Migne Reading Room

PG 50 · cols. 759–762 bis · Read from the page

De Fato et Providentia Orationes VI (Περὶ εἱμαρμένης καὶ προνοίας λόγοι αʹ-ϛʹ)

De Fato et Providentia Orationes VI (Περὶ εἱμαρμένης καὶ προνοίας λόγοι αʹ-ϛʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:759Read from the page
θρώπου τοῦ ὁμοφύλου καὶ ὁμογενοῦς καταναγκαζομένου· τῷ δὲ ὑπὸ εἱμαρμένης οὐχὶ πολλῷ μᾶλλον συγγινώσκειν ἐχρῆν; Καὶ γὰρ διαδρᾶναι ἔδει.
man of the same race and kin he is compelled; yet to one compelled by fate ought they not much rather to grant pardon? And indeed in the former case one ought to have run away.
Ἐκείνης δὲ, ὥς φασιν, οὕτως ἀμήχανος ἡ ἀρχὴ, ὡς κἂν εἰς ἔρημον, κἂν εἰς θάλασσαν, κἂν ὅπου τις ἀφίκηται, τὰ νοήματα αὐτῆς οὐ διαφεύξεται. Πῶς οὖν οὐκ ἄτοπον τὸν μὲν ὑπὸ βαρβάρων βίας ἀγχόμενον, πλείστης συγγνώμης ἀπολαύειν, ὡς μηδὲ ἐγκαλεῖσθαι τὴν ἀρχὴν, τὸν δὲ ὑπὸ δυνατωτέρας, ὥς φασι, δυνάμεως καταναγκαζόμενον, δίκην διδόναι, καὶ μηδὲ λόγου μεταδιδόναι πρὸς ἀπολογίαν αὐτῷ τοιαύτην; Οὐδεὶς γάρ ποτε προβαλλόμενος εἱμαρμένην ἀπέφυγεν, οὐκ ἐν δικαστηρίοις κακοῦργος, οὐκ ἐν οἰκίᾳ οἰκέτης, οὐκ εἰς διδασκαλεῖον παῖδες, οὐκ ἐν ταῖς τέχναις μαθηταὶ, ἐν οἷς ἂν διαμάρτωσι. Πῶς οὖν τινες εἱμαρμένην πρεσβεύουσιν ἀτιμάζοντες αὐτὴν, καὶ τῇ ὑπ' αὐτῆς ἀνάγκῃ οὐδεμιᾶς μεταδιδόντες συγγνώμης; Οὕτω τῇ μὲν ἀληθείᾳ, καὶ τῷ συνειδότι σφόδρα πεπείκασιν ἑαυτοὺς, ὅτι μῦθος τὸ πρᾶγμά ἐστιν. Ὅταν δὲ εἰς ἁμαρτήματα ἐμπέσωσι χαλεπὰ, ἕτερον αὐτοῖς προστιθέασι πάλιν, ὡς ταύτῃ διαφευξόμενοι τὴν ἀποκειμένην αὐτοῖς δίκην, ἀλλ' οὐ χαλεπώτερον αὐτὴν δώσοντες. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν χαλεπὸν, ὡς τὸ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντεῖν, καὶ τὸν Θεὸν διαβάλλειν ὑπὲρ τῶν οἰκείων κακῶν. Τοῦτο πάσης ἁμαρτίας χεῖρον· ὅπερ οὖν καὶ ὁ διάβολος ἐσπούδασεν, ὡς μὴ μόνον ῥᾳθύμους ἡμᾶς γενέσθαι πρὸς ἀρετὴν καὶ προχείρους εἰς κακίαν, ἁπάντων τὴν αἰτίαν ἀνατιθέναι τῷ Θεῷ, ἀλλὰ καὶ μετὰ τοῦ βλάσφημον ἡμῶν καὶ τὴν ψυχὴν καὶ τὴν γλῶτταν ἐργάσασθαι, ἀπολογίας προσχήματι, σοῦ Θεοῦ κατηγοροῦντας, καὶ τῶν μὲν ἐργαζομένων ἡμῶν αὐτῶν ἀποσκευαζομένους τὴν διαβολὴν, εἰς δὲ τὸν οὐκ ὄντα αἴτιον μετατιθέντας τὴν κατηγορίαν. Καίτοι κἂν ἐπ' ἀνθρώπων τις τοιοῦτόν τι φανῇ τολμήσας, ἀρκεῖ τοῦτο μόνον εἰς κατηγορίαν αὐτοῦ καὶ ἀπώλειαν. Ὅταν γὰρ ἕτερον συκοφαντῇ ὁ μηδὲν ἐργασάμενος δεινὸν, τῶν δεδρακότων τὸ τόλμημα τιμωρίᾳ ἐνέχεται. Ὅρα οὖν πόσα κακὰ συνέστησεν ὁ διάβολος ἀπὸ τῆς εἱμαρμένης· ὑπεροψίαν ἀρετῆς· ἐκλύει γὰρ ψυχὴν κἂν σφόδρα πρόθυμος ᾖ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἱδρῶτας, ὅταν πείσῃ, ὅτι τῶν γενομένων οὐδέν ἐστιν ἐφ' ἡμῖν εὐέμπτωτον πρὸς πονηρίαν
Whereas her rule, as they say, is so irresistible that even if one comes into a desert, even if into the sea, even if wheresoever one may go, he will not escape her counsels. How then is it not absurd that one throttled by the violence of barbarians enjoys the greatest pardon, so as not even to be accused at all, whereas one compelled by a more powerful force, as they say, pays the penalty, and they do not even grant him a hearing towards such a defence? For no one ever escaped by putting forward fate—no malefactor in courts of justice, no household slave in a house, no boys at school, no apprentices in the crafts, in whatever things they commit a fault. How then do some uphold fate while dishonouring it and granting no pardon at all to the necessity imposed by it? Thus in truth and in their own conscience they have thoroughly persuaded themselves that the matter is a myth. Yet when they fall into grievous sins, they add another sin to them again, as though in this way they were about to escape the penalty laid up for them, and were not about to pay it all the more severely. For sinning is not so grievous as being shameless after the sin and slandering God over one's own evils. This is worse than every sin; the very thing, therefore, which the devil also was eager to achieve, so that not only might we become indolent towards virtue and ready for vice, ascribing the blame for all things to God, but also along with this might render both our soul and our tongue blasphemous under pretext of a defence, accusing God, and shaking off the blame from ourselves who work these things while transferring the accusation onto Him Who is not the cause. And yet even among men, if anyone is seen to have dared something of such a kind, this alone suffices for his accusation and ruin. For when one who has wrought nothing dreadful falsely accuses another, he is held liable to the punishment of those who perpetrated the daring deed. See, therefore, how many evils the devil has put together from fate: disdain of virtue—for it unstrings a soul even if it be exceedingly eager towards the sweats on virtue's behalf, when it persuades it that among the things that come to pass nothing lies in our power; a thing prone towards wickedness as its
ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ.
ON PROVIDENCE AND FATE.
Λόγος δʹ.
Discourse 4.
Τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Εἰ δὲ Παύλῳ συνεχοῦς ἔδει διδασκαλίας πρὸς τοὺς μαθητὰς, Παύλῳ τῷ μετὰ τῆς τοῦ Πνεύματος διδάσκοντι χάριτος, καὶ μετὰ ἐπιτάγματος ἐλαύνοντι τοὺς ἐχθροὺς, καὶ πάντων ἀναιροῦντι τὰ παθήματα, Παύλῳ τῷ τιμωμένῳ, οὗ πάντες ἤκουον ὡς ἐξ οὐρανῶν ἀγγέλου καταβάντος, μᾶλλον δὲ ὡς αὐτοῦ τοῦ Χριστοῦ· εἰ τοίνυν ἐκείνῳ χρεία ἦν τοῦ συνεχῶς τὰ αὐτὰ λέγειν, πολλῷ μᾶλλον ἡμῖν τοῖς οὐδενὸς ἀξίοις λόγου. Καὶ γὰρ ὄντως ἀσφαλὲς τὸ πολλάκις ὑμῖν περὶ τῶν αὐτῶν ἀκούειν, καὶ οὐ μόνον τὸ περὶ τῶν αὐτῶν, ἀλλὰ καὶ τὸ τὰ αὐτὰ περὶ τῶν αὐτῶν. Μὴ δὴ δυσχεραινέτω τις, μηδὲ ἐνοχλεῖσθαι νο-
To speak the same things is to me indeed not irksome, while for you it is safe. And if Paul had need of continuous teaching towards his disciples—Paul, who taught with the grace of the Spirit, and with a command drove out the enemies, and did away with the afflictions of all men; Paul, who was so honoured, to whom all listened as to an angel come down out of the heavens, nay rather as to Christ Himself—if, therefore, he had need of continually speaking the same things, much more have we, who are worthy of no account. For truly it is safe for you to hear often concerning the same things, and not only concerning the same things, but also the same words concerning the same things. Let no one then be displeased, nor sup-
Notes, col. 759

