Migne Reading Room

PG 50 · cols. 783–784 · Read from the page

De Precatione Orationes II (Περὶ προσευχῆς λόγοι αʹ-βʹ)

De Precatione Orationes II (Περὶ προσευχῆς λόγοι αʹ-βʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:783Read from the page
στὸν ἐπιδείξασθαι βουληθεὶς, ἄφνω μεταθέμενος, τὴν δεομένην ἠλέησε, πόσην ἡμῖν ἐξ οὐρανοῦ κηδεμονίαν αἱ προσευχαὶ κομίσουσι; Γνοίη δ' ἄν τις τὴν ἰσχὺν καὶ τὴν δύναμιν τῶν ἁγίων προσευχῶν, σκοπῶν καὶ θεωρῶν ὅσων ἀγαθῶν καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἀπολαύουσιν οἱ πάντοτε τῷ Θεῷ προσπίπτοντες. Τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ τοῦ ἡλίου τὸ φῶς, καὶ τῶν ἀστέρων, καὶ τῆς σελήνης, καὶ ἀέρων εὐκρασίαν, καὶ τροφὰς παντοίας, καὶ πλοῦτον, καὶ βίον, καὶ μυρία ἀγαθὰ πᾶσιν ἀνθρώποις ὁμοίως ὁ Θεὸς χαρίζεται, καὶ δικαίοις καὶ ἀσεβέσι, διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν, ᾗ κέχρηται πρὸς ἡμᾶς; Εἰ δὲ τοὺς μὴ δεομένους, μηδὲ αἰτοῦντας, οὕτως ἐλεεῖ καθ' ἡμέραν καὶ ἀναπαύει, πόσων εἰκὸς ἀγαθῶν ἀπολαύσεσθαι τοὺς ἐν εὐχαῖς καὶ δεήσεσι πάντα τὸν βίον ἐσχολακότας; Φέρε δὴ καὶ ὅσοις τῶν δικαίων ὑπῆρξε διὰ προσευχῶν σῶσαι καὶ ἔθνη, καὶ πόλεις, καὶ τὴν οἰκουμένην ἅπασαν, εἴπωμεν πρὸς ὑμᾶς. Ἐν δὲ μνήμῃ προσευχῆς Παῦλος πρῶτος ἄξιος μνήμης, Παῦλος ὁ τῆς τοῦ Θεοῦ λατρείας ἀκόρεστος, ὁ κοινὸς πατὴρ, καὶ πρόγονος τῶν δούλων τοῦ Χριστοῦ. Ἐκεῖνος τοίνυν ὁ φύλαξ τῆς οἰκουμένης, διὰ προσευχῆς, καὶ τῆς συνεχοῦς δεήσεως πάντα τὰ ἔθνη διέσωσε, λέγων ἀεὶ πρὸς ἡμᾶς· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὁρᾷς, ὅσον ἰσχύει προσευχὴ καὶ δέησις; Ναοὺς Χριστοῦ τοὺς ἀνθρώπους ἐργάζεται· καὶ ὥσπερ χρυσὸς, καὶ λίθοι πολυτίμητοι, καὶ μάρμαρα ποιοῦσι τοὺς οἴκους τῶν βασιλέων· οὕτω προσευχὴ ναοὺς τοῦ Χριστοῦ. Κατοικῆσαι, φησὶ, τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν. Τί μεῖζον ἂν γένοιτο προσευχῆς ἐγκώμιον, ἢ ὅτι ναοὺς ἀπεργάζεται Θεοῦ; Ὃν οὐ χωροῦσιν οὐρανοὶ, οὗτος εἰς ψυχὴν εἰσέρχεται ζῶσαν ἐν προσευχαῖς. Ὁ οὐρανός μοι θρόνος, φησὶν, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Ἀλλ' ὅμως οἶκον ὁ Παῦλος οἰκοδομεῖ διὰ τῶν ἁγίων εὐχῶν. Κάμπτω, φησὶ, τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα κατοικήσῃ ὁ Χριστὸς διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμένης ὥσπερ ὑπόπτερος τρέχων, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ὑπομένων, καὶ φορῶν ἅλυσιν, καὶ ζῶν ἐν αἵματι καὶ κινδύνοις, καὶ δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγείρων, καὶ παύων ἀῤῥωστήματα, οὐδενὶ τούτων ἐθάρῥησεν εἰς σωτηρίαν τῶν ἀνθρώπων, ἀλλὰ ταῖς προσευχαῖς ἐτείχισε τὴν γῆν, καὶ μετὰ τὰ σημεῖα καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρεχεν, ὥσπερ τις ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στεφάνου. Καὶ γὰρ καὶ τῆς ἀναστάσεως τῶν νεκρῶν καὶ τῶν ἄλλων ἁπάντων ἡ προσευχὴ χορηγός· καὶ εἰκότως· ἣν γὰρ ἐπὶ τῶν δένδρων ἰσχὺν ἔχει τὰ ὕδατα, ταύτην ἐπὶ τοῦ βίου τῶν ἁγίων αἱ προσευχαί. Ἐν τῇ νυκτὶ ταύτῃ ἄρδων τὴν ψυχὴν ὁ Παῦλος,
