Migne Reading Room

PG 50 · cols. 803–804 · Read from the page

In S. Joannem Praecursorem et in S. Theophania (Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον)

In S. Joannem Praecursorem et in S. Theophania (Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Πρόδρομον)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:803Read from the page
κάτωθεν μόνον βλαστήσαντα; ὁ τοσοῦτος Δεσπότης πρὸς ἐμὲ τὸν μικρὸν οἰκέτην; Ἀλλὰ δοῦλος δεσπότην οὐκ ἐλευθεροῖ, λύχνος ἥλιον οὐ φωτίζει, πηλὸς οὐ διορθοῦται κεραμέα, πρόβατον οὐ ποιμαίνει ποιμένα, πρόδρομος οὐ σεμνύνει βασιλέα. Ποταμὸς τὴν σὴν οὐ βαστάζει θεότητα· ποταμὸς οὐ μετρεῖ, ὃν οὐρανὸς οὐ χωρεῖ· ὁ Ἰορδάνης οὐ λούει τὸν ἑαυτοῦ ποιητήν· τὸ ὕδωρ ἐπιγινώσκει τὸν πλάσαντα· τὰ ῥεύματα ταῦτα οὐκ οἶδε τὸ φῶς, κἀγὼ τολμήσω πρὸς τὴν λειτουργίαν; Ἡ ψυχή μου ἰλιγγιᾷ, ἡ χείρ μου τρέμουσα φοβεῖται πλησιάσαι τῷ παναγίῳ σου σώματι.
sprouted forth from below alone? So great a Master to me the little household servant? Yet a servant does not set free his master, a lamp does not illumine the sun, clay does not set right the potter, a sheep does not shepherd the shepherd, a forerunner does not dignify a king. A river does not bear Thy divinity; a river does not measure Him Whom heaven does not contain; the Jordan does not wash its own Maker; the water recognizes Him Who fashioned it; these streams know not the Light, and shall I dare to undertake the ministry? My soul grows dizzy, my trembling hand fears to draw near to Thine all-holy body.
Τί ποιήσω; τί διαπράξομαι; Καὶ τρέμω σε, Δέσποτα, καὶ ποθῶ· καὶ φεύγειν οὐ τολμῶ, καὶ προσελθεῖν οὐ θαῤῥῶ· καὶ δοῦναι τὸ βάπτισμα φρίττω, καὶ λαβεῖν ἁγιασμὸν ἐπιποθῶ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· ἐγώ σε προσκυνεῖν, οὐ βαπτίζειν δεδίδαγμαι· ἐγὼ μᾶλλον ὑποκλίνω τὸν ἐμὸν αὐχένα τῇ σῇ δεξιᾷ. Εὐλόγησόν με, ὁ εὐλογῶν ἔτη δικαίων· ποίησόν με τοῖς Ἰορδανείοις ῥείθροις ἐγχορεῦσαι σήμερον, ὡς ἐποίησάς με πρώην ἐνσκιρτῆσαι τοῖς μητρῴοις ἐμβρύοις. Ναὶ, φησὶν ὁ Δεσπότης, ὦ βαπτιστὰ, θαυμάζω σου τὴν εὐλάβειαν, ἀλλὰ τὴν εὐπείθειαν ἐπιζητῶ. Γέγονας τῆς ἐμῆς βασιλείας συνήγορος, ἀλλ' ὀφείλεις γενέσθαι καὶ τῆς ἐμῆς οἰκονομίας διάκονος· Ἦλθον ἐγὼ πρὸς σὲ, ἐπειδὴ τοῦτο συμφέρει σοί τε καὶ τοῖς κατὰ σέ· ἦλθον ἐγὼ πρὸς σὲ, ἵνα πάντες οἱ ἄνθρωποι παραγένωνται πρὸς ἐμέ· κατῆλθον ἐκ τῶν οὐρανῶν, καὶ ὅλος ἐν τοῖς κόλποις εἰμὶ τοῦ Πατρὸς, ἵνα συνάψω τῷ πλάστῃ τὸ ποίημα· ἦλθον ὁ παρὼν, ἵνα ζωγρήσω τοὺς φεύγοντας· ἦλθον ὡς ἄνθρωπος, ὅπου παρήμην ὡς Θεὸς, ἵνα τοὺς ἀνθρώπους θεοὺς ἀπεργάσωμαι· ἔλαβον ἐξ ὑμῶν μητέρα πενιχρὰν, ἵνα δυνηθῆτε μετὰ παῤῥησίας ὑμεῖς τὸν ἐμὸν Πατέρα καλεῖν· ἐτράφην ὡς βρέφος τῇ τοῦ γάλακτος τροφῇ, ἵνα τοῖς πιστοῖς τροφὴν ἐμαυτὸν παραθήσω· περιεβλήθην σπαργάνοις παιδικοῖς, ἵνα διαῤῥήξω τοὺς τῆς ἀνομίας δεσμούς· ἀνεκλίθην οὐκ ἐπὶ κλίνης βασιλικῆς, ἀλλ' ἐπὶ φάτνης εὐτελοῦς ἵνα μετὰ τὴν ἐμὴν ἐπὶ τῆς φάτνης ἀνάκλισιν μηκέτι μηδεὶς τῶν λογικῶν ὡς ἄλογος ἀλογίαν νοσῇ· ἐδεξάμην ἐν τῇ σαρκί μου περιτομὴν, ἣν ἐγὼ πρώην ἐνομοθέτησα, ἵνα τὴν ἀχειροποίητον ἐπεισάγω περιτομήν· ἀνήνεγκα τὴν νενομισμένην θυσίαν ὡς πρωτότοκος ὁ Μονογενὴς, ἵνα μεταποιήσω τὴν τοιαύτην θυσίαν, καὶ ξένην θυσίαν ἐμαυτὸν ἀπεργάσωμαι. Ἔφυγον εἰς Αἴγυπτον, ἀλλ' οὐκ ἀπέστην τοῦ εἶναι πάντων καταφυγή· ἐγενόμην βρέφος νέον, τέλειος ἀνὴρ, ὡς ὁρᾷς, ἵνα τὸ τέλειον τοῖς ἀτελέσι χαρίσωμαι· ἦλθον διὰ πάσης ἡλικίας, ἵνα πᾶσαν ἡλικίαν τειχίσω τῇ κατὰ μικρὸν προκοπῇ. Ἐπέβην καὶ ποταμῷ, ἵνα ποιήσω τοὺς γηγενεῖς ἐπιβαίνειν τοῦ οὐρανοῦ· καὶ δέχομαι τὸ βάπτισμα τοῦτο, ἵνα παράσχω τοῖς ἐμοῖς μαθηταῖς τῆς παλιγγενεσίας τὸ βάπτισμα. Ἀνέχομαι καταδύσεως, ὡς ἠνεσχόμην τῆς κατὰ σάρκα γεννήσεως. Ὡς νομοθέτης τιμῶ τοῦ νόμου τὰ δίκαια, ἵνα καινουργήσω τῆς χάριτος τὰ σύμβολα· ὡς ἰατρὸς ὑγιαίνων μεταλαμβάνω τοῦ φαρμάκου τῶν νοσούντων, μὴ δεόμενος τούτου, ἵνα καινότερον βοήθημα τὸ τῆς κολυμβήθρας ἐπινοήσω τοῖς κάμνουσι. Σταυρὸν διὰ τοὺς ἁμαρτωλοὺς καταδέχομαι, καὶ λουτρὸν ἀκίνδυνον παραιτήσομαι; νέκρωσιν ὑπομένειν μέλλω τριήμερον, καὶ κατάδυσιν ἄλυπον οὐ ποιήσομαι; εἰς αὐτὸν καταβῆναι ἐπείγομαι τὸν τοῦ ᾅ⟨δ⟩ου βυθὸν, καὶ ποταμοῦ ῥεῖθρον οὐ περιπτύξομαι; Βάπτισον οὖν με, τὸν μέλλοντα βαπτίζειν καὶ σώζειν τοὺς θέλοντας· βάπτισόν με τὸν μέλλοντα βεβαπτισμένην ταῖς ἁμαρτίαις τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὕψος ἐπαίρειν οὐράνιον· βάπτισόν με ὡς ἄνθρωπον κάτω, τὴν ἄνω παρὰ τῶν ἀγγέλων ὑμνούμενον ὡς Θεόν. Γενοῦ τῶν ἐμῶν μυστηρίων ὑπηρέτης ὀξύς· μετάθες τὴν παραίτησιν εἰς πρᾶξιν ἀγαθήν· στῆσον τὴν γλῶτταν, καὶ κίνησον πρὸς τὸ ἔργον τὴν δεξιάν· ἐπίθες θαῤῥῶν τὴν χεῖρα τῇ ἐμῇ κορυφῇ, τῇ ληφθείσῃ ἀπὸ τοῦ σοῦ φυράματος διὰ σέ· κέρδανον ἐκ τοῦ βαπτίσματός μου καὶ σὺ τὸ Βαπτιστὴς ὀνομάζεσθαι. Ἄφες ἄρτι· τέως βάπτισον, καὶ τότε θεολόγησον· τέως βάπτισον, καὶ τότε προσκύνησον· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.
