φον, καὶ οὗτος ἀκρίδας βοτανῶν ἤσθιεν· ἐκεῖνος μηλωτὴν περιεβάλλετο, καὶ οὗτος τρίχας καμήλων· ἐκεῖνος αὐστηρὸς ἦν καὶ ἐλεγκτικὸς, καὶ οὗτος ὁμοίως· ἐκεῖνος τὸν Ἀχαὰβ ἤλεγχε τὸν βασιλέα τῶν Ἰουδαίων, καὶ Ἰεζάβελ τὴν γυναῖκα αὐτοῦ· Σὺ εἶ, φησὶν, ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· καὶ ὁ Ἰωάννης τὸν Ἡρώδην καὶ Ἡρωδιάδα· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου· καὶ αὐτὸς προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα. Τί ἐστιν, Ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα; Οἱ πατέρες τῶν Ἰουδαίων, ὁ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οἱ δώδεκα πατριάρχαι, καὶ πάντες οἱ δίκαιοι, ὁρῶντες φιλαμαρτήμονα τὸν λαὸν, καὶ ἑτοίμως ἐκπορνεύοντα εἰς ἀλλοτρίους θεοὺς, ἀπεστρέφοντο αὐτοὺς ὡς τοιούτους. Ἀφ' οὗ δὲ Ἰωάννης ἐκήρυξε τὸ βάπτισμα τῆς μετανοίας, πολλοὶ ἐπεστράφησαν πρὸς τὸν Θεόν. Ὁρῶντες οὖν οἱ πατέρες αὐτῶν ἐπιστρέφοντας αὐτοὺς πρὸς τὸν Θεὸν, καὶ αὐτοὶ ἐπέστρεψαν τὰς καρδίας αὐτῶν πρὸς αὐτούς· καὶ τοῦτό ἐστι τὸ, Ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον, περιούσιον· περὶ οὗ Δαβὶδ ὁ προφήτης προεκήρυξε λέγων· Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἔτι τὸν γέροντα Ζαχαρίαν ἡ κύησις τοῦ παιδὸς ἡ παράδοξος ἐκπλήττει, ἔτι πρὸς τὸν ὑπερώριον τοκετὸν δυσχεραίνει, μὴ λογισάμενος συνετῶς, ὅτι ὁ κεραμεὺς τῆς γαστρὸς δύναται τὴν πεπαλαιωμένην ἀνακαινίσαι μήτραν. Διὸ καὶ πρὸς τὸν τῆς ἀπιστίας ἐξεκυλίσθη κρημνόν. Τοῦ γὰρ ἀγγέλου λέγοντος, Ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην, ὁ Ζαχαρίας ἀπομάχεται τῷ λόγῳ, καὶ φησιν· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Πόθεν μοι, φησὶ, τὸ ἀσφαλὲς ὑπάρξει; ποῖόν μοι τῆς ἐπαγγελίας δύνασαι παραστῆσαι τεκμήριον; Δεῖξόν μοι καὶ νῦν ῥάβδον, ὡς ἐπὶ Ἀαρὼν τοῦ ἀρχιερέως, ἀνθήσασαν, καὶ τότε σοι πιστεύσω ὅτι καὶ γῆρας δύναται καρποφορῆσαι παιδίον. Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τὰ ῥήματά σου χρηστά· τὸ δὲ ἐπ⟨ά⟩γγελμα δύσπιστον. Παῖδά μοι προξενεῖς, μετ' ἐλπίδας ἐλπίδα· ὁ τῆς ἀκμῆς μου παρελήλυθε χρόνος· τὸν τῆς νεότητος ἀκάρπως κατανήλωσα βίον. Ὅτε ὡς ξύλον ἐγενόμην ξηρὸν, τότς καρποφορεῖν ἀναγκάζεις με· κυρτοβατῶν τὴν ἀγορὰν περιέρχομαι, οὐκ ἔτι πρὸς οὐρανὸν ἀνανευειν ἰσχύω· πρὸς τὴν συγγενίδα γῆν κατασύρει με τὸ γῆρας· γῆ γάρ εἰμι, καὶ εἰς γῆν ἀπελεύσομαι· μόλις τὸ βῆμα τῶν ποδῶν μεταφέρω· οὐκ ἀρκοῦσιν οἱ δύο μοι πρὸς ἐπίβασιν πόδες· ἀντὶ τρίτου ποδὸς βακτηρίαν βαστάζω· χειραγωγοῦ γὰρ μέχρι νῦν οὐκ εὐπόρησα τέκνου· τάφος εἰμὶ κινούμενος, καὶ νεκρὸς ὁδοιπόρος. Πῶς οὖν ἀπὸ τοῦ νῦν ἐμὲ τέκνον ὀνομάσει πατέρα; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ὅτε τῷ τάφῳ τὸ γῆράς με προσάγει, τότε νυμφικῆς ἐπιβήσομαι κοίτης, καὶ παῖδα φυτουργήσω τοῦ τῆς νεότητός μοι δεδυκότος ἡλίου; Κἀγὼ διὰ τὸν χρόνον ἐξίτηλος, καὶ τῆς Ἐλισάβετ ἡ μήτρα νενέκρωται. Κατὰ τί οὖν γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτη⟨ς⟩, καὶ ἡ γυνή μοι προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Βούλομαί τι ποιῆσαι, καὶ πῶς ἐρωτᾷς; θαυματουργῆσαι προῄρημαι, καὶ τὸν τρόπον ζητεῖς; Ὅλως δὲ περιεργάζῃ τῶν ἐμῶν ἔργων τὴν ἀρχήν. Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Εἰπέ μοι, πόθεν ὁ Ἰσαὰκ ἐτέχθη; οὐκ Ἀβραὰμ αὐτὸν ἐγέννησεν ὁ πρεσβύτης, καὶ Σάῤῥαν τὴν στεῖραν ἐκάλεσε μητέρα; εἰς τὴν αὐτὴν ἐμπεσὼν προσδοκίαν, διὰ τί τοὺς ἐμοὺς ὡς ἐκεῖνος οὐ παρεδέξω λόγους; Διὸ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου. Δήσω σου τὴν γλῶσσαν τὴν πρὸς ἄτακτον κινηθεῖσαν ἀπόκρισιν· ἐν ᾧ τὴν ἁμαρτίαν ἐγέννησας ὀργάνῳ, ἐν αὐτῷ καὶ παιδεύθητι· Δι' ὧν γάρ τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται. Διὸ Ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου· τοῖς ῥήμασί μου λαλῶν οὐκ ἐπίστευσας, σιωπῶν τοὺς λόγους ἀνάμεινον, Οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν· τὰ γὰρ παρ' ἀνθρώποις ἀδύνατα παρὰ τῷ Θεῷ δυνατά. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
