Migne Reading Room

PG 50 · cols. 803 bis–805 · Read from the page

Spuria: Monitum ad Homiliam in S. Theophania (B. de Montfaucon)

Spuria: Monitum ad Homiliam in S. Theophania (B. de Montfaucon)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:803 bisRead from the page
φανεὶς Δεσπότης Χριστὸς ὁ ⟨Θ⟩εὸς ἡμῶν· αὐτῷ ἡ δ⟨ό⟩ξα καὶ τὸ κράτος ἅμα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
appeared, the Master Christ our God; to Him be the glory and the might together with the Father and His all-holy and life-giving Spirit, now and ever, and unto the ages of the ages. Amen.
MONITUM
ADMONITION
Lectu indignum et insulsum opusculum in Theophania non sine fastidio edimus. Quem enim non pigeat hujusmodi nugas tractare? Quia tamen ab Savilio et Frontone jam editum fuerat, hic inter Spuria locum habeat.
Not without distaste do we publish this insipid little work on the Theophany, unworthy of being read. For whom would it not irk to handle trifles of this sort? Yet since it had already been published by Savile and Fronton, let it have a place here among the Spuria.
ΕΙΣ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΙΑ.
ON THE HOLY THEOPHANY.
Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμένους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκείνης τῆς πηγῆς, καὶ ζωοποιεῖται· ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων· οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει. Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου βοῶντος πρὸς τὸ συνελθὸν πανταχόθεν καὶ βαπτιζόμενον τὸ τῶν Ἰουδαίων πλῆθος· Ἐγὼ μὲν ⟨β⟩απτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, Ὁ ὀπίσω μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο ὁ Κύριος, ὅτι ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι; Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει· ὑποδήματα γὰρ ἡ ἐνανθρώπησις τοῦ Κυρίου προσαγορεύεται. Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Διὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖσα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμενος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος, καὶ τὸν ἰσχυρότερον Κύριον σαλπίζοντος, οἱ ὑπ' αὐτοῦ βαπτιζόμενοι ἀντέβαινον τῷ Ἰωάννῃ, λέγοντες· Ἔχεις ἰσχυρότερόν σού τινα, ὦ προφῆτα; τί σεαυτὸν συκοφαντεῖς; σὺ τοῦ μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀνθρώποις ποθητὸς, καὶ θηρίοις φοβερός. Ἔχεις ἰσχυρότερόν σού τινα; τί ἀδολεσχεῖς; Οὐκ ἔστι σοῦ ἰσχυρότερος. Σὺ καὶ κατ' ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης, σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώθης, σὺ τὴν γλωτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάρις Θεοῦ ἑρμηνεύεται. Τί τοίνυν συκοφαντεῖς ἑαυτόν; Οὐκ ἔχεις τὸν ἰσχυρότερόν σου. Ὁ δὲ Ἰωάννης, ὡς δοῦλος ὑπὲρ τοῦ Δεσπότου μαρτυρῶν, θεϊκὴν ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων· Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέγετε· ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. Ἰσχυρότερός μου ἔρχεται. Ἐγὼ δι' ἐκεῖνον, ἐκεῖνος οὐ δι' ἐμέ· ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου· ἐγὼ στρατιώτης, ἐκεῖνος βασιλεύς· ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος· ἐγὼ τὸ Πνεῦμα δεδανεισμένος, ἐκεῖνος ζωὴν παρέχει πᾶσιν ἀνθρώποις· ἐγὼ μετανοίας κήρυξ, ἐκεῖνος υἱοθεσίας δοτήρ· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, προκαθαίρων ὑμᾶς ὡς σκεύη ῥερυπωμένα ταῖς ἁμαρτίαις, ἐκεῖνος ἐμβαλεῖ τὸ μύρον τῆς χάριτος· Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγιαστικῷ. Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιοκρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαντας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ἐκεῖνον προσμείνατε, παρ' ἐκείνου τὸ τέλειον δέξασθε βάπτισμα· ἐγὼ λύχνος ἐν μέρει, ἐκεῖνος ἥλιος πανταχοῦ. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστί. