εὐχείρωτος ὢν τοῖς ἐχθροῖς, πᾶσιν ἄχρηστος τοῖς φίλοις καὶ τοῖς προσήκουσιν. Οὐκ ἐν κινδύνοις καὶ περιστάσεσιν εὐεπηρέαστος μόνον ὁ τοιοῦτος, οὐκ ἐν γαλήνῃ καὶ ἀδείᾳ ἀφόρητος, ἀλλὰ καὶ ἐν ταῖς δυσκολίαις ὑπὸ τῆς ἀμετρίας ἑκάστῳ τῶν προσπιπτόντων ἔσται ἄχρηστος. Ἐκεῖ μὲν γὰρ αὐτὸν, ἐν ταῖς δυσημερίαις λέγω, δειλία, καὶ ἀνανδρία, καὶ φόβος ἄμετρος, καὶ ἀβουλία πολλὴ καθέξει· ἐνταῦθα δὲ θράσος, καὶ ῥᾳθυμία, καὶ ἀκολασία, ἀμετρία καὶ τῦφος, καὶ ἀλαζονεία, τῶν προτέρων μᾶλλον δυσχερέστερον παρὰ πᾶσι ποιεῖ. Οὐ γὰρ δὴ μόνον τὰ σώματα τῶν οὕτω διακειμένων καὶ ἀειδῆ, καὶ πλαδαρὰ, καὶ διάβροχα, καὶ δυσωδίας ἀφορήτου πάντοθεν ἔμπλεα γίγνεται, ἀλλὰ καὶ ἡ ψυχὴ πολὺ τοῦ σώματός ἐστιν ἀειδεστέρα, πολλῷ μείζονα ἐκείνου νοσήματα δεξαμένη παρὰ τῆς τρυφῆς. Καθάπερ γὰρ τὸ σῶμα οὐ τὰ κατὰ φύσιν περιττώματα προΐεται μόνον, ἀλλὰ πολλῷ πλεῖον καὶ πανταχόθεν· καὶ γὰρ ὀφθαλμοὶ, καὶ ῥῖνες, καὶ στόματα, τῶν ἔνδον ὑπὴ τῆς γενομένης πλημμύρας βαρυνομένων, ἰκμάδος φαυλοτάτης καὶ διαφθορᾶς ἀναπίμπλαται, καὶ αὐτὴ τῆς σαρκὸς ἡ φύσις χαυνοτέρα γενομένη τῆς φυσικῆς συμμετρίας, καθάπερ βορβόρων καὶ ἀκαθάρτων τελμάτων πλησθεῖσα, δυσώδης τε ἅμα καὶ ἄχρηστος γίγνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος. Καὶ γὰρ καὶ αὐτὴ ἡ γῆ ὅταν ὑπὸ τῆς τοιαύτης πλεονεξίας τυραννηθεῖσα τὴν οἰκείαν καὶ ἔμφυτον ἀπολέσῃ θερμότητα, συναπόλλυσιν αὐτῆς καὶ τὴν ἰσχὺν, καὶ οὔτε πρὸς ἐργασίαν, οὔτε πρὸς τὴν οἰκείαν γονήν ἐστιν ἐπιτήδειος. Ἐντεῦθεν δὲ χαλεποῖς καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες διηνεκεῖ· καὶ γὰρ τρόμοις, καὶ παρέσει, καὶ φθόῃ, καὶ κορύζαις, καὶ ποδαλγίαις, καὶ χειραλγίαις, καὶ ἑτέροις πλείοσιν, ὅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίνονται. Οὕτως εἰ καὶ μὴ γέεννα ἦν, μηδὲ κόλασις, μηδὲ κατάγνωσις ἐσχάτη παρὰ Θεοῦ, μηδὲ παρὰ ἀνθρώποις μέμψις, μηδὲ ἡ ἄκαιρος δαπάνη, μηδὲ ἕτερα μυρία τὰ ἀπὸ τῆς τρυφῆς ἐγγινόμενα, τοῦτο δὲ μόνον προσῆν, οὐχ ἱκανὸν ἅπαντας ἀποτρέψαι; Δηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦται διακείσονται τράπεζαι, μᾶλλον δὲ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, καὶ πολλῷ χεῖρον. Τὰ μὲν γὰρ εὐθέως ἀπήνεγκε τὸν λαβόντα, καὶ τὴν τελευτὴν ἀναισθήτως ἐπήγαγεν, ὡς μηδὲ αὐτῷ τούτῳ λυπῆσαι τὸν ἀποθανόντα· αὗται δὲ ζωὴν μυρίων θανάτων χαλεπωτέραν ἐπάγουσι τοῖς αὐτὰς περὶ πολλοῦ ποιουμένοις, ζωήν ἔφην, οὐκ ἐλεεινὴν μόνον, ἀλλὰ καὶ αἰσχρὰν καὶ καταγέλαστον. Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν· ἀλλ' ἡ μὲν ὑπερβολὴ τοῦ κακοῦ πρὸς ἔλεον ἐπικάμπτει, ἡ δὲ ὑπόθεσις τοῦ νοσήματος παροξύνει τὸν εἰδότα. Διότι μέσον τι πάθος πάθοιμεν ἂν, οὔτε ἐλεοῦντες αὐτούς· οὐ γὰρ ἀφίησιν αὐτοὺς ἡ αἰτία τῶν δεινῶν· οὔτε ὀργιζόμεθα· οὐ γὰρ ἐπιτρέπει τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ μεταξὺ κατηγορίας καὶ συγγνώμης ἡ στάσις. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπηρεάσθησαν καθάπερ κἀκεῖνοι, οὐδὲ ὑπὸ τῶν ἀνθρώπων ἐπεβουλεύθησαν, ἀλλ' αὐτοὶ δημιουργοὶ τῶν νοσημάτων ἑαυτοῖς τούτων ἐγένοντο, ἑκόντες ἑαυτοὺς ῥιπτοῦντες εἰς τὸ τῶν κακῶν βάραθρον. Ὥσπερ οὖν τοὺς βρόχους ἀνάπτοντας, καὶ τοὺς κατὰ κρημνῶν ἀφιέντας ἑαυτοὺς, καὶ τοὺς διὰ μέσων ξιφῶν ἑαυτοὺς ἀναιροῦντας οὐ σφόδρα οἰκτείρομεν, οὕτως οὐδὲ τούτους. Καίτοι εἰ