On the reading

Printed σοῦ, for τοῦ.

PG 50:760Read from the page
ἔργον. Ὅταν γὰρ μάθῃ τις ὅτι μοιχεύων ἢ φονεύων, καὶ τοίχους διορύττων, οὐκ ἔστιν ἐγκλήματος ἄξιος, οὐ παύσεται, καθάπερ ἐπὶ κατάντους χωρίου, μετὰ προθυμίας φερόμενος τῆς προνοίας ποιεῖν συκοφάντας, καὶ συκοφάντης γενέσθαι κατὰ τοῦ Θεοῦ· οὗ τί γένοιτο ἂν χεῖρον, εἰπέ μοι, κακόν; Φεύγωμεν τοίνυν, ἀγαπητοὶ, τὴν εἰδωλολατρείαν ταύτην· ὄντως θάνατός ἐστιν ἐν τῷ λέβητι, καὶ πάντα τὸν ἀρυσάμενον ἐντεῦθεν κἂν μικρόν τι τῶν διεφθαρμένων δογμάτων ἀνάγκη πάντως ἀποθανεῖν, εἰ μὴ παλινδρομήσειε, καὶ τῆς ὑγιείας ἀπολαύσειε τῆς καθαρᾶς. Ἵν' οὖν μὴ μετὰ ταῦτα ἀνόνητα θρηνῶμεν, ὅταν τῆς μετανοίας ἡμῖν ἡ προθεσμία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκκοπῇ, ἕως ἐσμὲν κύριοι, ὅσοι μὲν ἑάλωμεν τῷ νοσήματι, μετανοήσωμεν καὶ ἀνακτησώμεθα ἑαυτούς· ὅσοι δὲ ὑγιαίνομεν, τήν τε ὑγίειαν καθαρὰν διατηρῶμεν, καὶ τοῖς προκατειλημμένοις χεῖρα ὀρέγωμεν. Εἰ γὰρ τοῖς τὰ σώματα νοσοῦσι τοσαύτην ἐπιδεικνύμεθα σπουδὴν καὶ κηδεμονίαν, ὅταν ψυχῆς ἀῤῥωστία προκέηται, τί τῶν πάντων οὐ πρακτέον ἡμῖν; τί δὲ οὐχ ὑπομενοῦμεν, ὥστε τὸν ἀδελφὸν, εἰς συνάφειαν μέλους ἡμῖν συντελοῦντα, ἀνακτήσασθαι, τὸν καὶ ἐν τῷ πληρώματι τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ τελοῦντα; Πάντα οὖν ὑπὲρ τούτου πραγματευσώμεθα, πάντα ὑπὲρ τούτου πράττωμεν, τοὺς κύνας, τοὺς λύκους ἀπελαύνοντες, μηδὲ ἀρκεῖν ἡγώμεθα ἡμῖν τὴν ἡμετέραν αὐτῶν σωτηρίαν. Ὥσπερ γὰρ εἴρηται ὅτι, Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθης· οὕτω δὴ καὶ ἐνταῦθα ἀκουσόμεθα· ὅταν ἴδωμέν τινα τῶν ἀδελφῶν τῶν ἡμετέρων κλέπτοντα λόγοις καὶ ψιθυρισμοῖς, τὰ αὐτὰ ἀκουσόμεθα. Οἶκός ἐστι δεσποτικὸς ἡ Ἐκκλησία, σκεύη τίμιά εἰσιν οἱ πιστοί. Ὅταν οὖν ἴδῃς τινὰ τῶν ἔξωθεν βουλόμενον ὑφελέσθαι τι τῶν σκευῶν, κἂν αὐτὸς ἀνάλωτος ᾖς, ὡς μέλλων κινδυνεύειν, εἰ παρίδοις, καὶ μὴ προσελθὼν εἴποις τοῖς διορθῶσαι κυρίοις, ἔνοχος γέγονας τῆς ἐκείνου ψυχῆς, ὁ τὸν κλέπτην ὁρῶν διορύττοντα, καὶ μὴ κωλύων ἢ διὰ σαυτοῦ ἢ δι' ἑτέρου. Οὐχ ὡς σοι τὸν κίνδυνον ἁπλῶς ἐπικρέμασθαι ταῦτα λέγω, ἀλλ' ὥστε ἀσφαλίσασθαι, ὥστε ποιῆσαι ἴσως ὑπὲρ τῆς ἑαυτῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας μεριμνᾷν. Οὕτω γὰρ δυνησόμεθα καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
deed. For when a man learns that in committing adultery or murdering and digging through walls he is not worthy of accusation, he will not cease, just as upon steep downhill ground, rushing eagerly onward to make slanderers of providence and to become himself a slanderer against God; than which what evil could be worse, tell me? Let us flee, therefore, beloved, this idolatry: truly death is in the pot, and everyone who has drawn thence even some little bit of these corrupted doctrines must by all means of necessity die, unless he run back again and enjoy pure health. Lest therefore hereafter we lament unprofitably, when our appointed term of repentance is cut off after our departure hence, while we are masters of ourselves, let as many of us as have been captured by the disease repent and recover ourselves; and let as many of us as are in health both preserve our health pure and stretch out a hand to those already overtaken. For if towards those who are sick in their bodies we display so great an eagerness and solicitude, when infirmity of soul lies before us, what of all things must not be done by us? And what shall we not endure, so as to recover our brother, who shares with us in the union of a member, and who also belongs in the fulness of the ecclesiastical body? Let us therefore labour in all things on this behalf, let us do all things on this behalf, driving away the dogs and the wolves, and let us not deem our own salvation sufficient for us. For just as it has been said, If you saw a thief, you ran with him, and with adulterers you set your portion; just so here also shall we hear; when we see someone among our brethren stealing by words and whisperings, we shall hear the very same things. The Church is the Master's house; the believers are precious vessels. When therefore you see someone from outside wishing to filch away any of the vessels, even if you yourself be uncaptured, yet as one about to run into peril, if you should overlook it and not approach and tell those who have authority to set things right, you have become liable for that man's soul, seeing the thief digging through and not hindering him either by yourself or through another. Not as though the peril merely hung over you do I speak these things, but so as to make you secure, so as to make you care equally on behalf of your own salvation and that of others. For thus we shall be able also to obtain the promised good things, by the grace of Christ, to Whom be the glory unto the ages of the ages. Amen.