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος καὶ παραπλήσια τούτων, οἱ ὑπ' αὐτοῦ βαπτισθέντες ὄχλοι προσέμενον ἀντιβάλλοντες πρὸς ἀλλήλους, καὶ λέγοντες· Καρτερήσωμεν καὶ ἴδωμεν τὴν μέλλουσαν διαβαίνειν βασιλείαν ἢ φαντασίαν· ἐφόρτωσεν ἡμῶν τὰς ἀκοὰς Ἰωάννης καταπληκτικοῖς λόγοις· ἰσχυρότερον αὐτοῦ παραγενέσθαι λέγει, πτύον καὶ πῦρ καὶ Πνεῦμα φέροντα. Ἐν τούτοις τῶν ὄχλων καραδοκούντων κοσμικῆς βασιλείας παρουσίαν, ἑνὶ ὁ των ὅλων Δεσπότης καὶ Θεὸς ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ' αὐτοῦ βαπτισθῆναι. Ταύτην τοίνυν τὴν ταπεινὴν θέαν τῆς τοῦ Χριστοῦ ἐπιστασίας ὁ Βαπτιστὴς Ἰωάννης παρὰ πολλὴν προσδοκίαν θεασάμενος, ἰλιγγίασεν, ἠπόρησε, καὶ ἐξεπλάγη· τόπος φυγῆς περιεβλέπετο, θέλων δραπετεῦσαι· καὶ οὐχ ηὕρησεν· ἀοράτος γὰρ ἦν κρατούμενος καὶ συνεχόμενος· ἐβόα πρὸς τὸν κρατοῦντα Κύριον λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Τί ποιεῖς, Δέσποτα; τί προδίδως με τοῖς ὄχλοις εἰς θάνατον; Νῦν ὡς ψευδολόγον ὄχλοι λιθάσουσιν· ἐγὼ μεγάλα περὶ σοῦ ἐκήρυξα, καὶ σὺ ὡς λιτὸς καὶ ξένος παραγέγονας. Τί ποιεῖς, Δέσποτα; καὶ ἄνω Υἱὸς βασιλέως, καὶ κάτω Υἱὸς βασιλέως· καὶ οὐδαμῶς σκῆπτρον βασιλικόν; Δεῖξόν σου τὴν ἀξίαν· τί μόνος καὶ λιτὸς παραγέγονας; ποῦ σου τὸ τῶν ἀγγέλων στῖφος; ποῦ τὸ τῶν ἀρχαγγέλων τάγμα; ποῦ σου ἡ ἑξαπτέρυγος τῶν Χερουβὶμ λειτουργία; ποῦ τὸ πτύον; που τὸ πῦρ; ποῦ σου τὸ Πνεῦμα τὸ ἅγιον; Μωϋσῆν ἐδόξασας, νεφέλην φωτεινὴν παρέστησας, στῦλον πυρὸς πορεύεσθαι αὐτῷ παρεσκεύασας, τὸ πρόσωπον αὐτοῦ ἀγγελικῇ δόξῃ περιήστραψας, τὸν δοῦλον ἐν τοσαύτῃ δόξῃ ἠμφίασας, καὶ σὺ ὁ Δεσπότης ἐν ἰδιωτικῷ σχήματι παραγενόμενος τὴν κεφαλήν μοι προσκλίνεις; Ἀνάνευσον, κεφαλὴ πάντων ὑπάρχεις· δεῖξον ὅπερ εἶς· ἔδειξας τὰ ταπεινὰ, δεῖξον καὶ τὰ ὑψηλά· βάπτισον τοὺς παρόντας, καὶ πρὸ πάντων ἐμέ. Τί βαπτίσαι θέλων; Ὁ Ἰορδάνης οὐ δέχεται· ἐγνώρισέ σε τὸν ποιητὴν, ἀνέτρεψε τὰ ῥεῖθρα εἰς τὰ ὀπίσω, οὐ προβαίνει εἰς τὰ ἔμπροσθεν, ἀρνεῖται τὴν τάξιν. Τὰ στοιχεῖα γνωρίζουσι, κἀγὼ μὴ γνωρίσω; Εἰ θέλεις βαπτισθῆναι, ἑαυτὸν βάπτισον. Οὐκ ἐκτείνω τὰς χεῖρας· ἀρνοῦνται τὴν σύνθεσιν, ναρκῶσι, συστέλλονται· ὃ οὐκ ἐδιδάχθησαν κρατεῖν, οὐκ ἐπιδέχονται. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Οἶδά σε τί⟨ς⟩ εἶ,
The fountain of the evangelical teachings has its streams opened, and if anyone thirsting drinks out of that fountain, he too is made alive; and he is made alive according to the spirit and the law of the commandments, receiving gladness beyond wine. For insatiable is the sweetness of the spiritual oracles; for it does not gladden the belly, but the heart, and leads the thoughts of the pious unto love of God. For you heard just now in the Gospel John the Baptist crying aloud to the multitude of the Jews that had gathered from everywhere and was being baptized: I indeed baptize you with water unto repentance; but He Who comes after me is mightier than I. He Who comes after me: after, on account of the offspring of birth. But He Who comes after me is mightier than I, Whose sandals I am not fit to bear. And what sort of sandals to be borne was the Lord wearing beneath, that he said, I am not fit to bear His sandals? Here by sandals he means the mysteries of the dispensation; for the incarnation of the Lord is addressed as sandals. And of this the Lord is witness, crying aloud through the prophet: Upon Idumaea will I stretch out My sandal. On this account the incarnation of the Lord was also called a footstool, as having been seen upon earth, and having reached the boundary of the earth. Which very thing the prophet also, making clear the manifestation from both sides, cried aloud: Exalt the Lord our God, and worship at the footstool of His feet. I indeed baptize you with water unto repentance; but He Who comes after me is mightier than I, Whose sandals I am not fit to bear; He Himself will baptize you with the Holy Spirit and fire. Whose winnowing-fan is in His hand, and He will gather the wheat into His granary, while the chaff He will burn up with unquenchable fire. While John was exhorting these things, and trumpeting the mightier Lord, those who were baptized by him opposed John, saying: Do you have someone mightier than yourself, O prophet? Why do you slander yourself? You are the son of the great Zacharias, you are both beloved by men and terrible to wild beasts. Do you have someone mightier than yourself? Why do you prattle? There is none mightier than you. You too were born according to promise, you were announced by Gabriel, you were manifested in the