περὶ τῶν ἀνδρῶν; εἰ ἐν τῇ Παλαιᾷ τοῦτο ἀπηγόρευται μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ πολλῇ κέχρηται κατὰ τῶν τρυφώντων καταφορᾷ ὁ προφήτης· καίτοι γε εἶδος τέθεικε τρυφῆς οὐ σφόδρα δαπανηρὸν, οὐδὲ ὄντως ἁβρόν· Οἱ δὲ ἐσθίοντες ἐρίφια ἐκ ποιμνίων καὶ μοσχάρια γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· εἰ ταῦτα κατηγορίας ἄξια, ὅτε πάντα ἦν σαρκικὰ, καὶ τοῦ οὐρανοῦ λόγος οὐδεὶς, ὅτε παιδαγωγία ἦν τὰ Ἰουδαϊκὰ, τί ἂν εἴποιμεν πρὸς τὴν βλακείαν τὴν νῦν; Εἰ γὰρ ἐρίφια καὶ μοσχάρια γαλαθηνὰ ἐσθίειν ὡς ὑγρόν τινα καὶ περιττὸν τοὺς ζῶντας διαβάλλει βίον, τί ἂν εἴποιμεν περὶ τῶν τοὺς μυχοὺς τῆς θαλάσσης διερευνώντων, καὶ τὰς ἐσχατιὰς τῆς γῆς, καὶ παντοδαποὺς ὀρνίθων καὶ ἰχθύων θηρευτὰς πανταχόθεν συλλεγόντων ἑαυτοῖς; Εἰ τὸν διυλισμένον οἶνον οἱ πίνοντες ἐν μέμψει, τί ἂν εἴποις πρὸς τοὺς ἀποδημίας διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος διαλαθεῖν ἀμπέλου, καθάπερ μέλλοντας εὐθύνας διδόναι, ἢ ἐπὶ τοῖς ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς γένους ἐμφορηθεῖεν οἴνου; Εἰ ἐλέφαντος κλίνῃ κεχρῆσθαι κατηγορίας ἄξιον, οἱ πολὺν αὐταῖς περιβάλλοντες ἄργυρον, μᾶλλον δὲ ἐξ ἀργύρου μόνου χαλκεύοντες, οὐ κλίνας, ἀλλ' ἤδη καὶ ὑπόβαθρα, καὶ λέβητας, καὶ κεράμια, καὶ ἀμίδας, ποίας ἂν τύχοιεν συγγνώμης; Τί μικρὸν ἢ μέγα εἰπεῖν εἰς τὰς εὐθύνας ἐκείνας δυνήσονται; Ἐγὼ δὲ τούτοις προστίθημι τὸ πάντων χαλεπώτατον, ὅτι καὶ ἐξ ἀλλοτρίων συμφορῶν ταῦτα συνείλεκται. Καίτοι γε ὁ προφήτης τοῦτο οὐ τέθεικεν, ἀλλὰ μόνον διέβαλε τὴν τρυφήν. Ὅταν δὲ καὶ αἰτία προσῇ χαλεπωτέρα τῆς τρυφῆς, τίς ἐξαιρήσεται τοὺς τὰ τοιαῦτα ποιοῦντας τῆς ἐσχάτης κολάσεως; ποῖος Νῶε παραστήσεται, ποῖος Ἰὼβ, ποῖος Δανιήλ; Οὐκ ἔστιν οὐδείς. Ἀλλ' ἐπὶ τούτων ἔστιν εἰπεῖν· Ἐκκαυθήσεται ὁ θυμός μου ὡσεὶ καπνός. Οὐ γάρ ἐστι, παρακαλῶ, θυμοῦ καὶ ὀργῆς ὄντως ἐμπλησθῆναι ἐσχάτης, καὶ διαῤῥαγῆναι, ὅταν ἕτερος μὲν μηδὲ ἀναγκαίας ἀπολαύῃ τροφῆς, σὺ δὲ τοσοῦτον εἰκῆ καὶ μάτην χαλκεύῃς ἄργυρον εἰς οὐδὲν δέον, ἀλλ' οὐδὲ πρὸς ἐπίδειξιν; Οὐδὲ γὰρ πρὸς αὐτὸ τοῦτο χρήσιμον ἔσται σοι, ἀλλ' εἰς τοὐναντίον περιτραπήσεται. Σὺ μὲν γὰρ ὥστε ἐπιφανὴς καὶ ἐπίσημος γενέσθαι τοῦτο ποιεῖς, συμβαίνει δὲ τοὐναντίον. Οὐ γὰρ εἴ τις ἐπιφανὴς καὶ ἐπίσημος, ἀλλ' ἐπὶ ὠμότητι καὶ πλεονεξίᾳ, καὶ τοῖς ἐσχάτοις κακοῖς ἅπαντές σε διαβάλλουσι. Πόσος γὰρ ὁ φθόνος, πόση ἡ βασκανία, πόσον τὸ μῖσος παρὰ πάντων, πόση ἡ μεταβολῆς ἐπιθυμία πᾶσι! Τὰς γὰρ εἰς τὸν Θεὸν βλασφημίας ἀφίημι, ἃς οἱ τοιοῦτοι πλοῦτοι τίκτουσι· καίτοι τοῦτο πάντων χαλεπώτερον· καὶ τὸ πρὸ τούτου, καὶ ὅπερ ἂν εἴπῃς, θάτερον θατέρου χεῖρον εὑρήσεις. Ἀλλ' οὐχὶ τὴν σύμμετρον καὶ μετρίαν οὖσαν ἡμῖν, ἣν οὐ προφήτης σκώπτει, οὐκ ἄνθρωπος μέμφεται, οὐ Θεὸς αἰτιᾶται, οὐ πῦρ κολάζει, οὐκ ἀποστρέφεταί τις, οὐ μισεῖ, οὐ βασκαίνει, ἀλλ' ἀποδέχεται μὲν Θεὸς, κοινωνοῦσι δὲ ἄγγελοι, ἐπαινοῦσι δὲ ἄνθρωποι, καὶ δέχεται οὐρανός. Αὗται αἱ τράπεζαι ἀγγέλους ἐδέξαντο· ταύταις ὁ Χριστὸς παραγίνεται, οὐκ ἐν ἐκείναις. Τοιαῦται αἱ τῶν προφητῶν ἦσαν, τοιαῦται