μιζέτω παρ' ἡμῶν, εἰ περὶ τῆς αὐτῆς ὑποθέσεως μέλλοιμεν τὰ αὐτὰ λέγειν πάλιν. Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες ἀποτίθεσθε τὸ νόσημα τῆς ψυχῆς, μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλ' ἔτι περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν, καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις. Ἐπειδὴ δὲ ὑποπτεύομεν εἶναι ἔτι λείψανά τινα τοῦ κακοῦ παρὰ τοῖς ἀκροαταῖς, ἀναγκαία καὶ κατὰ λόγον ἡμῖν ἡ συνεχὴς ὑπὲρ τούτων ἐστὶ παραίνεσις. Τήμερον γὰρ ἀναγκαῖόν ἐστιν εἰπεῖν πῶς ἂν ἐκφύγοιμεν. Πῶς οὖν ἐκφύγοιμεν ἄν; Πρῶτον μὲν ταῖς εὐχαῖς, καὶ τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ, δεύτερον δὲ, λογισμοῖς εὐσεβέσιν. Ἂν γὰρ ἴδῃς τίνα μὲν
pose that he is being troubled by us, if concerning the same subject we should be about to speak the same things again. For if it were possible to be confident that upon hearing once you lay aside the disease of your soul, above all not even so ought one to desist, but one ought still to speak concerning the same things, so as to render your health abiding and firm for you, and to make you hard to vanquish against falling again into the same deeds. Since, however, we suspect that there are still some remnants of the evil among the hearers, continuous exhortation concerning these things is necessary and reasonable for us. For today it is necessary to say how we might escape. How then might we escape? First by prayers and converse towards God, and second by godly reasonings. For if you see what are
PG 50:761Read from the page
τὰ μέλλοντα, τίνα δὲ τὰ παρόντα, καὶ τὴν ὀρθὴν περὶ ἑκατέρων ψῆφον ἐνέγκῃς, οὐδέποτέ σου τῆς ψυχῆς ἅψεται τοῦτο τὸ κακόν. Ὅταν οὖν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῇ τὰ παρόντα νόμιζε, ἐπειδὴ ὁ δεῖνα πλουτεῖ παρ' ἀξίαν. Ἀναμνήσθητι τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ ἀπάνθρωπος καὶ κυνῶν αὐτῶν ἀγριώτερος· εἴ γε οἱ μὲν τὸν πένητα ἠλέουν καὶ ἐθεράπευον, οὐκ ὀκνοῦντες τῇ γλώττῃ ἅψασθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος, ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου. Ἐννόησον οὖν πῶς αὐτὸς μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει, ὁ δὲ πένης ἐκεῖνος ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τῆς πενίας τὸ ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ παλαίων. Καὶ ὁ μὲν ἥττω τῆς χρείας εἶχεν, ὁ δὲ οὐδὲ τῆς συμμετρίας ἀπήλαυεν. Ἀλλ' ὅμως οὐκ ἐδυσχέραινεν, οὐκ ἐφθέγξατο ῥῆμα ἀσεβὲς, οὐ κατηγόρησε τοῦ Θεοῦ, οὐκ ἐμέμψατο τὴν πρόνοιαν, οὐκ ἀνέθηκεν εἱμαρμένῃ τὰ γεγενημένα, οὐκ εἶπε πρός τινα, ἀλλ' οὐδὲ πρὸς ἑαυτόν· ἐγὼ μὲν οὐδὲν ποιήσας κακὸν εἰδικῶς, τοσαύτην τίνω δίκην, καὶ τὴν ἐσχάτην ὑπομένω τιμωρίαν, λιμῷ τηκόμενος, δαπανώμενος νόσῳ χαλεπωτάτῃ, κατὰ μικρὸν ἀναλισκόμενος καὶ ἀσχημονῶν· οὗτος δὲ πλουτεῖ, καὶ τρυφᾷ ταῖς ἀλλοτρίαις ἐνδιαιτώμενος συμφοραῖς, ὁ τοῖς ἐμοῖς ἐμπαροινῶν κακοῖς· καὶ τὸν μὲν ἀπάνθρωπον, καὶ ἀνηλεῆ, καὶ ὠμὸν καὶ λίθινον τοσούτων ἐποίησε χρημάτων κύριον ὁ Θεὸς, ἐμὲ δὲ τὸν οὐδὲ μέχρι ῥημάτων ψιλῶν παροξύναντα ἀφῆκε κατατείνεσθαι πόνοις τοσούτοις. Ποῦ ταῦτα δικαιοκρισίας ἄξια; ποῦ ταῦτα προνοίας καὶ κηδεμονίας τῆς ὑπὲρ ἡμῶν; Οὐδὲν τούτων οὐκ εἶπεν ἐκεῖνος. Πῶς οὖν οὐκ ἄτοπον, ὅταν αὐτοὶ μὲν οἱ πάσχοντες κακῶς οὕτω τὸν Δεσπότην εὐλογῶσιν ἐν πᾶσι, σὺ δὲ ὁ τῶν παλαισμάτων ἑστηκὼς ἔξω, ὑπὲρ τούτων βλασφημῇς τὴν Θεὸν, ὑπὲρ ὧν εὐχαρίστως ἕτεροι ἔχουσιν; Ὁ μὲν πάσχων δεινῶς, κἂν εἴπῃ τι ῥῆμα φορτικὸν καὶ ἐπαχθὲς, εἰ καὶ μὴ τοσαύτης ὅσης ἕτερος, ἀλλ' ὅμως γε καὶ ἐλάττονος μετέχει συγγνώμης· ὁ δὲ ἔξω τῶν δεινῶν ἑστὼς, καὶ ὑπὲρ ἑτέρων τὴν ἑαυτοῦ ψυχὴν ἀπολλὺς, ποίας ἂν εἴη συγγνώμης ἄξιος, ὑπὲρ τούτων βλασφημῶν τὸν Θεὸν, ὑπὲρ ὧν ὁ παθὼν κακῶς εὐχαριστεῖ, καὶ διὰ παντὸς αὐτὸν ἀνυμνῶν οὐκ ἀφίσταται; Ὅταν ἴδῃς δίκαιον πάσχοντα κακῶς, ἀναμνήσθητι τούτου τοῦ παραδείγματος· οὔτε γὰρ ἂν δικαιότερον ἐκείνου τινὰ ἔχοις μοι νῦν εἰπεῖν· καὶ γὰρ δῆλον ἀπὸ τῆς ὑπομονῆς, δῆλον ἀπὸ τῶν ἐπάθλων· τὸν γὰρ πρῶτον εἴληχε τῆς ἀναπαύσεως τόπον, μετὰ τοῦ πατριάρχου τιμώμενος Ἀβραάμ· οὔτε μείζονα παθόντα κακὰ, οὔτε οὕτως ὑπεροφθέντα. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὅταν μηδὲ τῶν ἀποπιπτόντων ψιχίων ἐμφορεῖσθαι ἔχῃ; Ὅταν οὖν ἴδῃς ἄκραν κακίαν· τί γὰρ ὠμότερον τοῦ τὸν ἐν συμφορᾷ τοσαύτῃ παρατρέχοντος; κακίαν εἰπεῖν μὴ αὐτὴ συνεζευγμένη· τί τοίνυν εὐπορώτερον γένοιτο ἂν τῆς τραπέζης ἐκείνης, καὶ τῆς ἀμφιάσεως ἄκραν τρυφὴν, καὶ εὐπραγίαν; πάλιν ὅταν ἴδῃς ἄκραν δικαιοσύνην· τί γὰρ ἂν γέ-
the things to come, and what are the things present, and cast the right vote concerning both, never will this evil lay hold of your soul. When therefore you see someone growing rich beyond his desert, do not call him blessed, do not suppose him enviable, do not condemn the providence of God, do not suppose that present things are borne along in vain and at random, because so-and-so grows rich beyond his desert. Call to mind Lazarus and the rich man: how the one had driven on to the utmost pitch of affluence and luxury, though he was cruel and harsh and inhuman and more savage than the very dogs—seeing that they pitied the poor man and tended him, not hesitating to touch with their tongue the sores over his whole body, whereas he did not even share crumbs with him. Consider therefore how he himself had driven on to the utmost pitch of affluence, while that poor man, the truly rich one, the truly wealthy one, fell down into the very utmost extremity of poverty, and lacked even necessary nourishment, wrestling both with disease and with continual famine. And the one had less than his need, while the other did not even enjoy due measure, so far did he exceed it. Yet nevertheless he was not displeased, he did not utter an ungodly word, he did not accuse God, he did not blame providence, he did not ascribe what had come to pass to fate, he did not say to anyone—nay, not even to himself: I, though I have wrought no evil specifically, pay so great a penalty and endure the utmost punishment, melting away with famine, consumed by a most grievous disease, wasting away little by little and disfigured; while this man grows rich and lives in luxury, banqueting amidst others' calamities, heaping drunken insult upon my ills; and the inhuman, merciless, cruel, and stony-hearted man God has made master of so great a store of moneys, whereas me, who did not provoke Him even so far as bare words, He has left to be racked by so great pains! Where are these things worthy of righteous judgement? Where are these things worthy of providence and solicitude on our behalf? None of these things at all did that man say. How then is it not absurd, when the very men who suffer ill thus bless the Master in all things, while you, who stand outside the wrestling-bouts, blaspheme God over those things over which others are thankful? He who suffers dreadfully, even if he utters some coarse and burdensome word, even if not so great a pardon as another who keeps silence, yet nevertheless partakes of even a lesser pardon; whereas he who stands outside the terrors, and ruins his own soul over others' affairs, of what pardon would he be worthy, blaspheming God over the things for which he who suffered ill gives thanks, and never desists from hymning Him continually? When you see a righteous man suffering ill, call to mind this example; for you could neither name to me now anyone more righteous than that man—for this is plain from his endurance, plain from his prizes, since he obtained by lot the first place of rest, honoured with the patriarch Abraham—nor one who suffered greater ills, nor one thus disdained. For what could you say, when he is not able to take his fill even of the crumbs that fall down? When, therefore, you see utmost wickedness—for what is more cruel than one who runs past a man in so great calamity, to name a wickedness not yoked to this?—and utmost luxury and prosperity—for what then could be more affluent than that table and that raiment?—and again when you see utmost righteousness—for what could be-
Notes, col. 761