sanctuary, you loosed your begetter's tongue that had been bound by Gabriel, you have been called John, which is interpreted grace of God. Why, then, do you slander yourself? You do not have one mightier than yourself. Yet John, bearing witness as a servant on behalf of the Master, and not deigning to usurp divine dignity for himself, cried out in reply to the opposing crowds, saying: You speak what you do not know; I bear witness to what I know. One mightier than I comes. I am on account of Him, He is not on account of me; I am from a barren woman, He is from a virgin; I am a soldier, He is a King; I am a forerunner, He is heavenly; I have borrowed the Spirit, He grants life to all men; I am a herald of repentance, He is the Giver of adoption as sons; I baptize you with water, cleansing you beforehand like vessels fouled by sins, He will pour in the unguent of grace: He Himself will baptize you with the Holy Spirit and fire—not consuming, but sanctifying. I ply a tongue of admonition, while He, bearing the winnowing-fan of righteous judgement, will both bring up the righteous like ripe wheat into the granary of the heavens, and hand over sinners and the unrepentant like chaff to the unquenchable fire. But He Who comes after me is mightier than I. Await Him, from Him receive the perfect baptism; I am a lamp in part, He is the Sun everywhere. But He Who comes after me is mightier than I. While John was exhorting these things and things like them, the crowds baptized by him waited on, debating with one another, and saying: Let us persevere and behold the kingdom or pageantry that is about to pass by; John has laden our ears with astounding words; he says that One mightier than he is arriving, bearing winnowing-fan and fire and Spirit. Meanwhile, as the crowds were eagerly awaiting the presence of a worldly kingdom, for one the Master and God of all passing down from above, behold, the Lord also in the outward aspect of the incarnation, alone, plain, in a single tunic, like one of all men, having arrived at the Jordan, bowed His head to John, wishing to be baptized by him. When John the Baptist, therefore, beheld this humble sight of Christ's presence contrary to great expectation, he grew dizzy, was at a loss, and was struck with dismay; a place of flight was looked round for, as he wished to run away, and he found none; for he was held fast and constrained invisibly; he cried aloud to the Lord Who held him fast, saying: I have need to be baptized by Thee, and dost Thou come to me? What doest Thou, O Master? Why dost Thou hand me over to the crowds unto death? Now the crowds will stone me as a speaker of falsehood; I proclaimed great things concerning Thee, and Thou hast arrived as one plain and a stranger. What doest Thou, O Master? Both above the Son of the King, and below the Son of the King—and nowhere a royal sceptre? Show Thy dignity; why hast Thou arrived alone and plain? Where is Thy throng of angels? Where is the rank of the archangels? Where is Thy six-winged ministry of the Cherubim? Where is the winnowing-fan? Where is the fire? Where is Thy Holy Spirit? Moses Thou didst glorify, a shining cloud Thou didst set beside him, a pillar of fire Thou didst prepare to go before him, his countenance Thou didst flash round with angelic glory, the servant Thou didst clothe in so great glory, and dost Thou the Master, arriving in a private man's guise, bow Thy head to me? Lift up Thy head, Thou art the Head of all; show what Thou art; Thou didst show lowly things, show lofty things also; baptize those present, and before all me. Why wishing to baptize? The Jordan does not receive Thee; it recognized Thee the Maker, it turned its streams backward, it does not advance forward, it refuses its order. The elements recognize Thee, and shall I not recognize Thee? If Thou willest to be baptized, baptize Thyself. I do not stretch out my hands; they refuse their jointing, they grow numb, they shrink back; what they were not taught to lay hold of, they do not admit. I have need to be baptized by Thee, and dost Thou come to me? I know Thee who Thou art,
Notes, col. 803 bis

