναι θέλων· εἰ μὴ ἐγὼ βαπτισθῶ, πῶς ἐκεῖνος καθαρισθήσεται; Διὰ γὰρ τοῦτο καὶ τριάκοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχόμενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Φωνὴ Κυρίου ἐπὶ των ὑδάτων. Καὶ ἦν ἰδεῖν θεωρίαν φρικώδη. Ἥψατο μὲν τῆς κορυφῆς τοῦ Δεσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατεσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ Δεσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο. Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους λαλοῦν. Εἶτα ὡς ἀποκρινάμενος τοῖς πλήθεσι, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν, ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον. Δοξάσωμεν οὖν τὸν ἐπιφανέντα Δεσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
nature of water to be hallowed: I must fulfil all things. If I am not to be baptized by you, a king will not deign to be baptized by a poor priest. Suffer it now, suffer the Father to cry aloud from above, This is My beloved Son, lest the Jews begin to call Him son of the carpenter, rather than of the heavenly Father. Suffer it now: do not withstand Adam; I have become a second Adam, wishing to wash out the filth of his transgressions; unless I am baptized, how shall he be cleansed? For on this account I am also baptized at thirty years of age, awaiting his time, so that by his age My own work may be ratified. Suffer it now, that what was spoken through the prophet may be fulfilled: The voice of the Lord is upon the waters. And there was an awesome spectacle to behold. John, trembling all over, touched the crown of the Master's head; while as the heavens opened from above, angels gazed down upon what was taking place; and the grace of the Spirit, approaching the Master's head in the form of a dove, gently thrust aside John's right hand. And the multitude stood perplexed all the more, speaking to one another the question, Who is this? Then, as though answering the multitudes who were inquiring of one another, Who is this? the Father cried out, saying: This is My beloved Son, in Whom I am well pleased: hear Him. The Begetter cries aloud His tender affection towards the Son, that you may learn the Creator's disposition concerning the world: that He gave up such a Son on behalf of such slaves—on behalf of the hated the Beloved, on behalf of sinners the Sinless, on behalf of the inglorious the Glorious. Let us glorify, therefore, the Master Who appeared, with the Father, both the Son and the Holy Spirit, now and always, and unto the ages of the ages. Amen.
τῇ ὀγδόῃ, ἐπειδὴ ἔμελλε τῇ ὀγδόῃ ἡ ἀνάστασις, ἤγουν ἡ Κυριακὴ περιτομὴ εἶναι παντὸς τοῦ κόσμου. Διὰ τί γὰρ μὴ προσέταξε Μωϋσῆς περιτέμνειν τῇ ἕκτῃ; διὰ τί μὴ τῇ ἐννάτῃ ἢ τῇ δεκάτῃ; Φανερὰ τοίνυν ἡ ὀγδόη καθ' ἣν ἀνίσταται ὁ Κύριος. Εἴ τις οὖν μὴ πιστεύει τῇ ἀναστάσει, ἀπερίτμητός ἐστι τῇ καρδίᾳ, διὰ τῆς ἀπιστίας ἀλλοτριούμενος τοῦ Θεοῦ. Ἡ δὲ περιτομὴ τῆς πίστεως ἀληθής ἐστι γνῶσις καὶ αἴσθησις. Διὰ τοῦτο, ἀγαπητὲ, ἡ περιτομὴ τοῖς πιστοῖς λόγῳ ἁγίου βαπτίσματος παραδίδοται· τὸ δὲ ἅγιον βάπτισμα τύπος ἐστὶ τῆς Χριστοῦ ἀναστάσεως. Μετάβα τοίνυν ἀπὸ σαρκὸς εἰς τὸ πνεῦμα, καὶ ἀπὸ τοῦ σωματικοῦ εἰς τὴν ἀναγωγὴν τοῦ πνεύματος, καὶ εὑρήσεις ἐκεῖ μὲν σαρκικὴν περιτομὴν, ἐνταῦθα δὲ πνευματικὴν, καὶ τῶν ἁμαρτημάτων κάθαρσιν. Ὀγδόη δέ ἐστιν ἡ περιτομή· ἡ δὲ ὀγδόη ἐστὶ καὶ ἡ ἀνάστασις· τῆς δὲ ἀναστάσεως τύπος τὸ βάπτισμα· ἀπὸ τῶν μικρῶν εἰς τὰ μείζονα, ἀπὸ των σωματικῶν εἰς τὰ πνευματικώτερα. Ἔλθωσι τοιγαροῦν οἱ Ἰουδαῖοι καὶ προκόψωσιν· δεῖ γὰρ προκόψαι ἀπὸ τῶν σαρκικῶν, καὶ μὴ ἐν αὐτοῖς ἐναπομεῖναι. Ὁ μὲν οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μὴ ἐλθὼν καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, μετὰ Ἰουδαίων περιετμήθη. Φησὶν οὖν ὁ εὐαγγελιστής· Ἐπληρώθησαν αὐτῳ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Ἡμεῖς μὲν γὰρ καλούμεθα μετὰ τὸ τεχθῆναι, Ἰησοῦς δὲ καλεῖται πρὸ τοῦ τεχθῆναι· ἦν γὰρ πρὸ τοῦ συλληφθῆναι. Ἰησοῦς δὲ ἐκλήθη, ἐπειδὴ σωτῆρος εἶχε
on the eighth day, because on the eighth day the resurrection, that is to say the Lord's circumcision of the whole world, was going to take place. For why did Moses not command to circumcise on the sixth day? Why not on the ninth or on the tenth day? Manifest, therefore, is the eighth day, on which the Lord rises. If anyone, then, does not believe in the resurrection, he is uncircumcised in heart, estranged from God through unbelief. And the circumcision of faith is true knowledge and perception. On this account, beloved, circumcision is delivered to the faithful by way of holy baptism; and holy baptism is a type of Christ's resurrection. Pass over, therefore, from flesh to spirit, and from the bodily rite to the spiritual uplifting of the Spirit, and there you will find carnal circumcision, whereas here you will find spiritual circumcision and the purgation of sins. Now the eighth day is circumcision, and the eighth day is also the resurrection, and baptism is the type of the resurrection: from small things to greater, from bodily things to the more spiritual. Let the Jews come, then, and make progress; for one must make progress away from carnal things, and not remain behind in them. Our Lord Jesus Christ, then, Who came not to dissolve the law, but to fulfil it, was circumcised with Jews. The evangelist accordingly says: Eight days were fulfilled for Him to be circumcised, and His name was called Jesus, the name called by the angel before He was conceived in the womb. For we are named after being born, whereas Jesus is named before being born; for He existed before being conceived. And He was called Jesus, because He had a saviour's
Notes, col. 808 bis

On the reading

Printed των ὑδάτων, for τῶν ὑδάτων.

Printed των σωματικῶν, for τῶν σωματικῶν.

Printed αὐτῳ, for αὐτῷ.