natured, suddenly changing, had mercy on her who besought him, how much providential care from heaven will prayers bring us? And one might know the strength and the power of holy prayers by marking and beholding how many good things those who at all times fall down before God enjoy each day and hour. For who does not know that God bestows alike upon all men, both righteous and ungodly, the light of the sun, and of the stars, and of the moon, and the temperateness of the airs, and all manner of nourishments, and wealth, and life, and ten thousand good things, because of His great love towards mankind wherewith He deals towards us? And if those who do not beseech nor ask He thus pities each day and gives rest, how many good things is it likely that those who have devoted their whole life to prayers and supplications shall enjoy? Come now, let us also speak to you of all those of the righteous to whom it fell through prayers to save nations, and cities, and the whole inhabited world. And in the remembrance of prayer Paul is first worthy of remembrance, Paul who was insatiable in the service of God, the common father and forefather of the servants of Christ. That guardian of the inhabited world, therefore, through prayer and unceasing supplication saved all the nations, saying always to us: For this cause I bow my knees unto the Father of our Lord Jesus Christ, of Whom every fatherhood in heaven and on earth is named, that He may grant you, according to the riches of His grace, to be strengthened with power through His Spirit in the inner man, that Christ may dwell through faith in your hearts. Do you see how much strength prayer and supplication have? It makes men temples of Christ; and just as gold, and precious stones, and marbles make the houses of kings, so prayer makes temples of Christ. That Christ may dwell, says he, in your hearts. What greater encomium of prayer could there be than that it fashions temples of God? He Whom the heavens do not contain enters into a soul living in prayers. Heaven is My throne, says He, and the earth is the footstool of My feet. What sort of house will you build for Me? says the Lord; or what is the place of My rest? Yet nevertheless Paul builds a house through holy prayers. I bow, says he, my knees unto the Father of our Lord Jesus Christ, that Christ may dwell through faith in your hearts. And indeed from this too one might see the power of holy prayers, that Paul, running as though winged through the whole inhabited world, and dwelling in prison, and enduring scourges, and wearing a chain, and living in blood and dangers, and driving out demons, and raising the dead, and staying infirmities, placed confidence in none of these things for the salvation of men, but walled the earth with his prayers, and after the signs and the resurrection of the dead ran to prayers, just like an athlete to the wrestling school after a crown. For both of the resurrection of the dead and of all other things prayer is the supplier; and reasonably so: for what strength waters have over trees, this prayers have over the life of the saints. Watering his soul in this night, Paul,