αἱ τῶν ἀποστόλων, τοιαῦται αἱ τῶν δικαίων. Αἱ δὲ τῶν τυράννων καὶ τῶν ἐπὶ γῆς κακῶς πλουτούντων, ἔχουσαι ὀρχηστὰς, καὶ τοὺς ἄλλους τῶν ἐπὶ λύμῃ τοῦ βίου ζώντων, καὶ λῃστῶν, καὶ γοήτων, καὶ τυμβωρύχων, ἐκεῖναι. Ὅταν τοιαύτην παραθῇς τράπεζαν, ἄγγελος μὲν ἀποπηδᾷ, παροξύνεται δὲ Θεὸς, χαίρει δὲ ὁ τῶν δαιμόνων ἀρχηγὸς, ἀποστρέφονται δὲ, καὶ μισοῦσι, καὶ τήκονται, οὐχ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἔχειν ἐπιτηδείως ἄνθρωποι, φθόνῳ μᾶλλον ἐσθιόμενοι, ἢ τῶν παρόντων ἀπολαύοντες. Ὅταν δὲ ἐκείνην τις παραθῇ, τὴν σώφρονα, καὶ σύμμετρον, καὶ οὐδεμίαν ἔχουσαν φλεγμονὴν, καὶ ἡδίστη καὶ προσηνὴς ᾖ πᾶσι τοῖς φίλοις, καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις· παραγίνεται οὖν ὁ τοῦ Θεοῦ Μονογενής. Ὥσπερ γὰρ φεύγει τὸν τῦφον, καὶ τὸν ὑψηλόφρονα ἅπαντα, καὶ τὸν θόρυβον· οὕτω τῷ ταπεινῷ φίλος ἐστὶ, καὶ σύνεστιν ἀεὶ, καὶ πάντα περιφράττει, καὶ τειχίζει πανταχόθεν. Τοῦ δὲ Χριστοῦ παραγινομένου, οὐδὲν ἕτερον ἐπιζητεῖν χρή. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν ἐκεῖνα, διώκωμεν ταῦτα, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
concerning men? If in the Old Testament this is forbidden with great exactness, and the prophet employs great vehemence against those who live in luxury — although he has set down a kind of luxury not exceedingly lavish, nor truly effeminate: Those who eat kids from the flocks and suckling calves, who drink strained wine and anoint themselves with the chief ointments, who sleep upon beds of ivory and wanton upon their couches — if these things were worthy of accusation when all things were carnal and there was no account of heaven, when Juish observances were a tutorage, what could we say to the softness of the present time? For if eating kids and suckling calves slurs those who so live with a loose and superfluous life, what could we say concerning those who ransack the recesses of the sea and the uttermost ends of the earth, and collect for themselves hunters of birds and fishes of every sort from everywhere? If those who drink strained wine incur blame, what could you say to those who undertake voyages beyond the seas for wine, and move all things so that no kind of vine may escape them, just as though they were about to render account or be condemned on capital charges unless they glutted themselves with wine of every kind? If using a bed of ivory is worthy of accusation, of what pardon could those obtain who wrap much silver round their beds, nay rather who forge out of silver alone not only beds, but now even footstools, and cauldrons, and vessels, and chamber-pots? What word, small or great, will they be able to say at that reckoning? And to these things I add what is most grievous of all, that these things have even been gathered out of others' calamities. And yet the prophet has not set this down, but only inveighed against luxury. When however there is added also a cause more