On the reading

Printed γλωτταν, for γλῶτταν.

Printed ὁ των ὅλων, for ὁ τῶν ὅλων.

Printed ἀοράτος, for ἀοράτως.

Printed που τὸ πῦρ, for ποῦ τὸ πῦρ.

PG 50:805Read from the page
Amen.
Amen.
AD HOMILIAM IN SANCTA THEOPHANIA.
ON THE HOMILY ON THE HOLY THEOPHANY.
Interpretationem Achillis Statii Lusitani, utpote non accuratam et ad aliud diversumque exemplar Graecum concinnatam, rejecimu⟨s⟩, novamque paravimus.
We have rejected the translation of Achilles Statius the Portuguese, inasmuch as it is inaccurate and fashioned after another and different Greek exemplar, and we have prepared a new one.
IN SANCTA THEOPHANIA.
ON THE HOLY THEOPHANY.
Evangelicorum fons documentorum apertos habet rivos, ac si quis sitibundus ex illo bibat, vitam accipit : vitam autem accipit secundum spiritum et legem praeceptorum, laetitiamque vino jucundiorem accipit. Nullam quippe satietatem affert spiritualium oraculorum dulcedo : non enim ventrem, sed cor gaudio replet piorumque cogitationes in divinum amorem impellit. Audisti modo in Evangelio Joannem Baptistam clamantem ad confluentem undique ad baptismum Judaeorum turbam : Ego quidem baptizo vos in aqua ad poenitentiam; sed qui post me venit, fortior me est. Qui post me venit : Post, scilicet secundum partum. Qui post me venit, fortior me est, cujus non sum dignus calceamenta portare (Matth. 3. 11). Ecqua calceamenta gestanda ferebat Dominus, ut dicat, Non sum dignus calceamenta portare? Hic vocat calceamenta dispensationis mysteria : calceamenta quippe vocatur incarnatio Domini. Hujusque rei testis est Dominus, cum per prophetam clamat : In Idumaeam extendam calceamentum meum (Psal. 59. 10). Ideoque scabellum etiam audit Christi Incarnatio, utpote visa in terris, et terminum terrae complexa : quod etiam propheta ex utraque parte declarans clamabat, Exaltate Dominum Deum nostrum et adorate scabellum pedum ejus (Psal. 98. 5). Ego quidem baptizo vos in aqua ad poenitentiam : qui autem post me venit, fortior me est, cujus non sum dignus calceamenta portare : ipse vos baptizabit in Spiritu sancto et igni. Cujus ventilabrum in manu ejus : et triticum quidem congregabit in horreum suum, paleam autem comburet igni inexstinguibili (Matth. 3. 11. 12). Haec nuntianti Joanni fortiorique se Domino quasi tuba praecinenti, reclamabant ii, qui ab illo baptizati fuerant : Num quispiam te fortior, o propheta? quid tibi ipsi calumniam infers? tu magni Zachariae filius, tu hominibus desiderabilis, ferisque terribilis. Num quispiam te fortior? quid nugaris? Nemo te fortior est. Tu promissione praevia natus es, tu a Gabriele annuntiatus, tu in ipso altari declaratus, tu vinctam parentis tui linguam per Gabrielem solvisti, tu Joannes vocaris, quod significat gratiam Dei. Quid teipsum calumnia impetis? Nullus est te fortior. At Joannes ut servus Domino testimonium perhibens, divinam sibi dignitatem non arrogans, contra reclamantes turbas vociferabatur : Vos id, quod nescitis, loquimini, ego vero quod scio testificor. Fortior me venit : ego propter illum, non ille propter me : ego ex sterili, ille ex virgine : ego miles, ille rex : ego praecursor, ille caelestis : ego spiritum mutuo accepi, ille vitam largitur omnibus hominibus : ego poenitentiae praeco, ille adoptionis largitor : ego baptizo vos in aqua, prius vos emundans ut vasa peccatis sordida; ille gratiae unguentum infundet : Ipse vos baptizabit in Spiritu sancto et igni, qui non urat, sed qui sanctos efficiat. Ego monitis linguam adhibeo, ille justi judicii ventilabrum gestat atque justos ceu triticum maturum in horreum caelorum deferet, peccatores vero non resipiscentes ceu paleam comburendam tradet igni inexstinguibili. Qui autem post me venit, fortior me est. Illum exspectate, ab illo perfectum accipite baptisma : ego lucerna in aliqua parte, ille sol ubique. Qui autem post me venit, fortior me est. Haec atque his similia Joanne praedicante, turbae ab illo baptizatae exspectabant mutuo sic colloquentes : Perseveremus venturi regni vel pompae spectatores, verbis quippe terribilibus aures nostras oneravit Joannes : sed fortiorem venturum dicit, ventilabrum, ignem et Spiritum ferentem. Cum exspectarent turbae mundani regni adventum, quo universorum Deus de caelo descenderet, Ecce Dominus humana specie, solus, abjectus, cum una veste, quasi unus e vulgo, ad Jordanem accedens, caput inclinavit Joanni ut baptismum acciperet. Hoc humili Christi accedentis spectaculo praeter exspectationem conspecto Joannes Baptista haesitavit, dubitavit, obstupuit : fugae locum captabat undique, nec quo aufugeret reperit; invisibili manu detentus et cohibitus, et Dominum se detinentem sic clamans alloquebatur : Ego debeo a te baptizari, et tu venis ad me (Matth. 