Migne Reading Room

PG 50 · cols. 789–792 bis · Read from the page

In Laudem Conceptionis S. Joannis Prophetae, Praecursoris et Baptistae Encomium (Ἐγκώμιον εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου)

In Laudem Conceptionis S. Joannis Prophetae, Praecursoris et Baptistae Encomium (Ἐγκώμιον εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:789Read from the page
στείλατο, λαλήσας τῷ Μωϋσῇ, εἰπεῖν τοῖς υἱοῖς Ἰσραήλ· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς, ταπεινώσατε τὰς ψυχὰς ὑμῶν· τοῦτ' ἔστι, περὶ τῆς σκηνοπηγίας· τότε γὰρ ἐν τῇ σκηνοπηγίᾳ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων θυμιᾷν. Ἐν ταύτῃ οὖν τῇ ἑορτῇ τῆς σκηνοπηγίας εἰσῆλθε καὶ ὁ Ζαχαρίας θυμιᾶσαι κατὰ τὴν ἐφημερίαν αὐτοῦ, καὶ εἶδε τὸν ἄγγελον ἑστῶτα ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν· εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐναντίον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ πίεται, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. Καὶ αὐτὸς προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Εἶδες ἐπαγγελίαν, προφητικὴν ὑπερβαίνουσαν δύναμιν; Αὕτη ἡ προφητεία τοῦ Ζαχαρίου ἔδησε καὶ ἔλυσε τὴν γλῶτταν· ἔδησε γὰρ, ἀπιστηθέντος τοῦ τόκου· ἔλυσε δὲ αὐτὴν, γενομένου τοῦ τόκου. Ὢ τοῦ θαύματος! Ἰωάννης ἐκ κοιλίας εὐαγγελιστὴς, ἐκ γαστρὸς θαυματουργὸς, τῆς ἐρημίας σύντροφος, καὶ τῶν ἀγγέλων ὁμοδίαιτος, ὁ μετὰ τὸν νόμον ἐν προφήταις, δεύτερος Ἠλίας, καὶ ἀληθέστατος κήρυξ, τῷ ζήλῳ τοῦ Πνεύματος τὴν πλάνην ἐξελαύνων, ὁ πρόδρομος καὶ βαπτιστὴς, ὁ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ὁ τοῦ Ζαχαρίου υἱὸς, καὶ τῆς στείρας τὸ βλάστημα, καὶ τῶν εὐχῶν τοῦ λαοῦ τέλειον αὐτούργημα· ὁ τῆς μετανοίας γνήσιος εἰσηγητὴς, καὶ πιστῶν συνήγορος ἐξομολογουμένων· ὁ τοῦ νόμου πλήρωμα, καὶ τῆς χάριτος ἀρχηγὸς, καὶ τῆς ἀσεβείας των Ἰουδαίων ἔλεγχος· ὁ τῶν ἐπουρανίων δογμάτων βεβαιωτὴς, καὶ κριτὴς ἀδέκαστος τῶν τοῦ λαοῦ πταισμάτων· ὁ ἐκ στείρας ἀγόνου παρ' ἐλπίδα τεχθεὶς, καὶ χάριτι τοῦ ἐκ τῆς πέτρας ὕδωρ ἐξαγαγόντος Χριστοῦ νυμφαγωγός· ὁ τῶν Ἰορδανείων ῥείθρων χαλιναγωγὸς, καὶ τῆς τῶν ἁμαρτωλῶν καθάρσεως πρεσβευτής· ὁ τοῦ ἀκαταλήπτου μυστηρίου προγνώστης, καὶ τῆς τοῦ ἀοράτου παρουσίας προφήτης· οὗτός ἐστιν Ἰωάννης ὁ κατ' ἐπαγγελίαν τεχθεὶς τῷ Ζαχαρίᾳ ἐν γήρᾳ βαθυτάτῳ. Ὢ τοῦ θαύματος! ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου σκιρτήματα, ἃ ἐμήνυσιν. Εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν, ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τὴν τιμὴν ἀποτίσωμεν, κυκλούμενοι πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν; Εὐαγγελίζεται γὰρ κυοφορούμενος, θαυματουργεῖ τικτόμενος, προκόπτει ἐν ταῖς ἐρήμοις ἀσκούμενος, τρέφεται τῷ Πνεύματι προαγόμενος, μεσιτεύει νόμῳ καὶ χάριτι, κηρύττει μετανοίας βάπτισμα, βαπτίζει τὸν Δεσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων τῆς Τριάδος τὴν δόξαν, καὶ τὴν χάριν, μαρτυρεῖ τῇ ἀληθείᾳ, βοῶν ὑποδείκνυσι τὸν προφητευθέντα, Δεσπότην ὁμολογῶν, καὶ αὐτοῦ ἰσχυρότερον· ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκδιδάσκων τὸ συμφέρον τοῖς ὄχλοις· νουθετεῖ καὶ βαπτιζομένους τελώνας, ἐλέγχει καὶ τὸν Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος. Ποίοις τοίνυν θαυμάσομεν λόγοις; ποίαν ἐν τούτοις κινήσομεν γλῶσσαν; τί τούτων παραλείπομεν, καὶ τί εἰπεῖν περὶ τούτων ἰσχύσομεν; Μέγα γὰρ τῶν ἐγκωμίων τὸ πέλαγος, μέγα καὶ τῶν κατορθωμάτων τὸ πλάτος· ἐκπλήττει τοὺς λέγοντας καὶ μόνη τῶν πραγμάτων ἡ πεῖρα. Ἀλλ' ἔλθοι καὶ νῦν Ζαχαρίας ὁ τοῦ δικαίου πατὴρ, ὁ καὶ τῇ σιωπῇ κατακριθεὶς, καὶ πάλιν φθεγξάμενος· ἐκεῖνος ἡμῖν τὰ ἑαυτοῦ τρανότατα διηγήσεται, πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώσσης, πῶς Ἰωάννης γεννᾶται, καὶ ἡ του ἀγγέλου ἀπόφασις λύεται, πως ἡ τιμωρία ἀπάγεται, καὶ ἡ θεραπεία ἔρχεται. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον του Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα,