fed him, and this man ate locusts of herbs; that man clothed himself in a sheepskin, and this man in camels' hairs; that man was austere and reproving, and this man likewise; that man reproved Ahab the king of the Jews, and Jezebel his wife: It is you, he says, who trouble Israel, and your father's house; and John reproved Herod and Herodias: It is not lawful for you to have your brother's wife; and he himself shall go before in the spirit and power of Elias, to turn the hearts of fathers towards children. What is, To turn the hearts of fathers towards children? The fathers of the Jews, Abraham and Isaac and Jacob, and the twelve patriarchs, and all the righteous, seeing the people fond of sin and readily going a-whoring after strange gods, turned away from them as such. Yet from the time when John preached the baptism of repentance, many turned back to God. When their fathers, therefore, saw them turning back to God, they themselves also turned their hearts towards them; and this is the meaning of, To turn the hearts of fathers towards children, to make ready for the Lord a prepared people, His own possession; concerning whom David the prophet proclaimed beforehand, saying: This is the generation of those who seek the face of the God of Jacob. Still does the extraordinary conception of the child astonish the old man Zacharias, still is he vexed at the unseasonable childbirth, not having prudently considered that the Potter of the belly is able to renew the aged womb. Wherefore also he rolled down over the precipice of unbelief. For when the angel said, Behold, your wife Elisabeth shall bear you a son, and you shall call his name John, Zacharias fights against the word, and says: Whereby shall I know this? For I am an old man, and my wife is advanced in her days. Whence, he says, shall certainty be mine? What sort of token of the promise can you present to me? Show me even now a rod that has blossomed, as in the time of Aaron the high priest, and then I will believe you that old age too is able to bear a child as fruit. For I am an old man, and my wife is advanced in her days. Your words are gracious, yet the promise is hard to believe. You promise me a child as mediator, a hope past hopes: the time of my prime has gone by; I have spent the life of my youth fruitlessly. When I have become like dry wood, then do you compel me to bear fruit; walking bent-backed I go about the market-place, I no longer have strength to look up to heaven; old age drags me down towards my kindred earth; for earth I am, and to earth I shall depart; scarcely do I shift the step of my feet; my two feet do not suffice me for treading; in place of a third foot I carry a staff; for until now I have had no child to lead me by the hand; I am a moving tomb, and a walking corpse. How then from now on shall a child call me father? For I am an old man, and my wife is advanced in her days. When old age brings me near to the tomb, shall I then mount a bridal couch, and beget a child when the sun of my youth has set? Both I myself am worn out through time, and the womb of Elisabeth has been deadened. Whereby then shall I know this? For I am an old man, and my wife is advanced in her days. And answering, the angel said to him: I am Gabriel, who stand in the presence of God, and I was sent to speak to you, and to bring you