PG 50:784Read from the page
πάντα ὑπέμενεν εὐχερῶς τὰ δεινὰ, παρέχων τὰ νῶτα ταῖς πληγαῖς ὥσπερ ἀνδριάς. Οὕτως ἐν Μακεδονίᾳ τὸ δεσμωτήριον ἔσεισεν· οὕτω τὰ δεσμὰ διέῤῥηξεν ὥσπερ λέων ταῖς προσευχαῖς· οὕτω τὸν τοῦ δεσμωτηρίου φύλακα τῆς πλάνης ἐξήρπασεν· οὕτω τὴν τυραννίδα τῶν δαιμόνων κατέλυσε. Καὶ μὴν κἀκεῖνά γε ἴσμεν, ἃ γράφει πρὸς πάντας ἀνθρώπους· Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παῤῥησίᾳ, λαλῆσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου. Τί λέγεις; τοσαύτην ἡμῖν παῤῥησίαν αἱ προσευχαὶ διδόασιν, ὡς ὑπὲρ Παύλου τολμᾷν τὸν Θεὸν ἱκετεύειν; τίς τολμᾷ στρατιώτης ὑπὲρ τοῦ μεγάλου στρατηγοῦ τὸν βασιλέα παρακαλεῖν; Καίτοι γε οὐδεὶς οὕτω στρατηγὸς τῷ βασιλεῖ φίλος, ὡς Παῦλος τῷ Θεῷ· ἀλλ' ὅμως εἰς τοσαύτην ἄγουσιν ἡμᾶς αἱ προσευχαὶ τιμὴν, ὡς ὑπὲρ Παύλου τολμᾷν τὸν Θεὸν ἱκετεύειν. Οὕτω καὶ Πέτρος ὁ μέγας, ὁ τοῦ οὐρανοῦ λαμπρότερος, τὸ δεσμωτήριον διέφυγε, μάλιστα μὲν διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ τὴν κοινὴν τῶν ἀνθρώπων σωτηρίαν, ἔπειτα μέντοι καὶ ἡ προσευχὴ τῆς Ἐκκλησίας κεκλεισμένας τοῦ δεσμωτηρίου τὰς θύρας ταχέως ἀνέῳξεν. Οὐ γὰρ εἰκῆ προσέγραψεν ὁ Λουκᾶς, ὅτι Προσευχὴ δὲ ἦν ἐκτενὴς ὅλης τῆς Ἐκκλησίας ὑπὲρ τοῦ Πέτρου, ἀλλ' ἵνα μάθωμεν ἡμεῖς, ὅσην ἰσχὺν ἐν οὐρανοῖς αἱ προσευχαὶ κέκτηνται, ὡς Παῦλον καὶ Πέτρον κινδύνων ἀπαλλάττειν, τοὺς στύλους τῆς Ἐκκλησίας, τοὺς κορυφαίους τῶν ἀποστόλων, τοὺς περιβοήτους ἐν οὐρανῷ, τὸ τεῖχος τῆς οἰκουμένης, τὸ κοινὸν φυλακτήριον πάσης γῆς καὶ θαλάττης. Εἰπέ μοι, πῶς ὁ Μωσῆς τὸν Ἰσραὴλ ἐν πολέμοις διέσωσεν; οὐ τὰ μὲν ὅπλα καὶ τὴν στρατιὰν τῷ μαθητῇ παρέδωκεν, αὐτὸς δὲ τὰς εὐχὰς ἀντέστησε τῷ πλήθει τῶν ἀντιπάλων; διδάσκων ἡμᾶς, ὅτι καὶ ὅπλων, καὶ ἵππων, καὶ χρημάτων, καὶ στρατοπέδων πολλῷ μείζονα δύναμιν ἔχουσιν αἱ προσευχαὶ τῶν δικαίων. Διὰ τοῦτο καὶ πᾶς ὁ στρατὸς, καὶ πολλαὶ μυριάδες, ἐν τῇ προσευχῇ τοῦ προφήτου τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον· προσευχομένου μὲν γὰρ τοῦ Μωσέως, ἐκράτουν Ἰουδαῖοι, πεπαυμένου δὲ τῆς προσευχῆς, ἔλαττον εἶχον τῶν ἀντιπάλων. Οὕτω δὴ καὶ ἡμεῖς προσευχόμενοι μὲν, ῥᾳδίως τοῦ διαβόλου κρατήσομεν, ῥᾳθυμοῦντες δὲ, καθ' ἑαυτῶν ἀσκοῦμεν τὸν Πονηρόν. Καὶ μὴν καὶ τὸν λαὸν ἀσεβήσαντα, διὰ προσευχῆς μόνης διέσωσε Μωσῆς, καὶ τῶν θείων ὄψεων καὶ μυρίων ἀγαθῶν διὰ ταύτης ἔτυχε μόνης. Αὕτη γὰρ αὐτῷ καὶ τὸν βίον παραπλήσιον ἐποίησε τοῖς οἰκοῦσι τὸν οὐρανόν. Προσευχὴ πυρὸς δύναμιν ἤλεγξε, καὶ λέοντας ἡμέρωσε· τὸ μὲν ἐπὶ τοῦ Δανιὴλ, τὸ δὲ ἐπὶ τῶν τριῶν ἐργασαμένη παίδων. Δι' ὧν, οἶμαι, καὶ δῆλον πεποίηκεν ἅπασιν, ὅτι πάντας, ὅσους ἂν λάβῃ κινδυνεύοντας, ῥᾳδίως ἐξαρπάζει τῶν ἐπηρτημένων δεινῶν. Προσευχὴ σωτηρίας ἀφορμὴ, ἀθανασίας πρόξενος ψυχῆς, τῆς Ἐκκλησίας τεῖχος ἀῤῥαγὲς, φυλακτήριον ἄσειστον, φοβερὸν μὲν τοῖς δαίμοσι, σωτήριον δὲ τοῖς εὐσεβέσιν ἡμῖν. Αὕτη τὸν ἅγιον προφήτην τὸν Σαμουὴλ ἐγέννησεν· ἐπειδὴ γὰρ ἡ φύσις ἠναντιοῦτο τῇ μητρὶ πρὸς γονὰς, ἡ προσευχὴ φανεῖσα ταχέως ἐπανώρθωσε τὸ τῆς φύσεως ἐλάττωμα. Τοιοῦτος τῆς προσευχῆς ὁ καρπὸς, τοιοῦτον ἐφύτευσεν ἡ προσευχὴ προφήτην. Δι'
endured all dreadful things readily, offering his back to blows like a statue. Thus in Macedonia he shook the prison; thus he burst the bonds like a lion by his prayers; thus he snatched the keeper of the prison from error; thus he overthrew the tyranny of the demons. And indeed we know those things also which he writes to all men: Continue steadfastly in prayer, watching therein with thanksgiving, praying at the same time for me also, that a word may be given to me in the opening of my mouth with boldness, to speak the mystery of the Gospel. What do you say? Do prayers give us such boldness that we dare to supplicate God on behalf of Paul? What soldier dares to entreat the king on behalf of the great general? And yet no general is so dear a friend to the king as Paul is to God; yet nevertheless prayers lead us to such honour that we dare to supplicate God on behalf of Paul. Thus too Peter the great, who is brighter than heaven, escaped the prison, most of all indeed because of his own virtue and the common salvation of men, yet thereafter the prayer of the Church also swiftly opened the barred doors of the prison. For not in vain did Luke add in writing that earnest prayer was made by the whole Church for Peter, but in order that we might learn what great strength prayers possess in heaven, so as to deliver Paul and Peter from dangers, the pillars of the Church, the chiefs of the apostles, those renowned in heaven, the wall of the inhabited world, the common bulwark of every land and sea. Tell me, how did Moses save Israel in wars? Did he not hand over the weapons and the army to his disciple, while he himself set his prayers against the multitude of the adversaries, teaching us that the prayers of the righteous have far greater power than weapons, and horses, and money, and camps? On this account both the whole army and many myriads had their hope of salvation in the prayer of the prophet; for while Moses prayed, the Jews prevailed, whereas when he ceased from prayer, they were worsted by their adversaries. Even so we too, when we pray, shall easily overcome the devil, whereas when we are slothful, we train the Evil One against ourselves. And indeed when the people too had acted ungodlily, Moses saved them through prayer alone, and obtained the divine visions and ten thousand good things through this alone. For this made his life also like unto those who dwell in heaven. Prayer reproved the power of fire and tamed lions, working the latter in the case of Daniel, and the former in the case of the three children. Whereby, I think, it has made clear to all as well that whomsoever it finds in danger, it easily snatches from impending dreadful things. Prayer is an occasion of salvation, a procurer of immortality of soul, an unbreakable wall of the Church, an unshaken bulwark, fearful indeed to the demons, yet saving to us the pious. This begat the holy prophet Samuel; for since nature opposed his mother with regard to childbearing, prayer appearing swiftly set right the defect of nature. Such is the fruit of prayer, such a prophet did prayer plant. On