Migne Reading Room

PG 50 · cols. 797–800 bis · Read from the page

In Illud, Exiit Edictum a Caesare Augusto, et in Descriptionem S. Deiparae (Ὁμιλία εἰς τό, Ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου)

In Illud, Exiit Edictum a Caesare Augusto, et in Descriptionem S. Deiparae (Ὁμιλία εἰς τό, Ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:797Read from the page
προφητεύοντα. Διὰ τί ἐν Βαβυλῶνι, Ἠχμαλώτιστο γὰρ ὁ λαὸς εἰς Βαβυλῶνα, καὶ ἑβδομήκοντα ἔτη ἐν γῇ Ἀσσυρίων ἐπεποιήκει. Ἐκεῖ οὖν γεννᾶται ὁ Δανιὴλ, ἐκεῖ ἀνατρέφεται, οὐδὲν βλαβεὶς ἐκ τῆς ἀλλοφύλου γῆς. Εἶχε γὰρ τὸ φρόνημα τὸ πατρικόν· καὶ γίνεται ἐκ νεότητος προφήτης, καὶ κατέλαβεν αὐτοῦ τὸ ἅγιον Πνεῦμα τὴν ψυχὴν, καὶ ὀκτωκαιδεκαέτης γενόμενος, τῆς προφητείας ἀπήρξατο. Καὶ πολλὰ μέν ἐστιν ἃ προφητεύει, ἑρμηνεύει δὲ καὶ τέσσαρας βασιλείας. Εἶδε γὰρ ὁ Ναβουχοδονόσορ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐν εἰκόνι τέσσαρας διαφορὰς, ἓν μὲν σῶμα, τέσσαρα δὲ χρώματα. Ἡ γὰρ εἰκὼν εἶχε μὲν τὴν κεφαλὴν χρυσῆν, εἶχε δὲ τὸ στῆθος ἀργύρεον, εἶχε δὲ τὴν κοιλίαν χαλκῆν, εἶχε δὲ τοὺς πόδας σιδηροῦς, καὶ ἀπὸ τεσσάρων ὑλῶν συνέκειτο ἡ εἰκών. Καὶ εἶδε μὲν ὁ βασιλεύς· οὐκ ἦν δὲ ὁ ἑρμηνεύων. Ἦλθον οἱ μάγοι, ἦλθον οἱ Χαλδαῖοι, οἱ μάντεις προεβλήθησαν, οἱ πλανῶντες ἀεὶ τὸν βασιλέα ἐκλήθησαν· καὶ τί φασιν; Εἰπὲ ἡμῖν τὸ ὄναρ, καὶ ἑρμηνεύομεν. Ὁ Θεὸς οὖν οἰκονομῶν, ἵνα μὴ συνήθως αὐτὸν ἀπατήσωσιν, ὑπεξαιρεῖ ἐκ τῆς μνήμης τοῦ βασιλέως τοῦ ὀνείρατος τὴν εἰκόνα· καὶ ἔλεγεν ὁ βασιλεύς· Εἴπατέ μοι τὸ ἐμὸν ὄναρ. Ἐκείνων δὲ σαφῶς ὁμολογούντων, ὄναρ ἄλλου διηγήσασθαι ἀδυνάτως ἔχειν, ἑρμηνεῦσαι δὲ μόνον ἐὰν ἀκούσωσιν, παρακαλεῖται Δανιὴλ μηνυθεὶς ὅτι δυνατὸς εἴη πρὸς ταῦτα, καὶ εἰσέρχεται πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ, ἔχων διὰ τοῦ ἁγίου Πνεύματος τοῦ ὀνείρατος τὴν ἀποκάλυψιν, καὶ λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ, τάδε καὶ τάδε εἶδες. Καὶ ἅμα τοῖς λόγοις τοῦ προφήτου ἀνελάμβανε τὴν μνήμην τοῦ ὀνείρατος ὁ ἀκούων· καὶ γέγονεν ἡ ἀκοὴ ἀνάμνησις τῆς θέας. Ἑρμηνεύει τοίνυν αὐτὸ ὁ προφήτης· ἦν γὰρ λοιπὸν ἀξιόπιστος ὁ ἑρμηνεύων μετὰ τὴν ἐπαγγελίαν αὐτοῦ τοῦ ὀνείρατος, καὶ λέγει· Ἡ εἰκὼν ἣν εἶδες, τέσσαρές εἰσι βασιλεῖαι· τέσσαρες γὰρ βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς. Ἐκείνη μέντοι ἡ εἰκὼν ὁλόκληρος ἦν· καὶ ἓν σῶμα εἱστήκει. Εἶδες δὲ, βασιλεῦ, ὅτι λίθος ἐτμήθη ἄνευ χειρῶν, καὶ συνέτριψε τὴν εἰκόνα, καὶ ὁ λίθος κατέσχε καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτ' ἔστιν ὃ εἶδες· τέσσαρας βασιλείας εἶδες· Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. Πρῶτοι γὰρ Ἀσσύριοι ἐβασίλευσαν, πλουσιώτατοι λίαν καὶ λαμπρότατοι καὶ τρυφερώτατοι. Καὶ λέγει αὐτῷ· Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ· καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἥττων σου. Μετὰ γὰρ τοὺς Ἀσσυρίους βασιλεύουσι Πέρσαι καὶ Μῆδοι· γεγόνασι δὲ φαιδρότατοι καὶ οὗτοι. Τρίτη βασιλεία ἀναστήσεται ἡ χαλκῆ, ἡ τῶν Ἑλλήνων βασιλεία καὶ Μακεδόνων· ὅπου Ἀλέξανδρος ὢν ἐν τῇ Ἑλλάδι, ζεύξας ἐπέδραμε τῇ Περσίδι, καὶ κατέλυσε μὲν τὸν Δαρεῖον, ὑπὸ δὲ τὴν ἰδίαν ἐξουσίαν ἤγαγε τὴν ἀρχήν. Χαλκῷ τοίνυν παρεβλήθη, διὰ τὸ εὔηχον τῆς ὁμιλίας καὶ τῆς γλώττης. Ἕλληνες γὰρ οἱ σὺν Ἀλεξάνδρῳ, καὶ αὐτὸς ὁ Ἀλέξανδρος, ὑπάρχοντες εὔγλωττοι τὴν ὁμιλίαν, χαλκῷ παρεβλήθησαν· χρυσὸς γὰρ λαμπρὸς μέν ἐστιν, οὐ μὴν εὔηχος· ὁμοίως δὲ καὶ ὁ ἄργυρος· χαλκὸς δὲ τῇ μὲν ὕλῃ ἐλάττων, εὔηχος δέ ἐστι κατὰ τὴν ἠχήν. Λέγει τοίνυν· Τρίτη βασιλεία ἡ διὰ τοῦ χαλκοῦ σημαινομένη· τετάρτη δὲ βασιλεία ἡ τελευταία σιδηρᾶ. Ποιμανεῖς τοίνυν αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Ὅρα συμφωνίαν τῆς προφητείας· εἶδε μέντοι, ὅτι ὁ λίθος ἐτμήθη ἐξ ἤρους ἄνευ χειρῶν. Πῶς ἐτμήθη; Οὐ σιδήρῳ, ἀλλ' ἄνευ χειρῶν· αὐτομάτως γὰρ τίκτει ἡ Παρθένος· ὁ δὲ λίθος ἐπάταξε τὴν εἰκόνα, καὶ ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν οἰκουμένην. Εἷς λίθος πληροῖ πᾶσαν τὴν γῆν· Ἐκεῖνος μὲν ὁ λίθος ἐτμήθη ἄνευ χειρῶν, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν οἰκουμένην.
