Migne Reading Room

PG 50 · cols. 771–772 · Read from the page

De Fato et Providentia Orationes VI (Περὶ εἱμαρμένης καὶ προνοίας λόγοι αʹ-ϛʹ)

De Fato et Providentia Orationes VI (Περὶ εἱμαρμένης καὶ προνοίας λόγοι αʹ-ϛʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:771Read from the page
εὐχείρωτος ὢν τοῖς ἐχθροῖς, πᾶσιν ἄχρηστος τοῖς φίλοις καὶ τοῖς προσήκουσιν. Οὐκ ἐν κινδύνοις καὶ περιστάσεσιν εὐεπηρέαστος μόνον ὁ τοιοῦτος, οὐκ ἐν γαλήνῃ καὶ ἀδείᾳ ἀφόρητος, ἀλλὰ καὶ ἐν ταῖς δυσκολίαις ὑπὸ τῆς ἀμετρίας ἑκάστῳ τῶν προσπιπτόντων ἔσται ἄχρηστος. Ἐκεῖ μὲν γὰρ αὐτὸν, ἐν ταῖς δυσημερίαις λέγω, δειλία, καὶ ἀνανδρία, καὶ φόβος ἄμετρος, καὶ ἀβουλία πολλὴ καθέξει· ἐνταῦθα δὲ θράσος, καὶ ῥᾳθυμία, καὶ ἀκολασία, ἀμετρία καὶ τῦφος, καὶ ἀλαζονεία, τῶν προτέρων μᾶλλον δυσχερέστερον παρὰ πᾶσι ποιεῖ. Οὐ γὰρ δὴ μόνον τὰ σώματα τῶν οὕτω διακειμένων καὶ ἀειδῆ, καὶ πλαδαρὰ, καὶ διάβροχα, καὶ δυσωδίας ἀφορήτου πάντοθεν ἔμπλεα γίγνεται, ἀλλὰ καὶ ἡ ψυχὴ πολὺ τοῦ σώματός ἐστιν ἀειδεστέρα, πολλῷ μείζονα ἐκείνου νοσήματα δεξαμένη παρὰ τῆς τρυφῆς. Καθάπερ γὰρ τὸ σῶμα οὐ τὰ κατὰ φύσιν περιττώματα προΐεται μόνον, ἀλλὰ πολλῷ πλεῖον καὶ πανταχόθεν· καὶ γὰρ ὀφθαλμοὶ, καὶ ῥῖνες, καὶ στόματα, τῶν ἔνδον ὑπὴ τῆς γενομένης πλημμύρας βαρυνομένων, ἰκμάδος φαυλοτάτης καὶ διαφθορᾶς ἀναπίμπλαται, καὶ αὐτὴ τῆς σαρκὸς ἡ φύσις χαυνοτέρα γενομένη τῆς φυσικῆς συμμετρίας, καθάπερ βορβόρων καὶ ἀκαθάρτων τελμάτων πλησθεῖσα, δυσώδης τε ἅμα καὶ ἄχρηστος γίγνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος. Καὶ γὰρ καὶ αὐτὴ ἡ γῆ ὅταν ὑπὸ τῆς τοιαύτης πλεονεξίας τυραννηθεῖσα τὴν οἰκείαν καὶ ἔμφυτον ἀπολέσῃ θερμότητα, συναπόλλυσιν αὐτῆς καὶ τὴν ἰσχὺν, καὶ οὔτε πρὸς ἐργασίαν, οὔτε πρὸς τὴν οἰκείαν γονήν ἐστιν ἐπιτήδειος. Ἐντεῦθεν δὲ χαλεποῖς καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες διηνεκεῖ· καὶ γὰρ τρόμοις, καὶ παρέσει, καὶ φθόῃ, καὶ κορύζαις, καὶ ποδαλγίαις, καὶ χειραλγίαις, καὶ ἑτέροις πλείοσιν, ὅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίνονται. Οὕτως εἰ καὶ μὴ γέεννα ἦν, μηδὲ κόλασις, μηδὲ κατάγνωσις ἐσχάτη παρὰ Θεοῦ, μηδὲ παρὰ ἀνθρώποις μέμψις, μηδὲ ἡ ἄκαιρος δαπάνη, μηδὲ ἕτερα μυρία τὰ ἀπὸ τῆς τρυφῆς ἐγγινόμενα, τοῦτο δὲ μόνον προσῆν, οὐχ ἱκανὸν ἅπαντας ἀποτρέψαι; Δηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦται διακείσονται τράπεζαι, μᾶλλον δὲ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, καὶ πολλῷ χεῖρον. Τὰ μὲν γὰρ εὐθέως ἀπήνεγκε τὸν λαβόντα, καὶ τὴν τελευτὴν ἀναισθήτως ἐπήγαγεν, ὡς μηδὲ αὐτῷ τούτῳ λυπῆσαι τὸν ἀποθανόντα· αὗται δὲ ζωὴν μυρίων θανάτων χαλεπωτέραν ἐπάγουσι τοῖς αὐτὰς περὶ πολλοῦ ποιουμένοις, ζωήν ἔφην, οὐκ ἐλεεινὴν μόνον, ἀλλὰ καὶ αἰσχρὰν καὶ καταγέλαστον. Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν· ἀλλ' ἡ μὲν ὑπερβολὴ τοῦ κακοῦ πρὸς ἔλεον ἐπικάμπτει, ἡ δὲ ὑπόθεσις τοῦ νοσήματος παροξύνει τὸν εἰδότα. Διότι μέσον τι πάθος πάθοιμεν ἂν, οὔτε ἐλεοῦντες αὐτούς· οὐ γὰρ ἀφίησιν αὐτοὺς ἡ αἰτία τῶν δεινῶν· οὔτε ὀργιζόμεθα· οὐ γὰρ ἐπιτρέπει τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ μεταξὺ κατηγορίας καὶ συγγνώμης ἡ στάσις. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπηρεάσθησαν καθάπερ κἀκεῖνοι, οὐδὲ ὑπὸ τῶν ἀνθρώπων ἐπεβουλεύθησαν, ἀλλ' αὐτοὶ δημιουργοὶ τῶν νοσημάτων ἑαυτοῖς τούτων ἐγένοντο, ἑκόντες ἑαυτοὺς ῥιπτοῦντες εἰς τὸ τῶν κακῶν βάραθρον. Ὥσπερ οὖν τοὺς βρόχους ἀνάπτοντας, καὶ τοὺς κατὰ κρημνῶν ἀφιέντας ἑαυτοὺς, καὶ τοὺς διὰ μέσων ξιφῶν ἑαυτοὺς ἀναιροῦντας οὐ σφόδρα οἰκτείρομεν, οὕτως οὐδὲ τούτους. Καίτοι εἰ