manded, speaking to Moses, to say to the sons of Israel: In the seventh month, on the tenth of the month, humble your souls; that is, concerning the feast of tabernacles; for then at the feast of tabernacles once in the year the high priest alone entered into the Holy of holies to offer incense. At this feast of tabernacles, therefore, Zacharias also entered to offer incense according to his daily course, and he saw the angel standing on the right of the altar of incense; And Zacharias was troubled when he saw him, and fear fell upon him; and the angel said unto him: Fear not, Zacharias, for your supplication has been heard, and your wife Elisabeth shall bear you a son, and you shall call his name John; and you shall have joy and gladness, and many shall rejoice at his birth. For he shall be great before the Lord, and wine and strong drink he shall not drink, and he shall be filled with the Holy Spirit even from his mother's womb. And he shall go before in the spirit and power of Elias, to turn the hearts of fathers to children, and the disobedient in the prudence of the righteous, to make ready for the Lord a prepared people. Have you seen a promise surpassing prophetic power? This prophecy bound and loosed the tongue of Zacharias: for it bound it when the birth was disbelieved, and it loosed it when the birth came to pass. O the marvel! John, an evangelist from the womb, a wonder-worker from the belly, a nursling of the wilderness, and a sharer in the life of angels, he who after the law is among the prophets, a second Elias, and truest herald, driving out error by the zeal of the Spirit, the forerunner and Baptist, who says: Repent, for the kingdom of the heavens has drawn near; the son of Zacharias, and offshoot of the barren woman, and perfect handiwork of the prayers of the people; the genuine introducer of repentance, and advocate of believers who confess; the fulness of the law, and leader of grace, and reproof of the ungodliness of the Jews; the confirmer of heavenly doctrines, and unbribed judge of the offences of the people; he who was born beyond hope from a childless barren woman, and by the grace of Christ Who brought forth water out of the rock, the bridegroom's friend; the bridle-guide of the streams of Jordan, and ambassador of the cleansing of sinners; the foreknower of the incomprehensible mystery, and prophet of the presence of the Invisible One: this is John who according to promise was born to Zacharias in deepest old age. O the marvel! For behold, by deeds were shown the leapings of John in the belly, what things they signified. The world saw the gladness which in the womb the forerunner depicted with his feet. Yet what honour shall we render to the righteous man, encircled on every side by his righteous deeds? For he brings good tidings while carried in the womb, he works wonders while being born, he advances while practising asceticism in the deserts, he is nourished while led forward by the Spirit, he mediates between law and grace, he proclaims a baptism of repentance, he baptizes the Master when He arrives, in baptizing he beholds the glory of the Trinity and the grace, he bears witness to the truth, crying aloud he points out Him Who was prophesied, confessing Him Master and mightier than himself; he guides to Him those who believe, thoroughly teaching what is profitable to the crowds; he admonishes tax-collectors also who are baptized, he reproves Herod also when transgressing the law, he receives also a blessed end. With what words, therefore, shall we marvel? What tongue shall we stir among these things? Which of these things do we pass by, and what shall we have strength to say concerning these things? For great is the sea of encomiums, great also the breadth of righteous deeds; even the mere trial of the matters astonishes those who speak. Yet let Zacharias also come now, the father of the righteous man, who was both condemned to silence and spoke again: that man will recount to us his own affairs most clearly, how he spoke when his tongue had been held fast, how John is born and the sentence of the angel is loosed, how the punishment is led away and the healing comes. For the evangelist, introducing a brief proclamation of Zacharias and Elisabeth his wife,
Notes, col. 789

On the reading

Printed των, for τῶν.

Printed ἐμήνυσιν, for ἐμήνυσεν.

Printed του, for τοῦ.

Printed πως, for πῶς.