prophesying. Why in Babylon? For the people had been led captive into Babylon, and had spent seventy years in the land of the Assyrians. There, accordingly, Daniel is born, there he is reared, harmed in no way by the foreign land. For he possessed his ancestral mindset; and from youth he becomes a prophet, and the Holy Spirit laid hold of his soul, and when he had become eighteen years of age, he began his prophecy. And many indeed are the things which he prophesies, and he also interprets four kingdoms. For Nabuchodonosor the king of the Assyrians saw in an image four diversities, one body indeed, yet four colours. For the image had its head of gold, and had its breast of silver, and had its belly of bronze, and had its feet of iron, and the image was composed of four materials. And the king indeed saw it; yet there was none to interpret it. The magi came, the Chaldaeans came, the diviners were put forward, those who ever lead the king astray were summoned; and what do they say? Tell us the dream, and we interpret it. God, therefore, so ordering things that they might not deceive him as usual, withdraws the image of the dream from the memory of the king; and the king said: Tell me my dream. And when they plainly confessed that they were unable to recount another's dream, and could interpret it only if they heard it, Daniel is called upon, after word was given that he was capable of these things, and he enters in before King Nabuchodonosor, having through the Holy Spirit the revelation of the dream, and says to the king: O king, such and such things did you see. And together with the words of the prophet the hearer recovered the memory of the dream; and the hearing became a recollection of the vision. The prophet accordingly interprets it—for the interpreter was now trustworthy after his declaration of the dream itself—and says: The image which you saw is four kingdoms; for four kingdoms shall arise upon the earth. Yet that image was entire, and stood as one body. And you saw, O king, that a stone was cut without hands, and shattered the image, and the stone took possession of and filled the whole earth. This is what you saw: you saw four kingdoms: You are the head of gold. For first the Assyrians reigned, exceedingly wealthy and most splendid and most luxurious. And he says to him: You are the head of gold; and after you there shall arise a kingdom inferior to you. For after the Assyrians the Persians and Medes reign; and these too became most illustrious. A third kingdom shall arise, that of bronze, the kingdom of the Greeks and Macedonians; where Alexander, being in Greece, harnessed his forces and overran Persia, and overthrew Darius, and brought the empire under his own authority. It was compared to bronze, therefore, on account of the resonance of their speech and tongue. For the Greeks with Alexander, and Alexander himself, being eloquent in speech, were compared to bronze; for gold is indeed brilliant, yet not resonant; and likewise silver also; whereas bronze is inferior indeed in material, yet is resonant in sound. He says, therefore: A third kingdom is that signified through the bronze; and the fourth and final kingdom is of iron. You shall shepherd them, therefore, with an iron rod. Behold the harmony of the prophecy: he saw, moreover, that the stone was cut out of a mountain without hands. How was it cut? Not with iron, but without hands; for of herself the Virgin brings forth; and the stone struck the image, and became a great mountain and filled the whole inhabited world. One stone fills the whole earth: That stone indeed was cut without hands, and became a great mountain, and filled the whole inhabited world.
βʹ. Ποῖος οὗτος ὁ λίθος; Ἄκουε Ἡσαΐου λέγοντος· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ καταισχυνθῇ. Οὐχ Ἡσαΐας δὲ λέγει μόνος τοῦτον τὸν λίθον, ἀλλὰ καὶ Δαυἲδ προφητεύει· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
2. What sort of stone is this? Hear Isaiah saying: Behold, I lay in Sion a stone of stumbling, and a rock of offence; and every one who believes in Him shall in no wise be put to shame. Nor does Isaiah alone speak of this stone, but David also prophesies: The stone which the builders rejected, this has become the head of the corner. From the Lord has this come to pass, and it is marvellous in our eyes.
Notes, col. 797