being an easy prey to his enemies, useless to all his friends and kinsfolk. Not only in dangers and crises is such a man exposed to harm, not only in calm and security is he unbearable, but in difficulties too, through his excess, he will be useless for every circumstance that befalls him. For there, I mean in adversities, cowardice, and unmanliness, and immeasurable fear, and great witlessness will possess him; while here audacity, and sloth, and licentiousness, excess and conceit, and arrogance render him far more intolerable than the former in the eyes of all. For indeed not only do the bodies of men so disposed become unsightly, and flabby, and sodden, and filled on every side with an unbearable stench, but the soul too is far more unsightly than the body, having received far greater diseases than that from luxury. For just as the body discharges its superfluities not only by the natural channels, but far more and from every quarter—for eyes, and nostrils, and mouths, as the inward parts are weighed down by the resulting flood, are filled with the foulest moisture and corruption, and the very nature of the flesh, growing slacker than its natural symmetry, as though filled with mire and unclean marshes, becomes at once foul-smelling and useless, and unfit for every good work. For even the earth itself, when tyrannized over by such greed it loses its own inborn warmth, loses along with it its strength as well, and is suitable neither for tillage nor for its own fruitfulness. And from this those who live in continual luxury are seized by grievous and incurable diseases: for they become prey to tremors, and palsy, and consumption, and catarrhs, and gout in the feet, and gout in the hands, and many other ailments, as the sons of physicians declare. Thus, even if there were no Gehenna, nor punishment, nor uttermost condemnation from God, nor reproach among men, nor unseasonable expense, nor ten thousand other ills arising from luxury, if this alone attended it, would it not suffice to turn all men away? For such tables will prove in no way better than deadly poisons—or rather, if one must speak the truth, even far worse. For poisons straightway carry off him who takes them, and bring on death insensibly, so as not even by this very thing to grieve the dying man; whereas these tables bring upon those who set great store by them a life more grievous than ten thousand deaths—a life, I say, not only pitiable, but also shameful and ridiculous. For other sufferings have many who sympathize, whereas those that have sprung from luxury and drunkenness do not suffer onlookers, even when they wish, to sympathize with those vanquished by them; rather, the excess of the evil bends one towards pity, while the cause of the malady provokes him who knows it. Wherefore we experience a kind of middle feeling, neither pitying them—for the cause of their woes does not permit us—nor growing angry—for the magnitude of their woes does not allow it—but our stance lies between accusation and pardon. For they were not wronged by nature like those others, nor were they plotted against by men, but they became for themselves the framers of these diseases, willingly flinging themselves into the pit of evils. Just as, then, we do not greatly pity those who fasten halters, and those who hurl themselves down precipices, and those who destroy themselves upon drawn swords, so neither do we pity these men. And yet, if
Notes, col. 771

On the reading

Printed ὑπὴ, for ὑπὸ.