PG 50:790Read from the page
πρότερον τὰς προσηγορίας αὐτῶν καὶ τὴν φύσιν καὶ τὴν ἀξίαν σημαίνει· ἔπειτα δὲ πολιτείας ἔπαινον καὶ εὐποιΐας τρόπαιον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς κατάκρισιν δείκνυσι, καὶ τῆς εὐγλωττίας τὴν λύσιν γνωρίζει. Καὶ ἄκουε τῶν εὐαγγελικῶν ἐντεῦθεν ῥημάτων· Καὶ οὐκ ἦν, φησὶν, αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Καὶ νῦν οὐ μόνον τὴν τούτων ἀτεκνίαν ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν δικαίων ἐννοῶ, Ἀβραὰμ λέγω καὶ Σάῤῥας· καὶ μανθάνω καὶ στείρωσιν τίκτουσαν ἑτέραν, καὶ παιδοποιΐαν χάριτος καὶ φύσεως, ξένον τεκνογονίας μυστήριον· οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας ὁ τρόπος ταύτης. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον, ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα· ὡς γὰρ ἐκείνῳ ἡ σύλληψις τῆς Σάῤῥας, οὕτω καὶ τούτῳ προκατήγγελται τῆς Ἐλισάβετ ἡ κύησις. Ἀλλ' ἡ μὲν πρόῤῥησις ἴση· οὐκ ἴση δὲ τῶν πραγμάτων ἡ τάξις. Τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινὸν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται, πιστῷ ἀγγέλῳ μὴ πιστεύσας, καὶ σιωπῇ τὴν τιμωρίαν δεξάμενος. Εἶπε δὲ, φησὶ, Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τί τοῦτο, Δέσποτα; ἐγὼ τὰς ἱκεσίας προσάγω τῷ Θεῷ ὑπὲρ παντὸς τοῦ λαοῦ ἐξιλασκόμενος, καὶ αὐτὸς υἱόν μοι τέξειν εὐαγγελίζῃ; Τοῦτο ἀδύνατόν ἐστι. Τὸ γὰρ γῆρας ἀσθενὲς, καὶ ἡ φύσις ἄτονος, καὶ ἡ ἐμὴ σύζυγος πέτρα ἐστὶν ἄγονος· καὶ πῶς ἔσται μοι τοῦτο; Ὅμως εἰ καὶ ὡς εἴρηκας, γενήσεταί μοι υἱὸς, τίς ἔσται ὠφέλεια ἐξ αὐτοῦ τῷ λαῷ; Ὁ δὲ ἄγγελος· Μεγάλη ἔσται σωτηρία δι' ἐκείνου τῷ λαῷ, καὶ πᾶσι τοῖς ἔθνεσιν· αὐτὸς γὰρ ἐπιστρέψει πάντας ἀπὸ τῆς πλάνης, καὶ ὑποδείξει αὐτοῖς τὴν ὁδὸν τῆς σωτηρίας, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων· Καὶ γὰρ προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, καὶ προφήτης Ὑψίστου κληθήσεται. Οὗτος προπορεύσεται πρὸ προσώπου Κυρίου, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
first signifies their appellations and their nature and their dignity; and thereafter he adduces praise of their manner of life and a trophy of their well-doing, wherein he both shows the condemnation of silence and makes known the loosing of fair speech. And hear the evangelical words from this point: And they had no child, says he, because Elisabeth was barren, and both were advanced in their days. And now I not only see their childlessness, but I also call to mind the ancient image of the righteous, I mean of Abraham and Sarah; and I learn also of another barrenness giving birth, and a childbearing of grace and nature, a strange mystery of begetting children; for such also is the manner of this promise. And there appeared unto him an angel of the Lord standing on the right of the altar of incense; and Zacharias was troubled when he saw him, and fear fell upon him. And the angel said unto him: Fear not, Zacharia; because your supplication has been heard, and your wife Elisabeth shall bear you a son, and you shall call his name John. Fair is the possession of the promise, great the gift of the vision, truly Abrahamic the boast; for just as the conception of Sarah was foretold to that man, so also the pregnancy of Elisabeth was foretold to this man. Yet the prediction indeed is equal, but the order of events is not equal. For whereas Abraham suffered nothing dreadful from the promise, Zacharias after the good tidings is found speechless, having disbelieved a trustworthy angel, and having received punishment by silence. And Zacharias said, says he, unto the angel: Whereby shall I know this? For I am an old man, and my wife is advanced in her days. What is this, Master? While I offer supplications to God, making propitiation on behalf of all the people, do you bring me good tidings of begetting a son? This is impossible. For old age is weak, and nature is strengthless, and my spouse is a barren rock; and how shall this be unto me? Nevertheless, even if, as you have said, a son shall be born to me, what benefit from him shall there be to the people? And the angel: Great salvation shall there be through that one to the people, and to all the nations; for he himself shall turn all back from error, and shall point out to them the way of salvation, becoming a mediator of God and men; For indeed he shall go before in the spirit and power of Elias, and shall be called prophet of the Most High. This man shall go before the face of the Lord, saying: Behold the Lamb of God, Who takes away the sin of the world.
βʹ. Ὁ δὲ Ζαχαρίας ἀνταποκριθεὶς εἶπε πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Εἶπε δὲ ὁ ἄγγελος· Ἐπειδὴ σημεῖον ἐπιζητεῖς τοῦ τόκου, καὶ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, λάβε ἐνέχυρον ἀσφαλές· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, καὶ ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή. Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον σχεῖν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι· ὁ γὰρ ἄγγελος θυμιῶντι αὐτῷ ὤφθη. Οὐ τῆς Ἀβραὰμ ἱστορίας ὑπεμνήσθη· καὶ τότε γὰρ στεῖρα καὶ γῆρας παιδοποιεῖ, καὶ εὔπιστα πανταχοῦ τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα· ὅθεν ὁ ἄγγελος πρὸς αὐτὸν, Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς ἐμοῖς λόγοις. Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργασαμένης! αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει. Ἐξελθὼν γὰρ οὐκ ἠδύνατο λαλῆσαι αὐτοις· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. Καλῶς γὰρ καὶ τὸ ἔμενεν ὁ εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τικτομένην τὴν φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα. Ὢ τοῦ θαύματος!
2. And Zacharias answering back said unto the angel: Whereby shall I know this? And the angel said: Since you seek a sign of the birth, and disbelieve my words, receive a sure pledge: I am Gabriel, who stand before God, and I was sent to speak unto you, and to bring you good tidings of these things. And behold, you shall be silent, and unable to speak, until the day that these things come to pass, because you did not believe my words, which shall be fulfilled in their season. Unyielding is the justice upon him who offended, and undelayed the wrath of punishment. For truly the angel ought not to have been disbelieved, nor the altar held contemptible, nor the season of incense reckoned a season of deceit; for the angel appeared to him while he was offering incense. He did not call to mind the history of Abraham; for then too a barren woman and old age begat a child, and the things spoken were everywhere shown credible, for he had the marvel of such child-begetting; wherefore the angel says unto him: You shall be silent, and unable to speak, until the day that these things come to pass, because you did not believe my words. O the humane punishment, which worked correction rather! For the angel chastens the very voice that stumbled. For when he came out he was unable to speak to them; and they perceived that he had seen a vision in the temple; and he himself kept making signs to them, and remained dumb. For well too did the evangelist write remained: for silence awaited the voice being born, Zacharias awaited John, the old man the child. O the marvel!