On the reading

Printed Βαβυλῶνι,, for Βαβυλῶνι;.

Printed ἤρους, for ὄρους.

PG 50:798Read from the page
Ποία ἐγένετο ἡ γωνία; Πᾶσα γωνία συνάπτει ἑαυτῇ δύο τοίχους· συνῆψε δὲ ὁ λίθος Καινὴν καὶ Παλαιὰν, δύο λαοὺς ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων· διὸ Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· οὐκ ἐν τοῖς πάντων ὀφθαλμοῖς, ἀλλ' ἐν ὀφθαλμοῖς ἡμῶν τῶν πιστευόντων. Ὅταν τοίνυν ἴδῃς τὴν Ἐκκλησίαν διὰ τοῦ ἑνὸς λίθου κατεχομένην ἐξ Ἰουδαίων καὶ ἐξ Ἑλλήνων, νόει μάλιστα τὸ λεγόμενον. Ἀλλὰ πάντως εἴποι τις ἄν· Καὶ ποῦ ἐν ἡμῖν οἱ ἐξ Ἰουδαίων; ἐξ Ἑλλήνων μὲν γὰρ ὁρῶμεν, οἱ δὲ ἐξ Ἰουδαίων ποῦ τυγχάνουσι; Πόθεν ἦν ὁ Παῦλος; πόθεν ἦν ὁ Πέτρος; πόθεν δὲ ὁ Ἀνδρέας; πόθεν δὲ ὁ Ἰωάννης; πόθεν δὲ ἡ μυρίανδρος ἐν τῇ Ἱερουσαλὴμ Ἐκκλησία; Πρῶτον ἀπὸ Ἰουδαίων, εἶτα ἐξ Ἑλλήνων. Ὅτε γὰρ ἐπίστευσαν οἱ παρ' αὐτοῖς τὴν ἐλπίδα ἔχοντες τῆς εὐσεβείας, τότε ἦλθεν ἡ ῥάβδος ἡ σιδηρᾶ, καὶ διεσκόρπισε τοὺς παραμείναντας τῇ ἀπιστίᾳ. Ποιμανεῖς γὰρ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Διὰ τί, Ὡς σκεῦος κεραμέως; Ἐὰν μὲν ὁ πηλὸς πέσῃ ἔτι ὑγρὸς ὢν, ἀναλαμβάνεται· ἐὰν δὲ γένηται σκεῦος, καὶ ἅπαξ πυρὶ προσομιλήσῃ, καὶ γένηται ξηρότατον ὄστρακον, ἐπειδὰν δὲ συντριβῇ, οὐκ ἔτι ἀνάληψιν ἐπιδέχεται. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Ἐν μέντοι τῇ βασιλείᾳ τῇ σιδηρᾷ Χριστὸς γεννᾶται· ἐτμήθη λίθος ἄνευ χειρῶν. Βλέπε σύμφωνα τὰ πράγματα, καὶ ὅμοια τὰ ῥήματα· καὶ ἐπάταξε τὴν εἰκόνα, καὶ κατέπαυσε τὰς ἐπὶ γῆς βασιλείας· καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτο Ναβουχοδονόσορ ὁ βασιλεὺς ἑωράκει τὸ ὄναρ· ἐπλήσθη δὲ τὸ ἐνύπνιον, ἵνα μὴ διηγήσηται τοῖς μάγοις, καὶ συνήθως ἀπατηθῇ ὑπ' αὐτῶν, ἕτερα ἀνθ' ἑτέρων ἀκούσας. Μετὰ χρόνον οὖν ὀλίγον αὐτὸς ὁ Δανιὴλ καθ' ἕτερον τρόπον βλέπει τὸ ὄναρ· οὐκ ἦν δὲ ὄναρ, ἀλλ' ἀποκάλυψις ὀπτασίας· ἐδόκει εἶναι παρὰ τὴν θάλασσαν· καὶ λέγει Δανιήλ· Τέσσαρα θηρία μεγάλα ἀνέβαινεν ἐκ τῆς θαλάσσης. Ἠρέμα δὲ καὶ κατὰ μικρὸν ἀκολουθήσωμεν τῷ τύπῳ τῆς προφητείας· Ἀνέβαινε, φησὶ, τέσσαρα θηρία μεγάλα ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων, καὶ, φησὶ, πλείστη ἐν αὐτοῖς διαφορά. Τὸ πρῶτον, ὡσεὶ λέαινα· καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ. Ἔχεις ἐκεῖ χρυσὸν, ὧδε λέαιναν· διὰ τί λέαιναν ὧδε κἀκεῖ χρυσόν; Ἐκεῖ χρυσὸν διὰ τὸ τρυφηλὸν καὶ πλούσιον· ἐνταῦθα λέαιναν δια τὸ θηλυκὸν καὶ γυναικῶδες, ὅμως δὲ θηρίον. Τὸ πρῶτον, ὡσεὶ λέαινα. Δεύτερον εἶδε θηρίον ὡσεὶ ἄρκτον, καὶ εἰς μέρος ἓν ἐστάθη· ἐκεῖ ἄργυρος, ἐνταῦθα ἄρκτος, διὰ τὸ βαρύ. Τρίτον, φησὶ, θηρίον εἶδον ὡσεὶ πάρδαλιν, ὀξύτατον τὸ θηρίον. Ἐπειδὴ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ὀξύτατα ἐπῆλθε τὴν Ἀνατολὴν, παρδάλει παρεβλήθη. Ἐκεῖ χαλκὸς διὰ τὸ εὔηχον τῆς Ἑλλάδος γλώσσης, ἐνταῦθα πάρδαλις διὰ τὸ ὀξύτατον τῆς ἐφόδου. Τὸ δὲ τέταρτον θηρίον μὲν ὀνομάζει, οὐ λέγει δὲ ὄνομα, ἀλλά φησι φοβερόν· φοβερώτατον περισσῶς· οἱ ὀδόντες αὐτοῦ μεγάλοι· περισσῶς ἐσθίον, καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶ κατεπάτει· καὶ αὐτὸ δὲ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ ἦν φοβερὸν τὸ θηρίον· καὶ οὐκ εἶπεν αὐτοῦ τὸ ὄνομα. Ἐπειδὴ γὰρ ἔμελλε σαφὲς γίνεσθαι τὸ τῆς προφητείας χωρίον, ἐπὶ Ῥωμαίων αὐτὸ προφέρων, ἵνα μὴ ὑβρισθῇ ἡ βασιλεία, ἀνώνυμον αὐτὸ θηρίον καταλιμπάνει. Ὅτε μέντοι, φησὶν, εἶδον τὸ τέταρτον θηρίον, ἐφοβήθην καὶ ἐτρόμαξα. Ἦν γὰρ λίαν φοβερώτατον· πάντα κατεπάτει, πάντα συνέτριβε, πάντα κατήσθιε· πάντων ἐδέσποζεν, ὅπου ἀπήρχετο, ὑπέταττε. Καὶ τί φησιν; Ἀθρόως εἶδον ποταμὸν πυρός· θρόνος ἐτέθη, παλαιὸς ἡμερῶν ἐκάθισε, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, τῷ παλαιῷ