PG 50:772Read from the page
δεῖ συγγνώμης τυχεῖν, μᾶλλον ἐκεῖνοι τούτων ἂν τύχοιεν, εἰ καὶ αὐτοὶ σφόδρα ἂν εἶεν ἀσύγγνωστοι. Ἐκεῖνοι μὲν γὰρ ἢ συκοφαντίαις, ἢ ζημίαις χρημάτων, ἢ προσδοκώμενον κίνδυνον, ἢ πληγὰς ἐλπίσαντες, ἢ ἕτερόν τινα καραδοκήσαντες φόβον, καὶ μειζόνων, ἑαυτοὺς κακῶν ἐξαρπάζοντες, ἐπὶ τὴν τῆς τελευτῆς παραμυθίαν καταφεύγουσιν, ὥσπερ εἰς ἄσυλόν τι χωρίον τὸν θάνατον κατατρέχοντες, ἢ ὥσπερ εἰς λιμένα τινὰ εὔδιον ἀπὸ τῶν προσδοκωμένων χειμώνων σπεύδοντες καὶ ἐπειγόμενοι· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἔχοντες εἰπεῖν, μυρίων βιαίων θανάτων ζωῇ χαλεπωτέρᾳ παραδιδόασιν ἑαυτούς. Εὔκαιρον οὖν νῦν εἰπεῖν ἐκεῖνο τὸ τοῦ σοφοῦ· Τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον, καὶ πάντας τοὺς προσάγοντας θηρίοις ἑαυτούς; Θηρίον γάρ ἐστιν ἡ τρυφὴ, θηρίον χαλεπὸν καὶ ἀτίθασσον, καὶ οὐχ οὕτω σκορπίος ἢ ὄφις τοῖς σπλάγχνοις ἡμῶν ἐγκαθήμενος λυμαίνεται πανταχόσε, ὡς ἡ τῆς τρυφῆς ἐπιθυμία πάντα ἀνατρέπει καὶ ἀπόλλυσι. Τοῖς μὲν γὰρ θηρίοις ἐκείνοις μέχρι τοῦ σώματος ἡ ἐπιβουλή· αὕτη δὲ, ὅταν ἐγκαθεσθῇ, μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν προσαπόλλυσι. Διόπερ φύγωμεν ἀπ' αὐτῆς, ὡς φρονίμοις λέγω. Εἰ μὲν ἔχει τι χρηστὸν, μὴ ἀνασχώμεθα, μὴ πεισθῶμεν· εἰ δὲ ἀληθῆ τὰ εἰρημένα, καὶ λύμη πάντων ἐστὶ τὸ πρᾶγμα, καὶ κατάγελως ἔσχατος, ὑμῶν αὐτῶν φείσασθε τῆς τοῦ σώματος ῥύσεως, τῆς κατὰ ψυχὴν ὑγιείας. Οὐ λέγω πρὸς σκληραγωγίαν ἑαυτοὺς ἀγαγεῖν, ἂν μὴ βουληθείης· τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρειας ἔξω περικόψωμεν. Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρειας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ καὶ ὑπὲρ τὴν χρειαν ὁδεύωμεν; Ὅρος ἡμῖν ἔστω τροφῆς τὸ μὴ βλάπτον, τὸ παῦσαι πεινῶντας χωρὶς βλάβης δυνάμενον, περαιτέρω δὲ μηδὲν ἐπιζητῶμεν· μᾶλλον δὲ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ἀληθὲς δὲ, εἰ καὶ ἡδονὴν ἐπιζητοῦμεν, ἐν αὐταρκείᾳ ταύτην μᾶλλον ἢ ἐν τρυφῇ οὖσαν εὑρήσομεν. Ἄκουσον πῶς αὕτη μείζων ἐκείνης ἐστὶν ἡ ἡδονὴ καὶ εὐπορωτέρα. Ἡ μὲν γὰρ οὐδὲ συστῆναι δύναται λοιπὸν, οὐδὲ εὑρίσκει φύσιν βρωμάτων ἐπιτηδείαν αὐτῇ· ἡ δὲ καὶ ἐξ ἐναντίων συνίστασθαι δύναται. Τίς τοῦτό φησιν; Ὁ μάλιστα πάντων αὐτῆς ἀπολελαυκώς. Ψυχῇ γὰρ, φησὶν, ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· ψυχὴ ἐμπεπλησμένη κηρίοις ἐμπαίζει. Ὁρᾷς πῶς ἐκείνην μὲν καὶ ἐξ ὀλίγων καὶ ἐκ πάντων συστῆναι ῥᾴδιον, ταύτην δὲ οὐδαμῶς; Εἰ γὰρ τὰ κηρία μὴ προσιέμεθα, τί γένοιτο ἂν ἡμῖν ἡδὺ λοιπόν; εἰ τὸ πάντων γλυκύτατον οὐκ ἂν δύναιτο παρέχειν ἡδονὴν, ποῖον ἔσται τὸ δυνάμενον ποιῆσαι ἐν ἡδονῇ; Ὥστε εἰ ἡδονὴν ἐπιζητοῦμεν, ἐνταῦθα μᾶλλον εὑρήσομεν. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὴν μὲν ἡδονὴν, καὶ ὑγίειαν, καὶ πάντα ἔχουσαν τὰ ἀγαθὰ καὶ θεοφιλῆ φεύγειν τράπεζαν, ἑτέραν δὲ κατασκευάζειν μυρίων γέμουσαν συμφορῶν, ἀηδῆ τε καὶ λυπηρὰν, καὶ ἐπίνοσον, καὶ, τὸ πάντων χαλεπώτατον, παροξύνουσαν ἡμῶν τὸν Θεόν; Εἰ γὰρ Ἡ χήρα ἡ σπαταλῶσα ζῶσα τέθνηκε, τί ἂν εἴποιμεν