3. 14). Quid facis, Domine? quid me turbis necandum tradis? Me mox ut mendacem turbae lapidabunt : ego magna de te praedicavi, et tu quasi e trivio et peregrinus advenisti. Quid facis, Domine? supra Regis Filius, et infra quoque Regis Filius, et nusquam sceptrum regium? Profer dignitatem tuam : cur solus et vilis advenisti? ubi tua illa angelorum cohors? ubi archangelorum ordo? ubi Cherubinorum, qui sex alis instructi sunt, ministerium? ubi ventilabrum? ubi ignis? ubi ille tuus Spiritus sanctus? Moysem gloria affecisti, lucidam nubem apposuisti, columnam igneam ipsum praecedere jussisti, vultum ejus angelica gloria fulgere curasti, servum tali gloria circumdedisti, et tu Dominus privato accedens habitu caput inclinas mihi? Erige te, caput es omnium : ostende qui sis : humilia exhibuisti, excelsa jam ostende : eos qui adsunt baptiza, meque primum. Quid eveniet si te baptizare velim? Jordanis non feret : ille te conditorem novit, fluenta retro convertit, non ultra cursu solito fluit, ordini renuntiat. Elementa te norunt, et ego non te noverim? Si vis baptizari, te ipsum baptiza. Non extendo manus : negant illae officium, torpent, contrahuntur, et quod minime didicerunt, exercere non valent. Ego debeo a te baptizari, et tu venis ad me (Ibid. v. 14)? Novi qui sis, tuque scis me nosse te. Quid me celas, qui te novi?
The fountain of evangelical teachings has open streams, and if anyone thirsting drinks from it, he receives life: he receives life according to the Spirit and the law of the commandments, and receives a gladness sweeter than wine. For the sweetness of spiritual oracles brings no cloying surfeit: it fills not the belly, but the heart with joy, and spurs the thoughts of the devout unto divine love. Just now in the Gospel you heard John the Baptist crying aloud to the multitude of the Jews streaming together from every side to his baptism: I indeed baptize you with water unto repentance; but He who comes after me is mightier than I. He who comes after me: 'after,' namely according to birth. He who comes after me is mightier than I, whose sandals I am not worthy to carry (Matt. 3:11). What sandals did the Lord wear to be carried, that John should say, I am not worthy to carry His sandals? Here he calls the mysteries of the divine dispensation 'sandals': for the Incarnation of the Lord is called 'sandals.' And of this fact the Lord Himself is witness when He cries aloud through the prophet: Upon Edom will I cast My sandal (Ps. 59:10). And therefore the Incarnation of Christ is also called a 'footstool,' inasmuch as it was seen upon earth and embraced the bounds of the earth—which the prophet, declaring from both sides, cried aloud: Exalt the Lord our God, and worship the footstool of His feet (Ps. 98:5). I indeed baptize you with water unto repentance; but He who comes after me is mightier than I, whose sandals I am not worthy to carry: He shall baptize you with the Holy Spirit and fire. Whose winnowing-fan is in His hand, and He will gather His wheat into His granary, but the chaff He will burn up with unquenchable fire (Matt. 3:11, 12). As John proclaimed these things and sounded the trumpet before the Lord mightier than himself, those who had been baptized by him cried out in protest: 'Is anyone mightier than you, O prophet? Why do you slander yourself? You are the son of great Zachariah, you are longed for by men and dreadful to wild beasts! Is anyone mightier than you? Why do you jest? No one is mightier than you! You were born through a prior promise, you were heralded by Gabriel, you were