What sort of corner did it become? Every corner joins two walls to itself; and the stone joined the New and the Old, two peoples from the Gentiles and from the Jews; wherefore From the Lord has this come to pass, and it is marvellous in our eyes—not in the eyes of all, but in the eyes of us who believe. Whenever, therefore, you see the Church held fast through the one stone out of Jews and out of Greeks, understand above all what is spoken. Yet someone might perhaps say: And where among us are those from the Jews? For we see those from the Greeks indeed, whereas where are those from the Jews to be found? Whence was Paul? whence was Peter? and whence Andrew? and whence John? and whence the Church of ten thousand men in Jerusalem? First from the Jews, then from the Greeks. For when those among them who held the hope of piety believed, then came the iron rod, and scattered those who abode in unbelief. For you shall shepherd them with an iron rod; like a potter's vessel you shall shatter them. Why, Like a potter's vessel? If the clay falls while it is still moist, it is restored; whereas if it becomes a vessel, and once holds converse with fire, and becomes a most dry earthenware sherd, once it is shattered, it no longer admits of restoration. You shall shepherd them with an iron rod; like a potter's vessels you shall shatter them. Yet in the kingdom of iron Christ is born: a stone was cut without hands. Behold the deeds in harmony, and the words alike: and it struck the image, and brought to an end the kingdoms upon earth; and it became a great mountain, and filled the whole earth. This dream King Nabuchodonosor had seen; and he forgot the dream, lest he should recount it to the magi, and as usual be deceived by them, hearing one thing instead of another. After a little time, therefore, Daniel himself in another manner sees the dream; yet it was not a dream, but a revelation of a vision; he seemed to be beside the sea; and Daniel says: Four great beasts came up out of the sea. Quietly and little by little let us follow the pattern of the prophecy: Four great beasts, he says, came up out of the sea, differing from one another, and, he says, there was the greatest difference among them. The first was like a lioness; and her wings were as those of an eagle. There you have gold, here a lioness; why a lioness here and gold there? Gold there on account of its luxuriousness and wealth; a lioness here on account of its female and womanish character, yet none the less a beast. The first was like a lioness. Second, he saw a beast like a bear, and it stood on one side; there silver, here a bear, on account of its heaviness. Third, he says, I saw a beast like a leopard, a most swift beast. Since Alexander the king of the Macedonians most swiftly attacked the East, he was compared to a leopard. There bronze on account of the resonance of the Greek tongue, here a leopard on account of the extreme swiftness of his onslaught. And the fourth he calls indeed a beast, yet does not state a name, but says that it was terrible—exceedingly terrible; its teeth were great; devouring exceedingly, and crushing small, and the remainder it trampled down with its feet; and it differed exceedingly from all the beasts that were before it; and the beast was terrible; and he did not state its name. For since the passage of the prophecy was about to become clear, applying it to the Romans, lest the empire should be insulted, he leaves that beast unnamed. When, however, he says, I saw the fourth beast, I was afraid and trembled. For it was exceedingly terrible: it trampled all things down, it shattered all things, it devoured all things; it lorded it over all things, wheresoever it went off, it subjugated. And what does he say? Suddenly I saw a river of fire; a throne was set, the Ancient of Days took His seat, a thousand thousands ministered to Him, and ten thousand times ten thousand stood beside Him, the Ancient
Notes, col. 798

On the reading

Printed ἐπλήσθη, for ἐπελήσθη.

