ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἵνα μὴ ἄρχωνται οἱ Ἰουδαῖοι λέγειν υἱὸν τοῦ τέκτονος, ἀλλὰ τοῦ ἐπουρανίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημμελημάτων ἐκπλῦναι θέλων· εἰ μὴ ἐγὼ βαπτισθῶ, πῶς ἐκεῖνος καθαρισθήσεται; Διὰ γὰρ τοῦτο καὶ τριάκοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχόμενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Φωνὴ Κυρίου ἐπὶ των ὑδάτων. Καὶ ἦν ἰδεῖν θεωρίαν φρικώδη. Ἥψατο μὲν τῆς κορυφῆς τοῦ Δεσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατεσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ Δεσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο. Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους λαλοῦν. Εἶτα ὡς ἀποκρινάμενος τοῖς πλήθεσι, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν, ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον. Δοξάσωμεν οὖν τὸν ἐπιφανέντα Δεσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
nature of water to be hallowed: I must fulfil all things. If I am not to be baptized by you, a king will not deign to be baptized by a poor priest. Suffer it now, suffer the Father to cry aloud from above, This is My beloved Son, lest the Jews begin to call Him son of the carpenter, rather than of the heavenly Father. Suffer it now: do not withstand Adam; I have become a second Adam, wishing to wash out the filth of his transgressions; unless I am baptized, how shall he be cleansed? For on this account I am also baptized at thirty years of age, awaiting his time, so that by his age My own work may be ratified. Suffer it now, that what was spoken through the prophet may be fulfilled: The voice of the Lord is upon the waters. And there was an awesome spectacle to behold. John, trembling all over, touched the crown of the Master's head; while as the heavens opened from above, angels gazed down upon what was taking place; and the grace of the Spirit, approaching the Master's head in the form of a dove, gently thrust aside John's right hand. And the multitude stood perplexed all the more, speaking to one another the question, Who is this? Then, as though answering the multitudes who were inquiring of one another, Who is this? the Father cried out, saying: This is My beloved Son, in Whom I am well pleased: hear Him. The Begetter cries aloud His tender affection towards the Son, that you may learn the Creator's disposition concerning the world: that He gave up such a Son on behalf of such slaves—on behalf of the hated the Beloved, on behalf of sinners the Sinless, on behalf of the inglorious the Glorious. Let us glorify, therefore, the Master Who appeared, with the Father, both the Son and the Holy Spirit, now and always, and unto the ages of the ages. Amen.
τῇ ὀγδόῃ, ἐπειδὴ ἔμελλε τῇ ὀγδόῃ ἡ ἀνάστασις, ἤγουν ἡ Κυριακὴ περιτομὴ εἶναι παντὸς τοῦ κόσμου. Διὰ τί γὰρ μὴ προσέταξε Μωϋσῆς περιτέμνειν τῇ ἕκτῃ; διὰ τί μὴ τῇ ἐννάτῃ ἢ τῇ δεκάτῃ; Φανερὰ τοίνυν ἡ ὀγδόη καθ' ἣν ἀνίσταται ὁ Κύριος. Εἴ τις οὖν μὴ πιστεύει τῇ ἀναστάσει, ἀπερίτμητός ἐστι τῇ καρδίᾳ, διὰ τῆς ἀπιστίας ἀλλοτριούμενος τοῦ Θεοῦ. Ἡ δὲ περιτομὴ τῆς πίστεως ἀληθής ἐστι γνῶσις καὶ αἴσθησις. Διὰ τοῦτο, ἀγαπητὲ, ἡ περιτομὴ τοῖς πιστοῖς λόγῳ ἁγίου βαπτίσματος παραδίδοται· τὸ δὲ ἅγιον βάπτισμα τύπος ἐστὶ τῆς Χριστοῦ ἀναστάσεως. Μετάβα τοίνυν ἀπὸ σαρκὸς εἰς τὸ πνεῦμα, καὶ ἀπὸ τοῦ σωματικοῦ εἰς τὴν ἀναγωγὴν τοῦ πνεύματος, καὶ εὑρήσεις ἐκεῖ μὲν σαρκικὴν περιτομὴν, ἐνταῦθα δὲ πνευματικὴν, καὶ τῶν ἁμαρτημάτων κάθαρσιν. Ὀγδόη δέ ἐστιν ἡ περιτομή· ἡ δὲ ὀγδόη ἐστὶ καὶ ἡ ἀνάστασις· τῆς δὲ ἀναστάσεως τύπος τὸ βάπτισμα· ἀπὸ τῶν μικρῶν εἰς τὰ μείζονα, ἀπὸ των σωματικῶν εἰς τὰ πνευματικώτερα. Ἔλθωσι τοιγαροῦν οἱ Ἰουδαῖοι καὶ προκόψωσιν· δεῖ γὰρ προκόψαι ἀπὸ τῶν σαρκικῶν, καὶ μὴ ἐν αὐτοῖς ἐναπομεῖναι. Ὁ μὲν οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μὴ ἐλθὼν καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, μετὰ Ἰουδαίων περιετμήθη. Φησὶν οὖν ὁ εὐαγγελιστής· Ἐπληρώθησαν αὐτῳ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Ἡμεῖς μὲν γὰρ καλούμεθα μετὰ τὸ τεχθῆναι, Ἰησοῦς δὲ καλεῖται πρὸ τοῦ τεχθῆναι· ἦν γὰρ πρὸ τοῦ συλληφθῆναι. Ἰησοῦς δὲ ἐκλήθη, ἐπειδὴ σωτῆρος εἶχε
on the eighth day, because on the eighth day the resurrection, that is to say the Lord's circumcision of the whole world, was going to take place. For why did Moses not command to circumcise on the sixth day? Why not on the ninth or on the tenth day? Manifest, therefore, is the eighth day, on which the Lord rises. If anyone, then, does not believe in the resurrection, he is uncircumcised in heart, estranged from God through unbelief. And the circumcision of faith is true knowledge and perception. On this account, beloved, circumcision is delivered to the faithful by way of holy baptism; and holy baptism is a type of Christ's resurrection. Pass over, therefore, from flesh to spirit, and from the bodily rite to the spiritual uplifting of the Spirit, and there you will find carnal circumcision, whereas here you will find spiritual circumcision and the purgation of sins. Now the eighth day is circumcision, and the eighth day is also the resurrection, and baptism is the type of the resurrection: from small things to greater, from bodily things to the more spiritual. Let the Jews come, then, and make progress; for one must make progress away from carnal things, and not remain behind in them. Our Lord Jesus Christ, then, Who came not to dissolve the law, but to fulfil it, was circumcised with Jews. The evangelist accordingly says: Eight days were fulfilled for Him to be circumcised, and His name was called Jesus, the name called by the angel before He was conceived in the womb. For we are named after being born, whereas Jesus is named before being born; for He existed before being conceived. And He was called Jesus, because He had a saviour's