Notes, col. 790

On the reading

Printed αὐτοις, for αὐτοῖς.

PG 50:789 bisRead from the page
In hac ergo solemnitate Scenopegiae Zacharias ingressus est in ordine vicis suae, ut incensum poneret: viditque angelum stantem a dextris altaris incensi; Et Zacharias turbatus est videns: et timor irruit super eum. Ait autem ad eum angelus: Ne timeas, Zacharia; quoniam exaudita est deprecatio tua: et uxor tua Elisabet pariet tibi filium, et vocabis nomen ejus Joannem: et erit gaudium tibi et exsultatio, et multi in nativitate ejus gaudebunt: erit enim magnus coram Domino; et vinum et siceram non bibet, et Spiritu sancto replebitur adhuc ex utero matris suae. Et ipse praecedet in spiritu et virtute Eliae, ut convertat corda patrum in filios, et incredulos ad prudentiam justorum, parare Domino plebem perfectam (Luc. 1. 12-17). Vidisti promissum quod virtutem propheticam excedit? Haec prophetia Zachariae linguam vinxit et solvit: vinxit enim, cum creditus non esset partus; solvit autem illam, cum partus evenisset. O rem admirabilem! Joannes ex utero evangelista, ex ventre miraculorum editor, deserti alumnus, et angelorum contubernalis; qui post legem unus est ex prophetis, secundus Elias, et verissimus praeco; qui Spiritus zelo errorem longe abigit, praecursor et Baptista: qui dicit, Poenitentiam agite: appropinquavit enim regnum caelorum (Matth. 1. 3.); Zachariae filius, et sterilis germen, ac populi precum opus perfectum: genuinus poenitentiae promulgator, ac fidelium poenitentium et confitentium patronus; legis plenitudo, et gratiae dux ac princeps, atque Judaeorum impietatis reprehensor, caelestium decretorum sancitor, et delictorum populi judex incorruptus; qui ex sterili et effeta praeter spem partu est editus, et gratiae beneficio Christi ipsius, qui aquam eduxit e petra, sponsae deductor; qui Jordanis fluenta quasi freno injecto regit, et purgationis peccatorum moderator, incomprehensibilis mysterii praescius ac praenuntius, et adventus ejus, qui videri non potest, propheta: hic est Joannes ille qui Zachariae in extrema senectute constituto, prout fuerat promissum, est natus. O miraculum! ecce enim operibus ipsis apparuere comprobata quae gestibus suis exsultans Joannes in utero subindicavit. Vidit mundus laetitiam, quam in vulva praecursor pedibus expressit. Quem vero nos honorem justo illi rependemus, admirandis ejus recte factis undique circumsessi? Evangelizat enim dum utero gestatur; edit miracula dum nascitur; progressus facit dum in desertis religiose vivens exercetur; provectus Spiritu nutritur; medius inter legem et gratiam intercedit; baptismum praedicat poenitentiae; Dominum advenientem baptizat; Trinitatis gloriam videt baptizans, et gratiae perhibet testimonium in veritate; clamans illum a prophetis praenuntiatum indicat, et Dominum seipso fortiorem ac validiorem confitetur; viae ducem iis qui credunt se praebet, ut ad eum perveniant, dum turbas utilia docet; publicanos etiam qui baptizantur commonefacit; reprehendit et legem violantem Herodem, ac demum finem sortitur quo ad beatitudinem ipsam provehitur. Quibus itaque illum sermonibus efferemus? qua lingua ad haec omnia commendanda utemur? quid horum praetermittemus? aut quid tandem proloqui de istis valebimus? Magnum enim laudum est pelagus, magna recte factorum ejus amplitudo; vel solus ipse rerum conatus laudatores reddit attonitos. Verum prodeat nunc quoque Zacharias justi pater, is qui et silentio damnatus est, et vocem rursus emisit: ille nobis res suas apertissime declarabit, quomodo loquutus est cum lingua esset vincta, quomodo Joannes nascitur, et sententia ab angelo prolata rescinditur; quomodo poena removetur, et curatio adhibetur. Etenim evangelista Zachariae atque uxoris ejus Elisabetae compendiosam praedicationem in medium afferens, primum eorum nomina et naturam ac dignitatem significat: deinde vero conversationis commendationem ac justitiae tropaeum proponit, simulque silentii damnationem indicat, utque fuerit linguae usus restitutus declarat.