Printed δια, for διὰ.

PG 50:797 bisRead from the page
Quare vero in Babylone? Fuerat quippe in captivitatem abductus populus in Babylonem, jamque in terris Assyriorum septuaginta annos exegerat. Ibi ergo nascitur Daniel, ibi educatur: neque tamen ullam ex alienigenarum regione labem contrahit. Erat enim eo sensu ac magnitudine animi praeditus, quae patribus digna esset, et ab ipsa juventute fit propheta, mentemque illius Spiritus sanctus afflavit; cumque decem et octo annorum esset, prophetiam suam inchoavit. Ac multa quidem sunt ea quae praedixit: interpretatur autem et regna quatuor. Vidit enim Assyriorum rex Nabuchodonosor quatuor in imagine differentias, unum quidem corpus, quatuor vero colores: nam caput quidem aureum erat imagini, pectus argenteum, venter aereus, pedes ferrei: et ex quadruplici erat materia conflata (Dan. 2. 31. et sqq.). Et viderat quidem rex; qui vero interpretaretur, non erat. Venere magi, venere Chaldaei, producti sunt vates; qui regem seducebant, vocati sunt: quid vero illi respondent? Dic nobis somnium, et interpretamur (Ibid. v. 4). Deus sapienter providens, uti ne ab illis more solito deciperetur, omnem imaginem somnii ex regis memoria delevit, dicebatque rex illis: Dicite mihi somnium meum (Ibid. v. 9). Cum autem illi se non posse alterius somnium narrare palam faterentur, sed tantum, ubi illud audivissent, interpretari, accersitur Daniel, postquam indicatum est eum ad haec praestanda idoneum esse: atque ad regem Nabuchodonosor introducitur, somnii afferens revelationem a Spiritu sancto manantem: et his verbis regem compellat: Haec et ista vidisti, o rex. Tum simul atque haec verba propheta protulit, in audientis regis memoriam somnium rediit, et ex auditione recordatio nata est visionis. Interpretatur itaque illud propheta: jam enim ex ipsa denuntiatione somnii fidem sibi conciliarat interpres, et ait: Imago quam vidisti, regna sunt quatuor: quatuor enim regna consurgent in terris (Ibid. v. 37. sqq.). Atque illa quidem imago integra erat, unum corpus consistebat. Vidisti vero, rex, abscissum esse lapidem sine manibus, et imaginem contrivisse, ac lapidem occupasse atque implevisse terram universam. Hoc illud est quod vidisti: quatuor regna vidisti. Tu es caput aureum (Ib. v. 38). Primi enim regnant Assyrii, opibus admodum potentes et clarissimi, deliciisque ac mollitie perditissimi. Et ait illi: Tu es caput aureum, et post te consurget regnum aliud minus te (Ib. et v. 39). Nam post Assyrios regnant Persae ac Medi; fuerunt autem et isti illustrissimi. Tertium consurget regnum aereum, Graecorum ac Macedonum regnum, quandoquidem, cum in Graecia esset Alexander, motis castris in Persidem impetum fecit, et Dario superato regnum ejus sub imperium suum ditionemque subjunxit. Comparatus est ergo aeri, quod sonora in colloquiis voce uteretur: Graeci enim qui sub Alexandro merebant, ut et Alexander ipse, cum facunda et expedita in congressu lingua sint praediti, cum aere collati sunt. Etenim splendidum quidem est aurum, at minus sonorum; pariterque argentum: aes vero materia quidem ac mole minus, sed sonorum est, cum pulsatur. Ait ergo tertium regnum esse, quod per aes significatur; quartum vero regnum et postremum est ferreum (Ib. v. 40). Reges itaque illos in virga ferrea (Psal. 2. 9). Vide concentum et concordiam prophetiae: vidit quippe quomodo sine manibus lapis de monte sit abscissus. Quo pacto abscissus est? Non ferro, sed sine manibus; sponte enim et absque aliena ope Virgo parit: lapis autem percussit imaginem, et factus est in montem magnum, et implevit universum orbem terrarum. Unus lapis terram implet omnem: Ille quidem lapis abscissus est sine manibus, et factus est in montem magnum, et implevit universum orbem terrarum (Dan. 2. 34. 35).
Why then in Babylon? Because the people had been led away captive into Babylon and had spent seventy years in the land of the Assyrians. There accordingly Daniel is born, there he is brought up, and yet he contracts no blemish from that land of foreigners. For he was endowed with a mind and greatness of soul worthy of his forefathers; from youth itself he becomes a prophet, the Holy Spirit breathed upon his mind, and when he was eighteen years old he began his prophecy. Many indeed are the things he foretold, and he also interprets the four kingdoms. For Nebuchadnezzar king of the Assyrians saw four distinctions in the image — one body indeed, yet four colours: for the head of the image was of gold, its breast of silver, its belly of bronze, and its feet of iron, and it was compounded of fourfold matter (Dan. 2:31 ff.). The king had indeed seen it, yet there was no one to interpret it. The magicians came, the Chaldeans came, the soothsayers were brought forward — those who constantly misled the king were summoned — and what do they answer? Tell us the dream, and we shall interpret it (ibid., v. 4). God, wisely providing lest he be deceived by them in their customary way, blotted out the whole image of the dream from the king's memory, and the king said to them: Tell me my dream (ibid., v. 9). When they openly confessed that they were unable to relate another man's dream, and could interpret it only once they had heard it, Daniel is summoned after word is given that he is capable of accomplishing this; and he is brought in to King Nebuchadnezzar bearing the revelation of the dream flowing from the Holy Spirit, and addresses the king in these words: Such and such things you saw, O king. Then, as soon as the prophet uttered these words, the dream returned to the listening king's memory, and recollection of the vision sprang from hearing him. Accordingly the prophet interprets it — for the interpreter had already won credence by his very declaration of the dream — and says: The image which you saw is four kingdoms; for four kingdoms shall arise upon the earth (ibid., vv. 37 ff.). That image was complete and stood as a single body. Yet you saw, O king, that a stone was cut out without hands and shattered the image, and that the stone seized and filled the whole earth. This is what you saw: you saw four kingdoms. You are the head of gold (ibid., v. 38). For the Assyrians reign first, exceedingly mighty in wealth, most renowned, and utterly given over to luxury and softness. And he says to him: You are the head of gold, and after you shall arise another kingdom inferior to you (ibid., v. 39). For after the Assyrians reign the Persians and Medes, and these too became most illustrious. A third kingdom shall arise of bronze, the kingdom of the Greeks and Macedonians, inasmuch as Alexander, while in Greece, broke camp, swept into Persia, overthrew Darius, and brought his kingdom under his own sway and dominion. It was likened to bronze, therefore, on account of the resonant sound of its speech: for the Greeks serving under Alexander, as well as Alexander himself, being endowed with an eloquent and ready tongue in discourse, were compared to bronze. For gold is resplendent indeed, yet less resonant, and likewise silver; whereas bronze is inferior in matter and value, yet resonant when struck. Accordingly he says that the third kingdom is that signified by bronze, while the fourth and final kingdom is of iron (ibid., v. 40). Therefore you shall rule them with a rod of iron (Ps. 2:9). Behold the harmony and concord of prophecy: for he saw how the stone was cut out from the mountain without hands. How was it cut out? Not with iron, but without hands; for of her own accord and without outside agency the Virgin gives birth, and the stone struck the image, became a great mountain, and filled the whole world. A single stone fills the whole earth: That stone was cut out without hands, became a great mountain, and filled the whole world (Dan. 2:34-35).
2. Qualis tandem est lapis iste? Audi Isaiam dicentem: Ecce ego pono in Sion lapidem offensionis et petram scandali (Isai. 8. 14), et omnis qui credit in eum, non confundetur (Rom. 9. 33). Neque vero solus Isaias de lapide verba facit, sed et David praedicit, Lapidem quem reprobaverunt aedificantes, hic factus est in caput anguli. A Domino facta est haec: et est mirabilis in oculis nostris (Psal. 117. 22. 23).
