στείλατο, λαλήσας τῷ Μωϋσῇ, εἰπεῖν τοῖς υἱοῖς Ἰσραήλ· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς, ταπεινώσατε τὰς ψυχὰς ὑμῶν· τοῦτ' ἔστι, περὶ τῆς σκηνοπηγίας· τότε γὰρ ἐν τῇ σκηνοπηγίᾳ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων θυμιᾷν. Ἐν ταύτῃ οὖν τῇ ἑορτῇ τῆς σκηνοπηγίας εἰσῆλθε καὶ ὁ Ζαχαρίας θυμιᾶσαι κατὰ τὴν ἐφημερίαν αὐτοῦ, καὶ εἶδε τὸν ἄγγελον ἑστῶτα ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν· εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐναντίον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ πίεται, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. Καὶ αὐτὸς προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Εἶδες ἐπαγγελίαν, προφητικὴν ὑπερβαίνουσαν δύναμιν; Αὕτη ἡ προφητεία τοῦ Ζαχαρίου ἔδησε καὶ ἔλυσε τὴν γλῶτταν· ἔδησε γὰρ, ἀπιστηθέντος τοῦ τόκου· ἔλυσε δὲ αὐτὴν, γενομένου τοῦ τόκου. Ὢ τοῦ θαύματος! Ἰωάννης ἐκ κοιλίας εὐαγγελιστὴς, ἐκ γαστρὸς θαυματουργὸς, τῆς ἐρημίας σύντροφος, καὶ τῶν ἀγγέλων ὁμοδίαιτος, ὁ μετὰ τὸν νόμον ἐν προφήταις, δεύτερος Ἠλίας, καὶ ἀληθέστατος κήρυξ, τῷ ζήλῳ τοῦ Πνεύματος τὴν πλάνην ἐξελαύνων, ὁ πρόδρομος καὶ βαπτιστὴς, ὁ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ὁ τοῦ Ζαχαρίου υἱὸς, καὶ τῆς στείρας τὸ βλάστημα, καὶ τῶν εὐχῶν τοῦ λαοῦ τέλειον αὐτούργημα· ὁ τῆς μετανοίας γνήσιος εἰσηγητὴς, καὶ πιστῶν συνήγορος ἐξομολογουμένων· ὁ τοῦ νόμου πλήρωμα, καὶ τῆς χάριτος ἀρχηγὸς, καὶ τῆς ἀσεβείας των Ἰουδαίων ἔλεγχος· ὁ τῶν ἐπουρανίων δογμάτων βεβαιωτὴς, καὶ κριτὴς ἀδέκαστος τῶν τοῦ λαοῦ πταισμάτων· ὁ ἐκ στείρας ἀγόνου παρ' ἐλπίδα τεχθεὶς, καὶ χάριτι τοῦ ἐκ τῆς πέτρας ὕδωρ ἐξαγαγόντος Χριστοῦ νυμφαγωγός· ὁ τῶν Ἰορδανείων ῥείθρων χαλιναγωγὸς, καὶ τῆς τῶν ἁμαρτωλῶν καθάρσεως πρεσβευτής· ὁ τοῦ ἀκαταλήπτου μυστηρίου προγνώστης, καὶ τῆς τοῦ ἀοράτου παρουσίας προφήτης· οὗτός ἐστιν Ἰωάννης ὁ κατ' ἐπαγγελίαν τεχθεὶς τῷ Ζαχαρίᾳ ἐν γήρᾳ βαθυτάτῳ. Ὢ τοῦ θαύματος! ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου σκιρτήματα, ἃ ἐμήνυσιν. Εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν, ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τὴν τιμὴν ἀποτίσωμεν, κυκλούμενοι πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν; Εὐαγγελίζεται γὰρ κυοφορούμενος, θαυματουργεῖ τικτόμενος, προκόπτει ἐν ταῖς ἐρήμοις ἀσκούμενος, τρέφεται τῷ Πνεύματι προαγόμενος, μεσιτεύει νόμῳ καὶ χάριτι, κηρύττει μετανοίας βάπτισμα, βαπτίζει τὸν Δεσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων τῆς Τριάδος τὴν δόξαν, καὶ τὴν χάριν, μαρτυρεῖ τῇ ἀληθείᾳ, βοῶν ὑποδείκνυσι τὸν προφητευθέντα, Δεσπότην ὁμολογῶν, καὶ αὐτοῦ ἰσχυρότερον· ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκδιδάσκων τὸ συμφέρον τοῖς ὄχλοις· νουθετεῖ καὶ βαπτιζομένους τελώνας, ἐλέγχει καὶ τὸν Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος. Ποίοις τοίνυν θαυμάσομεν λόγοις; ποίαν ἐν τούτοις κινήσομεν γλῶσσαν; τί τούτων παραλείπομεν, καὶ τί εἰπεῖν περὶ τούτων ἰσχύσομεν; Μέγα γὰρ τῶν ἐγκωμίων τὸ πέλαγος, μέγα καὶ τῶν κατορθωμάτων τὸ πλάτος· ἐκπλήττει τοὺς λέγοντας καὶ μόνη τῶν πραγμάτων ἡ πεῖρα. Ἀλλ' ἔλθοι καὶ νῦν Ζαχαρίας ὁ τοῦ δικαίου πατὴρ, ὁ καὶ τῇ σιωπῇ κατακριθεὶς, καὶ πάλιν φθεγξάμενος· ἐκεῖνος ἡμῖν τὰ ἑαυτοῦ τρανότατα διηγήσεται, πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώσσης, πῶς Ἰωάννης γεννᾶται, καὶ ἡ του ἀγγέλου ἀπόφασις λύεται, πως ἡ τιμωρία ἀπάγεται, καὶ ἡ θεραπεία ἔρχεται. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον του Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα,