What shall I do? What shall I accomplish? I both tremble before Thee, O Master, and long for Thee; I neither dare to flee, nor have courage to approach; I both shudder to confer baptism, and yearn to receive sanctification. I have need to be baptized by Thee; I have been taught to worship Thee, not to baptize Thee; I rather bow my own neck beneath Thy right hand. Bless me, Thou Who blessest the years of the righteous; make me dance in chorus today in the streams of the Jordan, just as formerly Thou didst make me leap within my mother's womb. Yea, says the Master, O Baptist, I marvel at your reverence, yet I seek your obedience. You have become the advocate of My kingdom, yet you ought to become also the minister of My dispensation. I came to you, since this is profitable both to you and to those like you; I came to you, that all men may come to Me; I came down from the heavens, and am wholly in the bosom of the Father, that I may unite the handiwork with Him Who fashioned it; I Who am present came, that I might capture alive those who flee; I came as man, where I was present as God, that I might render men gods; I took from among you a poor mother, that you might be able with boldness to call My Father your own; I was nourished as a babe with the nourishment of milk, that I might set Myself before the faithful as nourishment; I was wrapped in a child's swaddling bands, that I might burst asunder the bonds of lawlessness; I reclined not upon a royal couch, but upon a humble manger, that after My reclining upon the manger none of rational beings might any longer suffer from unreason like a brute beast; I received in My flesh circumcision, which I Myself formerly ordained by law, that I might introduce the circumcision made without hands; as firstborn I the Only-begotten offered the customary sacrifice, that I might transform such sacrifice, and render Myself a strange sacrifice. I fled into Egypt, yet did not cease from being the refuge of all; I became a young babe, and a perfect man, as you see, that I might graciously bestow perfection upon the imperfect; I passed through every time of life, that I might fortify every time of life by gradual advancement. I stepped also into a river, that I might cause the earth-born to mount up to heaven; and I receive this baptism, that I may grant to My disciples the baptism of regeneration. I endure immersion, just as I endured birth according to the flesh. As Lawgiver I honour the ordinances of the law, that I may make new the symbols of grace; as a healthy Physician I partake of the medicine of the sick, though having no need of it, that I may devise for those who labour a newer remedy, that of the font. I accept a cross on account of sinners, and shall I decline a bath free from danger? I am about to endure a three days' putting to death, and shall I not undergo a painless immersion? I hasten to descend into the very abyss of Hades, and shall I not embrace the stream of a river? Baptize Me, therefore, Who am about to baptize and save those who will; baptize Me, Who am about to lift up to heavenly height human nature submerged in sins; baptize Me as man below, Who am hymned above as God by the angels. Become a swift servant of My mysteries; turn your refusal into a good deed; stay your tongue, and move your right hand to the work; lay your hand boldly upon My crown, which was taken from your kneaded lump for your sake; gain from My baptism for yourself also the title of Baptist. Suffer it now: baptize meanwhile, and then discourse of divinity; baptize meanwhile, and then worship: For thus it is fitting for us to fulfil all righteousness.