grievous than the luxury, who will rescue from the uttermost punishment those who do such things? What Noah will stand by them, what Job, what Daniel? There is no one at all. Rather, over such men one may say: My wrath shall blaze up like smoke. For is it not, I pray, a matter truly to be filled with uttermost wrath and anger, and to burst asunder, when another does not enjoy even necessary nourishment, while you at random and in vain forge so much silver for no necessary use, nay not even for display? For not even for this very thing will it be useful to you, but will turn round to the opposite. For you indeed do this in order to become conspicuous and illustrious, whereas the opposite comes to pass. For not as someone conspicuous and illustrious, but for cruelty and covetousness and the uttermost evils do all men traduce you. For how great is the envy, how great the malignity, how great the hatred from all, how great the desire in all for a reversal of your fortunes! For I pass over the blasphemies against God to which such riches give birth; although this is more grievous than all; and both what precedes this, and whatever you may name, you will find one thing worse than another. Not so, however, with the well-proportioned and moderate table among us, which no prophet mocks, no man blames, God does not accuse, fire does not punish, no one turns away from, hates, or envies, but God welcomes it, angels share in it, men praise it, and heaven receives it. These tables received angels; to these Christ comes, not among those. Such were the tables of the prophets, such those of the apostles, such those of the righteous. Whereas those of tyrants and of men wickedly rich upon earth, having dancers and the rest of those who live for the ruin of life, are those of robbers, and sorcerers, and grave-robbers. Whenever you set forth such a table, an angel leaps away, God is provoked, the chief of the demons rejoices, and not enemies only, but even the very men who seem to be friendly turn away, and hate, and pine away, eaten up by envy rather than enjoying what is present. Whereas whenever someone sets forth that other table, temperate, and well-proportioned, and having no inflammation, and it is most sweet and genial to all friends, both to God, and to angels, and to men, the Only-begotten of God comes there accordingly. For just as He shuns pride, and every haughty man, and uproar, so He is a friend to the lowly man, and is ever with him, and fences all things round, and walls him in on every side. And when Christ comes, one must seek nothing else besides. Knowing these things, therefore, beloved, let us flee those things and pursue these, so that we may obtain both present and future good things, by the grace and loving-kindness of Our Lord Jesus Christ, with Whom to the Father be glory, honour, together with the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.