On the reading

Printed τὴν Θεὸν, for τὸν Θεὸν.

PG 50:762Read from the page
νοιτο θεοφιλέστερον ψυχῆς τοιαῦτα πασχούσης, καὶ φερούσης γενναίως ἄκραν ταλαιπωρίαν; τί γὰρ ἂν γένοιτο ἀθλιώτερον λιμοῦ καὶ νοσήματος οὕτως ἀνιάτου; ποίαν ἔχεις, εἰπέ μοι, συγγνώμην, ἐν τοῖς ἄλλοις σκανδαλιζόμενος; μὴ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ πράγματα ἔστηκεν;
come dearer to God than a soul suffering such things and bearing utmost misery nobly? For what could become more wretched than famine and a disease so incurable?—what pardon have you, tell me, when you take offence in other matters? For have affairs come to a halt with the present life?
Ἀνάμεινον τὸ τέλος, καὶ τότε ὄψει τὸ κατ' ἀξίαν τῆς ἑκάστου ζωῆς· μὴ πρὸ τῶν βραβείων, μὴ πρὸ τῶν στεφάνων θορυβοῦ. Ὅταν οὖν ἴδῃς εἰς τὸ δικαστήριον ἀμφοτέρους εἰσελθόντας, καὶ τῆς ψήφου τυχόντας, τότε καὶ αὐτὸς τὴν περὶ ἑκάστου κρίσιν ἐξένεγκε. Πόσοι νῦν ταῖς ὁδοῖς ἐφεδρεύουσι, πόσοι διορύττουσι τοίχους, πόσοι θήκας τῶν κατοιχομένων ἀναῤῥήσσουσι, πόσοι γάμοις ἐπεβούλευσαν ἀλλοτρίοις, πόσοι δηλητηρίοις φαρμάκοις πολλοὺς ἀπώλεσαν; ἆρ' οὖν ὑπὲρ τούτων ἐγκαλοῦμεν τῷ δικαστῇ; Οὐδαμῶς. Ἂν μὲν γὰρ λαβὼν αὐτοὺς ὑποψήφους ἀφῇ, καὶ τὸν μὲν παθόντα κακῶς κολάσῃ, τὸν δὲ ποιήσαντα τιμήσῃ, καὶ στεφανώσας ἐκπέμψῃ, κατηγορίας ὄντως ἄξιος, καὶ ἐγκλημάτων ἐσχάτων· ὅταν δὲ μηδέπω ὦσι παραδοθέντες, μηδὲ ὁ καιρὸς ἐπιστῇ τῆς ψήφου, μήπω δὲ αὐτὸς τὰς εὐθύνας ἀπαιτῇ, προλαβὼν προκαταγινώσκεις; Ἀλλ' ἔδει, φησὶν, ἐντεῦθεν ἤδη δοῦναι δίκην τῶν ἡμαρτημένων. Ἐννόησον τὰ σαυτῷ βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδὸς, καὶ μεταθήσῃ τὴν γνώμην· οὐκ ἐπαινέσεις ταύτην τὴν ψῆφον, ἀλλ' ἀποδέξῃ τῆς μακροθυμίας τὸν φιλάνθρωπον Θεόν. Εἰ γὰρ ἤμελλεν ἕκαστος παρ' αὐτὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι τῶν πεπλημμελημένων, οὐκ ἂν ἡμῶν ἔφθασε τὸ γένος πάλαι ἀναρπασθέν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ἀλλ' ὅταν ἀλγῇς ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ, λογίζου τὰ πεπλημμελημένα σοι μετὰ ἀκριβείας, καὶ χάριν εἴσῃ τῆς ἀνοχῆς, θαυμάσας τῆς ἀνεξικακίας αὐτόν. Θορυβῇ καὶ ἀλύεις, καὶ πάντα ταραχῆς πληροῖς, ἐπειδὴ ὁ δεῖνα παρ' ἀξίαν πλουτεῖ, καὶ ἀπολαύει θεραπείας τῆς παρὰ τῶν πολλῶν· εἶτα οὐκ ἀκούεις τοῦ ψαλμῳδοῦ λέγντος, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα ὀπίσω αὐτοῦ; Οὐκ ἀκούεις τοῦ προφήτου βοῶντος μετὰ μεγάλης τῆς φωνῆς, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου; οὐχ ὁρᾷς ἐπιμαρτυροῦσαν ταῖς τῶν προφητῶν ἀποφάσεσιν αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν; οὐχ ὁρᾷς τὴν πεῖραν καὶ τὴν ἔκβασιν ἐπιψηφιζομένην τοῖς εἰρημένοις, Οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα; Ἄκουσον τοῦ Ἰὼβ τὸ αὐτὸ τοῦτο λέγοντος, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς, γυμνὸς καὶ ἀπελεύσομαι, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἄκουσον τοῦ Παύλου τὰ αὐτὰ φιλοσοφοῦντος, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Σὺ δὲ μακαρίζεις ἄνθρωπον οὐδὲν ἐντεῦθεν δυνάμενον ἀπενεγκεῖν ἐκεῖ τῶν ὀφειλόντων αὐτῷ παραστῆναι κατὰ τὴν ἡμέραν τῆς κρίσεως. Καὶ τίς ἄλλος ἀθλιότητος ὅρος, εἰπέ μοι, καὶ ταλανισμὸς, ἀλλ' ἢ ὅταν ὁ ἐν πολλῇ τρυφῇ ζήσας ἀπέρχηται πάντων ἐντεῦθεν ἀτιμότερος; Σὺ δὲ εἴ τινα τούτων τῶν εὐπορούντων καὶ συβούντων ἐπὶ τῆς ἀγορᾶς εἶδες, ἐπὶ μὲν τῆς ἀλλοτρίας πολλῆς ἀπολαύοντα τιμῆς, παρασίτους καὶ κόλακας ἔχοντα, εἰς δὲ τὰ οἰκεῖα ἐπανελθόντα, καὶ οὐδὲν συγχωρούμενον ἐκείνων λαβεῖν, ἀλλὰ γυμνὸν, ἄτιμον, τῶν προσαιτούντων ἀπορώτερον καὶ φαυλότερον φαινόμενον, ἆρα τοῦτον ζηλωτὴν εἶναι ἐνόμιζες, ἀλλ' οὐ διὰ τοῦτο μᾶλλον ἠλέεις καὶ ἐταλάνιζες;