proclaimed at the very altar, through Gabriel you loosed your father's fettered tongue, you are called John, which signifies the grace of God! Why do you assail yourself with slander? None is mightier than you!' Yet John, bearing witness as a servant to his Lord and arrogating no divine dignity to himself, cried aloud against the protesting crowds: 'You speak of what you do not know, whereas I testify to what I know! One mightier than I is coming: I exist for His sake, not He for mine; I am from a barren woman, He from a virgin; I am a soldier, He the King; I am the forerunner, He is heavenly; I received the Spirit on loan, He bestows life upon all men; I am the herald of repentance, He the Bestower of adoption; I baptize you with water, first cleansing you like vessels soiled with sins, while He will pour in the ointment of grace: He shall baptize you with the Holy Spirit and fire—a fire not to scorch, but to render men holy. I lend my tongue to admonitions; He wields the winnowing-fan of righteous judgement, and will carry the righteous like ripe wheat into the granary of heaven, while unrepentant sinners He will hand over like chaff to be burned up with unquenchable fire. He who comes after me is mightier than I. Await Him, receive perfect baptism from Him: I am a lamp in one corner, He is the Sun everywhere! He who comes after me is mightier than I.' While John was preaching these and similar things, the crowds baptized by him waited expectantly, conversing thus with one another: 'Let us remain as spectators of the coming kingdom or pageant, for John has weighed down our ears with dreadful words, yet says that One mightier is coming, bringing a winnowing-fan, fire, and the Spirit.' While the crowds were awaiting the arrival of a worldly kingdom wherein the God of all would come down from heaven, behold, the Lord in human guise—alone, lowly, with a single garment, like one of the common crowd—coming to the Jordan, bowed His head to John to receive baptism! Beholding this lowly spectacle of Christ approaching contrary to all expectation, John the Baptist hesitated, wavered, stood aghast: he cast about on every side for a place of flight, yet found nowhere to flee; held fast and restrained by an invisible hand, he cried aloud and addressed the Lord who held him fast: I ought to be baptized by You, and do You come to me (Matt. 3:14)? 'What are You doing, Lord? Why do You hand me over to the crowds to be slain? Soon the crowds will stone me as a liar: I proclaimed great things of You, and You have come like a man from the crossroads and a stranger! What are You doing, Lord? On high the King's Son, and below also the King's Son, and nowhere a royal sceptre? Display Your majesty! Why have You come alone and lowly? Where is that throng of Your angels? Where is the rank of archangels? Where is the ministry of the Cherubim arrayed with six wings? Where is the winnowing-fan? Where is the fire? Where is that Holy Spirit of Yours? You clothed Moses with glory, You set a bright cloud near him, You bade a pillar of fire go before him, You caused his countenance to shine with angelic glory—a servant You surrounded with such glory, and do You, the Lord, approaching in private attire, bow Your head to me? Lift Yourself up—You are the Head of all! Show who You are! Lowly things You have displayed; display now things exalted! Baptize those present, and me first of all! What will happen if I consent to baptize You? The Jordan will not endure it: it knows You as its Creator, it turns its streams backward, it flows no further in its wonted course, it renounces its natural order! The elements know You, and should I not know You? If You wish to be baptized, baptize Yourself! I do not stretch forth my hands: they refuse their office, they grow numb, they draw back, and cannot perform what they have never learned. I ought to be baptized by You, and do You come to me (ibid., v. 14)? I know who You are, and You know that I know You. Why do You conceal Yourself from me, who know You?'
Notes, col. 805

On the reading

Printed in aqua ud, for in aqua ad.

Printed v. 18, for v. 14.