On this solemn feast of Tabernacles, therefore, Zacharias entered in the order of his course to offer incense, and saw an angel standing on the right side of the altar of incense; And Zacharias was troubled when he saw him, and fear fell upon him. But the angel said to him: Fear not, Zacharias, for your supplication has been heard, and your wife Elisabeth shall bear you a son, and you shall call his name John: and you shall have joy and gladness, and many shall rejoice at his birth: for he shall be great before the Lord, and shall drink neither wine nor strong drink, and he shall be filled with the Holy Spirit even from his mother's womb. And he shall go before Him in the spirit and power of Elijah, to turn the hearts of the fathers to the children, and the unbelieving to the prudence of the righteous, to make ready for the Lord a perfect people (Luke 1:12–17). Have you seen a promise surpassing prophetic power? This prophecy bound and loosed the tongue of Zacharias: for it bound it when the birth was not believed, and loosed it when the birth had come to pass. O wondrous thing! John is an evangelist from the womb, a worker of miracles from the belly, a nursling of the wilderness, and a tent-companion of angels; who after the Law is one among the prophets, a second Elijah, and a most true herald; who by the zeal of the Spirit drives error far away, the forerunner and Baptist, who says: Repent, for the kingdom of heaven is at hand (Matt. 3:2 [1. 3.]); the son of Zacharias, the offshoot of a barren woman, and the perfected work of the people's prayers; the genuine proclaimer of repentance, and the advocate of the penitent and confessing faithful; the fulness of the Law, the leader and prince of grace, the reprover of the impiety of the Jews, the confirmer of heavenly decrees, and the incorrupt judge of the people's offences; who beyond hope was brought forth at birth from a barren and worn-out woman, and by the gift of grace is the bridal attendant of Christ Himself who drew water out of the rock; who guides the streams of the Jordan as though a bridle had been cast upon them, the steward of the cleansing of sins, foreknowing and foretelling the incomprehensible mystery, and the prophet of the coming of Him who cannot be seen: this is that John who, as had been promised, was born to Zacharias when set in extreme old age. O miracle! For behold, by the very deeds were proved true the things that John, exulting in the womb, gave token of by his motions! The world saw the gladness that the forerunner expressed with his feet in the womb. Yet what honour shall we pay back to that righteous man, encompassed on every side by his marvellous noble deeds? For he proclaims glad tidings while carried in the womb; he works miracles while being born; he advances while exercising himself devoutly in the deserts; grown in years, he is nourished by the Spirit; standing midway, he mediates between the Law and grace; he preaches a baptism of repentance; he baptizes the Lord at His coming; baptizing, he beholds the glory of the Trinity, and bears witness to grace in truth; crying aloud, he points out Him who was foretold by the prophets, and confesses the Lord to be stronger and mightier than himself; he shows himself a guide of the way to those who believe, that they may come to Him, while teaching the multitudes what is profitable; he admonishes even the tax-collectors who are baptized; he rebukes Herod also when he transgresses the Law, and at last obtains an end whereby he is carried onward to blessedness itself. With what discourses therefore shall we extol him? What tongue shall we use to commend all these things? Which of them shall we pass over, or what at length shall we be able to utter concerning them? For vast is the ocean of his praises, vast the breadth of his noble deeds; even the mere attempt at the facts strikes panegyrists dumb with amazement. Yet let Zacharias also, the father of the righteous man, now step forth—he who was both condemned to silence and uttered his voice again: he will declare his own affairs to us most plainly, how he spoke when his tongue was bound, how John is born and the sentence pronounced by the angel is annulled, how the penalty is removed and healing is applied. For the evangelist, bringing forward the brief proclamation of Zacharias and his wife Elisabeth, first signifies their names, nature, and dignity; and next sets forth the praise of their manner of life and the trophy of righteousness, and at the same time points out the condemnation to silence and declares how the use of his tongue was restored.
PG 50:790 bisRead from the page
At exinde verba ipsa evangelica velim audias: Et non erat illis filius, eo quod esset Elisabet sterilis, et ambo processissent in diebus suis (Luc. 1. 7). Jam vero non illorum modo sterilitatem liberorum intueor, sed et antiqua illa species justorum animo meo obversatur, Abraham inquam et Sarae; simulque parientem alteram sterilitatem animadverto, et gratiae ope concessam liberorum fecunditatem, ac naturae inusitatum in filiorum procreatione mysterium: talis enim et promissionis hujus est modus. Apparuit autem illi angelus Domini stans a dextris altaris incensi. Et Zacharias turbatus est videns: et timor irruit super eum. Ait autem ad illum angelus, Ne timeas, Zacharia; quoniam exaudita est deprecatio tua, et uxor tua Elisabet pariet tibi filium, et vocabis nomen ejus Joannem (Ibid. v. 11-13). Praeclara sane promissionis possessio est magnum visionis donum, vere Abrahamaea gloriatio: ut enim illi Sarae conceptio, sic et isti Elisabetae graviditas praenuntiata est. Verum aequalis quidem est ipsa praedictio, at non item conditio rerum aequalis. Nam cum Abrahamo nihil ex denuntiatione mali obvenerit, Zacharias contra mutus post felicem illum nuntium invenitur, utpote qui fide digno angelo fidem non habuerit, et taciturnitatis fuerit poena mulctatus, Dixit enim, inquit, Zacharias ad angelum, Unde hoc sciam? ego enim sum senex, et uxor mea processit in diebus suis (Ibid. v. 18). Quid hoc, quaeso, est, Domine? dum ego preces Deo offero, dum veniam peto, ut toti populo sit volens ac propitius, tu mihi felicem hunc nuntium affers, fore ut mihi filius nascatur? Atqui hoc fieri nullo modo potest. Nam et mea haec senectus infirma est, et imbecillis natura; conjux autem mea infecunda quaedam est cautes: ecqua tandem ratione id fieri queat? Verumtamen siquidem, ut dicis, filius mihi nascetur, quae tandem ex illo commoditas populo importabitur? Tum angelus: Magnam vero ille populo cunctisque gentibus salutem afferet: omnes enim ab errore ipse revocabit, salutisque viam monstrabit, atque mediator Dei et hominum fiet; etenim Praecedet in spiritu ac virtute Heliae, et propheta Altissimi vocabitur (Ibid. v. 17. et 76). Iste praecedet ante faciem Domini, dicens, Ecce agnus Dei, qui tollit peccata mundi (Joan. 1. 29).