Await the end, and then you will see what accords with the desert of each man's life; do not be troubled before the prizes, do not be troubled before the crowns. When therefore you see both men having entered into the court of justice and having received the verdict, then do you yourself also bring forth judgement concerning each. How many men now lie in ambush upon the roads, how many dig through walls, how many break open the tombs of the departed, how many have plotted against others' marriages, how many have destroyed multitudes with deadly poisons? Do we then bring accusations against the judge over these things? By no means. For if on the one hand, after taking them under trial, he lets them go, and punishes him who suffered ill while honouring him who wrought it and sending him forth crowned, he is truly worthy of accusation and of the utmost charges; but when they have not yet been handed over, nor has the time of the verdict arrived, nor is he himself yet demanding accounts, do you anticipate and condemn beforehand? Yet, says one, men ought already from this present life to pay the penalty for their sins! Consider the things lived by yourself, O man, enter into your own conscience, and you will change your opinion; you will not praise this vote, but will welcome the man-loving God for His long-suffering. For if each man were about to have punishment demanded of him on the spot at the very moment of his sins for the offences committed, would not our race long ago have been snatched away beforehand? For who shall boast that he has a chaste heart, or who shall speak boldly that he is pure from sins? Rather, when you grieve over God's long-suffering, reckon up the offences committed by you with exactness, and you will feel gratitude for His forbearance, marvelling at Him for His patience with evil. You are troubled and distraught, and fill all things with tumult, because so-and-so grows rich beyond his desert and enjoys courting from the many; do you not then hear the psalmist saying, Fear not when a man grows rich, for when he dies he shall not take all things, nor shall his glory descend downward with him after him? Do you not hear the prophet crying aloud with a great voice, All flesh is grass, and all the glory of man as the flower of grass? Do you not see the very truth of affairs bearing witness to the pronouncements of the prophets? Do you not see experience and the outcome casting their vote for the things spoken, When he dies he shall not take all things? Hear Job saying this very same thing: Naked came I forth out of my mother's womb, and naked shall I depart—for when he dies he shall not take all things. Hear Paul philosophizing the same things: We brought nothing into the world; it is plain that neither are we able to carry anything out. Yet you call blessed a man unable to carry away hence thither a single one of the things that ought to stand beside him in the day of judgement! And what other definition of wretchedness is there, tell me, and of misery, save when one who has lived in great luxury departs hence more dishonoured than all men? And if you saw someone among these affluent men who strut about in the market-place enjoying great honour in a foreign land, having parasites and flatterers, yet upon returning to his own home permitted to take none of those things, but appearing naked, dishonoured, more destitute and viler than beggars, would you suppose this man to be enviable, and would you not rather on this account pity him and count him wretched?
Notes, col. 762

On the reading

Printed λέγντος, for λέγοντος.

Printed συβούντων, for σοβούντων.