pardon ought to be obtained, those men would obtain it rather than these, even though they themselves too would be utterly unpardonable. For those men, either through false accusations or losses of wealth, or expecting an impending danger, or anticipating blows, or awaiting some other dread, and snatching themselves away from greater evils, flee for refuge to the consolation of their end, running to death as to some inviolable sanctuary, or hastening and pressing on as to some calm haven from the expected tempests; whereas these men, having nothing of the sort to allege, deliver themselves over to a life more grievous than ten thousand violent deaths. Seasonable, then, is it now to utter that saying of the wise man: Who will pity a snake-charmer bitten by a serpent, and all who bring themselves near to wild beasts? For luxury is a wild beast, a grievous and untamable beast, and neither scorpion nor serpent sitting in our inward parts wreaks such havoc on every side as the desire for luxury overturns and destroys all things. For with those wild beasts the plot goes only as far as the body; whereas this, once it has settled within, destroys the soul as well along with the body. Wherefore let us flee from it; I speak as to prudent men. If it has anything good, let us not hold back, let us not obey me; but if what has been said is true, and the thing is the ruin of all things and uttermost derision, spare your own selves—the deliverance of your body, the health of your soul. I do not bid you lead yourselves to harsh austerity, unless you should wish it: let us remove what is superfluous, let us pare away what lies beyond need. For what pardon do we have when others, though they are masters, do not even enjoy their need, while we advance even beyond need? Let our limit of nourishment be that which does no harm, that which is able to stop our hunger without harm, and let us seek nothing further; or rather, if one must say something marvellous and beyond the opinion of the many, yet true, even if we seek pleasure, we shall find it existing in self-sufficiency rather than in luxury. Hear how this pleasure is greater than that and more abundant. For the one can no longer even subsist, nor does it find a nature of meats suitable to it; whereas the other can be composed even out of opposites. Who says this? He who most of all men enjoyed it. For to a soul in need, says he, even bitter things appear sweet; a soul filled to the full mocks at honeycombs. Do you see how the one can easily subsist both from a few things and from all things, whereas the other by no means? For if we do not accept honeycombs, what else could be sweet to us? If the sweetest of all things could not afford pleasure, what sort of thing will be able to put us in pleasure? So that if we seek pleasure, we shall find it here rather. How then is it not the height of folly to flee the table that possesses pleasure, and health, and all good things dear to God, and to prepare another teeming with ten thousand calamities, joyless and painful, and diseased, and—most grievous of all—provoking our God? For if She that giveth herself to pleasure is dead while she liveth, what could we say