manded, speaking to Moses, to say to the sons of Israel: In the seventh month, on the tenth of the month, humble your souls; that is, concerning the feast of tabernacles; for then at the feast of tabernacles once in the year the high priest alone entered into the Holy of holies to offer incense. At this feast of tabernacles, therefore, Zacharias also entered to offer incense according to his daily course, and he saw the angel standing on the right of the altar of incense; And Zacharias was troubled when he saw him, and fear fell upon him; and the angel said unto him: Fear not, Zacharias, for your supplication has been heard, and your wife Elisabeth shall bear you a son, and you shall call his name John; and you shall have joy and gladness, and many shall rejoice at his birth. For he shall be great before the Lord, and wine and strong drink he shall not drink, and he shall be filled with the Holy Spirit even from his mother's womb. And he shall go before in the spirit and power of Elias, to turn the hearts of fathers to children, and the disobedient in the prudence of the righteous, to make ready for the Lord a prepared people. Have you seen a promise surpassing prophetic power? This prophecy bound and loosed the tongue of Zacharias: for it bound it when the birth was disbelieved, and it loosed it when the birth came to pass. O the marvel! John, an evangelist from the womb, a wonder-worker from the belly, a nursling of the wilderness, and a sharer in the life of angels, he who after the law is among the prophets, a second Elias, and truest herald, driving out error by the zeal of the Spirit, the forerunner and Baptist, who says: Repent, for the kingdom of the heavens has drawn near; the son of Zacharias, and offshoot of the barren woman, and perfect handiwork of the prayers of the people; the genuine introducer of repentance, and advocate of believers who confess; the fulness of the law, and leader of grace, and reproof of the ungodliness of the Jews; the confirmer of heavenly doctrines, and unbribed judge of the offences of the people; he who was born beyond hope from a childless barren woman, and by the grace of Christ Who brought forth water out of the rock, the bridegroom's friend; the bridle-guide of the streams of Jordan, and ambassador of the cleansing of sinners; the foreknower of the incomprehensible mystery, and prophet of the presence of the Invisible One: this is John who according to promise was born to Zacharias in deepest old age. O the marvel! For behold, by deeds were shown the leapings of John in the belly, what things they signified. The world saw the gladness which in the womb the forerunner depicted with his feet. Yet what honour shall we render to the righteous man, encircled on every side by his righteous deeds? For he brings good tidings while carried in the womb, he works wonders while being born, he advances while practising asceticism in the deserts, he is nourished while led forward by the Spirit, he mediates between law and grace, he proclaims a baptism of repentance, he baptizes the Master when He arrives, in baptizing he beholds the glory of the Trinity and the grace, he bears witness to the truth, crying aloud he points out Him Who was prophesied, confessing Him Master and mightier than himself; he guides to Him those who believe, thoroughly teaching what is profitable to the crowds; he admonishes tax-collectors also who are baptized, he reproves Herod also when transgressing the law, he receives also a blessed end. With what words, therefore, shall we marvel? What tongue shall we stir among these things? Which of these things do we pass by, and what shall we have strength to say concerning these things? For great is the sea of encomiums, great also the breadth of righteous deeds; even the mere trial of the matters astonishes those who speak. Yet let Zacharias also come now, the father of the righteous man, who was both condemned to silence and spoke again: that man will recount to us his own affairs most clearly, how he spoke when his tongue had been held fast, how John is born and the sentence of the angel is loosed, how the punishment is led away and the healing comes. For the evangelist, introducing a brief proclamation of Zacharias and Elisabeth his wife,