Notes, col. 803

On the reading

Printed τὴν ἄνω, for τὸν ἄνω.

PG 50:804Read from the page
Οὐδὲν οὕτω σεμνύνει τὸν ὑψηλὸν, ὡς ἡ ἐθελούσιος συγκατάβασις· ὕψος γὰρ ἀληθὲς οὐ σεμνύνει πράξεις ἐπιεικεῖς. Τότε ἀφίησιν αὐτὸν ὁ Ἰωάννης, βοῶν πρὸς αὐτόν· Ἰδοὺ διακονῶ τῷ σῷ προστάγματι, Δέσποτα· ἃ γὰρ ἀγνοῶν ἔμαθον, ταῦτα χαίρων ἐπιτελῶ. Ἰδοὺ προσάγω τὴν ἐμὴν δεξιάν σου τῇ κεφαλῇ, ἐπειδὴ σὺ τοῦτο προσέταξας· κἀγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου· καὶ ἡ χείρ μου δημιούργημα σὸν, καὶ ὁ ποταμὸς οὗτος τῆς σῆς δεσποτείας ἀπόῤῥοια, καὶ τὰ ⟨ν⟩άματα ταῦτα ποιήματα σὰ, καὶ τὸ βάπτισμα τοῦτο δῶρον σόν· καὶ σὺ μόνος ἐπίστασαι ὃ κατεργάζῃ μυστήριον. Βαπτίσθητι, βαπτίσθητι, δέομαι· καὶ σῶσον, ὡς θέλεις, οὓς ἔπλασας. Μακάριος ἐγὼ, διὰ σὲ παραδόξως τεχθεὶς, καὶ ξένως ἐν ἐρήμῳ τραφεὶς, καὶ νῦν τῆς διακονίας ταύτης ἀξιωθείς· μακάριος ἐγὼ παρὰ σοῦ δοκιμασθεὶς τηλικούτῳ ὑπουργῆσαι μυστηρίῳ. Ὦ δεξιὰ, πόσον ὑψώθης! ὦ πήλινον ὄργανον, πόσον τετίμησαι! Φιλάνθρωπε καὶ μεγαλόδωρε Κύριε, μετὰ τὸ κεράσαι τὴν χάριν τοῖς ὕδασι, καὶ δοῦναι τούτοις ὥσπερ τινὰ ζύμην ἁγιασμοῦ τὴν κατάδυσιν, ἀνελθὼν τῶν ὑδάτων, (γονυπετῶ, Δέσποτα), ἀνάδραμε καὶ κατάλαβε τὴν ἀνθρωπότητα ψυχοῤῥαγοῦσαν καὶ κάμνουσαν, ἐπίσκεψαι τὴν ἑκουσίως πυρέττουσαν, ἀνάστησον τὴν ἐπὶ τῆς γῆς ὡς ἐπὶ κλίνης ἐξηπλωμένην, καὶ νοσοῦσαν πάθει διαφόρῳ· ὡς ἰατρὸς τὰς νόσους ἀπέλασον. Σὲ περιμένουσιν οἱ χωλοὶ, ἵνα σοῦ λαλήσαντος δράμωσι· σὲ περιμένουσιν οἱ τυφλοὶ, πρὸς ἀνάβλεψιν· τὴν σὴν προσδέχονται φωνὴν οἱ νεκροὶ πάντες, πρὸς ἀνάστασιν· τὴν σὴν παρουσίαν διψῶσιν οἱ φλεγόμενοι τῷ καύσωνι τῶν συμφορῶν· ἐπίστηθι πᾶσιν ὡς δρόσος ἰάσεως. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐτόν. Ὢ ξένων καὶ παραδόξων μυστηρίων! ὁ οὐρανὸς ἄνωθεν προσκυνεῖ, ὃν ὁ ποταμὸς πρὸ βραχέων ἐπέκλυσε· καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεολογεῖ, ὃν ὁ δοῦλος ἐβάπτισε. Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οὗτός ἐστιν ὁ βαπτισθεὶς, οὐ διὰ χρείαν ἰδίαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν, ὁ παρα τοῦ ἁγίου Πνεύματος μαρτυρούμενος, ὁ π⟨α⟩ρ' ἐμοῦ τοῦ σαφῶς ἰδόντος αὐτὸν κηρυττόμενος· ὁ πρὸ τῶν αἰώνων ἐξ ἐμοῦ γεννηθεὶς, καὶ νῦν ἐκ Μαρίας σαρκὶ τεχθεὶς, ὁ ὁμοούσιος ἐμοὶ καὶ ὑμῖν· ὁ συναΐδιος ἐμοὶ, καὶ σύμμορφος τῆς ὑμετέρας μορφῆς· ὁ ποιητὴς τοῦ Ἀδὰμ, καὶ ἀπάγονος τοῦ Δαυΐδ· ὁ δημιουργὸς τῆς Παρθένου, καὶ υἱὸς τῆς Παρθένου· ὁ νοούμενος καὶ φαινόμενος· ὁ πίστει καὶ ὄψει κατοπτευόμενος· ὁ τέλειος ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Οὗτος, καὶ θαυματουργῶν ὡς Θεὸς, καὶ πάσχων ὡς ἄνθρωπος, Υἱός ἐστιν ἐμός· σταυρὸς γὰρ οὐ χωρίζει μου τὸν κατὰ φύσιν ἀχώριστον. Οὗτος καὶ τοῖς ἥλοις κεντούμενος, Υἱός ἐστιν ἐμός· ἧλοι γὰρ τούτου τὴν θείαν οὐσίαν οὐ βλάπτουσιν. Οὗτος καὶ πάσχων Υἱός ἐστιν ἐμός· τὴν γὰρ τούτου θεότητα πάθος οὐκ ἰσχύει καταλαβεῖν. Οὗτος καὶ νεκρούμενος