this good news. And behold, you shall be silent, and unable to speak, until the day when these things come to pass, because you did not believe my words, which shall be fulfilled in their season. And behold, you shall be silent and unable to speak. I wish to do something, and do you ask how? I have chosen to work a wonder, and do you seek the manner? Nay, you pry altogether into the principle of my works. Is any word impossible with God? Tell me, whence was Isaac born? Did not Abraham the old man beget him, and call barren Sarah mother? Having fallen into the same expectation, why did you not receive my words as he did? Wherefore you shall be silent, and unable to speak, because you did not believe my words. I will bind your tongue which was moved to a disorderly answer; in the instrument wherein you begat the sin, in that same also be chastened; for by what things a man sins, by these also is he punished. Wherefore You shall be silent, and unable to speak, because you did not believe my words: speaking, you did not believe my sayings; keeping silence, await the words, Which shall be fulfilled in their season; for the things impossible with men are possible with God. To Him be the glory unto the ages. Amen.
αʹ. Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιὸς, ὁ τοῦ Θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξάμενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος σκηνὴν τῷ λαῷ Ἰσραὴλ κατεσκεύασε, καθ' ὃν ἐν τῷ ὄρει παρὰ Θεοῦ ἐδιδάχθη τύπον. Καὶ πάντα μὲν ἅγιά τε καὶ ἱερὰ τὰ καθ' ἕκαστον ἐποίησεν, ὅσα τῷ περισχοινίσματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον τούτοις ἄδυτόν τε καὶ ἀνεπίβατον ἦν, Ἅγιον ἁγίων λεγόμενον. Τούτῳ τῷ παραδείγματι τῆς σκηνῆς καὶ Σολομὼν ᾠκοδόμησε ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐπὶ γῆς ναοὺς ἀποκρύπτοντα· ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπιθυμίαν ἐλθεῖν τῶν παρὰ Αἰγυπτίοις. Καὶ ποιεῖ τὸν ναὸν πρὸς τὴν εἰκόνα τοῦ κόσμου παντὸς, τοῦ τε αἰσθητοῦ καὶ τοῦ νοητοῦ. Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι ὁ Θεὸς, καὶ εἰς δύο διατεμὼν τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον, ἄβατον πᾶσι καὶ ἀθέατον, πλὴν τοῦ ἀρχιερέως μόνου, ὡς ὁ ἄγγελος ἐ⟨ν⟩-
1. Moses the great, the servant of God, the chief of the prophets, the wayfarer of the sea, the charioteer of the air, the table-furnisher of the manna, the lawgiver of God, he who received the sacred tablets, the first introducer of the things profitable for life—this man so great and so eminent fashioned a tabernacle for the people of Israel, according to the pattern which he was taught by God upon the mountain. And he made holy and sacred all the several things that were enclosed within the cordoned precinct; while the inmost part among these was unentered and inaccessible, called the Holy of Holies. By this model of the tabernacle Solomon also built a temple, eclipsing all the temples upon earth not only by the costliness of its material, nor by the variety of its art, but also by the form of its structure, so that they might never come to long for the temples among the Egyptians. And he makes the temple after the image of the whole cosmos, both the sensible and the intelligible. For just as there are earth and heaven, and as middle partition this firmament, so also did God command that temple to come to be; and dividing this temple into two, and letting down a veil in the midst, He permitted the part outside the veil to be treadable by all, while the part within was untrodden and unseen by all, save by the high priest alone, just as the angel en-