being an easy prey to his enemies, useless to all his friends and kinsfolk. Not only in dangers and crises is such a man exposed to harm, not only in calm and security is he unbearable, but in difficulties too, through his excess, he will be useless for every circumstance that befalls him. For there, I mean in adversities, cowardice, and unmanliness, and immeasurable fear, and great witlessness will possess him; while here audacity, and sloth, and licentiousness, excess and conceit, and arrogance render him far more intolerable than the former in the eyes of all. For indeed not only do the bodies of men so disposed become unsightly, and flabby, and sodden, and filled on every side with an unbearable stench, but the soul too is far more unsightly than the body, having received far greater diseases than that from luxury. For just as the body discharges its superfluities not only by the natural channels, but far more and from every quarter—for eyes, and nostrils, and mouths, as the inward parts are weighed down by the resulting flood, are filled with the foulest moisture and corruption, and the very nature of the flesh, growing slacker than its natural symmetry, as though filled with mire and unclean marshes, becomes at once foul-smelling and useless, and unfit for every good work. For even the earth itself, when tyrannized over by such greed it loses its own inborn warmth, loses along with it its strength as well, and is suitable neither for tillage nor for its own fruitfulness. And from this those who live in continual luxury are seized by grievous and incurable diseases: for they become prey to tremors, and palsy, and consumption, and catarrhs, and gout in the feet, and gout in the hands, and many other ailments, as the sons of physicians declare. Thus, even if there were no Gehenna, nor punishment, nor uttermost condemnation from God, nor reproach among men, nor unseasonable expense, nor ten thousand other ills arising from luxury, if this alone attended it, would it not suffice to turn all men away? For such tables will prove in no way better than deadly poisons—or rather, if one must speak the truth, even far worse. For poisons straightway carry off him who takes them, and bring on death insensibly, so as not even by this very thing to grieve the dying man; whereas these tables bring upon those who set great store by them a life more grievous than ten thousand deaths—a life, I say, not only pitiable, but also shameful and ridiculous. For other sufferings have many who sympathize, whereas those that have sprung from luxury and drunkenness do not suffer onlookers, even when they wish, to sympathize with those vanquished by them; rather, the excess of the evil bends one towards pity, while the cause of the malady provokes him who knows it. Wherefore we experience a kind of middle feeling, neither pitying them—for the cause of their woes does not permit us—nor growing angry—for the magnitude of their woes does not allow it—but our stance lies between accusation and pardon. For they were not wronged by nature like those others, nor were they plotted against by men, but they became for themselves the framers of these diseases, willingly flinging themselves into the pit of evils. Just as, then, we do not greatly pity those who fasten halters, and those who hurl themselves down precipices, and those who destroy themselves upon drawn swords, so neither do we pity these men. And yet, if