PG 50:761 bisRead from the page
Cum ergo videris quempiam praeter dignitatem locupletem, ne beatum praedices, ne aemulandum putes, neque Dei providentiam damnes, neque putes temere et casu ferri res praesentes, quia ille quispiam praeter meritum locuples est. Recordare Lazari et divitis (Luc. 16) : ut hic quidem ad summam rerum et divitiarum copiam pervenerit, cum esset crudelis, ferus et inhumanus, ipsisque canibus efferatior : siquidem illi pauperem miserabantur et curabant, nec segniter ulcera in toto ejus corpore lingebant; ille vero ne micas quidem ipsi dabat. Cogita ergo quomodo hic ad summum opulentiae pervenerit; ille vero pauper, sed reipsa dives, et locuples, in extremam inopiam deciderit, ita ut necessario cibo destitueretur, ac perpetuo cum aegritudine et fame luctaretur. Et hic quidem minus, quam usus tulit, habebat, ille vero ultra modum rerum copia affluebat. Attamen non moleste ferebat, non impium verbum proferebat, non Deum accusabat, non providentiam criminabatur, non fato haec adscribebat; nec cuipiam nec sibi ipsi umquam dixit : Ego qui nihil speciatim mali feci, tales poenas do, et extremum cruciatum sustineo, fame tabescens, gravissimo absumptus morbo, paulatim absumptus et foedatus; hic vero dives est deliciisque affluit, alienis calamitatibus opulentus, malis insultans meis : et hunc tamen inhumanum, immitem, crudelem et saxeum, tantae pecuniae dominum fecit Deus; me vero, qui ne minimo quidem verbo ipsum provocavi, tot malis cruciari permisit : quomodo haec justo illo judicio, quomodo providentia et cura nostri digna fuerint? Nihil horum ille dixit. Qui igitur non absurdum fuerit, quando iidem ipsi qui male patiuntur in omnibus Deo ita benedicunt, te qui extra certamina sis, de iisdem in Deum blasphemare de quibus alii gratias agunt? Qui enim malo afficitur, etiamsi aliquod verbum durum protulerit, quamvis non tantam quantam alius, aliquam tamen minorem consequitur veniam : qui autem extra calamitates versatur, et aliarum rerum causa animam suam perdit, qua venia dignus erit, si de illis in Deum blasphemet, de quibus ille qui mala patitur, gratias agit, et illum laudare non desinit? Cum videris justum mala patientem, hoc exemplum animo repete : neque enim illo justiorem quempiam nunc dicere possis; id enim liquet tum ex patientia, tum ex praemiis : nam primum ille requiei sortitus est locum, cum patriarcha Abraham honoratus; neque ullum majora passum mala protuleris, neque ita despectui habitum. Quid enim afferre possis, quando ne de micis quidem, quae de mensa cadebant, se explere potuit? Quando igitur summam improbitatem videris : quid enim crudelius isto, qui hunc in tanta calamitate praeterierit? vel quid affluentius illa mensa esse potest, aut vestibus summas delicias et fortunas indicantibus? rursus cum videris summam justitiam : quid enim religiosius anima talia patienti, summasque miserias generose ferenti? quid enim miserius fame et morbo tam insanabili? quam, quaeso, veniam impetrabis, si in aliis scandalum patiaris?
When therefore you see someone rich beyond his deserts, do not proclaim him blessed, do not deem him worthy of emulation, nor condemn the providence of God, nor suppose that present affairs are borne along at random and by chance because some man or other is wealthy beyond his merit. Call to mind Lazarus and the rich man (Luke 16): how the one attained to the utmost abundance of possessions and riches, though he was cruel, savage, and inhuman, and more brutal than the very dogs—inasmuch as they pitied the poor man and tended him, and ungrudgingly licked the sores over his whole body, whereas that man did not give him even crumbs. Consider, then, how this man reached the summit of opulence, while the other—poor, yet in truth rich and wealthy—sank into extreme penury, so that he was deprived of necessary food and wrestled perpetually with sickness and hunger. And the one had less than need required, while the other overflowed with an abundance of goods beyond measure. Yet he did not bear it grievously, he uttered no impious word, he did not accuse God, he did not rail at providence, he did not ascribe these things to fate; nor did he ever say either to anyone else or to himself: 'I, who have committed no special wrong, pay such penalties and endure extreme torment, wasting away with hunger, consumed by a most grievous disease, wasted little by little and disfigured; whereas this man is rich and abounds in luxuries, grown wealthy amid others' calamities, revelling insolently over my woes; and yet God has made this inhuman, merciless, cruel, and stony-hearted man lord of so much money, while me, who have not provoked Him by even the slightest word, He has permitted to be tortured by so many afflictions: how could these things be worthy of that just judgement, how worthy of providence and care for us?' None of these things did he say. How then would it not be absurd, when the very men who suffer ill thus bless God in all things, that you, who stand outside the contests, should blaspheme against God over the very matters for which others give thanks? For one who is afflicted with misfortune, even if he utters some harsh word, obtains at least some lesser pardon, though not as much as another; whereas one who lives outside calamities, and destroys his own soul on account of other people's affairs, of what pardon will he be worthy, if he blasphemes against God over those things for which the man who suffers evils gives thanks and never ceases praising Him? When you see a righteous man suffering evils, recall this example to mind: for you could name no one at present more righteous than he, as is plain both from his endurance and from his rewards; for he obtained the foremost place of rest, honoured along with the patriarch Abraham; nor could you adduce anyone who suffered greater ills, or was held in such contempt. For what could you bring forward, when he was not able to fill himself even from the crumbs that fell from the table? When therefore you behold supreme wickedness—for what could be more cruel than that man who passed him by in such great calamity, or what could be more lavish than that table, or than robes betokening supreme luxury and prosperity?—and again when you behold supreme righteousness—for what could be more devout than a soul suffering such things and nobly bearing the utmost miseries, and what more wretched than hunger and a disease so incurable?—what pardon, I ask, will you obtain if you take offence at the case of others?
Notes, col. 761 bis

On the reading

Printed ulcera iu, for ulcera in.

Printed uec sibi, for nec sibi.

Printed protnlerit, for protulerit.

Printed antem, for autem.