2. What manner of stone, then, is this? Hear Isaiah saying: Behold, I lay in Zion a stone of stumbling and a rock of offence (Isa. 8:14), and everyone who believes in him shall not be put to shame (Rom. 9:33). Nor does Isaiah alone speak of the stone, but David also foretells: The stone which the builders rejected, the same has become the head of the corner. This is the Lord's doing, and it is marvellous in our eyes (Ps. 117:22-23).
PG 50:798 bisRead from the page
Qualis tandem angulus est factus? Omnis angulus duos parietes seipso conjungit; conjunxit autem hic lapis Novum ac Vetus Testamentum, duos populos ex gentibus et ex Judaeis. Quare A Domino facta est haec, et est mirabilis in oculis nostris: non in oculis omnium, sed in oculis nostris, qui credimus. Cum igitur Ecclesiam videris per lapidem unum ex Judaeis gentibusque conflatam, tum maxime tibi veniat in mentem quod jam dicitur. Verum dicet fortasse quispiam. Ubi quaeso sunt inter nos aliqui ex Judaeis? nam ex gentibus quidem plerosque videmus; qui vero ex Judaeis, ubi sunt? Unde erat Paulus? unde erat Petrus? unde porro Andreas? unde item Joannes? unde denum millium Ecclesia in Jerusalem congregata? Primum ex Judaeis, deinde ex Graecis. Cum enim ii, qui apud ipsos erant, spem habentes pietatis, crediderunt; tum venit illa virga ferrea, et eos, qui in incredulitate permanserunt, dissipavit. Reges enim eos in virga ferrea, et tamquam vas figuli confringes eos (Psal. 2. 9). Quare vero tamquam vas figuli? Si ceciderit quidem lutum, dum adhuc est humidum, in pristinum statum restituitur; sin autem jam vas fuerit factum, ignique semel admotum, et in aridissimam testam conversum sit, postquam fuerit confractum, non amplius resarciri potest. Reges eos in virga ferrea: tamquam vasa figuli confringes eos. In regno itaque ferreo Christus nascitur: abscissus est lapis sine manibus. Vide facta consona et verba similia: percussit imaginem, et effecit ut regna cessarent, quae erant in terra: et factus est in montem magnum, ac totam terram implevit (Dan. 2. 34. 35). Hoc somnium rex Nabuchodonosor viderat; oblitus autem erat somnii, ut ne illud magis narraret, et ab illis de more falleretur, dum alia pro aliis ipsi referrent. Post paulum vero temporis idem Daniel alia ratione somnium videt; neque vero illud somnium erat, sed revelatio visionis. Videbatur enim ad mare consistere: aitque Daniel (pedetentim autem ac sensim prophetiae figuram prosequamur), Quatuor, inquit, bestiae grandes ascendebant de mari, diversae inter se: et multa, inquit, erat in ipsis diversitas. Prima quasi leaena, et alas habebat quasi aquilae (Dan. 7. 3. sqq.). Illic habes aurum, hic leaenam: quare hic leaenam, et illic aurum? Illic aurum propter delicias et opes, hic leaenam ob femineum sexum et muliebrem mollitiem; sed tamen bestiam. Prima quasi leaena. Secundam bestiam vidit quasi ursum, et in parte una stetit. Illic argentum, hic vero ursus propter asperitatem ac violentiam. Tertiam, inquit, bestiam vidi quasi pardum, velocissimam belluam. Quandoquidem velocissimo incursu Macedonum rex Alexander in Orientem impetum fecit, comparatus est pardo. Illic aes ob sonorum sermonem, quo Graeci utuntur, hic pardus ob incursionis et accessus hostilis velocitatem. Quartam porro bestiam appellat ille quidem: ejus tamen nomen non exprimit, sed terribilem eam dicit, atque adeo supra modum formidolosissimam: dentes ejus magni; supra modum comedens erat atque comminuens et reliqua pedibus suis conculcabat: et ipsa autem diversa nimis prae omnibus bestiis, quae ante eam, et terribilis erat bestia, neque dixit nomen ipsius (Ibid. v. 7). Nam quoniam futurum erat ut prophetiae locus innotesceret, tempore Romanorum ipsum proferens, ne regno ignominiae nota inuratur, sine nomine bestiam derelinquit, ne nomine expresso aliquid infamiae in regnum redundet. Cum igitur, inquit, vidi bestiam quartam, timui et contremui. Erat enim terribilis admodum; omnia conculcabat, omnia conterebat, omnia devorabat, omnibus dominabatur quocumque pergitabat, omnia sibi subjiciebat. Quid porro ait? Continuo flumen ignis vidi: thronus est positus: antiquus dierum sedit: mille millia deserviebant ei: et denae millia denum millium assistebant ei (Ibid. v. 10. 9); antiquo scilicet dierum.
What manner of corner was made? Every corner joins two walls to itself; and this stone joined the New and Old Testaments, two peoples from the Gentiles and from the Jews. Wherefore This is the Lord's doing, and it is marvellous in our eyes — not in the eyes of all, but in the eyes of us who believe. When therefore you behold the Church united out of Jews and Gentiles through the one stone, call especially to mind what is here spoken. Yet perhaps someone will say: Where, pray, are any from the Jews among us? For we see most of our number from the Gentiles, whereas where are those from the Jews? Whence was Paul? Whence was Peter? Whence Andrew? Whence John? Whence the Church of ten thousand gathered together in Jerusalem? First from the Jews, afterwards from the Greeks. For once those among them who possessed the hope of godliness had believed, then came that rod of iron and scattered those who persisted in unbelief. For you shall rule them with a rod of iron, and dash them in pieces like a potter's vessel (Ps. 2:9). Why like a potter's vessel? Because if clay falls while it is still moist, it is restored to its former state; whereas once it has been fashioned into a vessel, put once to the fire, and turned into dry earthenware, after it is shattered it can no longer be mended. You shall rule them with a rod of iron; like a potter's vessels you shall dash them in pieces. In the iron kingdom, accordingly, Christ is born: the stone is cut out without hands. Behold deeds in harmony and words alike: it struck the image, caused the kingdoms upon the earth to cease, became a great mountain, and filled the whole earth (Dan. 2:34-35). This dream King Nebuchadnezzar had seen, and he had forgotten the dream lest he relate it to the magicians and be deceived by them as usual while they told him one thing in place of another. A short time afterwards, however, the same Daniel beholds the dream in another manner — yet it was not a dream, but a revelation of a vision. He seemed to be standing beside the sea, and Daniel says (let us follow out the figure of the prophecy gently and step by step): Four great beasts, he says, came up out of the sea, diverse from one another, and great, he says, was the diversity among them. The first was like a lioness, and had wings like an eagle's (Dan. 7:3 ff.). There you have gold, here a lioness: why a lioness here and gold there? Gold there on account of luxury and wealth, a lioness here on account of female gender and womanish effeminacy — yet a wild beast nonetheless. The first was like a lioness. He saw a second beast like a bear, and it stood up on one side. There silver, here a bear on account of harshness and violence. Third, he says, I saw a beast like a leopard, a most swift beast. Since Alexander king of the Macedonians swept into the East with a lightning onset, he was likened to a leopard: there bronze on account of the resonant speech which the Greeks use, here a leopard on account of the swiftness of his hostile incursion and advance. Further, he calls the fourth a beast indeed, yet does not utter its name, calling it terrible and exceedingly dreadful beyond measure: its teeth were great; it devoured and crushed beyond measure, and trampled the remnant under its feet; it was exceedingly diverse from all the beasts before it, and was a terrible beast, yet he did not speak its name (ibid., v. 7). For since the passage of the prophecy was to become widely known, bringing it forth for the age of the Romans he leaves the beast unnamed lest a brand of dishonour be stamped upon their empire and some disgrace redound upon the empire if its name were stated. When therefore, he says, I beheld the fourth beast, I feared and trembled. For it was exceedingly terrible: it trampled everything, crushed everything, devoured everything, lorded it over all wherever it went, and subjected everything to itself. And what does he say next? Straightway I beheld a river of fire: a throne was set, the Ancient of Days sat down; a thousand thousands ministered to him, and ten thousand times ten thousand stood before him (ibid., vv. 10, 9) — before the Ancient of Days.
Notes, col. 798 bis