ἑκουσίως, κατὰ τὸ νεκροῦσθαι πεφυκὸς ⟨Υ⟩ἱός ἐστιν ἐμός· ἀποθανεῖν γὰρ εἰς θεότητα οὐ πέφυκεν, οὔτε βούλεται, οὔτε δύναται· ζωὴν γὰρ νέκρωσις οὐ νικᾷ, καὶ θάνατος ἀθανασίας οὐ περιγίνεται. Οὗτος καὶ ἀνιστάμενος ἐκ νεκρῶν Υἱός ἐστιν ἐμός· ὡς γὰρ δημιουργὸς τοῦ παντὸς ἀναστήσει τοῦ σώματος αὐτοῦ τὸν ναὸν, ὃν λυθῆναι παρὰ τῶν ἐχθρῶν αὐτοῦ συνεχώρησεν. Οὗτος μετὰ τῆς σαρκὸς ταύτης ἀνιὼν εἰς τοὺς οὐρανοὺς, ὧν οὐκ ἀπέστη, Υ⟨ἱ⟩ός ἐστιν ἐμός. Τοῦτον ὁ δεχόμενος, ἐμὲ δέχεται σὺν αὐτῷ· τοῦτον ὁ προσκυνῶν, ἐμὲ προσκυνεῖ· εἰς τοῦτον ὁ πιστεύων, εἰς ἐμὲ πιστεύει· τοῦτον ὁ σμικρύνων, ἐμὲ σμικρύνει· ὕβ⟨ρ⟩ις γὰρ παιδὸς ζημία πατρός· τοῦτον ὁ δεχόμενος, καὶ μὴ πολυπραγμονῶν, ἀλλὰ σέβων ἀπεριέργως, μακάριος. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οἱ ἁμαρτωλοὶ, δράμετε πρὸς τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ κατάκριτοι, καταλάβετε τὸν φιλάνθρωπον δικαστήν· οἱ νενεκρωμένοι ταῖς ἁμαρτίαις, σπεύσατε πρὸς τὴν πηγὴν τῆς ζωῆς. Ταῦτα τῆς τοῦ Βαπτιστοῦ πανηγύρεως κάλλιστ⟨α⟩ δῶρα· ταῦτα πάντα παρέσχεν ἡμῖν ὁ δι' ἡμᾶς ἐπι-
Nothing so dignifies the Exalted One as voluntary condescension; for true loftiness does not vaunt gentle deeds. Then John suffers Him, crying aloud to Him: Behold, I minister to Thy command, O Master; for the things which I learned though ignorant, these with joy I fulfil. Behold, I bring my right hand near to Thy head, since Thou didst command this; I too am Thy servant, and the son of Thy handmaid; and my hand is Thy handiwork, and this river is an outflow of Thy lordship, and these streams are Thy works, and this baptism is Thy gift; and Thou alone knowest the mystery which Thou art working. Be baptized, be baptized, I pray; and save, as Thou willest, those whom Thou didst fashion. Blessed am I, born marvellously on account of Thee, and strangely reared in the wilderness, and now ounted worthy of this ministry; blessed am I, approved by Thee to minister to so great a mystery. O right hand, how high hast thou been exalted! O instrument of clay, how greatly hast thou been honoured! O Lord Who lovest mankind and art munificent in gifts, after mingling grace with the waters, and giving to them the immersion like some leaven of sanctification, coming up from the waters, (I kneel, O Master), mount up and overtake humanity gasping out its life and labouring, visit her who is willingly fever-stricken, raise up her who lies stretched out upon the earth as upon a couch, and sick with diverse affliction; as Physician drive away diseases. For Thee the lame wait, that when Thou hast spoken they may run; for Thee the blind wait, unto recovery of sight; for Thy voice all the dead wait, unto resurrection; for Thy presence those burning in the scorching heat of calamities thirst; stand near to all like a dew of healing. And having