Now from this point I would have you hear the evangelical words themselves: And they had no child, because Elisabeth was barren, and both were advanced in their days (Luke 1:7). And now I gaze not only upon their childlessness, but that ancient likeness of the righteous also rises before my mind—Abraham, I mean, and Sarah; and at the same time I observe a second barrenness bringing forth, and fruitfulness of children granted by the aid of grace, and an unwonted mystery of nature in the begetting of offspring: for such also is the manner of this promise. And there appeared to him an angel of the Lord standing on the right side of the altar of incense. And Zacharias was troubled when he saw him, and fear fell upon him. But the angel said to him, Fear not, Zacharias; for your supplication has been heard, and your wife Elisabeth shall bear you a son, and you shall call his name John (ibid., vv. 11–13). Noble indeed is the possession of the promise, great the gift of the vision, truly an Abrahamic boast: for just as the conception of Sarah was foretold to him, so too the pregnancy of Elisabeth was foreannounced to this man. Yet the prediction itself is equal indeed, but the order of events is not likewise equal. For whereas no harm befell Abraham from the announcement, Zacharias on the contrary is found mute after those glad tidings, inasmuch as he did not believe a trustworthy angel and was visited with the penalty of silence. For Zacharias said to the angel, says he, Whereby shall I know this? For I am an old man, and my wife is advanced in her days (ibid., v. 18). What is this, I pray, O Lord? While I offer prayers to God, while I ask pardon that He may be gracious and propitious to the whole people, do you bring me these glad tidings that a son shall be born to me? Yet this can in no wise come to pass. For both this old age of mine is feeble and my nature weak, and my wife is a barren rock: by what means at all can this come about? Nevertheless, even if, as you say, a son shall be born to me, what benefit will at length be brought to the people from him? Then says the angel: Great salvation indeed will he bring to the people and to all the nations: for he himself will recall all from error, and will show the way of salvation, and will become a mediator between God and men; for He shall go before in the spirit and power of Elijah, and shall be called prophet of the Most High (ibid., vv. 17 and 76). This man shall go before the face of the Lord, saying, Behold the Lamb of God, who takes away the sins of the world (John 1:29).
2. Zacharias autem contra respondens ad angelum dixit: Unde hoc sciam? Tum vero angelus: Quandoquidem partus signum et indicium quaeris, neque meis verbis fidem adhibes, accipe pignus securum: Ego sum Gabriel, qui adsto ante Deum, et missus sum loqui ad te, et haec tibi evangelizare. Ecce eris tacens, et non poteris loqui usque in diem quo haec fiant: pro eo quod non credidisti verbis meis, quae implebuntur in tempore suo (Luc. 1. 19. 20). Sine remissione et rigida est ei, qui deliquerat, illata haec mulcta, sine dilatione acerbitas ista supplicii. Non enim omnino oportebat angelo fidem non haberi, non altare contemptibile duci, nec tempus incensi tempus deceptionis arbitrari: nam incensum adolenti angelus illi apparuit. Non recordatus est historiae Abrahae: nam tum quoque sterilis et senectus liberos procreavit; omnique ex parte his quae dicta erant, conciliata erat fides, cum talis cujusdam prolis generationis miraculum praecessisset. Quamobrem angelus ad illum, Eris, inquit, tacens, et non poteris loqui, usque in diem quo haec fiant: pro eo quod non credidisti verbis meis. O supplicium benignum, quod correctionem potius operatur! Ipsam enim vocem, quae deliquerat, moderatiorem angelus reddit. Egressus enim non poterat loqui ad illos, et cognoverunt quod visionem vidisset in templo: et ipse erat innuens illis, et permansit mutus (Ib. v. 21). Recte siquidem et permansisse scripsit evangelista; exspectavit enim silentium vocem partu edendam, Zacharias Joannem, puerum senex. O rem admirandam! verbum adventat, et vox praeconis munere ante illud fungitur: Dominus accedit, et servus praemittitur.
2. And Zacharias answering in reply to the angel said: Whereby shall I know this? Then the angel said: Since you seek a sign and token of the birth and do not give credence to my words, receive a sure pledge: I am Gabriel, who stand before God, and I was sent to speak to you and to bring you these glad tidings. Behold, you shall be silent, and unable to speak until the day when these things come to pass, because you did not believe my words, which shall be fulfilled in their season (Luke 1:19–20). Unrelenting and stern is this penalty inflicted upon him who had offended, and undelayed this severity of punishment. For by no means ought the angel to have been disbelieved, nor the altar deemed contemptible, nor the hour of incense reckoned an hour of deception: for while he was burning incense the angel appeared to him. He did not remember the history of Abraham: for then too a barren woman and old age begat children, and credibility had been won in every way for what was spoken, since the miracle of the begetting of such offspring had gone before. Wherefore the angel says to him: You shall be silent, and unable to speak, until the day when these things come to pass, because you did not believe my words. O kindly punishment, which works correction rather than harm! For the angel renders more temperate the very voice that had transgressed. For when he came out he was unable to speak to them, and they perceived that he had seen a vision in the temple: and he kept making signs to them, and remained mute (ibid., v. 21). Rightly indeed did the evangelist also write that he remained so: for silence awaited the voice to be brought forth at birth, Zacharias awaited John, the old man awaited the child. O marvellous thing! The Word draws near, and the voice discharges the office of a herald before It; the Lord approaches, and the servant is sent ahead.