On the reading

Printed Eeclesia, for Ecclesia.

PG 50:799 bisRead from the page
τῶν ἡμερῶν. Βίβλοι ἀνεῴχθησαν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ τί εὐθέως ἐγένετο; Οὐκ ἔτι τὰ θηρία, οὐκ ἔτι ἡ θάλασσα, οὐκ ἔτι τοῦ θηρίου ὁ φόβος· ἀλλ' ἔλαβε τὴν ἀρχὴν, καὶ αὐτὸς ἐδέσποζεν· Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ διαλυθήσεται· καὶ γὰρ ἡ ἀρχὴ αὐτοῦ ἕως γενεᾶς γενεῶν. Ἕως ὧδε, φησὶ, τὸ πέρας τοῦ λόγου· καὶ ὁ μὲν προφήτης οὕτω βλέπει τέσσαρας τὰς βασιλείας· ἔπρεπε γὰρ αὐτῷ ἐπειδὴ ἀπείχετο τῶν βιωτικῶν πραγμάτων· ὁ δὲ βασιλεὺς, ὡς ἥρμοττεν αὐτῷ, βλέπει ὡς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ τέσσαρας βασιλείας. Εἰ γὰρ εἶδεν ὁ βασιλεὺς ὡς θηρία τὰς βασιλείας, εἶτα ἡρμήνευσεν αὐτῷ Δανιὴλ, ἄτοπον ἂν ἦν λέγειν αὐτῷ· Σὺ εἶ τὸ πρῶτον θηρίον· ἔδοξε γὰρ ἂν ὑβρίζειν τὸν ἀκούοντα· ἀλλὰ βλέπει βασιλεὺς ὡς βασιλεὺς, καὶ βλέπει προφήτης ὡς ἐν ἄλλῳ τύπῳ παραπλήσια. Ταῦτα ἡμῖν εἴρηται, ἀγαπητοὶ, οὐ μάτην, οὐδὲ εἰκῇ ἀνειληφόσι τὴν παλαιὰν ἱστορίαν, ἀλλ' ἵνα ὑμεῖς πληροφορηθῆτε, ὅτι ἡ Αὐγούστου βασιλεία ἐδοξάσθη, ἐτιμήθη, ἐπῃνέθη, πολυχρόνιος ὑπῆρξεν, ἐπειδὴ ἐπ' αὐτοῦ Χριστὸς ἐτέχθη, καὶ τοσοῦτον ἐτιμήθη ὁ ἀνὴρ, ὡς καὶ τὸ ὄνομ⟨α⟩ αὐτοῦ γενέσθαι προσηγορίαν τοῦ ἀξιώματος. Δεῖ γὰρ ὑμᾶς εἰδέναι, ὅτι ἐβασίλευσεν ἔτι πεντήκοντα ἕξ· τελέσαντος δὲ αὐτοῦ τεσσαράκοντα δύο ἔτη, ὁ Χριστὸς τίκτεται· τὰ δεκαπέντε τοίνυν ἔτη αὐτοῦ βασιλεύοντος Χριστὸς ἀνατρέφεται. Διαδέχεται δὲ Τιβέριος τ⟨ὸ⟩ν Αὔγουστον, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου βασιλεύοντος, ἔρχεται εἰς τὸν σταυρὸν, καὶ πάσχει, καὶ ἀνίσταται, καὶ ἀναλαμβάνεται. Ὥστε εἶναι μὲν Αὐγούστου ἔτη πεντεκαίδεκα, Τιβερίου δὲ ὀκτωκαίδεκα· Ἰησοῦς δὲ ἐπὶ Τιβερίου Καίσαρος βασιλεύοντος τριακονταέτης γενόμενος, ἀπεκάλυψε τὴν ἑαυτοῦ θεότητα ἐπὶ τοὺς μαθητὰς, καὶ ἐπὶ τούτοις τρία ἔτη ἐπεκήρυξε· πανταχοῦ γὰρ τιμία ἡ Τριάς· διὸ τρία κηρύξας ἔτη, τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου ἀπαντᾷ εἰς τὸ πάθος, τελέσας τῆς σαρκὸς τὴν οἰκονομίαν.
of Days. The books were opened, and behold, upon the clouds of heaven One like a Son of man coming, and He came even to the Ancient of Days. And what straightway came to pass? No longer the beasts, no longer the sea, no longer the terror of the beast; but He received the dominion, and He Himself ruled as Lord: His kingdom is an eternal kingdom, which shall not pass away; for His dominion is from generation to generation. Hitherto, he says, is the end of the discourse; and the prophet indeed thus sees the four kingdoms, for it was fitting for him since he abstained from worldly affairs; whereas the king, as befitted him, sees four kingdoms as in gold and silver and bronze and iron. For if the king had seen the kingdoms as beasts, and Daniel had then interpreted it for him, it would have been out of place to say to him: You are the first beast—for he would have seemed to insult his hearer; rather, the king sees as a king, and the prophet sees like things as in another figure. These things have been spoken by us, beloved, not in vain, nor pointlessly having taken up the ancient history, but in order that you may be fully assured that the reign of Augustus was glorified, honoured, praised, and proved long-lasting, because under him Christ was born, and so greatly was the man honoured that his very name also became an appellation of the dignity. For you must know that he reigned fifty-six years; and when he had completed forty-two years, Christ is born; during the fifteen years of his reign, therefore, Christ is reared. And Tiberius succeeds Augustus, and in the eighteenth year of the reign of Tiberius, He comes to the cross, and suffers, and rises again, and is taken up. So that there are fifteen years of Augustus, and eighteen of Tiberius; and Jesus, having become thirty years of age in the reign of Tiberius Caesar, revealed His own divinity before the disciples, and thereupon preached additionally for three years—for everywhere the Trinity is honoured; wherefore, having preached for three years, in the eighteenth year of Tiberius He meets His Passion, having fulfilled the dispensation of the flesh.
γʹ. Ἐγένετο τοίνυν ἐν ταῖς ἡμέραις ἐκείναις, ἵνα τὸ ἀνάγνωσμα ἀναλάβωμεν, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ σαφήνεια πραγμάτων, πρώτη γύμνωσις τῆς ἀληθείας, ἵνα μὴ ῥέμβηται τὸ γένος τῶν ἀνθρώπων· αὕτη πρώτη ἀπογραφή. Ἆρα καὶ αὐτοῖς σεσιώπηται τοῖς προφήταις; Ἀναδράμωμεν εἰς τὴν Παλαιὰν, ἐξετάσωμεν τὰ Ἰουδαϊκὰ καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀπιστίας. Καλῶ τὸν Δαυἲδ εἰς μαρτυρίαν, ἄνδρα ἀξιόπιστον, Ἰουδαίοις μὲν τίμιον, ἕως ψιλῆς τῆς μνήμης, τῇ δὲ Ἐκκλησίᾳ πιστόν. Τί τοίνυν λέγει Δαυΐδ; Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων. Ταῦτα τὰ ῥήματα τοῦ προφήτου, ταῦτα τὰ πράγματα τοῦ Εὐαγγελίου. Αὕτη πρώτη ἀπογραφή· ἀνέβη ⟨δ⟩ὲ, φησὶ, καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυἲδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυἲδ, ὥστε ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ. Ἐπὶ γὰρ μόνοις τοῖς μνήστροις ἡ σύλληψις ἐγένετο. Ἐν δὲ τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἔθηκεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Οὐδὲν εὐτελέστερον τούτου τοῦ πράγματος, οὐδὲν πτωχότερον τῆς Ἰησοῦ γενέσεως. Ἰησοῦς ἐπτώχευε δι' ἡμᾶς, πλούσιος ὤν· ἔθηκεν ἐν φάτνῃ Μαριὰμ τὸν Σωτῆρα· οὐδὲν ἦν ὑποκείμενον, οὐδὲν ἐπικείμενον· οὐδὲ γὰρ χρείαν εἶχεν ὁ Σωτὴρ τῆς τοιαύτης θεραπείας, οὐδὲ ἐπιμελείας τῆς ἔξωθεν ἐπεδέε-
3. And it came to pass in those days, that we may take up the reading, there went out a decree from Caesar Augustus that all the inhabited world should be enrolled. This enrolment is a clear declaration of events, a first unveiling of the truth, lest the race of men should wander astray: this is the first enrolment. Has silence been kept concerning this even by the prophets themselves? Let us run back to the Old Testament, let us examine the Jewish records and the matters of the Jews' unbelief. I summon David to witness, a trustworthy man, honoured by the Jews indeed as far as bare memory goes, yet faithful to the Church. What, then, does David say? The Lord shall recount in the writing of peoples and of these princes. These are the words of the prophet, these are the deeds of the Gospel. This was the first enrolment; and Joseph also, it says, went up from Galilee out of the city of Nazareth into Judaea, to the city of David which is called Bethlehem, because he was of the house and lineage of David, to be enrolled with Mary his betrothed wife, who was with child. For upon betrothal alone did the conception take place. And while they were there, the days were fulfilled for her to give birth, and she brought forth her firstborn Son, and wrapped Him in swaddling bands, and laid Him in the manger, because there was no place for them in the inn. Nothing is humbler than this event, nothing poorer than the birth of Jesus. Jesus became poor for our sakes, though He was rich; Mary laid the Saviour in a manger; nothing was spread beneath Him, nothing was laid over Him; for neither had the Saviour need of such attendance, nor of outward care did He stand in
Notes, col. 799 bis