been baptized, Jesus went up from the water; and behold, the heavens were opened unto Him, and he saw the Spirit of God descending like a dove, and coming upon Him. O strange and extraordinary mysteries! Heaven from above worships Him Whom a little while before the river washed over; and the Holy Spirit proclaims as God Him Whom the servant baptized. And behold, a voice out of the heavens saying: This is My beloved Son, in Whom I am well pleased. This is He Who was baptized, not on account of His own need, but through love for mankind alone, He to Whom witness is borne by the Holy Spirit, He Who is proclaimed by Me Who clearly beheld Him; He Who before the ages was begotten of Me, and now has been born of Mary in the flesh, Who is consubstantial with Me and with you; Who is co-eternal with Me, and conformed to your form; the Maker of Adam, and descendant of David; the Creator of the Virgin, and Son of the Virgin; He Who is apprehended by the mind and seen; He Who is beheld by faith and sight; He Who is perfect in divinity, and perfect in humanity. This is My beloved Son. This One, both working wonders as God, and suffering as man, is My Son; for a cross does not separate from Me Him Who by nature is inseparable. This One, even when pierced by the nails, is My Son; for nails do not harm His divine essence. This One, even when suffering, is My Son; for suffering has not strength to overtake His divinity. This One, even when put to death willingly in that which is by nature subject to being put to death, is My Son; for as to divinity He is not by nature subject to dying, nor does He will it, nor can He; for putting to death does not overcome life, and death does not prevail over immortality. This One, even when rising again from the dead, is My Son; for as Creator of the universe He shall raise up the temple of His body, which He permitted to be destroyed by His enemies. This One, ascending with this flesh into the heavens from which He did not depart, is My Son. He who receives this One receives Me together with Him; he who worships this One worships Me; he who believes in this One believes in Me; he who belittles this One belittles Me, for insolence towards a child is loss to a father; he who receives this One, and does not pry meddlesomely, but reveres Him without curious prying, is blessed. This is My beloved Son, in Whom I am well pleased. O sinners, run to Him Who takes away the sin of the world; O condemned ones, lay hold of the Judge Who loves mankind; O you who have been put to death by sins, hasten to the fountain of life. These are the fairest gifts of the Baptist's festival; all these things has He granted to us Who for our sakes
Notes, col. 804

On the reading

Printed παρα τοῦ, for παρὰ τοῦ.

Printed ἀπάγονος, for ἀπόγονος.