PG 50:762 bisRead from the page
num intra hujus vitae terminos res circumscriptae sunt?
Are affairs circumscribed within the bounds of this present life?
De futuro judicio. — Exspecta finem, et tunc videbis unicuique secundum vitae meritum tribui : ne ante praemia, ne ante coronas perturberis. Cum itaque videris ambos in judicium ingredi, et sententiam judicis subire, tunc de utroque et tu judicium profer. Quot nunc sunt, qui viis insidiantur? quot qui muros effodiunt, quot defunctorum arcas effringunt? quot toris insidiantur alienis, quot mortiferis venenis complures perdiderunt? numquid in iis accusamus judicem? Minime. Si enim illos in judicio constitutos dimitteret, et eum qui mala passus esset plecteret, eum vero qui intulisset honoraret et coronatum dimitteret, revera culpandus et criminatione admodum dignus esset : cum autem nondum traditi sint, nec judicii tempus advenerit, necdum ille rationes expetat, tu anticipando condemnas? Atqui oportebat, inquit, etiam hic peccatorum poenas dare. Vitam tuam, o homo, perpende, et in conscientiam ingredere tuam, et sententiam mutabis, non judicium illud laudabis, sed benigni Dei tolerantiam approbabis. Nam si ab unoquoque statim a peccatis admissis poena daretur, jamdiu genus nostrum de medio sublatum fuisset. Quis enim gloriabitur se purum habere cor, aut quis confidenter dicet se purum esse a peccatis (Prov. 20. 9)? Sed quando Dei tolerantiam aegre fers, tecum accurate reputa ea quae admisisti delicta, et de patientia illa gratiam habebis, tolerantiamque illius admiraberis. Conturbaris, angeris, omnia tumultu reples, quia ille praeter meritum ditescit, et clientela multa fruitur. Annon audis psalmistam dicentem, Ne timueris, cum dives factus fuerit homo : quoniam cum interierit, non sumet omnia, neque descendet cum eo gloria ejus (Psal. 48. 17. 18). Non audis prophetam magna voce clamantem : Omnis caro foenum, et omnis gloria ejus quasi flos foeni (Isai. 40. 6). Annon vides cum prophetarum oraculis testimonium ferentem rerum veritatem? annon vides experientiam et exitum cum dictis calculum ferentem, Cum interierit, non sumet omnia? Audi Job idipsum dicentem, Nudus egressus sum de utero matris meae, et nudus revertar illuc (Job. 1. 21) : quoniam cum interierit, non sumet omnia (Psal. 48. 18). Audi Paulum eadem ipsa philosophantem, Nihil intulimus in hunc mundum, haud dubium quod nec auferre quid possumus (1. Tim. 6. 7). Tu vero beatum praedicas hominem, qui nihil auferre potest eorum, quae expediunt illi praesto esse in die judicii, et quae major miseriae ratio atque infelicitatis, dic mihi, quam cum is, qui in deliciis vixit, hinc abit summa cum ignominia? Tu vero si quemquam opulentum et arrogantem in foro videres, in extranea regione multo honore fruentem, parasitis adulatoribusque stipatum, ubi autem in patriam rediret, nihil eorum habentem, sed nudum, inglorium, mendicis egentiorem ac viliorem : an hunc aemulatione dignum censeres? annon potius illum miserum et infelicem diceres? Idipsum erga divites facito. At quidam sunt, qui postquam hos de philosophia sermones moverimus, suum hircorumque instar abdomini addicti, rebusque praesentibus servientes, nihil post decessum superesse arbitrantur : alii vero superesse quidem aliqua putant, sed praesentia futuris anteponunt.
On the future judgement. — Await the end, and then you will see recompense rendered to each one according to the merit of his life; do not be troubled before the prizes, before the crowns. When therefore you see both men enter into judgement and undergo the sentence of the judge, then do you also pronounce judgement upon each. How many are there now who waylay travellers on the roads? How many who dig through walls, how many who break open the tombs of the departed? How many who plot against other men's marriage-beds, how many who have destroyed numerous persons with deadly poisons? Do we in their case accuse the judge? By no means! For if, when they had been set before the tribunal, he let them go, and punished the man who had suffered wrong while honouring the one who had inflicted it and sending him away crowned, he would indeed deserve blame and be utterly worthy of accusation; yet when they have not yet been handed over, nor has the time of judgement arrived, nor does He yet demand an account, do you condemn Him in advance? 'Yet,' says one, 'sinners ought to pay the penalty here as well.' Weigh your own life, O man, and enter into your own conscience, and you will change your mind: you will not praise that verdict, but will approve the forbearance of a gracious God. For if punishment were exacted from each person immediately upon the commission of sins, our race would long ago have been swept away from our midst. For who will boast that he has a pure heart, or who will confidently say that he is pure from sins (Prov. 20:9)? Yet when you bear God's forbearance impatiently, reckon up accurately with yourself the transgressions you have committed, and you will be grateful for that patience and marvel at His long-suffering. You are troubled, you are distressed, you fill everything with tumult, because that man grows rich beyond his merit and enjoys a numerous retinue. Do you not hear the psalmist saying, Be not afraid when a man has grown rich: for when he dies, he shall not take all things, nor shall his glory descend with him (Ps. 48:17, 18)? Do you not hear the prophet crying aloud with a great voice: All flesh is grass, and all the glory thereof as the flower of grass (Isa. 40:6)? Do you not see the truth of actual events bearing witness along with the oracles of the prophets? Do you not see experience and the issue casting their vote with what has been spoken: When he dies, he shall not take all things? Hear Job saying the very same thing: Naked came I out of my mother's womb, and naked shall I return thither (Job 1:21)—for when he dies, he shall not take all things (Ps. 48:18). Hear Paul philosophizing in the very same terms: We brought nothing into this world, and doubtless we can carry nothing out (1 Tim. 6:7). Yet you proclaim a man blessed who can carry away none of those things which it profits him to have at hand in the day of judgement! And what greater ground of misery and wretchedness is there, tell me, than when one who has lived in luxury departs hence in utter disgrace? Now if you saw some opulent and arrogant man in the market-place, enjoying great honour in a foreign land, surrounded by parasites and flatterers, yet when he returned to his own fatherland, possessing none of those things, but naked, inglorious, more destitute and more abject than beggars: would you deem this man worthy of emulation? Would you not rather call him wretched and miserable? Act in the very same way towards the rich. Yet there are certain men who, after we have set forth these philosophical discourses, devoted to their belly after the manner of swine and he-goats and enslaved to present things, suppose that nothing remains after departure from life; while others suppose indeed that some things remain, yet set present things before things to come.