PG 50:791 bisRead from the page
λόγος ἐπιδημεῖ, καὶ ἡ φωνὴ προκηρύττει· Δεσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται. Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω, ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν; Ἔργα γάρ ἐστι πρῶτα, τούτων τῶν ῥημάτων ἀνώτερα. Ἔτι γὰρ ὁ Βαπτιστὴς οἰκῶν ἐν τῇ γαστρὶ τῆς μητρὸς, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλη [μμένος], κηρύγματι τὴν τοῦ Δεσπότου βοᾷ παρουσίαν· Ἐγένετο γὰρ, φησὶν, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω βοᾷν συγχωρεῖται, καὶ δι' ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει. Ὄντως ἄλλοι κεκοπιάκασι, καὶ ἡμεῖς εἰς τοὺς κόπους αὐτῶν εἰσεληλύθαμεν· προεβόων οἱ προφῆται, καὶ οὐκ ἐσίγων τυπτόμενοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντιπαρετάττοντο τύραννοι· βασιλεῖς ἐπολέμουν· ὠργίζετο δῆμος· ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν προσήγοντο βήμασι, κἀκεῖθεν κατεξέοντο ταῖς μάστιξι· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις. Ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ βίου τυγχάνοντας λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμενος ὁ Ἰωάννης, δεδεμένος ἔτι τοῖς σπαργάνοις τῆς φύσεως, τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν· καὶ σπεύδων κηρῦξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοῦ, ἐβιάζετο τοὺς ὅρους τῆς φύσεως· βραδυτοκοῦσαν γὰρ τὴν Ἐλισάβετ ἐσόβει· ἐσκίρτα ὁμοῦ τε χορεύων καὶ δυσχεραίνων ἐφ' οἷς ἐπὶ τῆς νηδύος κεκράτητο· τῆς περιόδου τῶν μηνῶν κατεβόα· ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσε, καὶ ἐβόα τοῖς σκιρτήμασι, τοιαῦτα πρὸς τὴν Ἐλισάβετ φθεγγόμενος· Ἀδικεῖς, ὦ μῆτερ, βραδυτοκοῦσα, τῆς οἰκουμένης τὴν χαρὰν συνέχουσα, καὶ τὸν πρόδρομον κωλύουσα· προφήτην ἐγγάστριον φέρεις, βασιλικὸν στρατιώτην κατέχεις· συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας· ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὸ μέλλον, ἀγνοεῖς τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατελεῖ ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος, καὶ χρεία τῆς φωνῆς, ἐγγὺς ὁ νυμφίος, καὶ δίκαιον ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ Ἰορδάνῃ· αἵματος χρεία ἐξαγοράζοντος τὸν κόσμον, καὶ χρή με πόῤῥωθεν τὸν ἀμνὸν ὑποδεῖξαι. Σπαργανοῦται τὸ γένος ταῖς ἁμαρτίαις, ἦλθεν ὁ λύων τοὺς πεπεδημένους. Χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσι τῷ Δεσπότῃ· καὶ ἰδοὺ κρατεῖς ἐν μήτρᾳ τὸν πρόδρομον. Οὔκουν ἐννόησον, μῆτερ, τὸν Ἀδὰμ κρατούμενον ἐν τῷ ᾅδῃ, τῆς Εὔας τοὺς αἰωνίους στεναγμούς· ἔτι γὰρ κράζει τὸ αἷμα τοῦ Ἄβελ τὴν κατὰ τοῦ Κάϊν ἐντυγχάνον ἀναίρεσιν· συστενάζει αὐτῷ καὶ αὐτὰ τὰ στοιχεῖα. Διὰ τοῦτο πάντως ἀπηλλάγης τοῦ ⟨π⟩άθους τῆς ἀτεκνίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας τὴν ἐκ παρθένου· διὰ τοῦτο ἐγὼ ἐν τῇ μήτρᾳ ἐσκίρτησα, ἵνα μηκέτι ὀρχήσηται ὁ διάβολος ἐν τῷ κόσμῳ. Τοιαῦτα μὲν οὖν μήπω τεχθεὶς ὁ Ἰωάννης πρὸς τὴν Ἐλισάβετ διὰ τῶν σκιρτημάτων
Word sojourns, and the voice proclaims beforehand; the Master comes, and the servant is sent ahead. Yet why do I now anticipate and speak of the proclamation of the wilderness, having another strange and great voice of preludes? For there are first deeds higher than these words. For while the Baptist still dwells in the belly of his mother, while still held fast by the bonds of nature, while still wrapped [up] in maternal swaddling-bands, by a proclamation he cries aloud the presence of the Master: For it came to pass, says he, when Elisabeth heard the greeting of Mary, the babe leaped in her womb. Not yet is he born, and by leapings he utters speech; not yet is he permitted to cry aloud, and through deeds he is heard; not yet does he learn life, and he proclaims God beforehand. Truly others have laboured, and we have entered into their labours: the prophets cried out beforehand, and were not silent when beaten; the roll of patriarchs was in danger; tyrants arrayed themselves against them; kings waged war; the populace raged; the whole world contended against the contests of the righteous; on this side they were brought before tribunals, and on that side they were torn with scourges; everywhere places of punishment and rackings. Yet when men were in such dejection of life, John, bringing good tidings of the loosing of winter, while still bound in the swaddling-bands of nature, pointed out to us the saving spring; and hastening to proclaim with his voice Him Whom he signified with his feet, he forced the bounds of nature; for he urged on Elisabeth who was slow in giving birth; he leaped, at once dancing and chafing at being held fast in the womb; he cried out against the circuit of months; as an unjust prison he shook the womb, and cried aloud by his leapings, uttering such things unto Elisabeth: You do wrong, O mother, being slow to give birth, holding back the joy of the inhabited world, and hindering the forerunner; you carry a prophet in the belly, you detain a royal soldier; you fetter the swift courier of piety; you do wrong, O mother; you do not know the future, you are ignorant of the things to come. The light draws near, release the dawn; the sun will rise, let the morning-star shine forth beforehand; at the doors is the Word, and there is need of the voice, near is the Bridegroom, and it is just that the bridal chamber be spread in the Jordan; there is need of blood ransoming the world, and I must point out the Lamb from afar. The race is swaddled in sins; He has come Who looses those bound in fetters. There is need of a summoner, that all, having learned, may go to meet the Master; and behold, you hold fast the forerunner in the womb. Call to mind therefore, mother, Adam held fast in Hades, the everlasting groanings of Eve; for the blood of Abel still cries out, pleading against Cain for his slaying; the very elements also groan together with him. On this account altogether were you freed from the suffering of childlessness, that he who is from a barren woman might signify Her who is a virgin; on this account I leaped in the womb, that the devil might no longer dance in the world. Such things, then, did John while not yet born unto Elisabeth through his leapings
ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ Τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου.