On the reading

Printed ἔτι πεντήκοντα, for ἔτη πεντήκοντα.

PG 50:800 bisRead from the page
το, ὥσπερ οὐδὲ νόμῳ φύσεως συλλαμβάνεται. Ἤρκει γὰρ ἡ πρόσχρησις ἡ τῆς Παρθένου· τὰ δὲ πάντα αὐτὸς ἦν ὁ οἰκονομῶν. Οὕτω, φησὶν, ἔθηκεν αὐτὸν ἐν φάτνῃ, καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες. Ὁ μὲν Ματθαῖος ἱστορεῖ, ὅτι μάγοι παρεγένοντο· ὁ δὲ Λουκᾶς, ὅτι καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ ἀγραυλοῦντες· ἐκεῖ μάγοι, ἐνταῦθα ποιμένες. Καὶ ἦλθεν ἄγγελος πρὸς αὐτοὺς μεγάλα φωνῶν πράγματα· Χαρὰν μεγάλην ὑμῖν εὐαγγελίζομαι σήμερον, ὅτι Σωτὴρ ἐτέχθη τῷ κόσμῳ ἐν πόλει Δαυΐδ· καὶ τοῦ ἑνὸς λαλοῦντος ἀγγέλου, ἠνεῴχθησαν οἱ οὐρανοὶ, καὶ ὤφθη μία συμφωνία ὑμνούντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Πάντα γὰρ μέλλει συνάπτεσθαι, ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς ἑνότητα ἔρχεσθαι, ἵνα τὰ κάτω γένηται ἄνω, ἵνα ὑπάρξῃ εἰρήνη τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. Ποιμένες τοίνυν εὐαγγελίζονται· διὰ τί ποιμένες; Ἐπειδὴ ἦμεν πεπλανημένοι δίκην προβάτων, ἦλθε τῷ κόσμῳ ποιμὴν Χριστὸς Ἰησοῦς, ὁ Σωτὴρ τῆς οἰκουμένης, καὶ ποιμένες εὐαγγελίζονται διὰ τὸν ποιμένα, καὶ Δόξα ἐν ὑψίστοις Θεῷ. Ἔμελλον γὰρ ἄνθρωποι δοξάζειν, καὶ εὐχαριστεῖν τῷ πέμψαντι ἐπὶ γῆς εἰρήνην· ἀπηλλάττοντο γὰρ οἱ ἄνθρωποι τῆς πρὸς τὸν Θεὸν ἔχ⟨θ⟩ρας. Ἐν ἀνθρώποις εὐδοκία· ἔμελλε γὰρ καλὰ δοκεῖν τοῖς ἀνθρώποις τὰ πρὸς εὐσέβειαν. Οἱ μὲν οὖν ποιμένες, εὐαγγελισθέντες καὶ ἀκούσαντες τὸν λόγον, εἶδον τὰ πράγματα· ἦλθον εἰς τὸ σπήλαιον· οὐκ εἶδον στρωμνὴν, οὐκ εἶδον κλίνην, οὐκ εἶδον τραπέζης παρασκευὴν, ἀλλὰ καθημένην Μαριὰμ καὶ Ἰωσὴφ, καὶ τὸν παῖδα ἀνακεκλιμένον. Οὐ λέγει τοίνυν ὁ εὐαγγελιστὴς πρῶτον πατέρα, ἀλλὰ λέγει πρῶτον Μαριάμ· ἐκείνη γὰρ μήτηρ ἀληθῶς· μᾶλλον δὲ οὐδὲ αὐτὴ μήτηρ, ἐπειδὴ οὐδὲ ἔτεκε φυσικῶς, ἀλλὰ συνέλαβεν ὑπερφυῶς. Οὐ γὰρ ᾔδει τὸ γινόμενον, ἀλλ' ἐργαλεῖον ἦν τοῦ τεχνίτου. Εἶδον μέντοι τὴν Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸν παῖδα· ἀκούσαντες τὸν λόγον εἶδον τὰ πράγματα, ἐθαύμασαν, ἀνεσώθησαν. Ἔκειτο μέντοι τὸ παιδίον ἀνεχόμενον τῆς τέως ἀτελοῦς κατασκευῆς τοῦ σώματος, καὶ φέρον τὴν αὔξησιν τούτου· καὶ ὥσπερ τεχνίτης ἐξεδέχετο καὶ κατεσκεύαζε τὸ ἐργαλεῖον, ἵνα ὥσπερ ὁ κιθαρῳδὸς χρήσηται τῇ κιθάρᾳ, καὶ ὥσπερ ὁ τοξότης χρήσηται τῷ τόξῳ καὶ τῷ βέλει εἰς δέον· οὕτω καὶ Ἰησοῦς, κοινωνῶν τοῖς πᾶσι, κατ' ὀλίγον αὐξάνεται. Διὰ τί οὖν μὴ ἀθρόως; διὰ τί μὴ τέλειος ἅμα παρεγένετο; Ἦλθε μιμήσασθαι τὴν φύσιν ἡμῶν, ἵνα ἁγιάσῃ τὸ φύραμα διὰ τῆς ἀπαρχῆς. Εἰ μέντοι τέλειος ἐπεδήμησε καθ' ἡλικίαν, ἔμελλον οἱ αἱρετικοὶ φάσκειν· Οὐκ ἔτεκεν αὐτὸν παρθένος, οὐκ ἔλαβεν ἐκ τοῦ ἡμετέρου γένους τὸ φύραμα. Ἐτέχθη τοίνυν ἐκ παρθένου, ἐκ τοῦ κοινοῦ φυράματος λαβὼν, ἵνα ἁγιάσῃ τὸν Ἀδὰμ τὸ ἑαυτοῦ πλάσμα· καὶ διὰ τοῦτο κατ' ὀλίγον αὐξάνεται, καὶ ἀνθρώποις συναναστρέφεται μὲν ὡς ἄνθρωπος, ἀλλὰ Κύριος ὢν τῆς φύσεως, ἀναμαρτήτως ἐπολιτεύσατο. Ὅταν τοίνυν ἀκούσῃς αὐτὸν παιδίον, ἀναλάμβανε ἐκείνην τὴν προφητείαν Ἡσαΐου, ἣν ἔλεγεν· Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅταν ἀκούσῃς παιδίον, μὴ καταφρόνει τοῦ ὀνόματος, ἀλλὰ θαύμασον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ θαύμασον τῆς οἰκονομίας τὴν σωτηρίαν, ἵνα γένῃ ἄξιος ἀκούειν τῶν εὐαγγελικῶν λόγων, διὰ πίστεως παρακολουθῶν, διὰ καρτερίας γυμναζόμενος, δι' εὐλαβείας ἀγωνιζόμενος, δι' ἀγάπης τελειούμενος, διὰ πάντων ὁλόκληρος γινόμενος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ κα⟨ὶ⟩ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνω⟨ν⟩. Ἀμήν.
need, just as neither is He conceived by the law of nature. For the lending of the Virgin's service sufficed; while He Himself was the One ordering all things. Thus, it says, she laid Him in a manger, and there were shepherds in the same region abiding in the fields. Matthew, indeed, records that magi came; whereas Luke records that shepherds also were in the region abiding in the fields: there magi, here shepherds. And an angel came to them proclaiming great things aloud: I bring you good news of great joy today, for a Saviour has been born to the world in the city of David; and while the one angel was speaking, the heavens were opened, and there appeared a single symphony of those hymning and saying: Glory to God in the highest, and on earth peace, good will among men. For all things are about to be joined together, heaven and earth to come into unity, that things below may become things above, that there may be peace to those far off and to those near. Shepherds, accordingly, receive the good news; why shepherds? Since we had gone astray like sheep, there came to the world a Shepherd, Christ Jesus, the Saviour of the inhabited world, and shepherds receive the good news on account of the Shepherd, and Glory to God in the highest. For men were about to glorify and give thanks to Him Who sent peace upon earth; for men were being delivered from their enmity towards God. Good will among men: for the things pertaining to piety were about to seem good to men. The shepherds, therefore, having received the good news and heard the word, saw the realities: they came to the cave; they saw no bedding, they saw no couch, they saw no furnishing of a table, but Mary sitting and Joseph, and the Child laid down. The evangelist, accordingly, does not name the father first, but names Mary first: for she was truly a mother—or rather, neither was she a mother, since she neither gave birth naturally, but conceived supernaturally. For she did not know what was taking place, but was an instrument of the Craftsman. Yet they saw Mary and Joseph and the Child; having heard the word they saw the realities, they marvelled, they were saved. And the Child lay enduring the as yet imperfect frame of the body, and undergoing its growth; and just as a craftsman awaited and fashioned his instrument, so that just as the lyre-player makes use of the lyre, and just as the archer makes use of the bow and the arrow at the fitting time, so Jesus also, sharing in all things, grows little by little. Why then not all at once? Why did He not appear mature from the outset? He came to imitate our nature, that He might sanctify the kneaded lump through the firstfruits. Yet if He had sojourned here full-grown in stature, the heretics would have asserted: A virgin did not bear Him, He did not take the kneaded lump from our race. He was born, therefore, of a virgin, taking from the common lump, that He might sanctify Adam His own handiwork; and on this account He grows little by little, and converses indeed with men as a man, yet being Lord of nature, He conducted His life without sin. Whenever, therefore, you hear Him called a Child, take up that prophecy of Isaiah which he spoke: Unto us a Child has been born, whose government has come to be upon His shoulder; Mighty God, Prince of peace, Father of the age to come. Whenever you hear Him called a Child, do not despise the name, but marvel at God's love for mankind, and marvel at the salvation of the dispensation, that you may become worthy to hear the evangelical words, following closely through faith, being trained through endurance, contending through reverence, being perfected through love, through all things becoming whole in Christ Jesus our Lord; with Whom to the Father together with the Holy Spirit be glory, might, honour and worship unto the ages of the ages. Amen.