On the Annunciation of Our Supremely Glorious Lady, the Theotokos.
Πάλιν χαρᾶς εὐαγγέλια, πάλιν ἐλευθερίας μηνύματα, πάλιν ἀνάκλησις, πάλιν ἐπάνοδος, πάλιν εὐ-
Again good tidings of joy, again messages of freedom, again a recall, again a return, again
PG 50:792 bisRead from the page
ἐσήμανε· Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο, ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Ἰωάννης κληθήσεται. Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό· καὶ αἰτήσας πινακίδιον, ἔγραψε, λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια πέφηνεν. Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Δεξάμενος γὰρ τὴν ἔλλαμψιν τοῦ ἁγίου Πνεύματος, ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι, καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πᾶσι μεγαλοφώνως βοῶν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἀλλὰ τί τῷ θερμῷ ζήλῳ τοῦ βρέφους καὶ ὁ ἡμέτερος σήμερον συνεκτείνεται λόγος; Ἐπίσχωμεν, εἰ δοκεῖ, νῦν τέως τὴν γλῶσσαν, ἀρκούντως μετὰ τοῦ βρέφους σκιρτήσασαν. Καλὸν γὰρ συμμετρεῖν τῷ καιρῷ τὴν ἐξήγησιν, καὶ ἐντρυφᾷν μὲν τοῖς εἰρημένοις, περιμένειν δὲ καὶ τὴν τῶν καθεξῆς θεωρίαν. Οὔτε γὰρ τοὺς ὅρους τῆς φύσεως ὁ Βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ' ἔμενε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον, εἰδὼς ὅτι καὶ τοῦτο δι' ἡμᾶς μετ' αὐτὸν πληρώσει ὁ Δεσπότης, βοῶν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ, κατακαλύψαι θαλάσσας καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασταί μου τὸ ὄνομα, καὶ ἐν παντὶ τόπῳ προσφέρεται τῷ ὀνόματί μου θυσία καθαρά. Οὐκ ἔτι γὰρ κατὰ τὸν νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας, ὁ σεμνυνόμενος ἐπὶ ταύταις· ἀλλὰ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησίαι εἰλικρινῶς τῷ Θεῷ δόξαν ἀναπέμπουσιν. Ἐκεῖ ἱερεὺς ἦν εἷς του ἐνιαυτοῦ, θνητὸς, καὶ πάσης ἁμαρτίας πεπληρωμένος· νῦν ἐλάβομεν τῶν ἡμετέρων ψυχῶν ἀρχιερέα Ἰησοῦν Χριστὸν, Ὃς ἁμαρτίαν οὐκ ἐποίησε, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἔχομεν γὰρ, φησὶν, ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
signify; And for Elisabeth the time for her to give birth was fulfilled, and she bore a son, and her neighbours and her kinsfolk heard that the Lord had magnified His mercy with her, and they rejoiced with her. And it came to pass, on the eighth day they came to circumcise the little child, and they were calling it after the name of its father Zacharias. And its mother answering said: He shall be called John. And they made signs to its father as to what he might wish it to be called; and having asked for a writing-tablet, he wrote, saying: John is his name. And all marvelled. And his mouth was opened immediately and his tongue, and he spoke, blessing God. Assuredly the babe is born, and the voice of the father returns; for thus the voice of John crying aloud is shown, since the very name too has appeared as an operation of a voice. For I, says he, am the voice of one crying aloud in the wilderness: Make ready the way of the Lord; make straight His paths. For having received the illumination of the Holy Spirit, he pointed out the Maker to the things made, and pointed out with his finger the Fashioner to all, crying aloud with a great voice: Behold the Lamb of God, Who takes away the sin of the world. Bring forth therefore fruits worthy of repentance, and do not begin to say within yourselves: We have Abraham as father; for I say unto you that God is able out of these stones to raise up children unto Abraham. Yet why is our discourse also today stretched out together with the fervent zeal of the babe? Let us hold back, if it seems good, our tongue now for the present, which has leaped sufficiently with the babe. For it is good to measure out the exposition by the season, and to delight indeed in the things spoken, while awaiting also the contemplation of what follows in order. For neither did the Baptist force the bounds of nature by his leaping, but he too awaited the fitting time, knowing that this too on our account the Master after him will fulfil, crying aloud: The earth shall be filled with knowing the Lord, as much water, to cover seas; and from the risings of the sun until the settings My name has been glorified, and in every place a pure sacrifice is offered unto My name. For no longer according to the law is there one temple receiving the sacrifices, priding itself upon these; but throughout the whole inhabited world Churches sincerely send up glory to God. There a priest was one for the year, mortal, and filled with every sin; now we have received Jesus Christ as High Priest of our souls, Who did no sin, neither was guile found in His mouth. For we have, says he, a great High Priest Who has passed through the heavens, our Lord Jesus Christ; to Whom belongs all glory, honour and worship, with the Father and the all-holy Spirit, now and ever, and unto the ages of the ages. Amen.
φροσύνης φωνὴ, πάλιν δουλείας ἀπαλλαγή· ἄγγελος μετὰ παρθένου λαλεῖ, ἐπειδὴ καὶ γυναικὶ ὡμίλησεν
a voice of gladness, again deliverance from slavery; an angel speaks with a virgin, since with a woman also conversed
Notes, col. 792 bis

On the reading

Printed του, for τοῦ.